ἐχράετʼ ἐσθιέμεν καὶ πινέμεν ἐμμενὲς αἰεὶ ἀνδρὸς ἀποιχομένοιο πολὺν χρόνον· οὐδέ τινʼ ἄλλην μύθου ποιήσασθαι ἐπισχεσίην ἐδύνασθε, ἀλλʼ ἐμὲ ἱέμενοι γῆμαι θέσθαι τε γυναῖκα. ἀλλʼ ἄγετε, μνηστῆρες, ἐπεὶ τόδε φαίνετʼ ἄεθλον. θήσω γὰρ μέγα τόξον Ὀδυσσῆος θείοιο· ὃς δέ κε ῥηΐτατʼ ἐντανύσῃ βιὸν ἐν παλάμῃσι καὶ διοϊστεύσῃ πελέκεων δυοκαίδεκα πάντων, τῷ κεν ἅμʼ ἑσποίμην, νοσφισσαμένη τόδε δῶμα κουρίδιον, μάλα καλόν, ἐνίπλειον βιότοιο, τοῦ ποτὲ μεμνήσεσθαι ὀΐομαι ἔν περ ὀνείρῳ. ὣς φάτο, καί ῥʼ Εὔμαιον ἀνώγει, δῖον ὑφορβόν, τόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον. δακρύσας δʼ Εὔμαιος ἐδέξατο καὶ κατέθηκε· κλαῖε δὲ βουκόλος ἄλλοθʼ, ἐπεὶ ἴδε τόξον ἄνακτος. Ἀντίνοος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε· νήπιοι ἀγροιῶται, ἐφημέρια φρονέοντες, ἆ δειλώ, τί νυ δάκρυ κατείβετον ἠδὲ γυναικὶ θυμὸν ἐνὶ στήθεσσιν ὀρίνετον; ᾗ τε καὶ ἄλλως κεῖται ἐν ἄλγεσι θυμός, ἐπεὶ φίλον ὤλεσʼ ἀκοίτην. ἀλλʼ ἀκέων δαίνυσθε καθήμενοι, ἠὲ θύραζε κλαίετον ἐξελθόντε, κατʼ αὐτόθι τόξα λιπόντε, μνηστήρεσσιν ἄεθλον ἀάατον· οὐ γὰρ ὀΐω ῥηϊδίως τόδε τόξον ἐΰξοον ἐντανύεσθαι. οὐ γάρ τις μέτα τοῖος ἀνὴρ ἐν τοίσδεσι πᾶσιν οἷος Ὀδυσσεὺς ἔσκεν· ἐγὼ δέ μιν αὐτὸς ὄπωπα, καὶ γὰρ μνήμων εἰμί, πάϊς δʼ ἔτι νήπιος ἦα. ὣς φάτο, τῷ δʼ ἄρα θυμὸς ἐνὶ στήθεσσιν ἐώλπει νευρὴν ἐντανύσειν διοϊστεύσειν τε σιδήρου. ἦ τοι ὀϊστοῦ γε πρῶτος γεύσεσθαι ἔμελλεν ἐκ χειρῶν Ὀδυσῆος ἀμύμονος, ὃν τότʼ ἀτίμα ἥμενος ἐν μεγάροις, ἐπὶ δʼ ὤρνυε πάντας ἑταίρους. τοῖσι δὲ καὶ μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο· ὢ πόποι, ἦ μάλα με Ζεὺς ἄφρονα θῆκε Κρονίων· μήτηρ μέν μοί φησι φίλη, πινυτή περ ἐοῦσα, ἄλλῳ ἅμʼ ἕψεσθαι νοσφισσαμένη τόδε δῶμα· αὐτὰρ ἐγὼ γελόω καὶ τέρπομαι ἄφρονι θυμῷ. ἀλλʼ ἄγετε, μνηστῆρες, ἐπεὶ τόδε φαίνετʼ ἄεθλον, οἵη νῦν οὐκ ἔστι γυνὴ κατʼ Ἀχαιΐδα γαῖαν, οὔτε Πύλου ἱερῆς οὔτʼ Ἄργεος οὔτε Μυκήνης· οὔτʼ αὐτῆς Ἰθάκης οὔτʼ ἠπείροιο μελαίνης· καὶ δʼ αὐτοὶ τόδε γʼ ἴστε· τί με χρὴ μητέρος αἴνου; ἀλλʼ ἄγε μὴ μύνῃσι παρέλκετε μηδʼ ἔτι τόξου δηρὸν ἀποτρωπᾶσθε τανυστύος, ὄφρα ἴδωμεν. καὶ δέ κεν αὐτὸς ἐγὼ τοῦ τόξου πειρησαίμην· εἰ δέ κεν ἐντανύσω διοϊστεύσω τε σιδήρου, οὔ κέ μοι ἀχνυμένῳ τάδε δώματα πότνια μήτηρ λείποι ἅμʼ ἄλλῳ ἰοῦσʼ, ὅτʼ ἐγὼ κατόπισθε λιποίμην οἷός τʼ ἤδη πατρὸς ἀέθλια κάλʼ ἀνελέσθαι. ἦ καὶ ἀπʼ ὤμοιϊν χλαῖναν θέτο φοινικόεσσαν ὀρθὸς ἀναΐξας, ἀπὸ δὲ ξίφος ὀξὺ θέτʼ ὤμων. πρῶτον μὲν πελέκεας στῆσεν, διὰ τάφρον ὀρύξας πᾶσι μίαν μακρήν, καὶ ἐπὶ στάθμην ἴθυνεν, ἀμφὶ δὲ γαῖαν ἔναξε· τάφος δʼ ἕλε πάντας ἰδόντας, ὡς εὐκόσμως στῆσε· πάρος δʼ οὐ πώ ποτʼ ὀπώπει. στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰὼν καὶ τόξου πειρήτιζε. τρὶς μέν μιν πελέμιξεν ἐρύσσεσθαι μενεαίνων, τρὶς δὲ μεθῆκε βίης, ἐπιελπόμενος τό γε θυμῷ, νευρὴν ἐντανύειν διοϊστεύσειν τε σιδήρου. καί νύ κε δή ῥʼ ἐτάνυσσε βίῃ τὸ τέταρτον ἀνέλκων, ἀλλʼ Ὀδυσεὺς ἀνένευε καὶ ἔσχεθεν ἱέμενόν περ. τοῖς δʼ αὖτις μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο· ὢ πόποι, ἦ καὶ ἔπειτα κακός τʼ ἔσομαι καὶ ἄκικυς, ἠὲ νεώτερός εἰμι καὶ οὔ πω χερσὶ πέποιθα ἄνδρʼ ἀπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ. ἀλλʼ ἄγεθʼ, οἵ περ ἐμεῖο βίῃ προφερέστεροί ἐστε, τόξου πειρήσασθε, καὶ ἐκτελέωμεν ἄεθλον. ὣς εἰπὼν τόξον μὲν ἀπὸ ἕο θῆκε χαμᾶζε, κλίνας κολλητῇσιν ἐϋξέστῃς σανίδεσσιν, αὐτοῦ δʼ ὠκὺ βέλος καλῇ προσέκλινε κορώνῃ, ἂψ δʼ αὖτις κατʼ ἄρʼ ἕζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη. τοῖσιν δʼ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός· ὄρνυσθʼ ἑξείης ἐπιδέξια πάντες ἑταῖροι, ἀρξάμενοι τοῦ χώρου ὅθεν τέ περ οἰνοχοεύει. ὣς ἔφατʼ Ἀντίνοος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος. Λειώδης δὲ πρῶτος ἀνίστατο, Οἴνοπος υἱός, ὅ σφι θυοσκόος ἔσκε, παρὰ κρητῆρα δὲ καλὸν ἷζε μυχοίτατος αἰέν· ἀτασθαλίαι δέ οἱ οἴῳ ἐχθραὶ ἔσαν, πᾶσιν δὲ νεμέσσα μνηστήρεσσιν· ὅς ῥα τότε πρῶτος τόξον λάβε καὶ βέλος ὠκύ. στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰὼν καὶ τόξου πειρήτιζεν, οὐδέ μιν ἐντάνυσε· πρὶν γὰρ κάμε χεῖρας ἀνέλκων ἀτρίπτους ἁπαλάς· μετὰ δὲ μνηστῆρσιν ἔειπεν· ὦ φίλοι, οὐ μὲν ἐγὼ τανύω, λαβέτω δὲ καὶ ἄλλος. πολλοὺς γὰρ τόδε τόξον ἀριστῆας κεκαδήσει θυμοῦ καὶ ψυχῆς, ἐπεὶ ἦ πολὺ φέρτερόν ἐστι τεθνάμεν ἢ ζώοντας ἁμαρτεῖν, οὗθʼ ἕνεκʼ αἰεὶ ἐνθάδʼ ὁμιλέομεν, ποτιδέγμενοι ἤματα πάντα. νῦν μέν τις καὶ ἔλπετʼ ἐνὶ φρεσὶν ἠδὲ μενοινᾷ γῆμαι Πηνελόπειαν, Ὀδυσσῆος παράκοιτιν. αὐτὰρ ἐπὴν τόξου πειρήσεται ἠδὲ ἴδηται, ἄλλην δή τινʼ ἔπειτα Ἀχαιϊάδων εὐπέπλων μνάσθω ἐέδνοισιν διζήμενος· ἡ δέ κʼ ἔπειτα γήμαιθʼ ὅς κε πλεῖστα πόροι καὶ μόρσιμος ἔλθοι. ὣς ἄρʼ ἐφώνησεν καὶ ἀπὸ ἕο τόξον ἔθηκε, κλίνας κολλητῇσιν ἐϋξέστῃς σανίδεσσιν, αὐτοῦ δʼ ὠκὺ βέλος καλῇ προσέκλινε κορώνῃ, ἂψ δʼ αὖτις κατʼ ἄρ ἕζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη. Ἀντίνοος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε· Λειῶδες, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων, δεινόν τʼ ἀργαλέον τε, —νεμεσσῶμαι δέ τʼ ἀκούων— εἰ δὴ τοῦτό γε τόξον ἀριστῆας κεκαδήσει θυμοῦ καὶ ψυχῆς, ἐπεὶ οὐ δύνασαι σὺ τανύσσαι. οὐ γάρ τοί σέ γε τοῖον ἐγείνατο πότνια μήτηρ οἷόν τε ῥυτῆρα βιοῦ τʼ ἔμεναι καὶ ὀϊστῶν· ἀλλʼ ἄλλοι τανύουσι τάχα μνηστῆρες ἀγαυοί. ὣς φάτο, καί ῥʼ ἐκέλευσε Μελάνθιον, αἰπόλον αἰγῶν· ἄγρει δή, πῦρ κῆον ἐνὶ μεγάροισι, Μελανθεῦ, πὰρ δὲ τίθει δίφρον τε μέγαν καὶ κῶας ἐπʼ αὐτοῦ, ἐκ δὲ στέατος ἔνεικε μέγαν τροχὸν ἔνδον ἐόντος, ὄφρα νέοι θάλποντες, ἐπιχρίοντες ἀλοιφῇ, τόξου πειρώμεσθα καὶ ἐκτελέωμεν ἄεθλον. ὣς φάθʼ, ὁ δʼ αἶψʼ ἀνέκαιε Μελάνθιος ἀκάματον πῦρ, πὰρ δὲ φέρων δίφρον θῆκεν καὶ κῶας ἐπʼ αὐτοῦ, ἐκ δὲ στέατος ἔνεικε μέγαν τροχὸν ἔνδον ἐόντος· τῷ ῥα νέοι θάλποντες ἐπειρῶντʼ· οὐδʼ ἐδύναντο ἐντανύσαι, πολλὸν δὲ βίης ἐπιδευέες ἦσαν. Ἀντίνοος δʼ ἔτʼ ἐπεῖχε καὶ Εὐρύμαχος θεοειδής, ἀρχοὶ μνηστήρων· ἀρετῇ δʼ ἔσαν ἔξοχʼ ἄριστοι. τὼ δʼ ἐξ οἴκου βῆσαν ὁμαρτήσαντες ἅμʼ ἄμφω βουκόλος ἠδὲ συφορβὸς Ὀδυσσῆος θείοιο· ἐκ δʼ αὐτὸς μετὰ τοὺς δόμου ἤλυθε δῖος Ὀδυσσεύς. ἀλλʼ ὅτε δή ῥʼ ἐκτὸς θυρέων ἔσαν ἠδὲ καὶ αὐλῆς, φθεγξάμενός σφε ἔπεσσι προσηύδα μειλιχίοισι· βουκόλε καὶ σύ, συφορβέ, ἔπος τί κε μυθησαίμην, ἦ αὐτὸς κεύθω; φάσθαι δέ με θυμὸς ἀνώγει. ποῖοί κʼ εἶτʼ Ὀδυσῆϊ ἀμυνέμεν, εἴ ποθεν ἔλθοι ὧδε μάλʼ ἐξαπίνης καί τις θεὸς αὐτὸν ἐνείκαι; ἤ κε μνηστήρεσσιν ἀμύνοιτʼ ἦ Ὀδυσῆϊ; εἴπαθʼ ὅπως ὑμέας κραδίη θυμός τε κελεύει. τὸν δʼ αὖτε προσέειπε βοῶν ἐπιβουκόλος ἀνήρ· Ζεῦ πάτερ, αἲ γὰρ τοῦτο τελευτήσειας ἐέλδωρ, ὡς ἔλθοι μὲν κεῖνος ἀνήρ, ἀγάγοι δέ ἑ δαίμων· γνοίης χʼ οἵη ἐμὴ δύναμις καὶ χεῖρες ἕπονται. ὣς δʼ αὔτως Εὔμαιος ἐπεύχετο πᾶσι θεοῖσι νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε. αὐτὰρ ἐπεὶ δὴ τῶν γε νόον νημερτέʼ ἀνέγνω, ἐξαῦτίς σφε ἔπεσσιν ἀμειβόμενος προσέειπεν· ἔνδον μὲν δὴ ὅδʼ αὐτὸς ἐγώ, κακὰ πολλὰ μογήσας ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν. γιγνώσκω δʼ ὡς σφῶϊν ἐελδομένοισιν ἱκάνω οἴοισι δμώων· τῶν δʼ ἄλλων οὔ τευ ἄκουσα εὐξαμένου ἐμὲ αὖτις ὑπότροπον οἴκαδʼ ἱκέσθαι. σφῶϊν δʼ, ὡς ἔσεταί περ, ἀληθείην καταλέξω. εἴ χʼ ὑπʼ ἐμοί γε θεὸς δαμάσῃ μνηστῆρας ἀγαυούς, ἄξομαι ἀμφοτέροις ἀλόχους καὶ κτήματʼ ὀπάσσω οἰκία τʼ ἐγγὺς ἐμεῖο τετυγμένα· καί μοι ἔπειτα Τηλεμάχου ἑτάρω τε κασιγνήτω τε ἔσεσθον. εἰ δʼ ἄγε δή, καὶ σῆμα ἀριφραδὲς ἄλλο τι δείξω, ὄφρα μʼ ἐῢ γνῶτον πιστωθῆτόν τʼ ἐνὶ θυμῷ, οὐλήν, τήν ποτέ με σῦς ἤλασε λευκῷ ὀδόντι Παρνησόνδʼ ἐλθόντα σὺν υἱάσιν Αὐτολύκοιο. ὣς εἰπὼν ῥάκεα μεγάλης ἀποέργαθεν οὐλῆς. τὼ δʼ ἐπεὶ εἰσιδέτην εὖ τʼ ἐφράσσαντο ἕκαστα, κλαῖον ἄρʼ ἀμφʼ Ὀδυσῆϊ δαΐφρονι χεῖρε βαλόντε, καὶ κύνεον ἀγαπαζόμενοι κεφαλήν τε καὶ ὤμους ὣς δʼ αὔτως Ὀδυσεὺς κεφαλὰς καὶ χεῖρας ἔκυσσε. καί νύ κʼ ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο, εἰ μὴ Ὀδυσσεὺς αὐτὸς ἐρύκακε φώνησέν τε· παύεσθον κλαυθμοῖο γόοιό τε, μή τις ἴδηται ἐξελθὼν μεγάροιο, ἀτὰρ εἴπῃσι καὶ εἴσω. ἀλλὰ προμνηστῖνοι ἐσέλθετε, μηδʼ ἅμα πάντες, πρῶτος ἐγώ, μετὰ δʼ ὔμμες· ἀτὰρ τόδε σῆμα τετύχθω· ἄλλοι μὲν γὰρ πάντες, ὅσοι μνηστῆρες ἀγαυοί, οὐκ ἐάσουσιν ἐμοὶ δόμεναι βιὸν ἠδὲ φαρέτρην· ἀλλὰ σύ, δῖʼ Εὔμαιε, φέρων ἀνὰ δώματα τόξον ἐν χείρεσσιν ἐμοὶ θέμεναι, εἰπεῖν τε γυναιξὶ κληῗσαι μεγάροιο θύρας πυκινῶς ἀραρυίας, ἢν δέ τις ἢ στοναχῆς ἠὲ κτύπου ἔνδον ἀκούσῃ ἀνδρῶν ἡμετέροισιν ἐν ἕρκεσι, μή τι θύραζε προβλώσκειν, ἀλλʼ αὐτοῦ ἀκὴν ἔμεναι παρὰ ἔργῳ. σοὶ δέ, Φιλοίτιε δῖε, θύρας ἐπιτέλλομαι αὐλῆς κληῗσαι κληῗδι, θοῶς δʼ ἐπὶ δεσμὸν ἰῆλαι. ὣς εἰπὼν εἰσῆλθε δόμους εὖ ναιετάοντας· ἕζετʼ ἔπειτʼ ἐπὶ δίφρον ἰών, ἔνθεν περ ἀνέστη· ἐς δʼ ἄρα καὶ τὼ δμῶε ἴτην θείου Ὀδυσῆος. Εὐρύμαχος δʼ ἤδη τόξον μετὰ χερσὶν ἐνώμα, θάλπων ἔνθα καὶ ἔνθα σέλᾳ πυρός· ἀλλά μιν οὐδʼ ὣς ἐντανύσαι δύνατο, μέγα δʼ ἔστενε κυδάλιμον κῆρ· ὀχθήσας δʼ ἄρα εἶπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν· ὢ πόποι, ἧ μοι ἄχος περί τʼ αὐτοῦ καὶ περὶ πάντων· οὔ τι γάμου τοσσοῦτον ὀδύρομαι, ἀχνύμενός περ· εἰσὶ καὶ ἄλλαι πολλαὶ Ἀχαιΐδες, αἱ μὲν ἐν αὐτῇ ἀμφιάλῳ Ἰθάκῃ, αἱ δʼ ἄλλῃσιν πολίεσσιν· ἀλλʼ εἰ δὴ τοσσόνδε βίης ἐπιδευέες εἰμὲν ἀντιθέου Ὀδυσῆος, ὅ τʼ οὐ δυνάμεσθα τανύσσαι τόξον· ἐλεγχείη δὲ καὶ ἐσσομένοισι πυθέσθαι. τὸν δʼ αὖτʼ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός· Εὐρύμαχʼ, οὐχ οὕτως ἔσται· νοέεις δὲ καὶ αὐτός. νῦν μὲν γὰρ κατὰ δῆμον ἑορτὴ τοῖο θεοῖο ἁγνή· τίς δέ κε τόξα τιταίνοιτʼ; ἀλλὰ ἕκηλοι κάτθετʼ· ἀτὰρ πελέκεάς γε καὶ εἴ κʼ εἰῶμεν ἅπαντας ἑστάμεν· οὐ μὲν γάρ τινʼ ἀναιρήσεσθαι ὀΐω, ἐλθόντʼ ἐς μέγαρον Λαερτιάδεω Ὀδυσῆος. ἀλλʼ ἄγετʼ, οἰνοχόος μὲν ἐπαρξάσθω δεπάεσσιν, ὄφρα σπείσαντες καταθείομεν ἀγκύλα τόξα· ἠῶθεν δὲ κέλεσθε Μελάνθιον, αἰπόλον αἰγῶν, αἶγας ἄγειν, αἳ πᾶσι μέγʼ ἔξοχοι αἰπολίοισιν, ὄφρʼ ἐπὶ μηρία θέντες Ἀπόλλωνι κλυτοτόξῳ τόξου πειρώμεσθα καὶ ἐκτελέωμεν ἄεθλον. ὣς ἔφατʼ Ἀντίνοος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος. τοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν, κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο, νώμησαν δʼ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν. οἱ δʼ ἐπεὶ οὖν σπεῖσάν τʼ ἔπιόν θʼ ὅσον ἤθελε θυμός, τοῖς δὲ δολοφρονέων μετέφη πολύμητις Ὀδυσσεύς· κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης· ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει· Εὐρύμαχον δὲ μάλιστα καὶ Ἀντίνοον θεοειδέα λίσσομʼ, ἐπεὶ καὶ τοῦτο ἔπος κατὰ μοῖραν ἔειπε, νῦν μὲν παῦσαι τόξον, ἐπιτρέψαι δὲ θεοῖσιν· ἠῶθεν δὲ θεὸς δώσει κράτος ᾧ κʼ ἐθέλῃσιν. ἀλλʼ ἄγʼ ἐμοὶ δότε τόξον ἐΰξοον, ὄφρα μεθʼ ὑμῖν χειρῶν καὶ σθένεος πειρήσομαι, ἤ μοι ἔτʼ ἐστὶν ἴς, οἵη πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσιν, ἦ ἤδη μοι ὄλεσσεν ἄλη τʼ ἀκομιστίη τε. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὑπερφιάλως νεμέσησαν, δείσαντες μὴ τόξον ἐΰξοον ἐντανύσειεν. Ἀντίνοος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν· ἆ δειλὲ ξείνων, ἔνι τοι φρένες οὐδʼ ἠβαιαί· οὐκ ἀγαπᾷς ὃ ἕκηλος ὑπερφιάλοισι μεθʼ ἡμῖν δαίνυσαι, οὐδέ τι δαιτὸς ἀμέρδεαι, αὐτὰρ ἀκούεις μύθων ἡμετέρων καὶ ῥήσιος; οὐδέ τις ἄλλος ἡμετέρων μύθων ξεῖνος καὶ πτωχὸς ἀκούει. οἶνός σε τρώει μελιηδής, ὅς τε καὶ ἄλλους βλάπτει, ὃς ἄν μιν χανδὸν ἕλῃ μηδʼ αἴσιμα πίνῃ. οἶνος καὶ Κένταυρον, ἀγακλυτὸν Εὐρυτίωνα, ἄασʼ ἐνὶ μεγάρῳ μεγαθύμου Πειριθόοιο, ἐς Λαπίθας ἐλθόνθʼ· ὁ δʼ ἐπεὶ φρένας ἄασεν οἴνῳ, μαινόμενος κάκʼ ἔρεξε δόμον κάτα Πειριθόοιο· ἥρωας δʼ ἄχος εἷλε, διὲκ προθύρου δὲ θύραζε ἕλκον ἀναΐξαντες, ἀπʼ οὔατα νηλέϊ χαλκῷ ῥῖνάς τʼ ἀμήσαντες· ὁ δὲ φρεσὶν ᾗσιν ἀασθεὶς ἤϊεν ἣν ἄτην ὀχέων ἀεσίφρονι θυμῷ. ἐξ οὗ Κενταύροισι καὶ ἀνδράσι νεῖκος ἐτύχθη, οἷ δʼ αὐτῷ πρώτῳ κακὸν εὕρετο οἰνοβαρείων. ὣς καὶ σοὶ μέγα πῆμα πιφαύσκομαι, αἴ κε τὸ τόξον ἐντανύσῃς· οὐ γάρ τευ ἐπητύος ἀντιβολήσεις ἡμετέρῳ ἐνὶ δήμῳ, ἄφαρ δέ σε νηῒ μελαίνῃ εἰς Ἔχετον βασιλῆα, βροτῶν δηλήμονα πάντων, πέμψομεν· ἔνθεν δʼ οὔ τι σαώσεαι· ἀλλὰ ἕκηλος πῖνέ τε, μηδʼ ἐρίδαινε μετʼ ἀνδράσι κουροτέροισιν. τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια· Ἀντίνοʼ, οὐ μὲν καλὸν ἀτέμβειν οὐδὲ δίκαιον ξείνους Τηλεμάχου, ὅς κεν τάδε δώμαθʼ ἵκηται· ἔλπεαι, αἴ χʼ ὁ ξεῖνος Ὀδυσσῆος μέγα τόξον ἐντανύσῃ χερσίν τε βίηφί τε ἧφι πιθήσας, οἴκαδέ μʼ ἄξεσθαι καὶ ἑὴν θήσεσθαι ἄκοιτιν; οὐδʼ αὐτός που τοῦτό γʼ ἐνὶ στήθεσσιν ἔολπε· μηδέ τις ὑμείων τοῦ γʼ εἵνεκα θυμὸν ἀχεύων ἐνθάδε δαινύσθω, ἐπεὶ οὐδὲ μὲν οὐδὲ ἔοικεν. τὴν δʼ αὖτʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἀντίον ηὔδα· κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια, οὔ τί σε τόνδʼ ἄξεσθαι ὀϊόμεθʼ· οὐδὲ ἔοικεν· ἀλλʼ αἰσχυνόμενοι φάτιν ἀνδρῶν ἠδὲ γυναικῶν, μή ποτέ τις εἴπῃσι κακώτερος ἄλλος Ἀχαιῶν ἦ πολὺ χείρονες ἄνδρες ἀμύμονος ἀνδρὸς ἄκοιτιν μνῶνται, οὐδέ τι τόξον ἐΰξοον ἐντανύουσιν· ἀλλʼ ἄλλος τις πτωχὸς ἀνὴρ ἀλαλήμενος ἐλθὼν ῥηϊδίως ἐτάνυσσε βιόν, διὰ δʼ ἧκε σιδήρου. ὣς ἐρέουσʼ, ἡμῖν δʼ ἂν ἐλέγχεα ταῦτα γένοιτο. τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια· Εὐρύμαχʼ, οὔ πως ἔστιν ἐϋκλεῖας κατὰ δῆμον ἔμμεναι οἳ δὴ οἶκον ἀτιμάζοντες ἔδουσιν ἀνδρὸς ἀριστῆος· τί δʼ ἐλέγχεα ταῦτα τίθεσθε; οὗτος δὲ ξεῖνος μάλα μὲν μέγας ἠδʼ εὐπηγής, πατρὸς δʼ ἐξ ἀγαθοῦ γένος εὔχεται ἔμμεναι υἱός. ἀλλʼ ἄγε οἱ δότε τόξον ἐΰξοον, ὄφρα ἴδωμεν. ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται· εἴ κέ μιν ἐντανύσῃ, δώῃ δέ οἱ εὖχος Ἀπόλλων, ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά, δώσω δʼ ὀξὺν ἄκοντα, κυνῶν ἀλκτῆρα καὶ ἀνδρῶν, καὶ ξίφος ἄμφηκες· δώσω δʼ ὑπὸ ποσσὶ πέδιλα, πέμψω δʼ ὅππη μιν κραδίη θυμός τε κελεύει. τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· μῆτερ ἐμή, τόξον μὲν Ἀχαιῶν οὔ τις ἐμεῖο κρείσσων, ᾧ κʼ ἐθέλω, δόμεναί τε καὶ ἀρνήσασθαι, οὔθʼ ὅσσοι κραναὴν Ἰθάκην κάτα κοιρανέουσιν, οὔθʼ ὅσσοι νήσοισι πρὸς Ἤλιδος ἱπποβότοιο· τῶν οὔ τίς μʼ ἀέκοντα βιήσεται, αἴ κʼ ἐθέλωμι καὶ καθάπαξ ξείνῳ δόμεναι τάδε τόξα φέρεσθαι. ἀλλʼ εἰς οἶκον ἰοῦσα τὰ σʼ αὐτῆς ἔργα κόμιζε, ἱστόν τʼ ἠλακάτην τε, καὶ ἀμφιπόλοισι κέλευε ἔργον ἐποίχεσθαι· τόξον δʼ ἄνδρεσσι μελήσει πᾶσι, μάλιστα δʼ ἐμοί· τοῦ γὰρ κράτος ἔστʼ ἐνὶ οἴκῳ. ἡ μὲν θαμβήσασα πάλιν οἶκόνδε βεβήκει· παιδὸς γὰρ μῦθον πεπνυμένον ἔνθετο θυμῷ. ἐς δʼ ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶ κλαῖεν ἔπειτʼ Ὀδυσῆα, φίλον πόσιν, ὄφρα οἱ ὕπνον ἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη. αὐτὰρ ὁ τόξα λαβὼν φέρε καμπύλα δῖος ὑφορβός· μνηστῆρες δʼ ἄρα πάντες ὁμόκλεον ἐν μεγάροισιν· ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων· πῆ δὴ καμπύλα τόξα φέρεις, ἀμέγαρτε συβῶτα, πλαγκτέ; τάχʼ αὖ σʼ ἐφʼ ὕεσσι κύνες ταχέες κατέδονται οἶον ἀπʼ ἀνθρώπων, οὓς ἔτρεφες, εἴ κεν Ἀπόλλων ἡμῖν ἱλήκῃσι καὶ ἀθάνατοι θεοὶ ἄλλοι. ὣς φάσαν, αὐτὰρ, ὁ θῆκε φέρων αὐτῇ ἐνὶ χώρῃ, δείσας, οὕνεκα πολλοὶ ὁμόκλεον ἐν μεγάροισιν. Τηλέμαχος δʼ ἑτέρωθεν ἀπειλήσας ἐγεγώνει· ἄττα, πρόσω φέρε τόξα· τάχʼ οὐκ εὖ πᾶσι πιθήσεις μή σε καὶ ὁπλότερός περ ἐὼν ἀγρόνδε δίωμαι, βάλλων χερμαδίοισι· βίηφι δὲ φέρτερός εἰμι. αἲ γὰρ πάντων τόσσον, ὅσοι κατὰ δώματʼ ἔασι, μνηστήρων χερσίν τε βίηφί τε φέρτερος εἴην· τῷ κε τάχα στυγερῶς τινʼ ἐγὼ πέμψαιμι νέεσθαι ἡμετέρου ἐξ οἴκου, ἐπεὶ κακὰ μηχανόωνται. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπʼ αὐτῷ ἡδὺ γέλασσαν μνηστῆρες, καὶ δὴ μέθιεν χαλεποῖο χόλοιο Τηλεμάχῳ· τὰ δὲ τόξα φέρων ἀνὰ δῶμα συβώτης ἐν χείρεσσʼ Ὀδυσῆϊ δαΐφρονι θῆκε παραστάς. ἐκ δὲ καλεσσάμενος προσέφη τροφὸν Εὐρύκλειαν· Τηλέμαχος κέλεταί σε, περίφρων Εὐρύκλεια, κληῗσαι μεγάροιο θύρας πυκινῶς ἀραρυίας. ἢν δέ τις ἤ στοναχῆς ἠὲ κτύπου ἔνδον ἀκούσῃ ἀνδρῶν ἡμετέροισιν ἐν ἕρκεσι, μή τι θύραζε προβλώσκειν, ἀλλʼ αὐτοῦ ἀκὴν ἔμεναι παρὰ ἔργῳ. ὣς ἄρʼ ἐφώνησεν, τῇ δʼ ἄπτερος ἔπλετο μῦθος, κλήϊσεν δὲ θύρας μεγάρων εὖ ναιεταόντων. σιγῇ δʼ ἐξ οἴκοιο Φιλοίτιος ἆλτο θύραζε, κλήϊσεν δʼ ἄρʼ ἔπειτα θύρας εὐερκέος αὐλῆς. κεῖτο δʼ ὑπʼ αἰθούσῃ ὅπλον νεὸς ἀμφιελίσσης βύβλινον, ᾧ ῥʼ ἐπέδησε θύρας, ἐς δʼ ἤϊεν αὐτός· ἕζετʼ ἔπειτʼ ἐπὶ δίφρον ἰών, ἔνθεν περ ἀνέστη, εἰσορόων Ὀδυσῆα. ὁ δʼ ἤδη τόξον ἐνώμα πάντη ἀναστρωφῶν, πειρώμενος ἔνθα καὶ ἔνθα, μὴ κέρα ἶπες ἔδοιεν ἀποιχομένοιο ἄνακτος. ὧδε τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον· ἦ τις θηητὴρ καὶ ἐπίκλοπος ἔπλετο τόξων· ἤ ῥά νύ που τοιαῦτα καὶ αὐτῷ οἴκοθι κεῖται ἢ ὅ γʼ ἐφορμᾶται ποιησέμεν, ὡς ἐνὶ χερσὶ νωμᾷ ἔνθα καὶ ἔνθα κακῶν ἔμπαιος ἀλήτης. ἄλλος δʼ αὖ εἴπεσκε νέων ὑπερηνορεόντων· αἲ γὰρ δὴ τοσσοῦτον ὀνήσιος ἀντιάσειεν ὡς οὗτός ποτε τοῦτο δυνήσεται ἐντανύσασθαι. ὣς ἄρʼ ἔφαν μνηστῆρες· ἀτὰρ πολύμητις Ὀδυσσεύς, αὐτίκʼ ἐπεὶ μέγα τόξον ἐβάστασε καὶ ἴδε πάντη, ὡς ὅτʼ ἀνὴρ φόρμιγγος ἐπιστάμενος καὶ ἀοιδῆς ῥηϊδίως ἐτάνυσσε νέῳ περὶ κόλλοπι χορδήν, ἅψας ἀμφοτέρωθεν ἐϋστρεφὲς ἔντερον οἰός, ὣς ἄρʼ ἄτερ σπουδῆς τάνυσεν μέγα τόξον Ὀδυσσεύς. δεξιτερῇ ἄρα χειρὶ λαβὼν πειρήσατο νευρῆς· ἡ δʼ ὑπὸ καλὸν ἄεισε, χελιδόνι εἰκέλη αὐδήν. μνηστῆρσιν δʼ ἄρʼ ἄχος γένετο μέγα, πᾶσι δʼ ἄρα χρὼς ἐτράπετο· Ζεὺς δὲ μεγάλʼ ἔκτυπε σήματα φαίνων· γήθησέν τʼ ἄρʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς. ὅττι ῥά οἱ τέρας ἧκε Κρόνου πάϊς ἀγκυλομήτεω· εἵλετο δʼ ὠκὺν ὀϊστόν, ὅ οἱ παρέκειτο τραπέζῃ γυμνός· τοὶ δʼ ἄλλοι κοίλης ἔντοσθε φαρέτρης κείατο, τῶν τάχʼ ἔμελλον Ἀχαιοὶ πειρήσεσθαι. τόν ῥʼ ἐπὶ πήχει ἑλὼν ἕλκεν νευρὴν γλυφίδας τε, αὐτόθεν ἐκ δίφροιο καθήμενος, ἧκε δʼ ὀϊστὸν ἄντα τιτυσκόμενος, πελέκεων δʼ οὐκ ἤμβροτε πάντων πρώτης στειλειῆς, διὰ δʼ ἀμπερὲς ἦλθε θύραζε ἰὸς χαλκοβαρής· ὁ δὲ Τηλέμαχον προσέειπε· Τηλέμαχʼ, οὔ σʼ ὁ ξεῖνος ἐνὶ μεγάροισιν ἐλέγχει ἥμενος, οὐδέ τι τοῦ σκοποῦ ἤμβροτον οὐδέ τι τόξον δὴν ἔκαμον τανύων· ἔτι μοι μένος ἔμπεδόν ἐστιν, οὐχ ὥς με μνηστῆρες ἀτιμάζοντες ὄνονται. νῦν δʼ ὥρη καὶ δόρπον Ἀχαιοῖσιν τετυκέσθαι ἐν φάει, αὐτὰρ ἔπειτα καὶ ἄλλως ἑψιάασθαι μολπῇ καὶ φόρμιγγι· τὰ γάρ τʼ ἀναθήματα δαιτός. ἦ καὶ ἐπʼ ὀφρύσι νεῦσεν· ὁ δʼ ἀμφέθετο ξίφος ὀξὺ Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο, ἀμφὶ δὲ χεῖρα φίλην βάλεν ἔγχεϊ, ἄγχι δʼ ἄρʼ αὐτοῦ πὰρ θρόνον ἑστήκει κεκορυθμένος αἴθοπι χαλκῷ. αὐτὰρ ὁ γυμνώθη ῥακέων πολύμητις Ὀδυσσεύς, ἆλτο δʼ ἐπὶ μέγαν οὐδόν, ἔχων βιὸν ἠδὲ φαρέτρην ἰῶν ἐμπλείην, ταχέας δʼ ἐκχεύατʼ ὀϊστοὺς αὐτοῦ πρόσθε ποδῶν, μετὰ δὲ μνηστῆρσιν ἔειπεν· οὗτος μὲν δὴ ἄεθλος ἀάατος ἐκτετέλεσται· νῦν αὖτε σκοπὸν ἄλλον, ὃν οὔ πώ τις βάλεν ἀνήρ, εἴσομαι, αἴ κε τύχωμι, πόρῃ δέ μοι εὖχος Ἀπόλλων. ἦ καὶ ἐπʼ Ἀντινόῳ ἰθύνετο πικρὸν ὀϊστόν. ἦ τοι ὁ καλὸν ἄλεισον ἀναιρήσεσθαι ἔμελλε, χρύσεον ἄμφωτον, καὶ δὴ μετὰ χερσὶν ἐνώμα, ὄφρα πίοι οἴνοιο· φόνος δέ οἱ οὐκ ἐνὶ θυμῷ μέμβλετο· τίς κʼ οἴοιτο μετʼ ἀνδράσι δαιτυμόνεσσι μοῦνον ἐνὶ πλεόνεσσι, καὶ εἰ μάλα καρτερὸς εἴη, οἷ τεύξειν θάνατόν τε κακὸν καὶ κῆρα μέλαιναν; τὸν δʼ Ὀδυσεὺς κατὰ λαιμὸν ἐπισχόμενος βάλεν ἰῷ, ἀντικρὺ δʼ ἁπαλοῖο διʼ αὐχένος ἤλυθʼ ἀκωκή. ἐκλίνθη δʼ ἑτέρωσε, δέπας δέ οἱ ἔκπεσε χειρὸς βλημένου, αὐτίκα δʼ αὐλὸς ἀνὰ ῥῖνας παχὺς ἦλθεν αἵματος ἀνδρομέοιο· θοῶς δʼ ἀπὸ εἷο τράπεζαν ὦσε ποδὶ πλήξας, ἀπὸ δʼ εἴδατα χεῦεν ἔραζε· σῖτός τε κρέα τʼ ὀπτὰ φορύνετο. τοὶ δʼ ὁμάδησαν μνηστῆρες κατὰ δώμαθʼ, ὅπως ἴδον ἄνδρα πεσόντα, ἐκ δὲ θρόνων ἀνόρουσαν ὀρινθέντες κατὰ δῶμα, πάντοσε παπταίνοντες ἐϋδμήτους ποτὶ τοίχους· οὐδέ πη ἀσπὶς ἔην οὐδʼ ἄλκιμον ἔγχος ἑλέσθαι. νείκειον δʼ Ὀδυσῆα χολωτοῖσιν ἐπέεσσι· ξεῖνε, κακῶς ἀνδρῶν τοξάζεαι· οὐκέτʼ ἀέθλων ἄλλων ἀντιάσεις· νῦν τοι σῶς αἰπὺς ὄλεθρος. καὶ γὰρ δὴ νῦν φῶτα κατέκτανες ὃς μέγʼ ἄριστος κούρων εἰν Ἰθάκῃ· τῷ σʼ ἐνθάδε γῦπες ἔδονται. ἴσκεν ἕκαστος ἀνήρ, ἐπεὶ ἦ φάσαν οὐκ ἐθέλοντα ἄνδρα κατακτεῖναι· τὸ δὲ νήπιοι οὐκ ἐνόησαν, ὡς δή σφιν καὶ πᾶσιν ὀλέθρου πείρατʼ ἐφῆπτο. τοὺς δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς· ὦ κύνες, οὔ μʼ ἔτʼ ἐφάσκεθʼ ὑπότροπον οἴκαδʼ ἱκέσθαι δήμου ἄπο Τρώων, ὅτι μοι κατεκείρετε οἶκον, δμῳῇσιν δὲ γυναιξὶ παρευνάζεσθε βιαίως, αὐτοῦ τε ζώοντος ὑπεμνάασθε γυναῖκα, οὔτε θεοὺς δείσαντες, οἳ οὐρανὸν εὐρὺν ἔχουσιν, οὔτε τινʼ ἀνθρώπων νέμεσιν κατόπισθεν ἔσεσθαι· νῦν ὑμῖν καὶ πᾶσιν ὀλέθρου πείρατʼ ἐφῆπται. ὣς φάτο, τοὺς δʼ ἄρα πάντας ὑπὸ χλωρὸν δέος εἷλεν· πάπτηνεν δὲ ἕκαστος ὅπη φύγοι αἰπὺν ὄλεθρον. Εὐρύμαχος δέ μιν οἶος ἀμειβόμενος προσέειπεν· εἰ μὲν δὴ Ὀδυσεὺς Ἰθακήσιος εἰλήλουθας, ταῦτα μὲν αἴσιμα εἶπας, ὅσα ῥέζεσκον Ἀχαιοί, πολλὰ μὲν ἐν μεγάροισιν ἀτάσθαλα, πολλὰ δʼ ἐπʼ ἀγροῦ. ἀλλʼ ὁ μὲν ἤδη κεῖται ὃς αἴτιος ἔπλετο πάντων, Ἀντίνοος· οὗτος γὰρ ἐπίηλεν τάδε ἔργα, οὔ τι γάμου τόσσον κεχρημένος οὐδὲ χατίζων, ἀλλʼ ἄλλα φρονέων, τά οἱ οὐκ ἐτέλεσσε Κρονίων, ὄφρʼ Ἰθάκης κατὰ δῆμον ἐϋκτιμένης βασιλεύοι αὐτός, ἀτὰρ σὸν παῖδα κατακτείνειε λοχήσας. νῦν δʼ ὁ μὲν ἐν μοίρῃ πέφαται, σὺ δὲ φείδεο λαῶν σῶν· ἀτὰρ ἄμμες ὄπισθεν ἀρεσσάμενοι κατὰ δῆμον, ὅσσα τοι ἐκπέποται καὶ ἐδήδοται ἐν μεγάροισι, τιμὴν ἀμφὶς ἄγοντες ἐεικοσάβοιον ἕκαστος, χαλκόν τε χρυσόν τʼ ἀποδώσομεν, εἰς ὅ κε σὸν κῆρ ἰανθῇ· πρὶν δʼ οὔ τι νεμεσσητὸν κεχολῶσθαι. τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς· Εὐρύμαχʼ, οὐδʼ εἴ μοι πατρώϊα πάντʼ ἀποδοῖτε, ὅσσα τε νῦν ὔμμʼ ἐστὶ καὶ εἴ ποθεν ἄλλʼ ἐπιθεῖτε, οὐδέ κεν ὣς ἔτι χεῖρας ἐμὰς λήξαιμι φόνοιο πρὶν πᾶσαν μνηστῆρας ὑπερβασίην ἀποτῖσαι. νῦν ὑμῖν παράκειται ἐναντίον ἠὲ μάχεσθαι ἢ φεύγειν, ὅς κεν θάνατον καὶ κῆρας ἀλύξῃ· ἀλλά τινʼ οὐ φεύξεσθαι ὀΐομαι αἰπὺν ὄλεθρον. ὣς φάτο, τῶν δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ. τοῖσιν δʼ Εὐρύμαχος προσεφώνεε δεύτερον αὖτις· ὦ φίλοι, οὐ γὰρ σχήσει ἀνὴρ ὅδε χεῖρας ἀάπτους, ἀλλʼ ἐπεὶ ἔλλαβε τόξον ἐΰξοον ἠδὲ φαρέτρην, οὐδοῦ ἄπο ξεστοῦ τοξάσσεται, εἰς ὅ κε πάντας ἄμμε κατακτείνῃ· ἀλλὰ μνησώμεθα χάρμης. φάσγανά τε σπάσσασθε καὶ ἀντίσχεσθε τραπέζας ἰῶν ὠκυμόρων· ἐπὶ δʼ αὐτῷ πάντες ἔχωμεν ἀθρόοι, εἴ κέ μιν οὐδοῦ ἀπώσομεν ἠδὲ θυράων, ἔλθωμεν δʼ ἀνὰ ἄστυ, βοὴ δʼ ὤκιστα γένοιτο· τῷ κε τάχʼ οὗτος ἀνὴρ νῦν ὕστατα τοξάσσαιτο. ὣς ἄρα φωνήσας εἰρύσσατο φάσγανον ὀξὺ χάλκεον, ἀμφοτέρωθεν ἀκαχμένον, ἆλτο δʼ ἐπʼ αὐτῷ σμερδαλέα ἰάχων· ὁ δʼ ἁμαρτῆ δῖος Ὀδυσσεὺς ἰὸν ἀποπροίει, βάλε δὲ στῆθος παρὰ μαζόν, ἐν δέ οἱ ἥπατι πῆξε θοὸν βέλος· ἐκ δʼ ἄρα χειρὸς φάσγανον ἧκε χαμᾶζε, περιρρηδὴς δὲ τραπέζῃ κάππεσεν ἰδνωθείς, ἀπὸ δʼ εἴδατα χεῦεν ἔραζε καὶ δέπας ἀμφικύπελλον· ὁ δὲ χθόνα τύπτε μετώπῳ θυμῷ ἀνιάζων, ποσὶ δὲ θρόνον ἀμφοτέροισι λακτίζων ἐτίνασσε· κατʼ ὀφθαλμῶν δʼ ἔχυτʼ ἀχλύς. Ἀμφίνομος δʼ Ὀδυσῆος ἐείσατο κυδαλίμοιο ἀντίος ἀΐξας, εἴρυτο δὲ φάσγανον ὀξύ, εἴ πώς οἱ εἴξειε θυράων. ἀλλʼ ἄρα μιν φθῆ Τηλέμαχος κατόπισθε βαλὼν χαλκήρεϊ δουρὶ ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσεν· δούπησεν δὲ πεσών, χθόνα δʼ ἤλασε παντὶ μετώπῳ. Τηλέμαχος δʼ ἀπόρουσε, λιπὼν δολιχόσκιον ἔγχος αὐτοῦ ἐν Ἀμφινόμῳ· περὶ γὰρ δίε μή τις Ἀχαιῶν ἔγχος ἀνελκόμενον δολιχόσκιον ἢ ἐλάσειε φασγάνῳ ἀΐξας ἠὲ προπρηνέα τύψας. βῆ δὲ θέειν, μάλα δʼ ὦκα φίλον πατέρʼ εἰσαφίκανεν, ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα· ὦ πάτερ, ἤδη τοι σάκος οἴσω καὶ δύο δοῦρε καὶ κυνέην πάγχαλκον, ἐπὶ κροτάφοις ἀραρυῖαν αὐτός τʼ ἀμφιβαλεῦμαι ἰών, δώσω δὲ συβώτῃ καὶ τῷ βουκόλῳ ἄλλα· τετευχῆσθαι γὰρ ἄμεινον. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· οἶσε θέων, ἧός μοι ἀμύνεσθαι πάρʼ ὀϊστοί, μή μʼ ἀποκινήσωσι θυράων μοῦνον ἐόντα. ὣς φάτο, Τηλέμαχος δὲ φίλῳ ἐπεπείθετο πατρί, βῆ δʼ ἴμεναι θάλαμόνδʼ, ὅθι οἱ κλυτὰ τεύχεα κεῖτο. ἔνθεν τέσσαρα μὲν σάκεʼ ἔξελε, δούρατα δʼ ὀκτὼ καὶ πίσυρας κυνέας χαλκήρεας ἱπποδασείας· βῆ δὲ φέρων, μάλα δʼ ὦκα φίλον πατέρʼ εἰσαφίκανεν, αὐτὸς δὲ πρώτιστα περὶ χροῒ δύσετο χαλκόν· ὣς δʼ αὔτως τὼ δμῶε δυέσθην τεύχεα καλά, ἔσταν δʼ ἀμφʼ Ὀδυσῆα δαΐφρονα ποικιλομήτην. αὐτὰρ ὅ γʼ, ὄφρα μὲν αὐτῷ ἀμύνεσθαι ἔσαν ἰοί. τόφρα μνηστήρων ἕνα γʼ αἰεὶ ᾧ ἐνὶ οἴκῳ βάλλε τιτυσκόμενος· τοὶ δʼ ἀγχιστῖνοι ἔπιπτον. αὐτὰρ ἐπεὶ λίπον ἰοὶ ὀϊστεύοντα ἄνακτα, τόξον μὲν πρὸς σταθμὸν ἐϋσταθέος μεγάροιο ἔκλινʼ ἑστάμεναι, πρὸς ἐνώπια παμφανόωντα, αὐτὸς δʼ ἀμφʼ ὤμοισι σάκος θέτο τετραθέλυμνον, κρατὶ δʼ ἐπʼ ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν, ἵππουριν, δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν· εἵλετο δʼ ἄλκιμα δοῦρε δύω κεκορυθμένα χαλκῷ. ὀρσοθύρη δέ τις ἔσκεν ἐϋδμήτῳ ἐνὶ τοίχῳ, ἀκρότατον δὲ παρʼ οὐδὸν ἐϋσταθέος μεγάροιο ἦν ὁδὸς ἐς λαύρην, σανίδες δʼ ἔχον εὖ ἀραρυῖαι. τὴν δʼ Ὀδυσεὺς φράζεσθαι ἀνώγει δῖον ὑφορβὸν ἑσταότʼ ἄγχʼ αὐτῆς· μία δʼ οἴη γίγνετʼ ἐφορμή. τοῖς δʼ Ἀγέλεως μετέειπεν, ἔπος πάντεσσι πιφαύσκων· ὦ φίλοι, οὐκ ἂν δή τις ἀνʼ ὀρσοθύρην ἀναβαίη καὶ εἴποι λαοῖσι, βοὴ δʼ ὤκιστα γένοιτο; τῷ κε τάχʼ οὗτος ἀνὴρ νῦν ὕστατα τοξάσσαιτο. τὸν δʼ αὖτε προσέειπε Μελάνθιος, αἰπόλος αἰγῶν· οὔ πως ἔστʼ, Ἀγέλαε διοτρεφές· ἄγχι γὰρ αἰνῶς αὐλῆς καλὰ θύρετρα καὶ ἀργαλέον στόμα λαύρης· καί χʼ εἷς πάντας ἐρύκοι ἀνήρ, ὅς τʼ ἄλκιμος εἴη. ἀλλʼ ἄγεθʼ, ὑμῖν τεύχεʼ ἐνείκω θωρηχθῆναι ἐκ θαλάμου· ἔνδον γάρ, ὀΐομαι, οὐδέ πη ἄλλῃ τεύχεα κατθέσθην Ὀδυσεὺς καὶ φαίδιμος υἱός. ὣς εἰπὼν ἀνέβαινε Μελάνθιος, αἰπόλος αἰγῶν, εἰς θαλάμους Ὀδυσῆος ἀνὰ ῥῶγας μεγάροιο. ἔνθεν δώδεκα μὲν σάκεʼ ἔξελε, τόσσα δὲ δοῦρα καὶ τόσσας κυνέας χαλκήρεας ἱπποδασείας· βῆ δʼ ἴμεναι, μάλα δʼ ὦκα φέρων μνηστῆρσιν ἔδωκεν. καὶ τότʼ Ὀδυσσῆος λύτο γούνατα καὶ φίλον ἦτορ, ὡς περιβαλλομένους ἴδε τεύχεα χερσί τε δοῦρα μακρὰ τινάσσοντας· μέγα δʼ αὐτῷ φαίνετο ἔργον. αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα· Τηλέμαχʼ, ἦ μάλα δή τις ἐνὶ μεγάροισι γυναικῶν νῶϊν ἐποτρύνει πόλεμον κακὸν ἠὲ Μελανθεύς. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· ὦ πάτερ, αὐτὸς ἐγὼ τόδε γʼ ἤμβροτον—οὐδέ τις ἄλλος αἴτιος—ὃς θαλάμοιο θύρην πυκινῶς ἀραρυῖαν κάλλιπον ἀγκλίνας· τῶν δὲ σκοπὸς ἦεν ἀμείνων. ἀλλʼ ἴθι, δῖʼ Εὔμαιε, θύρην ἐπίθες θαλάμοιο καὶ φράσαι ἤ τις ἄρʼ ἐστὶ γυναικῶν ἣ τάδε ῥέζει, ἢ υἱὸς Δολίοιο, Μελανθεύς, τόν περ ὀΐω. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον, βῆ δʼ αὖτις θάλαμόνδε Μελάνθιος, αἰπόλος αἰγῶν, οἴσων τεύχεα καλά. νόησε δὲ δῖος ὑφορβός, αἶψα δʼ Ὀδυσσῆα προσεφώνεεν ἐγγὺς ἐόντα· διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ, κεῖνος δʼ αὖτʼ ἀΐδηλος ἀνήρ, ὃν ὀϊόμεθʼ αὐτοί, ἔρχεται ἐς θάλαμον· σὺ δέ μοι νημερτὲς ἐνίσπες, ἤ μιν ἀποκτείνω, αἴ κε κρείσσων γε γένωμαι, ἦε σοὶ ἐνθάδʼ ἄγω, ἵνʼ ὑπερβασίας ἀποτίσῃ πολλάς, ὅσσας οὗτος ἐμήσατο σῷ ἐνὶ οἴκῳ. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· ἦ τοι ἐγὼ καὶ Τηλέμαχος μνηστῆρας ἀγαυοὺς σχήσομεν ἔντοσθεν μεγάρων, μάλα περ μεμαῶτας. σφῶϊ δʼ ἀποστρέψαντε πόδας καὶ χεῖρας ὕπερθεν ἐς θάλαμον βαλέειν, σανίδας δʼ ἐκδῆσαι ὄπισθε, σειρὴν δὲ πλεκτὴν ἐξ αὐτοῦ πειρήναντε κίονʼ ἀνʼ ὑψηλὴν ἐρύσαι πελάσαι τε δοκοῖσιν, ὥς κεν δηθὰ ζωὸς ἐὼν χαλέπʼ ἄλγεα πάσχῃ· ὣς ἔφαθʼ, οἱ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο, βὰν δʼ ἴμεν ἐς θάλαμον, λαθέτην δέ μιν ἔνδον ἐόντα. ἦ τοι ὁ μὲν θαλάμοιο μυχὸν κάτα τεύχεʼ ἐρεύνα, τὼ δʼ ἔσταν ἑκάτερθε παρὰ σταθμοῖσι μένοντε. εὖθʼ ὑπὲρ οὐδὸν ἔβαινε Μελάνθιος, αἰπόλος αἰγῶν, τῇ ἑτέρῃ μὲν χειρὶ φέρων καλὴν τρυφάλειαν, τῇ δʼ ἑτέρῃ σάκος εὐρὺ γέρον, πεπαλαγμένον ἄζῃ, Λαέρτεω ἥρωος, ὃ κουρίζων φορέεσκε· δὴ τότε γʼ ἤδη κεῖτο, ῥαφαὶ δὲ λέλυντο ἱμάντων· τὼ δʼ ἄρʼ ἐπαΐξανθʼ ἑλέτην ἔρυσάν τέ μιν εἴσω κουρίξ, ἐν δαπέδῳ δὲ χαμαὶ βάλον ἀχνύμενον κῆρ, σὺν δὲ πόδας χεῖράς τε δέον θυμαλγέϊ δεσμῷ εὖ μάλʼ ἀποστρέψαντε διαμπερές, ὡς ἐκέλευσεν υἱὸς Λαέρταο, πολύτλας δῖος Ὀδυσσεύς· σειρὴν δὲ πλεκτὴν ἐξ αὐτοῦ πειρήναντε κίονʼ ἀνʼ ὑψηλὴν ἔρυσαν πέλασάν τε δοκοῖσι. τὸν δʼ ἐπικερτομέων προσέφης, Εὔμαιε συβῶτα· νῦν μὲν δὴ μάλα πάγχυ, Μελάνθιε, νύκτα φυλάξεις, εὐνῇ ἔνι μαλακῇ καταλέγμενος, ὥς σε ἔοικεν· οὐδέ σέ γʼ ἠριγένεια παρʼ Ὠκεανοῖο ῥοάων λήσει ἐπερχομένη χρυσόθρονος, ἡνίκʼ ἀγινεῖς αἶγας μνηστήρεσσι δόμον κάτα δαῖτα πένεσθαι. ὣς ὁ μὲν αὖθι λέλειπτο, ταθεὶς ὀλοῷ ἐνὶ δεσμῷ· τὼ δʼ ἐς τεύχεα δύντε, θύρην ἐπιθέντε φαεινήν, βήτην εἰς Ὀδυσῆα δαΐφρονα, ποικιλομήτην. ἔνθα μένος πνείοντες ἐφέστασαν, οἱ μὲν ἐπʼ οὐδοῦ τέσσαρες, οἱ δʼ ἔντοσθε δόμων πολέες τε καὶ ἐσθλοί. τοῖσι δʼ ἐπʼ ἀγχίμολον θυγάτηρ Διὸς ἦλθεν Ἀθήνη, Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν. τὴν δʼ Ὀδυσεὺς γήθησεν ἰδὼν καὶ μῦθον ἔειπε· Μέντορ, ἄμυνον ἀρήν, μνῆσαι δʼ ἑτάροιο φίλοιο, ὅς σʼ ἀγαθὰ ῥέζεσκον· ὁμηλικίην δέ μοί ἐσσι. ὣς φάτʼ, ὀϊόμενος λαοσσόον ἔμμεν Ἀθήνην. μνηστῆρες δʼ ἑτέρωθεν ὁμόκλεον ἐν μεγάροισι· πρῶτος τήν γʼ ἐνένιπε Δαμαστορίδης Ἀγέλαος· Μέντορ, μή σʼ ἐπέεσσι παραιπεπίθῃσιν Ὀδυσσεὺς μνηστήρεσσι μάχεσθαι, ἀμυνέμεναι δέ οἱ αὐτῷ. ὧδε γὰρ ἡμέτερόν γε νόον τελέεσθαι ὀΐω· ὁππότε κεν τούτους κτέωμεν, πατέρʼ ἠδὲ καὶ υἱόν, ἐν δὲ σὺ τοῖσιν ἔπειτα πεφήσεαι, οἷα μενοινᾷς ἔρδειν ἐν μεγάροις· σῷ δʼ αὐτοῦ κράατι τίσεις. αὐτὰρ ἐπὴν ὑμέων γε βίας ἀφελώμεθα χαλκῷ, κτήμαθʼ ὁπόσσα τοί ἐστι, τά τʼ ἔνδοθι καὶ τὰ θύρηφι, τοῖσιν Ὀδυσσῆος μεταμίξομεν· οὐδέ τοι υἷας ζώειν ἐν μεγάροισιν ἐάσομεν, οὐδέ θύγατρας οὐδʼ ἄλοχον κεδνὴν Ἰθάκης κατὰ ἄστυ πολεύειν. ὣς φάτʼ, Ἀθηναίη δὲ χολώσατο κηρόθι μᾶλλον, νείκεσσεν δʼ Ὀδυσῆα χολωτοῖσιν ἐπέεσσιν· οὐκέτι σοί γʼ, Ὀδυσεῦ, μένος ἔμπεδον οὐδέ τις ἀλκή οἵη ὅτʼ ἀμφʼ Ἑλένῃ λευκωλένῳ εὐπατερείῃ, εἰνάετες Τρώεσσιν ἐμάρναο νωλεμὲς αἰεί, πολλοὺς δʼ ἄνδρας ἔπεφνες ἐν αἰνῇ δηϊοτῆτι, σῇ δʼ ἥλω βουλῇ Πριάμου πόλις εὐρυάγυια. πῶς δὴ νῦν, ὅτε σόν τε δόμον καὶ κτήμαθʼ ἱκάνεις, ἄντα μνηστήρων ὀλοφύρεαι ἄλκιμος εἶναι; ἀλλʼ ἄγε δεῦρο, πέπον, παρʼ ἔμʼ ἵστασο καὶ ἴδε ἔργον, ὄφρʼ εἰδῇς οἷός τοι ἐν ἀνδράσι δυσμενέεσσιν Μέντωρ Ἀλκιμίδης εὐεργεσίας ἀποτίνειν. ἦ ῥα, καὶ οὔ πω πάγχυ δίδου ἑτεραλκέα νίκην, ἀλλʼ ἔτʼ ἄρα σθένεός τε καὶ ἀλκῆς πειρήτιζεν ἠμὲν Ὀδυσσῆος ἠδʼ υἱοῦ κυδαλίμοιο. αὐτὴ δʼ αἰθαλόεντος ἀνὰ μεγάροιο μέλαθρον ἕζετʼ ἀναΐξασα, χελιδόνι εἰκέλη ἄντην. μνηστῆρας δʼ ὤτρυνε Δαμαστορίδης Ἀγέλαος, Εὐρύνομός τε καὶ Ἀμφιμέδων Δημοπτόλεμός τε, Πείσανδρός τε Πολυκτορίδης Πόλυβός τε δαΐφρων· οἱ γὰρ μνηστήρων ἀρετῇ ἔσαν ἔξοχʼ ἄριστοι, ὅσσοι ἔτʼ ἔζωον περί τε ψυχέων ἐμάχοντο· τοὺς δʼ ἤδη ἐδάμασσε βιὸς καὶ ταρφέες ἰοί. τοῖς δʼ Ἀγέλεως μετέειπεν, ἔπος πάντεσσι πιφαύσκων· ὦ φίλοι, ἤδη σχήσει ἀνὴρ ὅδε χεῖρας ἀάπτους· καὶ δή οἱ Μέντωρ μὲν ἔβη κενὰ εὔγματα εἰπών, οἱ δʼ οἶοι λείπονται ἐπὶ πρώτῃσι θύρῃσι. τῷ νῦν μὴ ἅμα πάντες ἐφίετε δούρατα μακρά, ἀλλʼ ἄγεθʼ οἱ ἓξ πρῶτον ἀκοντίσατʼ, αἴ κέ ποθι Ζεὺς δώῃ Ὀδυσσῆα βλῆσθαι καὶ κῦδος ἀρέσθαι. τῶν δʼ ἄλλων οὐ κῆδος, ἐπὴν οὗτός γε πέσῃσιν. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκόντισαν ὡς ἐκέλευεν, ἱέμενοι· τὰ δὲ πάντα ἐτώσια θῆκεν Ἀθήνη, τῶν ἄλλος μὲν σταθμὸν ἐϋσταθέος μεγάροιο βεβλήκει, ἄλλος δὲ θύρην πυκινῶς ἀραρυῖαν· ἄλλου δʼ ἐν τοίχῳ μελίη πέσε χαλκοβάρεια. αὐτὰρ ἐπεὶ δὴ δούρατʼ ἀλεύαντο μνηστήρων, τοῖς δʼ ἄρα μύθων ἦρχε πολύτλας δῖος Ὀδυσσεύς· ὦ φίλοι, ἤδη μέν κεν ἐγὼν εἴποιμι καὶ ἄμμι μνηστήρων ἐς ὅμιλον ἀκοντίσαι, οἳ μεμάασιν ἡμέας ἐξεναρίξαι ἐπὶ προτέροισι κακοῖσιν. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκόντισαν ὀξέα δοῦρα ἄντα τιτυσκόμενοι· Δημοπτόλεμον μὲν Ὀδυσσεύς, Εὐρυάδην δʼ ἄρα Τηλέμαχος, Ἔλατον δὲ συβώτης, Πείσανδρον δʼ ἄρʼ ἔπεφνε βοῶν ἐπιβουκόλος ἀνήρ. οἱ μὲν ἔπειθʼ ἅμα πάντες ὀδὰξ ἕλον ἄσπετον οὖδας, μνηστῆρες δʼ ἀνεχώρησαν μεγάροιο μυχόνδε· τοὶ δʼ ἄρʼ ἐπήϊξαν, νεκύων δʼ ἐξ ἔγχεʼ ἕλοντο. αὖτις δὲ μνηστῆρες ἀκόντισαν ὀξέα δοῦρα ἱέμενοι· τὰ δὲ πολλὰ ἐτώσια θῆκεν Ἀθήνη. τῶν ἄλλος μὲν σταθμὸν ἐϋσταθέος μεγάροιο βεβλήκειν, ἄλλος δὲ θύρην πυκινῶς ἀραρυῖαν· ἄλλου δʼ ἐν τοίχῳ μελίη πέσε χαλκοβάρεια. Ἀμφιμέδων δʼ ἄρα Τηλέμαχον βάλε χεῖρʼ ἐπὶ καρπῷ λίγδην, ἄκρον δὲ ῥινὸν δηλήσατο χαλκός. Κτήσιππος δʼ Εὔμαιον ὑπὲρ σάκος ἔγχεϊ μακρῷ ὦμον ἐπέγραψεν· τὸ δʼ ὑπέρπτατο, πῖπτε δʼ ἔραζε. τοὶ δʼ αὖτʼ ἀμφʼ Ὀδυσῆα δαΐφρονα ποικιλομήτην, μνηστήρων ἐς ὅμιλον ἀκόντισαν ὀξέα δοῦρα. ἔνθʼ αὖτʼ Εὐρυδάμαντα βάλε πτολίπορθος Ὀδυσσεύς, Ἀμφιμέδοντα δὲ Τηλέμαχος, Πόλυβον δὲ συβώτης· Κτήσιππον δʼ ἄρʼ ἔπειτα βοῶν ἐπιβουκόλος ἀνὴρ βεβλήκει πρὸς στῆθος, ἐπευχόμενος δὲ προσηύδα· ὦ Πολυθερσεΐδη φιλοκέρτομε, μή ποτε πάμπαν εἴκων ἀφραδίῃς μέγα εἰπεῖν, ἀλλὰ θεοῖσιν μῦθον ἐπιτρέψαι, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰσι. τοῦτό τοι ἀντὶ ποδὸς ξεινήϊον, ὅν ποτʼ ἔδωκας ἀντιθέῳ Ὀδυσῆϊ δόμον κάτʼ ἀλητεύοντι. ἦ ῥα βοῶν ἑλίκων ἐπιβουκόλος· αὐτὰρ Ὀδυσσεὺς οὖτα Δαμαστορίδην αὐτοσχεδὸν ἔγχεϊ μακρῷ. Τηλέμαχος δʼ Εὐηνορίδην Λειώκριτον οὖτα δουρὶ μέσον κενεῶνα, διαπρὸ δὲ χαλκὸν ἔλασσεν· ἤριπε δὲ πρηνής, χθόνα δʼ ἤλασε παντὶ μετώπῳ. δὴ τότʼ Ἀθηναίη φθισίμβροτον αἰγίδʼ ἀνέσχεν ὑψόθεν ἐξ ὀροφῆς· τῶν δὲ φρένες ἐπτοίηθεν. οἱ δʼ ἐφέβοντο κατὰ μέγαρον βόες ὣς ἀγελαῖαι· τὰς μέν τʼ αἰόλος οἶστρος ἐφορμηθεὶς ἐδόνησεν ὥρῃ ἐν εἰαρινῇ, ὅτε τʼ ἤματα μακρὰ πέλονται. οἱ δʼ ὥς τʼ αἰγυπιοὶ γαμψώνυχες ἀγκυλοχεῖλαι, ἐξ ὀρέων ἐλθόντες ἐπʼ ὀρνίθεσσι θόρωσι· ταὶ μέν τʼ ἐν πεδίῳ νέφεα πτώσσουσαι ἵενται, οἱ δέ τε τὰς ὀλέκουσιν ἐπάλμενοι, οὐδέ τις ἀλκὴ γίγνεται οὐδὲ φυγή· χαίρουσι δέ τʼ ἀνέρες ἄγρῃ· ὣς ἄρα τοὶ μνηστῆρας ἐπεσσύμενοι κατὰ δῶμα τύπτον ἐπιστροφάδην· τῶν δὲ στόνος ὤρνυτʼ ἀεικὴς κράτων τυπτομένων, δάπεδον δʼ ἅπαν αἵματι θῦε. Λειώδης δʼ Ὀδυσῆος ἐπεσσύμενος λάβε γούνων, καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα· γουνοῦμαί σʼ, Ὀδυσεῦ· σὺ δέ μʼ αἴδεο καί μʼ ἐλέησον· οὐ γάρ πώ τινά φημι γυναικῶν ἐν μεγάροισιν εἰπεῖν οὐδέ τι ῥέξαι ἀτάσθαλον· ἀλλὰ καὶ ἄλλους παύεσκον μνηστῆρας, ὅτις τοιαῦτά γε ῥέζοι. ἀλλά μοι οὐ πείθοντο κακῶν ἄπο χεῖρας ἔχεσθαι· τῷ καὶ ἀτασθαλίῃσιν ἀεικέα πότμον ἐπέσπον. αὐτὰρ ἐγὼ μετὰ τοῖσι θυοσκόος οὐδὲν ἐοργὼς κείσομαι, ὡς οὐκ ἔστι χάρις μετόπισθʼ εὐεργέων· τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς· εἰ μὲν δὴ μετὰ τοῖσι θυοσκόος εὔχεαι εἶναι, πολλάκι που μέλλεις ἀρήμεναι ἐν μεγάροισι τηλοῦ ἐμοὶ νόστοιο τέλος γλυκεροῖο γενέσθαι, σοὶ δʼ ἄλοχόν τε φίλην σπέσθαι καὶ τέκνα τεκέσθαι· τῷ οὐκ ἂν θάνατόν γε δυσηλεγέα προφύγοισθα. ὣς ἄρα φωνήσας ξίφος εἵλετο χειρὶ παχείῃ κείμενον, ὅ ῥʼ Ἀγέλαος ἀποπροέηκε χαμᾶζε κτεινόμενος· τῷ τόν γε κατʼ αὐχένα μέσσον ἔλασσε. φθεγγομένου δʼ ἄρα τοῦ γε κάρη κονίῃσιν ἐμίχθη. Τερπιάδης δʼ ἔτʼ ἀοιδὸς ἀλύσκανε κῆρα μέλαιναν, Φήμιος, ὅς ῥʼ ἤειδε μετὰ μνηστῆρσιν ἀνάγκῃ. ἔστη δʼ ἐν χείρεσσίν ἔχων φόρμιγγα λίγειαν ἄγχι παρʼ ὀρσοθύρην· δίχα δὲ φρεσὶ μερμήριζεν, ἢ ἐκδὺς μεγάροιο Διὸς μεγάλου ποτὶ βωμὸν ἑρκείου ἵζοιτο τετυγμένον, ἔνθʼ ἄρα πολλὰ Λαέρτης Ὀδυσεύς τε βοῶν ἐπὶ μηρίʼ ἔκηαν, ἦ γούνων λίσσοιτο προσαΐξας Ὀδυσῆα. ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι, γούνων ἅψασθαι Λαερτιάδεω Ὀδυσῆος. ἦ τοι ὁ φόρμιγγα γλαφυρὴν κατέθηκε χαμᾶζε μεσσηγὺς κρητῆρος ἰδὲ θρόνου ἀργυροήλου, αὐτὸς δʼ αὖτʼ Ὀδυσῆα προσαΐξας λάβε γούνων, καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα· γουνοῦμαί σʼ, Ὀδυσεῦ· σὺ δέ μʼ αἴδεο καί μʼ ἐλέησον· αὐτῷ τοι μετόπισθʼ ἄχος ἔσσεται, εἴ κεν ἀοιδὸν πέφνῃς, ὅς τε θεοῖσι καὶ ἀνθρώποισιν ἀείδω. αὐτοδίδακτος δʼ εἰμί, θεὸς δέ μοι ἐν φρεσὶν οἴμας παντοίας ἐνέφυσεν· ἔοικα δέ τοι παραείδειν ὥς τε θεῷ· τῷ μή με λιλαίεο δειροτομῆσαι. καί κεν Τηλέμαχος τάδε γʼ εἴποι, σὸς φίλος υἱός, ὡς ἐγὼ οὔ τι ἑκὼν ἐς σὸν δόμον οὐδὲ χατίζων πωλεύμην μνηστῆρσιν ἀεισόμενος μετὰ δαῖτας, ἀλλὰ πολὺ πλέονες καὶ κρείσσονες ἦγον ἀνάγκῃ. ὣς φάτο, τοῦ δʼ ἤκουσʼ ἱερὴ ἲς Τηλεμάχοιο, αἶψα δʼ ἑὸν πατέρα προσεφώνεεν ἐγγὺς ἐόντα· ἴσχεο μηδέ τι τοῦτον ἀναίτιον οὔταε χαλκῷ· καὶ κήρυκα Μέδοντα σαώσομεν, ὅς τέ μευ αἰεὶ οἴκῳ ἐν ἡμετέρῳ κηδέσκετο παιδὸς ἐόντος, εἰ δὴ μή μιν ἔπεφνε Φιλοίτιος ἠὲ συβώτης, ἠὲ σοὶ ἀντεβόλησεν ὀρινομένῳ κατὰ δῶμα. ὣς φάτο, τοῦ δʼ ἤκουσε Μέδων πεπνυμένα εἰδώς· πεπτηὼς γὰρ ἔκειτο ὑπὸ θρόνον, ἀμφὶ δὲ δέρμα ἕστο βοὸς νεόδαρτον, ἀλύσκων κῆρα μέλαιναν. αἶψα δʼ ἀπὸ θρόνου ὦρτο, θοῶς δʼ ἀπέδυνε βοείην. Τηλέμαχον δʼ ἄρʼ ἔπειτα προσαΐξας λάβε γούνων, καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα· ὦ φίλʼ, ἐγὼ μὲν ὅδʼ εἰμί, σὺ δʼ ἴσχεο εἰπὲ δὲ πατρὶ μή με περισθενέων δηλήσεται ὀξέϊ χαλκῷ, ἀνδρῶν μνηστήρων κεχολωμένος, οἵ οἱ ἔκειρον κτήματʼ ἐνὶ μεγάροις, σὲ δὲ νήπιοι οὐδὲν ἔτιον. τὸν δʼ ἐπιμειδήσας προσέφη πολύμητις Ὀδυσσεύς· θάρσει, ἐπεὶ δή σʼ οὗτος ἐρύσσατο καὶ ἐσάωσεν, ὄφρα γνῷς κατὰ θυμόν, ἀτὰρ εἴπῃσθα καὶ ἄλλῳ, ὡς κακοεργίης εὐεργεσίη μέγʼ ἀμείνων. ἀλλʼ ἐξελθόντες μεγάρων ἕζεσθε θύραζε ἐκ φόνου εἰς αὐλήν, σύ τε καὶ πολύφημος ἀοιδός, ὄφρʼ ἂν ἐγὼ κατὰ δῶμα πονήσομαι ὅττεό με χρή. ὣς φάτο, τὼ δʼ ἔξω βήτην μεγάροιο κιόντε, ἑζέσθην δʼ ἄρα τώ γε Διὸς μεγάλου ποτὶ βωμόν, πάντοσε παπταίνοντε, φόνον ποτιδεγμένω αἰεί. πάπτηνεν δʼ Ὀδυσεὺς καθʼ ἑὸν δόμον, εἴ τις ἔτʼ ἀνδρῶν ζωὸς ὑποκλοπέοιτο, ἀλύσκων κῆρα μέλαιναν. τοὺς δὲ ἴδεν μάλα πάντας ἐν αἵματι καὶ κονίῃσι πεπτεῶτας πολλούς, ὥστʼ ἰχθύας, οὕς θʼ ἁλιῆες κοῖλον ἐς αἰγιαλὸν πολιῆς ἔκτοσθε θαλάσσης δικτύῳ ἐξέρυσαν πολυωπῷ· οἱ δέ τε πάντες κύμαθʼ ἁλὸς ποθέοντες ἐπὶ ψαμάθοισι κέχυνται· τῶν μέν τʼ Ἠέλιος φαέθων ἐξείλετο θυμόν· ὣς τότʼ ἄρα μνηστῆρες ἐπʼ ἀλλήλοισι κέχυντο. δὴ τότε Τηλέμαχον προσέφη πολύμητις Ὀδυσσεύς· Τηλέμαχʼ, εἰ δʼ ἄγε μοι κάλεσον τροφὸν Εὐρύκλειαν, ὄφρα ἔπος εἴπωμι τό μοι καταθύμιόν ἐστιν. ὣς φάτο, Τηλέμαχος δὲ φίλῳ ἐπεπείθετο πατρί, κινήσας δὲ θύρην προσέφη τροφὸν Εὐρύκλειαν· δεῦρο δὴ ὄρσο, γρηῢ παλαιγενές, ἥ τε γυναικῶν δμῳάων σκοπός ἐσσι κατὰ μέγαρʼ ἡμετεράων· ἔρχεο· κικλήσκει σε πατὴρ ἐμός, ὄφρα τι εἴπῃ. ὣς ἄρʼ ἐφώνησεν, τῇ δʼ ἄπτερος ἔπλετο μῦθος, ὤϊξεν δὲ θύρας μεγάρων εὖ ναιεταόντων, βῆ δʼ ἴμεν· αὐτὰρ Τηλέμαχος πρόσθʼ ἡγεμόνευεν. εὗρεν ἔπειτʼ Ὀδυσῆα μετὰ κταμένοισι νέκυσσιν, αἵματι καὶ λύθρῳ πεπαλαγμένον ὥστε λέοντα, ὅς ῥά τε βεβρωκὼς βοὸς ἔρχεται ἀγραύλοιο· πᾶν δʼ ἄρα οἱ στῆθός τε παρήϊά τʼ ἀμφοτέρωθεν αἱματόεντα πέλει, δεινὸς δʼ εἰς ὦπα ἰδέσθαι· ὣς Ὀδυσεὺς πεπάλακτο πόδας καὶ χεῖρας ὕπερθεν. ἡ δʼ ὡς οὖν νέκυάς τε καὶ ἄσπετον εἴσιδεν αἷμα, ἴθυσέν ῥʼ ὀλολύξαι, ἐπεὶ μέγα εἴσιδεν ἔργον· ἀλλʼ Ὀδυσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένην περ, καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· ἐν θυμῷ, γρηῦ, χαῖρε καὶ ἴσχεο μηδʼ ὀλόλυζε· οὐχ ὁσίη κταμένοισιν ἐπʼ ἀνδράσιν εὐχετάασθαι. τούσδε δὲ μοῖρʼ ἐδάμασσε θεῶν καὶ σχέτλια ἔργα· οὔ τινα γὰρ τίεσκον ἐπιχθονίων ἀνθρώπων, οὐ κακὸν οὐδὲ μὲν ἐσθλόν, ὅτις σφέας εἰσαφίκοιτο· τῷ καὶ ἀτασθαλίῃσιν ἀεικέα πότμον ἐπέσπον. ἀλλʼ ἄγε μοι σὺ γυναῖκας ἐνὶ μεγάροις κατάλεξον, αἵ τέ μʼ ἀτιμάζουσι καὶ αἳ νηλείτιδές εἰσιν. τὸν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια· τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθείην καταλέξω. πεντήκοντά τοί εἰσιν ἐνὶ μεγάροισι γυναῖκες δμῳαί, τὰς μέν τʼ ἔργα διδάξαμεν ἐργάζεσθαι, εἴριά τε ξαίνειν καὶ δουλοσύνην ἀνέχεσθαι· τάων δώδεκα πᾶσαι ἀναιδείης ἐπέβησαν, οὔτʼ ἐμὲ τίουσαι οὔτʼ αὐτὴν Πηνελόπειαν. Τηλέμαχος δὲ νέον μὲν ἀέξετο, οὐδέ ἑ μήτηρ σημαίνειν εἴασκεν ἐπὶ δμῳῇσι γυναιξίν. ἀλλʼ ἄγʼ ἐγὼν ἀναβᾶσʼ ὑπερώϊα σιγαλόεντα εἴπω σῇ ἀλόχῳ, τῇ τις θεὸς ὕπνον ἐπῶρσε. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς μή πω τήνδʼ ἐπέγειρε· σὺ δʼ ἐνθάδε εἰπὲ γυναιξὶν ἐλθέμεν, αἵ περ πρόσθεν ἀεικέα μηχανόωντο. ὣς ἄρʼ ἔφη, γρηῢς δὲ διὲκ μεγάροιο βεβήκει ἀγγελέουσα γυναιξὶ καὶ ὀτρυνέουσα νέεσθαι. αὐτὰρ ὁ Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην εἰς ἓ καλεσσάμενος ἔπεα πτερόεντα προσηύδα· ἄρχετε νῦν νέκυας φορέειν καὶ ἄνωχθε γυναῖκας· αὐτὰρ ἔπειτα θρόνους περικαλλέας ἠδὲ τραπέζας ὕδατι καὶ σπόγγοισι πολυτρήτοισι καθαίρειν. αὐτὰρ ἐπὴν δὴ πάντα δόμον κατακοσμήσησθε, δμῳὰς ἐξαγαγόντες ἐϋσταθέος μεγάροιο, μεσσηγύς τε θόλου καὶ ἀμύμονος ἕρκεος αὐλῆς, θεινέμεναι ξίφεσιν τανυήκεσιν, εἰς ὅ κε πασέων ψυχὰς ἐξαφέλησθε καὶ ἐκλελάθωντʼ Ἀφροδίτης, τὴν ἄρʼ ὑπὸ μνηστῆρσιν ἔχον μίσγοντό τε λάθρη. ὣς ἔφαθʼ, αἱ δὲ γυναῖκες ἀολλέες ἦλθον ἅπασαι, αἴνʼ ὀλοφυρόμεναι, θαλερὸν κατὰ δάκρυ χέουσαι. πρῶτα μὲν οὖν νέκυας φόρεον κατατεθνηῶτας, κὰδ δʼ ἄρʼ ὑπʼ αἰθούσῃ τίθεσαν εὐερκέος αὐλῆς, ἀλλήλοισιν ἐρείδουσαι· σήμαινε δʼ Ὀδυσσεὺς αὐτὸς ἐπισπέρχων· ταὶ δʼ ἐκφόρεον καὶ ἀνάγκῃ. αὐτὰρ ἔπειτα θρόνους περικαλλέας ἠδὲ τραπέζας ὕδατι καὶ σπόγγοισι πολυτρήτοισι κάθαιρον. αὐτὰρ Τηλέμαχος καὶ βουκόλος ἠδὲ συβώτῃς λίστροισιν δάπεδον πύκα ποιητοῖο δόμοιο ξῦον· ταὶ δʼ ἐφόρεον δμῳαί, τίθεσαν δὲ θύραζε. αὐτὰρ ἐπειδὴ πᾶν μέγαρον διεκοσμήσαντο, δμῳὰς δʼ ἐξαγαγόντες ἐϋσταθέος μεγάροιο, μεσσηγύς τε θόλου καὶ ἀμύμονος ἕρκεος αὐλῆς, εἴλεον ἐν στείνει, ὅθεν οὔ πως ἦεν ἀλύξαι. τοῖσι δὲ Τηλέμαχος πεπνυμένος ἦρχʼ ἀγορεύειν· μὴ μὲν δὴ καθαρῷ θανάτῳ ἀπὸ θυμὸν ἑλοίμην τάων, αἳ δὴ ἐμῇ κεφαλῇ κατʼ ὀνείδεα χεῦαν μητέρι θʼ ἡμετέρῃ παρά τε μνηστῆρσιν ἴαυον. ὣς ἄρʼ ἔφη, καὶ πεῖσμα νεὸς κυανοπρῴροιο κίονος ἐξάψας μεγάλης περίβαλλε θόλοιο, ὑψόσʼ ἐπεντανύσας, μή τις ποσὶν οὖδας ἵκοιτο. ὡς δʼ ὅτʼ ἂν ἢ κίχλαι τανυσίπτεροι ἠὲ πέλειαι ἕρκει ἐνιπλήξωσι, τό θʼ ἑστήκῃ ἐνὶ θάμνῳ, αὖλιν ἐσιέμεναι, στυγερὸς δʼ ὑπεδέξατο κοῖτος, ὣς αἵ γʼ ἑξείης κεφαλὰς ἔχον, ἀμφὶ δὲ πάσαις δειρῇσι βρόχοι ἦσαν, ὅπως οἴκτιστα θάνοιεν. ἤσπαιρον δὲ πόδεσσι μίνυνθά περ οὔ τι μάλα δήν. ἐκ δὲ Μελάνθιον ἦγον ἀνὰ πρόθυρόν τε καὶ αὐλήν· τοῦ δʼ ἀπὸ μὲν ῥῖνάς τε καὶ οὔατα νηλέϊ χαλκῷ τάμνον, μήδεά τʼ ἐξέρυσαν, κυσὶν ὠμὰ δάσασθαι, χεῖράς τʼ ἠδὲ πόδας κόπτον κεκοτηότι θυμῷ. οἱ μὲν ἔπειτʼ ἀπονιψάμενοι χεῖράς τε πόδας τε εἰς Ὀδυσῆα δόμονδε κίον, τετέλεστο δὲ ἔργον· αὐτὰρ ὅ γε προσέειπε φίλην τροφὸν Εὐρύκλειαν· οἶσε θέειον, γρηΰ, κακῶν ἄκος, οἶσε δέ μοι πῦρ, ὄφρα θεειώσω μέγαρον· σὺ δὲ Πηνελόπειαν ἐλθεῖν ἐνθάδʼ ἄνωχθι σὺν ἀμφιπόλοισι γυναιξί· πάσας δʼ ὄτρυνον δμῳὰς κατὰ δῶμα νέεσθαι. τὸν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια· ναὶ δὴ ταῦτά γε, τέκνον ἐμόν, κατὰ μοῖραν ἔειπες. ἀλλʼ ἄγε τοι χλαῖνάν τε χιτῶνά τε εἵματʼ ἐνείκω, μηδʼ οὕτω ῥάκεσιν πεπυκασμένος εὐρέας ὤμους ἕσταθʼ ἐνὶ μεγάροισι· νεμεσσητὸν δέ κεν εἴη. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· πῦρ νῦν μοι πρώτιστον ἐνὶ μεγάροισι γενέσθω. ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε φίλη τροφὸς Εὐρύκλεια, ἤνεικεν δʼ ἄρα πῦρ καὶ θήϊον· αὐτὰρ Ὀδυσσεὺς εὖ διεθείωσεν μέγαρον καὶ δῶμα καὶ αὐλήν. γρηῢς δʼ αὖτʼ ἀπέβη διὰ δώματα κάλʼ Ὀδυσῆος ἀγγελέουσα γυναιξὶ καὶ ὀτρυνέουσα νέεσθαι· αἱ δʼ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι. αἱ μὲν ἄρʼ ἀμφεχέοντο καὶ ἠσπάζοντʼ Ὀδυσῆα, καὶ κύνεον ἀγαπαξόμεναι κεφαλήν τε καὶ ὤμους χεῖράς τʼ αἰνύμεναι· τὸν δὲ γλυκὺς ἵμερος ᾕρει κλαυθμοῦ καὶ στοναχῆς, γίγνωσκε δʼ ἄρα φρεσὶ πάσας. γρηῢς δʼ εἰς ὑπερῷʼ ἀνεβήσετο καγχαλόωσα, δεσποίνῃ ἐρέουσα φίλον πόσιν ἔνδον ἐόντα· γούνατα δʼ ἐρρώσαντο, πόδες δʼ ὑπερικταίνοντο. στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπεν· ἔγρεο, Πηνελόπεια, φίλον τέκος, ὄφρα ἴδηαι ὀφθαλμοῖσι τεοῖσι τά τʼ ἔλδεαι ἤματα πάντα. ἦλθʼ Ὀδυσεὺς καὶ οἶκον ἱκάνεται, ὀψέ περ ἐλθών. μνηστῆρας δʼ ἔκτεινεν ἀγήνορας, οἵ θʼ ἑὸν οἶκον κήδεσκον καὶ κτήματʼ ἔδον βιόωντό τε παῖδα. τὴν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια· μαῖα φίλη, μάργην σε θεοὶ θέσαν, οἵ τε δύνανται ἄφρονα ποιῆσαι καὶ ἐπίφρονά περ μάλʼ ἐόντα, καί τε χαλιφρονέοντα σαοφροσύνης ἐπέβησαν· οἵ σέ περ ἔβλαψαν· πρὶν δὲ φρένας αἰσίμη ἦσθα. τίπτε με λωβεύεις πολυπενθέα θυμὸν ἔχουσαν ταῦτα παρὲξ ἐρέουσα καὶ ἐξ ὕπνου μʼ ἀνεγείρεις ἡδέος, ὅς μʼ ἐπέδησε φίλα βλέφαρʼ ἀμφικαλύψας; οὐ γάρ πω τοιόνδε κατέδραθον, ἐξ οὗ Ὀδυσσεὺς ᾤχετʼ ἐποψόμενος Κακοΐλιον οὐκ ὀνομαστήν. ἀλλʼ ἄγε νῦν κατάβηθι καὶ ἂψ ἔρχευ μέγαρόνδε. εἰ γάρ τίς μʼ ἄλλη γε γυναικῶν, αἵ μοι ἔασι, ταῦτʼ ἐλθοῦσʼ ἤγγειλε καὶ ἐξ ὕπνου ἀνέγειρεν, τῷ κε τάχα στυγερῶς μιν ἐγὼν ἀπέπεμψα νέεσθαι αὖτις ἔσω μέγαρον· σὲ δὲ τοῦτό γε γῆρας ὀνήσει. τὴν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια· οὔ τί σε λωβεύω, τέκνον φίλον, ἀλλʼ ἔτυμόν τοι ἦλθʼ Ὀδυσεὺς καὶ οἶκον ἱκάνεται, ὡς ἀγορεύω, ὁ ξεῖνος, τὸν πάντες ἀτίμων ἐν μεγάροισι. Τηλέμαχος δʼ ἄρα μιν πάλαι ᾔδεεν ἔνδον ἐόντα, ἀλλὰ σαοφροσύνῃσι νοήματα πατρὸς ἔκευθεν, ὄφρʼ ἀνδρῶν τίσαιτο βίην ὑπερηνορεόντων. ὣς ἔφαθʼ, ἡ δʼ ἐχάρη καὶ ἀπὸ λέκτροιο θοροῦσα γρηῒ περιπλέχθη, βλεφάρων δʼ ἀπὸ δάκρυον ἧκεν· καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα· εἰ δʼ ἄγε δή μοι, μαῖα φίλη, νημερτὲς ἐνίσπες, εἰ ἐτεὸν δὴ οἶκον ἱκάνεται, ὡς ἀγορεύεις, ὅππως δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφῆκε μοῦνος ἐών, οἱ δʼ αἰὲν ἀολλέες ἔνδον ἔμιμνον. τὴν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια· οὐκ ἴδον, οὐ πυθόμην, ἀλλὰ στόνον οἶον ἄκουσα κτεινομένων· ἡμεῖς δὲ μυχῷ θαλάμων εὐπήκτων ἥμεθʼ ἀτυζόμεναι, σανίδες δʼ ἔχον εὖ ἀραρυῖαι, πρίν γʼ ὅτε δή με σὸς υἱὸς ἀπὸ μεγάροιο κάλεσσε Τηλέμαχος· τὸν γάρ ῥα πατὴρ προέηκε καλέσσαι. εὗρον ἔπειτʼ Ὀδυσῆα μετὰ κταμένοισι νέκυσσιν ἑσταόθʼ· οἱ δέ μιν ἀμφί, κραταίπεδον οὖδας ἔχοντες, κείατʼ ἐπʼ ἀλλήλοισιν· ἰδοῦσά κε θυμὸν ἰάνθης. νῦν δʼ οἱ μὲν δὴ πάντες ἐπʼ αὐλείῃσι θύρῃσιν ἀθρόοι, αὐτὰρ ὁ δῶμα θεειοῦται περικαλλές, πῦρ μέγα κηάμενος· σὲ δέ με προέηκε καλέσσαι. ἀλλʼ ἕπευ, ὄφρα σφῶϊν ἐϋφροσύνης ἐπιβῆτον ἀμφοτέρω φίλον ἦτορ, ἐπεὶ κακὰ πολλὰ πέποσθε. νῦν δʼ ἤδη τόδε μακρὸν ἐέλδωρ ἐκτετέλεσται· ἦλθε μὲν αὐτὸς ζωὸς ἐφέστιος, εὗρε δὲ καὶ σὲ καὶ παῖδʼ ἐν μεγάροισι· κακῶς δʼ οἵ πέρ μιν ἔρεζον μνηστῆρες, τοὺς πάντας ἐτίσατο ᾧ ἐνὶ οἴκῳ. τὴν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια· μαῖα φίλη, μή πω μέγʼ ἐπεύχεο καγχαλόωσα. οἶσθα γὰρ ὥς κʼ ἀσπαστὸς ἐνὶ μεγάροισι φανείη πᾶσι, μάλιστα δʼ ἐμοί τε καὶ υἱέϊ, τὸν τεκόμεσθα· ἀλλʼ οὐκ ἔσθʼ ὅδε μῦθος ἐτήτυμος, ὡς ἀγορεύεις, ἀλλά τις ἀθανάτων κτεῖνε μνηστῆρας ἀγαυούς, ὕβριν ἀγασσάμενος θυμαλγέα καὶ κακὰ ἔργα. οὔ τινα γὰρ τίεσκον ἐπιχθονίων ἀνθρώπων, οὐ κακὸν οὐδὲ μὲν ἐσθλόν, ὅτις σφέας εἰσαφίκοιτο· τῷ διʼ ἀτασθαλίας ἔπαθον κακόν· αὐτὰρ Ὀδυσσεὺς ὤλεσε τηλοῦ νόστον Ἀχαιΐδος, ὤλετο δʼ αὐτός. τὴν δʼ ἠμείβετʼ ἔπειτα φίλη τροφὸς Εὐρύκλεια· τέκνον ἐμόν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων, ἣ πόσιν ἔνδον ἐόντα παρʼ ἐσχάρῃ οὔ ποτʼ ἔφησθα οἴκαδʼ ἐλεύσεσθαι· θυμὸς δέ τοι αἰὲν ἄπιστος. ἀλλʼ ἄγε τοι καὶ σῆμα ἀριφραδὲς ἄλλο τι εἴπω, οὐλήν, τήν ποτέ μιν σῦς ἤλασε λευκῷ ὀδόντι. τὴν ἀπονίζουσα φρασάμην, ἔθελον δὲ σοὶ αὐτῇ εἰπέμεν· ἀλλά με κεῖνος ἑλὼν ἐπὶ μάστακα χερσὶν οὐκ ἔα εἰπέμεναι πολυϊδρείῃσι νόοιο. ἀλλʼ ἕπευ· αὐτὰρ ἐγὼν ἐμέθεν περιδώσομαι αὐτῆς, αἴ κέν σʼ ἐξαπάφω, κτεῖναί μʼ οἰκτίστῳ ὀλέθρῳ. τὴν δʼ ἠμείβετʼ ἔπειτα περίφρων Πηνελόπεια· μαῖα φίλη, χαλεπόν σε θεῶν αἰειγενετάων δήνεα εἴρυσθαι, μὰλα περ πολύϊδριν ἐοῦσαν. ἀλλʼ ἔμπης ἴομεν μετὰ παῖδʼ ἐμόν, ὄφρα ἴδωμαι ἄνδρας μνηστῆρας τεθνηότας, ἠδʼ ὃς ἔπεφνεν. ὣς φαμένη κατέβαινʼ ὑπερώϊα· πολλὰ δέ οἱ κῆρ ὥρμαινʼ, ἢ ἀπάνευθε φίλον πόσιν ἐξερεείνοι, ἦ παρστᾶσα κύσειε κάρη καὶ χεῖρε λαβοῦσα. ἡ δʼ ἐπεὶ εἰσῆλθεν καὶ ὑπέρβη λάϊνον οὐδόν, ἕζετʼ ἔπειτʼ Ὀδυσῆος ἐναντίη, ἐν πυρὸς αὐγῇ, τοίχου τοῦ ἑτέρου· ὁ δʼ ἄρα πρὸς κίονα μακρὴν ἧστο κάτω ὁρόων, ποτιδέγμενος εἴ τί μιν εἴποι ἰφθίμη παράκοιτις, ἐπεὶ ἴδεν ὀφθαλμοῖσιν. ἡ δʼ ἄνεω δὴν ἧστο, τάφος δέ οἱ ἦτορ ἵκανεν· ὄψει δʼ ἄλλοτε μέν μιν ἐνωπαδίως ἐσίδεσκεν, ἄλλοτε δʼ ἀγνώσασκε κακὰ χροῒ εἵματʼ ἔχοντα. Τηλέμαχος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε· μῆτερ ἐμή, δύσμητερ, ἀπηνέα θυμὸν ἔχουσα, τίφθʼ οὕτω πατρὸς νοσφίζεαι, οὐδὲ παρʼ αὐτὸν ἑζομένη μύθοισιν ἀνείρεαι οὐδὲ μεταλλᾷς; οὐ μέν κʼ ἄλλη γʼ ὧδε γυνὴ τετληότι θυμῷ ἀνδρὸς ἀφεσταίη, ὅς οἱ κακὰ πολλὰ μογήσας ἔλθοι ἐεικοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν· σοὶ δʼ αἰεὶ κραδίη στερεωτέρη ἐστὶ λίθοιο. τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια· τέκνον ἐμόν, θυμός μοι ἐνὶ στήθεσσι τέθηπεν, οὐδέ τι προσφάσθαι δύναμαι ἔπος οὐδʼ ἐρέεσθαι οὐδʼ εἰς ὦπα ἰδέσθαι ἐναντίον. εἰ δʼ ἐτεὸν δὴ ἔστʼ Ὀδυσεὺς καὶ οἶκον ἱκάνεται, ἦ μάλα νῶϊ γνωσόμεθʼ ἀλλήλων καὶ λώϊον· ἔστι γὰρ ἡμῖν σήμαθʼ, ἃ δὴ καὶ νῶϊ κεκρυμμένα ἴδμεν ἀπʼ ἄλλων. ὣς φάτο, μείδησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς, αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα· Τηλέμαχʼ, ἦ τοι μητέρʼ ἐνὶ μεγάροισιν ἔασον πειράζειν ἐμέθεν· τάχα δὲ φράσεται καὶ ἄρειον. νῦν δʼ ὅττι ῥυπόω, κακὰ δὲ χροῒ εἵματα εἷμαι, τοὔνεκʼ ἀτιμάζει με καὶ οὔ πω φησὶ τὸν εἶναι. ἡμεῖς δὲ φραζώμεθʼ ὅπως ὄχʼ ἄριστα γένηται. καὶ γάρ τίς θʼ ἕνα φῶτα κατακτείνας ἐνὶ δήμῳ, ᾧ μὴ πολλοὶ ἔωσιν ἀοσσητῆρες ὀπίσσω, φεύγει πηούς τε προλιπὼν καὶ πατρίδα γαῖαν· ἡμεῖς δʼ ἕρμα πόληος ἀπέκταμεν, οἳ μέγʼ ἄριστοι κούρων εἰν Ἰθάκῃ· τὰ δέ σε φράζεσθαι ἄνωγα. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· αὐτὸς ταῦτά γε λεῦσσε, πάτερ φίλε· σὴν γὰρ ἀρίστην μῆτιν ἐπʼ ἀνθρώπους φάσʼ ἔμμεναι, οὐδέ κέ τίς τοι ἄλλος ἀνὴρ ἐρίσειε καταθνητῶν ἀνθρώπων. ἡμεῖς δʼ ἐμμεμαῶτες ἅμʼ ἑψόμεθʼ, οὐδέ τί φημι ἀλκῆς δευήσεσθαι, ὅση δύναμίς γε πάρεστιν. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς τοιγὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα. πρῶτα μὲν ἂρ λούσασθε καὶ ἀμφιέσασθε χιτῶνας, δμῳὰς δʼ ἐν μεγάροισιν ἀνώγετε εἵμαθʼ ἑλέσθαι· αὐτὰρ θεῖος ἀοιδὸς ἔχων φόρμιγγα λίγειαν ἡμῖν ἡγείσθω φιλοπαίγμονος ὀρχηθμοῖο, ὥς κέν τις φαίη γάμον ἔμμεναι ἐκτὸς ἀκούων, ἢ ἀνʼ ὁδὸν στείχων, ἢ οἳ περιναιετάουσι· μὴ πρόσθε κλέος εὐρὺ φόνου κατὰ ἄστυ γένηται ἀνδρῶν μνηστήρων, πρίν γʼ ἡμέας ἐλθέμεν ἔξω ἀγρὸν ἐς ἡμέτερον πολυδένδρεον· ἔνθα δʼ ἔπειτα φρασσόμεθʼ ὅττι κε κέρδος Ὀλύμπιος ἐγγυαλίξῃ. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο πρῶτα μὲν οὖν λούσαντο καὶ ἀμφιέσαντο χιτῶνας, ὅπλισθεν δὲ γυναῖκες· ὁ δʼ εἵλετο θεῖος ἀοιδὸς φόρμιγγα γλαφυρήν, ἐν δέ σφισιν ἵμερον ὦρσε μολπῆς τε γλυκερῆς καὶ ἀμύμονος ὀρχηθμοῖο. τοῖσιν δὲ μέγα δῶμα περιστεναχίζετο ποσσὶν ἀνδρῶν παιζόντων καλλιζώνων τε γυναικῶν. ὧδε δέ τις εἴπεσκε δόμων ἔκτοσθεν ἀκούων· ἦ μάλα δή τις ἔγημε πολυμνήστην βασίλειαν· σχετλίη, οὐδʼ ἔτλη πόσιος οὗ κουριδίοιο εἴρυσθαι μέγα δῶμα διαμπερές, ἧος ἵκοιτο. ὣς ἄρα τις εἴπεσκε, τὰ δʼ οὐκ ἴσαν ὡς ἐτέτυκτο. αὐτὰρ Ὀδυσσῆα μεγαλήτορα ᾧ ἐνὶ οἴκῳ Εὐρυνόμη ταμίη λοῦσεν καὶ χρῖσεν ἐλαίῳ, ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλεν ἠδὲ χιτῶνα· αὐτὰρ κὰκ κεφαλῆς κάλλος πολὺ χεῦεν Ἀθήνη μείζονά τʼ εἰσιδέειν καὶ πάσσονα· κὰδ δὲ κάρητος οὔλας ἧκε κόμας, ὑακινθίνῳ ἄνθει ὁμοίας. ὡς δʼ ὅτε τις χρυσὸν περιχεύεται ἀργύρῳ ἀνὴρ ἴδρις, ὃν Ἥφαιστος δέδαεν καὶ Παλλὰς Ἀθήνη τέχνην παντοίην, χαρίεντα δὲ ἔργα τελείει· ὣς μὲν τῷ περίχευε χάριν κεφαλῇ τε καὶ ὤμοις. ἐκ δʼ ἀσαμίνθου βῆ δέμας ἀθανάτοισιν ὁμοῖος· ἂψ δʼ αὖτις κατʼ ἄρʼ ἕζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη, ἀντίον ἧς ἀλόχου, καί μιν πρὸς μῦθον ἔειπε· δαιμονίη, περί σοί γε γυναικῶν θηλυτεράων κῆρ ἀτέραμνον ἔθηκαν Ὀλύμπια δώματʼ ἔχοντες· οὐ μέν κʼ ἄλλη γʼ ὧδε γυνὴ τετληότι θυμῷ ἀνδρὸς ἀφεσταίη, ὅς οἱ κακὰ πολλὰ μογήσας ἔλθοι ἐεικοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν. ἀλλʼ ἄγε μοι, μαῖα, στόρεσον λέχος, ὄφρα καὶ αὐτὸς λέξομαι· ἦ γὰρ τῇ γε σιδήρεον ἐν φρεσὶ ἦτορ. τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια· δαιμόνιʼ, οὔτʼ ἄρ τι μεγαλίζομαι οὔτʼ ἀθερίζω οὔτε λίην ἄγαμαι, μάλα δʼ εὖ οἶδʼ οἷος ἔησθα ἐξ Ἰθάκης ἐπὶ νηὸς ἰὼν δολιχηρέτμοιο. ἀλλʼ ἄγε οἱ στόρεσον πυκινὸν λέχος, Εὐρύκλεια, ἐκτὸς ἐϋσταθέος θαλάμου, τόν ῥʼ αὐτὸς ἐποίει· ἔνθα οἱ ἐκθεῖσαι πυκινὸν λέχος ἐμβάλετʼ εὐνήν, κώεα καὶ χλαίνας καὶ ῥήγεα σιγαλόεντα. ὣς ἄρʼ ἔφη πόσιος πειρωμένη· αὐτὰρ Ὀδυσσεὺς ὀχθήσας ἄλοχον προσεφώνεε κεδνὰ ἰδυῖαν· ὦ γύναι, ἦ μάλα τοῦτο ἔπος θυμαλγὲς ἔειπες· τίς δέ μοι ἄλλοσε θῆκε λέχος; χαλεπὸν δέ κεν εἴη καὶ μάλʼ ἐπισταμένῳ, ὅτε μὴ θεὸς αὐτὸς ἐπελθὼν ῥηϊδίως ἐθέλων θείη ἄλλῃ ἐνὶ χώρῃ. ἀνδρῶν δʼ οὔ κέν τις ζωὸς βροτός, οὐδὲ μάλʼ ἡβῶν, ῥεῖα μετοχλίσσειεν, ἐπεὶ μέγα σῆμα τέτυκται ἐν λέχει ἀσκητῷ· τὸ δʼ ἐγὼ κάμον οὐδέ τις ἄλλος. θάμνος ἔφυ τανύφυλλος ἐλαίης ἕρκεος ἐντός, ἀκμηνὸς θαλέθων· πάχετος δʼ ἦν ἠΰτε κίων. τῷ δʼ ἐγὼ ἀμφιβαλὼν θάλαμον δέμον, ὄφρʼ ἐτέλεσσα, πυκνῇσιν λιθάδεσσι, καὶ εὖ καθύπερθεν ἔρεψα, κολλητὰς δʼ ἐπέθηκα θύρας, πυκινῶς ἀραρυίας. καὶ τότʼ ἔπειτʼ ἀπέκοψα κόμην τανυφύλλου ἐλαίης, κορμὸν δʼ ἐκ ῥίζης προταμὼν ἀμφέξεσα χαλκῷ εὖ καὶ ἐπισταμένως, καὶ ἐπὶ στάθμην ἴθυνα, ἑρμῖνʼ ἀσκήσας, τέτρηνα δὲ πάντα τερέτρῳ. ἐκ δὲ τοῦ ἀρχόμενος λέχος ἔξεον, ὄφρʼ ἐτέλεσσα, δαιδάλλων χρυσῷ τε καὶ ἀργύρῳ ἠδʼ ἐλέφαντι· ἐκ δʼ ἐτάνυσσα ἱμάντα βοὸς φοίνικι φαεινόν. οὕτω τοι τόδε σῆμα πιφαύσκομαι· οὐδέ τι οἶδα, ἤ μοι ἔτʼ ἔμπεδόν ἐστι, γύναι, λέχος, ἦέ τις ἤδη ἀνδρῶν ἄλλοσε θῆκε, ταμὼν ὕπο πυθμένʼ ἐλαίης. ὣς φάτο, τῆς δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ, σήματʼ ἀναγνούσῃ τά οἱ ἔμπεδα πέφραδʼ Ὀδυσσεύς· δακρύσασα δʼ ἔπειτʼ ἰθὺς δράμεν, ἀμφὶ δὲ χεῖρας δειρῇ βάλλʼ Ὀδυσῆϊ, κάρη δʼ ἔκυσʼ ἠδὲ προσηύδα· μή μοι, Ὀδυσσεῦ, σκύζευ, ἐπεὶ τά περ ἄλλα μάλιστα ἀνθρώπων πέπνυσο· θεοὶ δʼ ὤπαζον ὀϊζύν, οἳ νῶϊν ἀγάσαντο παρʼ ἀλλήλοισι μένοντε ἥβης ταρπῆναι καὶ γήραος οὐδὸν ἱκέσθαι. αὐτὰρ μὴ νῦν μοι τόδε χώεο μηδὲ νεμέσσα, οὕνεκά σʼ οὐ τὸ πρῶτον, ἐπεὶ ἴδον, ὧδʼ ἀγάπησα. αἰεὶ γάρ μοι θυμὸς ἐνὶ στήθεσσι φίλοισιν ἐρρίγει μή τίς με βροτῶν ἀπάφοιτο ἔπεσσιν ἐλθών· πολλοὶ γὰρ κακὰ κέρδεα βουλεύουσιν. οὐδέ κεν Ἀργείη Ἑλένη, Διὸς ἐκγεγαυῖα, ἀνδρὶ παρʼ ἀλλοδαπῷ ἐμίγη φιλότητι καὶ εὐνῇ, εἰ ᾔδη ὅ μιν αὖτις ἀρήϊοι υἷες Ἀχαιῶν ἀξέμεναι οἶκόνδε φίλην ἐς πατρίδʼ ἔμελλον. τὴν δʼ ἦ τοι ῥέξαι θεὸς ὤρορεν ἔργον ἀεικές· τὴν δʼ ἄτην οὐ πρόσθεν ἑῷ ἐγκάτθετο θυμῷ λυγρήν, ἐξ ἧς πρῶτα καὶ ἡμέας ἵκετο πένθος. νῦν δʼ, ἐπεὶ ἤδη σήματʼ ἀριφραδέα κατέλεξας εὐνῆς ἡμετέρης, ἣν οὐ βροτὸς ἄλλος ὀπώπει, ἀλλʼ οἶοι σύ τʼ ἐγώ τε καὶ ἀμφίπολος μία μούνη, Ἀκτορίς, ἥν μοι δῶκε πατὴρ ἔτι δεῦρο κιούσῃ, ἣ νῶϊν εἴρυτο θύρας πυκινοῦ θαλάμοιο, πείθεις δή μευ θυμόν, ἀπηνέα περ μάλʼ ἐόντα. ὣς φάτο, τῷ δʼ ἔτι μᾶλλον ὑφʼ ἵμερον ὦρσε γόοιο· κλαῖε δʼ ἔχων ἄλοχον θυμαρέα, κεδνὰ ἰδυῖαν. ὡς δʼ ὅτʼ ἂν ἀσπάσιος γῆ νηχομένοισι φανήῃ, ὧν τε Ποσειδάων εὐεργέα νῆʼ ἐνὶ πόντῳ ῥαίσῃ, ἐπειγομένην ἀνέμῳ καὶ κύματι πηγῷ· παῦροι δʼ ἐξέφυγον πολιῆς ἁλὸς ἤπειρόνδε νηχόμενοι, πολλὴ δὲ περὶ χροῒ τέτροφεν ἅλμη, ἀσπάσιοι δʼ ἐπέβαν γαίης, κακότητα φυγόντες· ὣς ἄρα τῇ ἀσπαστὸς ἔην πόσις εἰσοροώσῃ, δειρῆς δʼ οὔ πω πάμπαν ἀφίετο πήχεε λευκώ. καί νύ κʼ ὀδυρομένοισι φάνη ῥοδοδάκτυλος Ἠώς, εἰ μὴ ἄρʼ ἄλλʼ ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη. νύκτα μὲν ἐν περάτῃ δολιχὴν σχέθεν, Ἠῶ δʼ αὖτε ῥύσατʼ ἐπʼ Ὠκεανῷ χρυσόθρονον, οὐδʼ ἔα ἵππους ζεύγνυσθʼ ὠκύποδας, φάος ἀνθρώποισι φέροντας, Λάμπον καὶ Φαέθονθʼ, οἵ τʼ Ἠῶ πῶλοι ἄγουσι. καὶ τότʼ ἄρʼ ἣν ἄλοχον προσέφη πολύμητις Ὀδυσσεύς ὦ γύναι, οὐ γάρ πω πάντων ἐπὶ πείρατʼ ἀέθλων ἤλθομεν, ἀλλʼ ἔτʼ ὄπισθεν ἀμέτρητος πόνος ἔσται, πολλὸς καὶ χαλεπός, τὸν ἐμὲ χρὴ πάντα τελέσσαι. ὣς γάρ μοι ψυχὴ μαντεύσατο Τειρεσίαο ἤματι τῷ ὅτε δὴ κατέβην δόμον Ἄϊδος εἴσω, νόστον ἑταίροισιν διζήμενος ἠδʼ ἐμοὶ αὐτῷ. ἀλλʼ ἔρχευ, λέκτρονδʼ ἴομεν, γύναι, ὄφρα καὶ ἤδη ὕπνῳ ὕπο γλυκερῷ ταρπώμεθα κοιμηθέντε. τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια· εὐνὴ μὲν δή σοί γε τότʼ ἔσσεται ὁππότε θυμῷ σῷ ἐθέλῃς, ἐπεὶ ἄρ σε θεοὶ ποίησαν ἱκέσθαι οἶκον ἐϋκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν· ἀλλʼ ἐπεὶ ἐφράσθης καί τοι θεὸς ἔμβαλε θυμῷ, εἴπʼ ἄγε μοι τὸν ἄεθλον, ἐπεὶ καὶ ὄπισθεν, ὀΐω, πεύσομαι, αὐτίκα δʼ ἐστὶ δαήμεναι οὔ τι χέρειον. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· δαιμονίη, τί τʼ ἄρʼ αὖ με μάλʼ ὀτρύνουσα κελεύεις εἰπέμεν; αὐτὰρ ἐγὼ μυθήσομαι οὐδʼ ἐπικεύσω. οὐ μέν τοι θυμὸς κεχαρήσεται· οὐδὲ γὰρ αὐτὸς χαίρω, ἐπεὶ μάλα πολλὰ βροτῶν ἐπὶ ἄστεʼ ἄνωγεν ἐλθεῖν, ἐν χείρεσσιν ἔχοντʼ εὐῆρες ἐρετμόν, εἰς ὅ κε τοὺς ἀφίκωμαι οἳ οὐκ ἴσασι θάλασσαν ἀνέρες, οὐδέ θʼ ἅλεσσι μεμιγμένον εἶδαρ ἔδουσιν· οὐδʼ ἄρα τοί γʼ ἴσασι νέας φοινικοπαρῄους, οὐδʼ εὐήρεʼ ἐρετμά, τά τε πτερὰ νηυσὶ πέλονται. σῆμα δέ μοι τόδʼ ἔειπεν ἀριφραδές, οὐδέ σε κεύσω· ὁππότε κεν δή μοι ξυμβλήμενος ἄλλος ὁδίτης φήῃ ἀθηρηλοιγὸν ἔχειν ἀνὰ φαιδίμῳ ὤμῳ, καὶ τότε μʼ ἐν γαίῃ πήξαντʼ ἐκέλευεν ἐρετμόν, ἔρξανθʼ ἱερὰ καλὰ Ποσειδάωνι ἄνακτι, ἀρνειὸν ταῦρόν τε συῶν τʼ ἐπιβήτορα κάπρον, οἴκαδʼ ἀποστείχειν, ἔρδειν θʼ ἱερὰς ἑκατόμβας ἀθανάτοισι θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι, πᾶσι μάλʼ ἑξείης· θάνατος δέ μοι ἐξ ἁλὸς αὐτῷ ἀβληχρὸς μάλα τοῖος ἐλεύσεται, ὅς κέ με πέφνῃ γήρα’ ὕπο λιπαρῷ ἀρημένον· ἀμφὶ δὲ λαοὶ ὄλβιοι ἔσσονται· τὰ δέ μοι φάτο πάντα τελεῖσθαι. τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια· εἰ μὲν δὴ γῆράς γε θεοὶ τελέουσιν ἄρειον, ἐλπωρή τοι ἔπειτα κακῶν ὑπάλυξιν ἔσεσθαι. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον· τόφρα δʼ ἄρʼ Εὐρυνόμη τε ἰδὲ τροφὸς ἔντυον εὐνὴν ἐσθῆτος μαλακῆς, δαΐδων ὕπο λαμπομενάων. αὐτὰρ ἐπεὶ στόρεσαν πυκινὸν λέχος ἐγκονέουσαι, γρηῢς μὲν κείουσα πάλιν οἶκόνδε βεβήκει, τοῖσιν δʼ Εὐρυνόμη θαλαμηπόλος ἡγεμόνευεν ἐρχομένοισι λέχοσδε, δάος μετὰ χερσὶν ἔχουσα· ἐς θάλαμον δʼ ἀγαγοῦσα πάλιν κίεν. οἱ μὲν ἔπειτα ἀσπάσιοι λέκτροιο παλαιοῦ θεσμὸν ἵκοντο· αὐτὰρ Τηλέμαχος καὶ βουκόλος ἠδὲ συβώτης παῦσαν ἄρʼ ὀρχηθμοῖο πόδας, παῦσαν δὲ γυναῖκας, αὐτοὶ δʼ εὐνάζοντο κατὰ μέγαρα σκιόεντα. τὼ δʼ ἐπεὶ οὖν φιλότητος ἐταρπήτην ἐρατεινῆς, τερπέσθην μύθοισι, πρὸς ἀλλήλους ἐνέποντε, ἡ μὲν ὅσʼ ἐν μεγάροισιν ἀνέσχετο δῖα γυναικῶν, ἀνδρῶν μνηστήρων ἐσορῶσʼ ἀΐδηλον ὅμιλον, οἳ ἕθεν εἵνεκα πολλά, βόας καὶ ἴφια μῆλα, ἔσφαζον, πολλὸς δὲ πίθων ἠφύσσετο οἶνος· αὐτὰρ ὁ διογενὴς Ὀδυσεὺς ὅσα κήδεʼ ἔθηκεν ἀνθρώποις ὅσα τʼ αὐτὸς ὀϊζύσας ἐμόγησε, πάντʼ ἔλεγʼ· ἡ δʼ ἄρʼ ἐτέρπετʼ ἀκούουσʼ, οὐδέ οἱ ὕπνος πῖπτεν ἐπὶ βλεφάροισι πάρος καταλέξαι ἅπαντα. ἤρξατο δʼ ὡς πρῶτον Κίκονας δάμασʼ, αὐτὰρ ἔπειτα ἦλθʼ ἐς Λωτοφάγων ἀνδρῶν πίειραν ἄρουραν· ἠδʼ ὅσα Κύκλωψ ἔρξε, καὶ ὡς ἀπετίσατο ποινὴν ἰφθίμων ἑτάρων, οὓς ἤσθιεν οὐδʼ ἐλέαιρεν· ἠδʼ ὡς Αἴολον ἵκεθʼ, ὅ μιν πρόφρων ὑπέδεκτο καὶ πέμπʼ, οὐδέ πω αἶσα φίλην ἐς πατρίδʼ ἱκέσθαι ἤην, ἀλλά μιν αὖτις ἀναρπάξασα θύελλα πόντον ἐπʼ ἰχθυόεντα φέρεν βαρέα στενάχοντα· ἠδʼ ὡς Τηλέπυλον Λαιστρυγονίην ἀφίκανεν, οἳ νῆάς τʼ ὄλεσαν καὶ ἐϋκνήμιδας ἑταίρους πάντας· Ὀδυσσεὺς δʼ οἶος ὑπέκφυγε νηῒ μελαίνῃ· καὶ Κίρκης κατέλεξε δόλον πολυμηχανίην τε, ἠδʼ ὡς εἰς Ἀΐδεω δόμον ἤλυθεν εὐρώεντα, ψυχῇ χρησόμενος Θηβαίου Τειρεσίαο, νηῒ πολυκλήϊδι, καὶ εἴσιδε πάντας ἑταίρους μητέρα θʼ, ἥ μιν ἔτικτε καὶ ἔτρεφε τυτθὸν ἐόντα· ἠδʼ ὡς Σειρήνων ἁδινάων φθόγγον ἄκουσεν, ὥς θʼ ἵκετο Πλαγκτὰς πέτρας δεινήν τε Χάρυβδιν Σκύλλην θʼ, ἣν οὔ πώ ποτʼ ἀκήριοι ἄνδρες ἄλυξαν· ἠδʼ ὡς Ἠελίοιο βόας κατέπεφνον ἑταῖροι· ἠδʼ ὡς νῆα θοὴν ἔβαλε ψολόεντι κεραυνῷ Ζεὺς ὑψιβρεμέτης, ἀπὸ δʼ ἔφθιθεν ἐσθλοὶ ἑταῖροι πάντες ὁμῶς, αὐτὸς δὲ κακὰς ὑπὸ κῆρας ἄλυξεν· ὥς θʼ ἵκετʼ Ὠγυγίην νῆσον νύμφην τε Καλυψώ, ἣ δή μιν κατέρυκε, λιλαιομένη πόσιν εἶναι, ἐν σπέσσι γλαφυροῖσι, καὶ ἔτρεφεν ἠδὲ ἔφασκε θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα· ἀλλὰ τοῦ οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθεν· ἠδʼ ὡς ἐς Φαίηκας ἀφίκετο πολλὰ μογήσας, οἳ δή μιν περὶ κῆρι θεὸν ὣς τιμήσαντο καὶ πέμψαν σὺν νηῒ φίλην ἐς πατρίδα γαῖαν, χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά τε δόντες. τοῦτʼ ἄρα δεύτατον εἶπεν ἔπος, ὅτε οἱ γλυκὺς ὕπνος λυσιμελὴς ἐπόρουσε, λύων μελεδήματα θυμοῦ. ἡ δʼ αὖτʼ ἄλλʼ ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη· ὁππότε δή ῥʼ Ὀδυσῆα ἐέλπετο ὃν κατὰ θυμὸν εὐνῆς ἧς ἀλόχου ταρπήμεναι ἠδὲ καὶ ὕπνου, αὐτίκʼ ἀπʼ Ὠκεανοῦ χρυσόθρονον ἠριγένειαν ὦρσεν, ἵνʼ ἀνθρώποισι φόως φέροι· ὦρτο δʼ Ὀδυσσεὺς εὐνῆς ἐκ μαλακῆς, ἀλόχῳ δʼ ἐπὶ μῦθον ἔτελλεν· ὦ γύναι, ἤδη μὲν πολέων κεκορήμεθʼ ἀέθλων ἀμφοτέρω, σὺ μὲν ἐνθάδʼ ἐμὸν πολυκηδέα νόστον κλαίουσʼ. αὐτὰρ ἐμὲ Ζεὺς ἄλγεσι καὶ θεοὶ ἄλλοι ἱέμενον πεδάασκον ἐμῆς ἀπὸ πατρίδος αἴης· νῦν δʼ ἐπεὶ ἀμφοτέρω πολυήρατον ἱκόμεθʼ εὐνήν, κτήματα μὲν τά μοι ἔστι, κομιζέμεν ἐν μεγάροισι, μῆλα δʼ ἅ μοι μνηστῆρες ὑπερφίαλοι κατέκειραν, πολλὰ μὲν αὐτὸς ἐγὼ ληΐσσομαι, ἄλλα δʼ Ἀχαιοὶ δώσουσʼ, εἰς ὅ κε πάντας ἐνιπλήσωσιν ἐπαύλους. ἀλλʼ ἦ τοι μὲν ἐγὼ πολυδένδρεον ἀγρὸν ἔπειμι, ὀψόμενος πατέρʼ ἐσθλόν, ὅ μοι πυκινῶς ἀκάχηται· σοὶ δέ, γύναι, τάδʼ ἐπιτέλλω, πινυτῇ περ ἐούσῃ· αὐτίκα γὰρ φάτις εἶσιν ἅμʼ ἠελίῳ ἀνιόντι ἀνδρῶν μνηστήρων, οὓς ἔκτανον ἐν μεγάροισιν· εἰς ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶν ἧσθαι, μηδέ τινα προτιόσσεο μηδʼ ἐρέεινε. ἦ ῥα καὶ ἀμφʼ ὤμοισιν ἐδύσετο τεύχεα καλά, ὦρσε δὲ Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην, πάντας δʼ ἔντεʼ ἄνωγεν ἀρήϊα χερσὶν ἑλέσθαι. οἱ δέ οἱ οὐκ ἀπίθησαν, ἐθωρήσσοντο δὲ χαλκῷ, ὤϊξαν δὲ θύρας, ἐκ δʼ ἤϊον· ἦρχε δʼ Ὀδυσσεύς. ἤδη μὲν φάος ἦεν ἐπὶ χθόνα, τοὺς δʼ ἄρʼ Ἀθήνη νυκτὶ κατακρύψασα θοῶς ἐξῆγε πόληος. Ἑρμῆς δὲ ψυχὰς Κυλλήνιος ἐξεκαλεῖτο ἀνδρῶν μνηστήρων· ἔχε δὲ ῥάβδον μετὰ χερσὶν καλὴν χρυσείην, τῇ τʼ ἀνδρῶν ὄμματα θέλγει ὧν ἐθέλει, τοὺς δʼ αὖτε καὶ ὑπνώοντας ἐγείρει· τῇ ῥʼ ἄγε κινήσας, ταὶ δὲ τρίζουσαι ἕποντο. ὡς δʼ ὅτε νυκτερίδες μυχῷ ἄντρου θεσπεσίοιο τρίζουσαι ποτέονται, ἐπεί κέ τις ἀποπέσῃσιν ὁρμαθοῦ ἐκ πέτρης, ἀνά τʼ ἀλλήλῃσιν ἔχονται, ὣς αἱ τετριγυῖαι ἅμʼ ἤϊσαν· ἦρχε δʼ ἄρα σφιν Ἑρμείας ἀκάκητα κατʼ εὐρώεντα κέλευθα. πὰρ δʼ ἴσαν Ὠκεανοῦ τε ῥοὰς καὶ Λευκάδα πέτρην, ἠδὲ παρʼ Ἠελίοιο πύλας καὶ δῆμον ὀνείρων ἤϊσαν· αἶψα δʼ ἵκοντο κατʼ ἀσφοδελὸν λειμῶνα, ἔνθα τε ναίουσι ψυχαί, εἴδωλα καμόντων. εὗρον δὲ ψυχὴν Πηληϊάδεω Ἀχιλῆος καὶ Πατροκλῆος καὶ ἀμύμονος Ἀντιλόχοιο Αἴαντός θʼ, ὃς ἄριστος ἔην εἶδός τε δέμας τε τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐδαο ὣς οἱ μὲν περὶ κεῖνον ὁμίλεον· ἀγχίμολον δὲ ἤλυθʼ ἔπι ψυχὴ Ἀγαμέμνονος Ἀτρεΐδαο ἀχνυμένη· περὶ δʼ ἄλλαι ἀγηγέραθʼ, ὅσσαι ἅμʼ αὐτῷ οἴκῳ ἐν Αἰγίσθοιο θάνον καὶ πότμον ἐπέσπον. τὸν προτέρη ψυχὴ προσεφώνεε Πηλεΐωνος· Ἀτρεΐδη, περὶ μέν σʼ ἔφαμεν Διὶ τερπικεραύνῳ ἀνδρῶν ἡρώων φίλον ἔμμεναι ἤματα πάντα, οὕνεκα πολλοῖσίν τε καὶ ἰφθίμοισιν ἄνασσες δήμῳ ἔνι Τρώων, ὅθι πάσχομεν ἄλγεʼ Ἀχαιοί. ἦ τʼ ἄρα καὶ σοὶ πρῶϊ παραστήσεσθαι ἔμελλεν μοῖρʼ ὀλοή, τὴν οὔ τις ἀλεύεται ὅς κε γένηται. ὡς ὄφελες τιμῆς ἀπονήμενος, ἧς περ ἄνασσες, δήμῳ ἔνι Τρώων θάνατον καὶ πότμον ἐπισπεῖν· τῷ κέν τοι τύμβον μὲν ἐποίησαν Παναχαιοί, ἠδέ κε καὶ σῷ παιδὶ μέγα κλέος ἤραʼ ὀπίσσω· νῦν δʼ ἄρα σʼ οἰκτίστῳ θανάτῳ εἵμαρτο ἁλῶναι. τὸν δʼ αὖτε ψυχὴ προσεφώνεεν Ἀτρείδαο· ὄλβιε Πηλέος υἱέ, θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ, ὃς θάνες ἐν Τροίῃ ἑκὰς Ἄργεος· ἀμφὶ δέ σʼ ἄλλοι κτείνοντο Τρώων καὶ Ἀχαιῶν υἷες ἄριστοι, μαρνάμενοι περὶ σεῖο· σὺ δʼ ἐν στροφάλιγγι κονίης κεῖσο μέγας μεγαλωστί, λελασμένος ἱπποσυνάων. ἡμεῖς δὲ πρόπαν ἦμαρ ἐμαρνάμεθʼ· οὐδέ κε πάμπαν παυσάμεθα πτολέμου, εἰ μὴ Ζεὺς λαίλαπι παῦσεν. αὐτὰρ ἐπεί σʼ ἐπὶ νῆας ἐνείκαμεν ἐκ πολέμοιο, κάτθεμεν ἐν λεχέεσσι, καθήραντες χρόα καλὸν ὕδατί τε λιαρῷ καὶ ἀλείφατι· πολλὰ δέ σʼ ἀμφὶ δάκρυα θερμὰ χέον Δαναοὶ κείροντό τε χαίτας. μήτηρ δʼ ἐξ ἁλὸς ἦλθε σὺν ἀθανάτῃς ἁλίῃσιν ἀγγελίης ἀΐουσα· βοὴ δʼ ἐπὶ πόντον ὀρώρει θεσπεσίη, ὑπὸ δὲ τρόμος ἔλλαβε πάντας Ἀχαιούς· καί νύ κʼ ἀναΐξαντες ἔβαν κοίλας ἐπὶ νῆας, εἰ μὴ ἀνὴρ κατέρυκε παλαιά τε πολλά τε εἰδώς, Νέστωρ, οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλή· ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν· ἴσχεσθʼ, Ἀργεῖοι, μὴ φεύγετε, κοῦροι Ἀχαιῶν· μήτηρ ἐξ ἁλὸς ἥδε σὺν ἀθανάτῃς ἁλίῃσιν ἔρχεται, οὗ παιδὸς τεθνηότος ἀντιόωσα. ὣς ἔφαθʼ, οἱ δʼ ἔσχοντο φόβου μεγάθυμοι Ἀχαιοί· ἀμφὶ δέ σʼ ἔστησαν κοῦραι ἁλίοιο γέροντος οἴκτρʼ ὀλοφυρόμεναι, περὶ δʼ ἄμβροτα εἵματα ἕσσαν. Μοῦσαι δʼ ἐννέα πᾶσαι ἀμειβόμεναι ὀπὶ καλῇ θρήνεον· ἔνθα κεν οὔ τινʼ ἀδάκρυτόν γʼ ἐνόησας Ἀργείων· τοῖον γὰρ ὑπώρορε Μοῦσα λίγεια. ἑπτὰ δὲ καὶ δέκα μέν σε ὁμῶς νύκτας τε καὶ ἦμαρ κλαίομεν ἀθάνατοί τε θεοὶ θνητοί τʼ ἄνθρωποι· ὀκτωκαιδεκάτῃ δʼ ἔδομεν πυρί, πολλὰ δέ σʼ ἀμφὶ μῆλα κατεκτάνομεν μάλα πίονα καὶ ἕλικας βοῦς. καίεο δʼ ἔν τʼ ἐσθῆτι θεῶν καὶ ἀλείφατι πολλῷ καὶ μέλιτι γλυκερῷ· πολλοὶ δʼ ἥρωες Ἀχαιοὶ τεύχεσιν ἐρρώσαντο πυρὴν πέρι καιομένοιο, πεζοί θʼ ἱππῆές τε· πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει αὐτὰρ ἐπεὶ δή σε φλὸξ ἤνυσεν Ἡφαίστοιο, ἠῶθεν δή τοι λέγομεν λεύκʼ ὀστέʼ, Ἀχιλλεῦ, οἴνῳ ἐν ἀκρήτῳ καὶ ἀλείφατι· δῶκε δὲ μήτηρ χρύσεον ἀμφιφορῆα· Διωνύσοιο δὲ δῶρον φάσκʼ ἔμεναι, ἔργον δὲ περικλυτοῦ Ἡφαίστοιο. ἐν τῷ τοι κεῖται λεύκʼ ὀστέα, φαίδιμʼ Ἀχιλλεῦ, μίγδα δὲ Πατρόκλοιο Μενοιτιάδαο θανόντος, χωρὶς δʼ Ἀντιλόχοιο, τὸν ἔξοχα τῖες ἁπάντων τῶν ἄλλων ἑτάρων, μετὰ Πάτροκλόν γε θανόντα. ἀμφʼ αὐτοῖσι δʼ ἔπειτα μέγαν καὶ ἀμύμονα τύμβον χεύαμεν Ἀργείων ἱερὸς στρατὸς αἰχμητάων ἀκτῇ ἔπι προὐχούσῃ, ἐπὶ πλατεῖ Ἑλλησπόντῳ, ὥς κεν τηλεφανὴς ἐκ ποντόφιν ἀνδράσιν εἴη τοῖς οἳ νῦν γεγάασι καὶ οἳ μετόπισθεν ἔσονται. μήτηρ δʼ αἰτήσασα θεοὺς περικαλλέʼ ἄεθλα θῆκε μέσῳ ἐν ἀγῶνι ἀριστήεσσιν Ἀχαιῶν. ἤδη μὲν πολέων τάφῳ ἀνδρῶν ἀντεβόλησας ἡρώων, ὅτε κέν ποτʼ ἀποφθιμένου βασιλῆος ζώννυνταί τε νέοι καὶ ἐπεντύνονται ἄεθλα· ἀλλά κε κεῖνα μάλιστα ἰδὼν θηήσαο θυμῷ, οἷʼ ἐπὶ σοὶ κατέθηκε θεὰ περικαλλέʼ ἄεθλα, ἀργυρόπεζα Θέτις· μάλα γὰρ φίλος ἦσθα θεοῖσιν. ὣς σὺ μὲν οὐδὲ θανὼν ὄνομʼ ὤλεσας, ἀλλά τοι αἰεὶ πάντας ἐπʼ ἀνθρώπους κλέος ἔσσεται ἐσθλόν, Ἀχιλλεῦ, αὐτὰρ ἐμοὶ τί τόδʼ ἦδος, ἐπεὶ πόλεμον τολύπευσα; ἐν νόστῳ γάρ μοι Ζεὺς μήσατο λυγρὸν ὄλεθρον Αἰγίσθου ὑπὸ χερσὶ καὶ οὐλομένης ἀλόχοιο. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον, ἀγχίμολον δέ σφʼ ἦλθε διάκτορος ἀργεϊφόντης, ψυχὰς μνηστήρων κατάγων Ὀδυσῆϊ δαμέντων, τὼ δʼ ἄρα θαμβήσαντʼ ἰθὺς κίον, ὡς ἐσιδέσθην. ἔγνω δὲ ψυχὴ Ἀγαμέμνονος Ἀτρεΐδαο παῖδα φίλον Μελανῆος, ἀγακλυτὸν Ἀμφιμέδοντα· ξεῖνος γάρ οἱ ἔην Ἰθάκῃ ἔνι οἰκία ναίων. τὸν προτέρη ψυχὴ προσεφώνεεν Ἀτρεΐδαο· Ἀμφίμεδον, τί παθόντες ἐρεμνὴν γαῖαν ἔδυτε πάντες κεκριμένοι καὶ ὁμήλικες; οὐδέ κεν ἄλλως κρινάμενος λέξαιτο κατὰ πτόλιν ἄνδρας ἀρίστους. ἦ ὔμμʼ ἐν νήεσσι Ποσειδάων ἐδάμασσεν, ὄρσας ἀργαλέους ἀνέμους καὶ κύματα μακρά; ἦ που ἀνάρσιοι ἄνδρες ἐδηλήσαντʼ ἐπὶ χέρσου βοῦς περιταμνομένους ἠδʼ οἰῶν πώεα καλά, ἠὲ περὶ πτόλιος μαχεούμενοι ἠδὲ γυναικῶν; εἰπέ μοι εἰρομένῳ· ξεῖνος δέ τοι εὔχομαι εἶναι. ἦ οὐ μέμνῃ ὅτε κεῖσε κατήλυθον ὑμέτερον δῶ, ὀτρυνέων Ὀδυσῆα σὺν ἀντιθέῳ Μενελάῳ Ἴλιον εἰς ἅμʼ ἕπεσθαι ἐϋσσέλμων ἐπὶ νηῶν; μηνὶ δʼ ἄρʼ οὔλῳ πάντα περήσαμεν εὐρέα πόντον, σπουδῇ παρπεπιθόντες Ὀδυσσῆα πτολίπορθον. τὸν δʼ αὖτε ψυχὴ προσεφώνεεν Ἀμφιμέδοντος· Ἀτρεΐδη κύδιστε, ἄναξ ἀνδρῶν Ἀγάμεμνον, μέμνημαι τάδε πάντα, διοτρεφές, ὡς ἀγορεύεις· σοὶ δʼ ἐγὼ εὖ μάλα πάντα καὶ ἀτρεκέως καταλέξω, ἡμετέρου θανάτοιο κακὸν τέλος, οἷον ἐτύχθη. μνώμεθʼ Ὀδυσσῆος δὴν οἰχομένοιο δάμαρτα· ἡ δʼ οὔτʼ ἠρνεῖτο στυγερὸν γάμον οὔτʼ ἐτελεύτα, ἡμῖν φραζομένη θάνατον καὶ κῆρα μέλαιναν, ἀλλὰ δόλον τόνδʼ ἄλλον ἐνὶ φρεσὶ μερμήριξε· στησαμένη μέγαν ἱστὸν ἐνὶ μεγάροισιν ὕφαινε, λεπτὸν καὶ περίμετρον· ἄφαρ δʼ ἡμῖν μετέειπε· κοῦροι ἐμοὶ μνηστῆρες, ἐπεὶ θάνε δῖος Ὀδυσσεύς, μίμνετʼ ἐπειγόμενοι τὸν ἐμὸν γάμον, εἰς ὅ κε φᾶρος ἐκτελέσω, μή μοι μεταμώνια νήματʼ ὄληται, Λαέρτῃ ἥρωϊ ταφήϊον, εἰς ὅτε κέν μιν μοῖρʼ ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο, μή τίς μοι κατὰ δῆμον Ἀχαιϊάδων νεμεσήσῃ, αἴ κεν ἄτερ σπείρου κεῖται πολλὰ κτεατίσσας. ὣς ἔφαθʼ, ἡμῖν δʼ αὖτʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ. ἔνθα καὶ ἠματίη μὲν ὑφαίνεσκεν μέγαν ἱστόν, νύκτας δʼ ἀλλύεσκεν, ἐπεὶ δαΐδας παραθεῖτο. ὣς τρίετες μὲν ἔληθε δόλῳ καὶ ἔπειθεν Ἀχαιούς· ἀλλʼ ὅτε τέτρατον ἦλθεν ἔτος καὶ ἐπήλυθον ὧραι, μηνῶν φθινόντων, περὶ δʼ ἤματα πόλλʼ ἐτελέσθη, καὶ τότε δή τις ἔειπε γυναικῶν, ἣ σάφα ᾔδη, καὶ τήν γʼ ἀλλύουσαν ἐφεύρομεν ἀγλαὸν ἱστόν. ὣς τὸ μὲν ἐξετέλεσσε καὶ οὐκ ἐθέλουσʼ, ὑπʼ ἀνάγκης. εὖθʼ ἡ φᾶρος ἔδειξεν, ὑφήνασα μέγαν ἱστόν, πλύνασʼ, ἠελίῳ ἐναλίγκιον ἠὲ σελήνῃ, καὶ τότε δή ῥʼ Ὀδυσῆα κακός ποθεν ἤγαγε δαίμων ἀγροῦ ἐπʼ ἐσχατιήν, ὅθι δώματα ναῖε συβώτης. ἔνθʼ ἦλθεν φίλος υἱὸς Ὀδυσσῆος θείοιο, ἐκ Πύλου ἠμαθόεντος ἰὼν σὺν νηῒ μελαίνῃ· τὼ δὲ μνηστῆρσιν θάνατον κακὸν ἀρτύναντε ἵκοντο προτὶ ἄστυ περικλυτόν, ἦ τοι Ὀδυσσεὺς ὕστερος, αὐτὰρ Τηλέμαχος πρόσθʼ ἡγεμόνευε. τὸν δὲ συβώτης ἦγε κακὰ χροῒ εἵματʼ ἔχοντα, πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι σκηπτόμενον· τὰ δὲ λυγρὰ περὶ χροῒ εἵματα ἕστο· οὐδέ τις ἡμείων δύνατο γνῶναι τὸν ἐόντα ἐξαπίνης προφανέντʼ, οὐδʼ οἳ προγενέστεροι ἦσαν, ἀλλʼ ἔπεσίν τε κακοῖσιν ἐνίσσομεν ἠδὲ βολῇσιν. αὐτὰρ ὁ τῆος ἐτόλμα ἐνὶ μεγάροισιν ἑοῖσι βαλλόμενος καὶ ἐνισσόμενος τετληότι θυμῷ· ἀλλʼ ὅτε δή μιν ἔγειρε Διὸς νοός αἰγιόχοιο, σὺν μὲν Τηλεμάχῳ περικαλλέα τεύχεʼ ἀείρας ἐς θάλαμον κατέθηκε καὶ ἐκλήϊσεν ὀχῆας, αὐτὰρ ὁ ἣν ἄλοχον πολυκερδείῃσιν ἄνωγε τόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον, ἡμῖν αἰνομόροισιν ἀέθλια καὶ φόνου ἀρχήν. οὐδέ τις ἡμείων δύνατο κρατεροῖο βιοῖο νευρὴν ἐντανύσαι, πολλὸν δʼ ἐπιδευέες ἦμεν. ἀλλʼ ὅτε χεῖρας ἵκανεν Ὀδυσσῆος μέγα τόξον, ἔνθʼ ἡμεῖς μὲν πάντες ὁμοκλέομεν ἐπέεσσι τόξον μὴ δόμεναι, μηδʼ εἰ μάλα πολλʼ ἀγορεύοι· Τηλέμαχος δέ μιν οἶος ἐποτρύνων ἐκέλευσεν. αὐτὰρ ὁ δέξατο χειρὶ πολύτλας δῖος Ὀδυσσεύς, ῥηϊδίως δʼ ἐτάνυσσε βιόν, διὰ δʼ ἧκε σιδήρου, στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰών, ταχέας δʼ ἐκχεύατʼ ὀϊστοὺς δεινὸν παπταίνων, βάλε δʼ Ἀντίνοον βασιλῆα. αὐτὰρ ἔπειτʼ ἄλλοις ἐφίει βέλεα στονόεντα, ἄντα τιτυσκόμενος· τοὶ δʼ ἀγχιστῖνοι ἔπιπτον. γνωτὸν δʼ ἦν ὅ ῥά τίς σφι θεῶν ἐπιτάρροθος ἦεν· αὐτίκα γὰρ κατὰ δώματʼ ἐπισπόμενοι μένεϊ σφῷ κτεῖνον ἐπιστροφάδην, τῶν δὲ στόνος ὤρνυτʼ ἀεικὴς κράτων τυπτομένων, δάπεδον δʼ ἅπαν αἵματι θῦεν. ὣς ἡμεῖς, Ἀγάμεμνον, ἀπωλόμεθʼ, ὧν ἔτι καὶ νῦν σώματʼ ἀκηδέα κεῖται ἐνὶ μεγάροις Ὀδυσῆος· οὐ γάρ πω ἴσασι φίλοι κατὰ δώμαθʼ ἑκάστου, οἵ κʼ ἀπονίψαντες μέλανα βρότον ἐξ ὠτειλέων κατθέμενοι γοάοιεν· ὃ γὰρ γέρας ἐστὶ θανόντων. τὸν δʼ αὖτε ψυχὴ προσεφώνεεν Ἀτρεΐδαο· ὄλβιε Λαέρταο πάϊ, πολυμήχανʼ Ὀδυσσεῦ, ἦ ἄρα σὺν μεγάλῃ ἀρετῇ ἐκτήσω ἄκοιτιν. ὡς ἀγαθαὶ φρένες ἦσαν ἀμύμονι Πηνελοπείῃ, κούρῃ Ἰκαρίου· ὡς εὖ μέμνητʼ Ὀδυσῆος, ἀνδρὸς κουριδίου· τῷ οἱ κλέος οὔ ποτʼ ὀλεῖται ἧς ἀρετῆς, τεύξουσι δʼ ἐπιχθονίοισιν ἀοιδὴν ἀθάνατοι χαρίεσσαν ἐχέφρονι Πηνελοπείῃ, οὐχ ὡς Τυνδαρέου κούρη κακὰ μήσατο ἔργα, κουρίδιον κτείνασα πόσιν, στυγερὴ δέ τʼ ἀοιδὴ ἔσσετʼ ἐπʼ ἀνθρώπους, χαλεπὴν δέ τε φῆμιν ὀπάσσει θηλυτέρῃσι γυναιξί, καὶ ἥ κʼ εὐεργὸς ἔῃσιν. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον, ἑσταότʼ εἰν Ἀΐδαο δόμοις, ὑπὸ κεύθεσι γαίης· οἱ δʼ ἐπεὶ ἐκ πόλιος κατέβαν, τάχα δʼ ἀγρὸν ἵκοντο καλὸν Λαέρταο τετυγμένον, ὅν ῥά ποτʼ αὐτὸς Λαέρτης κτεάτισσεν, ἐπεὶ μάλα πόλλʼ ἐμόγησεν. ἔνθα οἱ οἶκος ἔην, περὶ δὲ κλίσιον θέε πάντη, ἐν τῷ σιτέσκοντο καὶ ἵζανον ἠδὲ ἴαυον δμῶες ἀναγκαῖοι, τοί οἱ φίλα ἐργάζοντο. ἐν δὲ γυνὴ Σικελὴ γρηῢς πέλεν, ἥ ῥα γέροντα ἐνδυκέως κομέεσκεν ἐπʼ ἀγροῦ, νόσφι πόληος. ἔνθʼ Ὀδυσεὺς δμώεσσι καὶ υἱέϊ μῦθον ἔειπεν· ὑμεῖς μὲν νῦν ἔλθετʼ ἐϋκτίμενον δόμον εἴσω, δεῖπνον δʼ αἶψα συῶν ἱερεύσατε ὅς τις ἄριστος· αὐτὰρ ἐγὼ πατρὸς πειρήσομαι ἡμετέροιο, αἴ κέ μʼ ἐπιγνώῃ καὶ φράσσεται ὀφθαλμοῖσιν, ἦέ κεν ἀγνοιῇσι, πολὺν χρόνον ἀμφὶς ἐόντα. ὣς εἰπὼν δμώεσσιν ἀρήϊα τεύχεʼ ἔδωκεν. οἱ μὲν ἔπειτα δόμονδε θοῶς κίον, αὐτὰρ Ὀδυσσεὺς ἆσσον ἴεν πολυκάρπου ἀλωῆς πειρητίζων. οὐδʼ εὗρεν Δολίον, μέγαν ὄρχατον ἐσκαταβαίνων, οὐδέ τινα δμώων οὐδʼ υἱῶν· ἀλλʼ ἄρα τοί γε αἱμασιὰς λέξοντες ἀλωῆς ἔμμεναι ἕρκος ᾤχοντʼ, αὐτὰρ ὁ τοῖσι γέρων ὁδὸν ἡγεμόνευε. τὸν δʼ οἶον πατέρʼ εὗρεν ἐϋκτιμένῃ ἐν ἀλωῇ, λιστρεύοντα φυτόν· ῥυπόωντα δὲ ἕστο χιτῶνα ῥαπτὸν ἀεικέλιον, περὶ δὲ κνήμῃσι βοείας κνημῖδας ῥαπτὰς δέδετο, γραπτῦς ἀλεείνων, χειρῖδάς τʼ ἐπὶ χερσὶ βάτων ἕνεκʼ· αὐτὰρ ὕπερθεν αἰγείην κυνέην κεφαλῇ ἔχε, πένθος ἀέξων. τὸν δʼ ὡς οὖν ἐνόησε πολύτλας δῖος Ὀδυσσεὺς γήραϊ τειρόμενον, μέγα δὲ φρεσὶ πένθος ἔχοντα, στὰς ἄρʼ ὑπὸ βλωθρὴν ὄγχνην κατὰ δάκρυον εἶβε. μερμήριξε δʼ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν κύσσαι καὶ περιφῦναι ἑὸν πατέρʼ, ἠδὲ ἕκαστα εἰπεῖν, ὡς ἔλθοι καὶ ἵκοιτʼ ἐς πατρίδα γαῖαν, ἦ πρῶτʼ ἐξερέοιτο ἕκαστά τε πειρήσαιτο. ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι, πρῶτον κερτομίοις ἐπέεσσιν πειρηθῆναι. τὰ φρονέων ἰθὺς κίεν αὐτοῦ δῖος Ὀδυσσεύς. ἦ τοι ὁ μὲν κατέχων κεφαλὴν φυτὸν ἀμφελάχαινε· τὸν δὲ παριστάμενος προσεφώνεε φαίδιμος υἱός· ὦ γέρον, οὐκ ἀδαημονίη σʼ ἔχει ἀμφιπολεύειν ὄρχατον, ἀλλʼ εὖ τοι κομιδὴ ἔχει, οὐδέ τι πάμπαν, οὐ φυτόν, οὐ συκέη, οὐκ ἄμπελος, οὐ μὲν ἐλαίη, οὐκ ὄγχνη, οὐ πρασιή τοι ἄνευ κομιδῆς κατὰ κῆπον. ἄλλο δέ τοι ἐρέω, σὺ δὲ μὴ χόλον ἔνθεο θυμῷ αὐτόν σʼ οὐκ ἀγαθὴ κομιδὴ ἔχει, ἀλλʼ ἅμα γῆρας λυγρὸν ἔχεις αὐχμεῖς τε κακῶς καὶ ἀεικέα ἕσσαι. οὐ μὲν ἀεργίης γε ἄναξ ἕνεκʼ οὔ σε κομίζει, οὐδέ τί τοι δούλειον ἐπιπρέπει εἰσοράασθαι εἶδος καὶ μέγεθος· βασιλῆϊ γὰρ ἀνδρὶ ἔοικας. τοιούτῳ δὲ ἔοικας, ἐπεὶ λούσαιτο φάγοι τε, εὑδέμεναι μαλακῶς· ἡ γὰρ δίκη ἐστὶ γερόντων. ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον, τεῦ δμὼς εἶς ἀνδρῶν; τεῦ δʼ ὄρχατον ἀμφιπολεύεις; καὶ μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐῢ εἰδῶ, εἰ ἐτεόν γʼ Ἰθάκην τήνδʼ ἱκόμεθʼ, ὥς μοι ἔειπεν οὗτος ἀνὴρ νῦν δὴ ξυμβλήμενος ἐνθάδʼ ἰόντι, οὔ τι μάλʼ ἀρτίφρων, ἐπεὶ οὐ τόλμησεν ἕκαστα εἰπεῖν ἠδʼ ἐπακοῦσαι ἐμὸν ἔπος, ὡς ἐρέεινον ἀμφὶ ξείνῳ ἐμῷ, ἤ που ζώει τε καὶ ἔστιν ἦ ἤδη τέθνηκε καὶ εἰν Ἀΐδαο δόμοισιν. ἐκ γάρ τοι ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον· ἄνδρα ποτʼ ἐξείνισσα φίλῃ ἐνὶ πατρίδι γαίῃ ἡμέτερόνδʼ ἐλθόντα, καὶ οὔ πω τις βροτὸς ἄλλος ξείνων τηλεδαπῶν φιλίων ἐμὸν ἵκετο δῶμα· εὔχετο δʼ ἐξ Ἰθάκης γένος ἔμμεναι, αὐτὰρ ἔφασκε Λαέρτην Ἀρκεισιάδην πατέρʼ ἔμμεναι αὐτῷ. τὸν μὲν ἐγὼ πρὸς δώματʼ ἄγων ἐῢ ἐξείνισσα, ἐνδυκέως φιλέων, πολλῶν κατὰ οἶκον ἐόντων, καί οἱ δῶρα πόρον ξεινήϊα, οἷα ἐῴκει. χρυσοῦ μέν οἱ δῶκʼ εὐεργέος ἑπτὰ τάλαντα, δῶκα δέ οἱ κρητῆρα πανάργυρον ἀνθεμόεντα, δώδεκα δʼ ἁπλοΐδας χλαίνας, τόσσους δὲ τάπητας, τόσσα δὲ φάρεα καλά, τόσους δʼ ἐπὶ τοῖσι χιτῶνας, χωρὶς δʼ αὖτε γυναῖκας, ἀμύμονα ἔργα ἰδυίας, τέσσαρας εἰδαλίμας, ἃς ἤθελεν αὐτὸς ἑλέσθαι. τὸν δʼ ἠμείβετʼ ἔπειτα πατὴρ κατὰ δάκρυον εἴβων· ξεῖνʼ, ἦ τοι μὲν γαῖαν ἱκάνεις, ἣν ἐρεείνεις, ὑβρισταὶ δʼ αὐτὴν καὶ ἀτάσθαλοι ἄνδρες ἔχουσιν· δῶρα δʼ ἐτώσια ταῦτα χαρίζεο, μυρίʼ ὀπάζων· εἰ γάρ μιν ζωόν γʼ ἐκίχεις Ἰθάκης ἐνὶ δήμῳ, τῷ κέν σʼ εὖ δώροισιν ἀμειψάμενος ἀπέπεμψε καὶ ξενίῃ ἀγαθῇ ἡ γὰρ θέμις, ὅς τις ὑπάρξῃ. ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον, πόστον δὴ ἔτος ἐστίν, ὅτε ξείνισσας ἐκεῖνον σὸν ξεῖνον δύστηνον, ἐμὸν παῖδʼ, εἴ ποτʼ ἔην γε, δύσμορον; ὅν που τῆλε φίλων καὶ πατρίδος αἴης ἠέ που ἐν πόντῳ φάγον ἰχθύες, ἢ ἐπὶ χέρσου θηρσὶ καὶ οἰωνοῖσιν ἕλωρ γένετʼ· οὐδέ ἑ μήτηρ κλαῦσε περιστείλασα πατήρ θʼ, οἵ μιν τεκόμεσθα· οὐδʼ ἄλοχος πολύδωρος, ἐχέφρων Πηνελόπεια, κώκυσʼ ἐν λεχέεσσιν ἑὸν πόσιν, ὡς ἐπεῴκει, ὀφθαλμοὺς καθελοῦσα· τὸ γὰρ γέρας ἐστὶ θανόντων. καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐῢ εἰδῶ· τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες; ποῦ δὲ νηῦς ἕστηκε θοή, ἥ σʼ ἤγαγε δεῦρο ἀντιθέους θʼ ἑτάρους; ἦ ἔμπορος εἰλήλουθας νηὸς ἐπʼ ἀλλοτρίης, οἱ δʼ ἐκβήσαντες ἔβησαν; τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· τοιγὰρ ἐγώ τοι πάντα μάλʼ ἀτρεκέως καταλέξω. εἰμὶ μὲν ἐξ Ἀλύβαντος, ὅθι κλυτὰ δώματα ναίω, υἱὸς Ἀφείδαντος Πολυπημονίδαο ἄνακτος· αὐτὰρ ἐμοί γʼ ὄνομʼ ἐστὶν Ἐπήριτος· ἀλλά με δαίμων πλάγξʼ ἀπὸ Σικανίης δεῦρʼ ἐλθέμεν οὐκ ἐθέλοντα· νηῦς δέ μοι ἥδʼ ἕστηκεν ἐπʼ ἀγροῦ νόσφι πόληος. αὐτὰρ Ὀδυσσῆϊ τόδε δὴ πέμπτον ἔτος ἐστίν, ἐξ οὗ κεῖθεν ἔβη καὶ ἐμῆς ἀπελήλυθε πάτρης, δύσμορος· ἦ τέ οἱ ἐσθλοὶ ἔσαν ὄρνιθες ἰόντι, δεξιοί, οἷς χαίρων μὲν ἐγὼν ἀπέπεμπον ἐκεῖνον, χαῖρε δὲ κεῖνος ἰών· θυμὸς δʼ ἔτι νῶϊν ἐώλπει μίξεσθαι ξενίῃ ἠδʼ ἀγλαὰ δῶρα διδώσειν. ὣς φάτο, τὸν δʼ ἄχεος νεφέλη ἐκάλυψε μέλαινα· ἀμφοτέρῃσι δὲ χερσὶν ἑλὼν κόνιν αἰθαλόεσσαν χεύατο κὰκ κεφαλῆς πολιῆς, ἁδινὰ στεναχίζων. τοῦ δʼ ὠρίνετο θυμός, ἀνὰ ῥῖνας δέ οἱ ἤδη δριμὺ μένος προὔτυψε φίλον πατέρʼ εἰσορόωντι. κύσσε δέ μιν περιφὺς ἐπιάλμενος, ἠδὲ προσηύδα· κεῖνος μέν τοι ὅδʼ αὐτὸς ἐγώ, πάτερ, ὃν σὺ μεταλλᾷς, ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν. ἀλλʼ ἴσχεο κλαυθμοῖο γόοιό τε δακρυόεντος. ἐκ γάρ τοι ἐρέω· μάλα δὲ χρὴ σπευδέμεν ἔμπης· μνηστῆρας κατέπεφνον ἐν ἡμετέροισι δόμοισι, λώβην τινύμενος θυμαλγέα καὶ κακὰ ἔργα. τὸν δʼ αὖ Λαέρτης ἀπαμείβετο φώνησέν τε· εἰ μὲν δὴ Ὀδυσεύς γε ἐμὸς πάϊς ἐνθάδʼ ἱκάνεις, σῆμά τί μοι νῦν εἰπὲ ἀριφραδές, ὄφρα πεποίθω. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· οὐλὴν μὲν πρῶτον τήνδε φράσαι ὀφθαλμοῖσι, τὴν ἐν Παρνησῷ μʼ ἔλασεν σῦς λευκῷ ὀδόντι οἰχόμενον· σὺ δέ με προΐεις καὶ πότνια μήτηρ ἐς πατέρʼ Αὐτόλυκον μητρὸς φίλον, ὄφρʼ ἂν ἑλοίμην δῶρα, τὰ δεῦρο μολών μοι ὑπέσχετο καὶ κατένευσεν. εἰ δʼ ἄγε τοι καὶ δένδρεʼ ἐϋκτιμένην κατʼ ἀλωὴν εἴπω, ἅ μοί ποτʼ ἔδωκας, ἐγὼ δʼ ᾔτεόν σε ἕκαστα παιδνὸς ἐών, κατὰ κῆπον ἐπισπόμενος· διὰ δʼ αὐτῶν ἱκνεύμεσθα, σὺ δʼ ὠνόμασας καὶ ἔειπες ἕκαστα. ὄγχνας μοι δῶκας τρισκαίδεκα καὶ δέκα μηλέας, συκέας τεσσαράκοντʼ· ὄρχους δέ μοι ὧδʼ ὀνόμηνας δώσειν πεντήκοντα, διατρύγιος δὲ ἕκαστος ἤην· ἔνθα δʼ ἀνὰ σταφυλαὶ παντοῖαι ἔασιν— ὁππότε δὴ Διὸς ὧραι ἐπιβρίσειαν ὕπερθεν. ὣς φάτο, τοῦ δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ, σήματʼ ἀναγνόντος τά οἱ ἔμπεδα πέφραδʼ Ὀδυσσεύς. ἀμφὶ δὲ παιδὶ φίλῳ βάλε πήχεε· τὸν δὲ ποτὶ οἷ εἷλεν ἀποψύχοντα πολύτλας δῖος Ὀδυσσεύς. αὐτὰρ ἐπεί ῥʼ ἄμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη, ἐξαῦτις μύθοισιν ἀμειβόμενος προσέειπε· Ζεῦ πάτερ, ἦ ῥα ἔτʼ ἔστε θεοὶ κατὰ μακρὸν Ὄλυμπον, εἰ ἐτεὸν μνηστῆρες ἀτάσθαλον ὕβριν ἔτισαν. νῦν δʼ αἰνῶς δείδοικα κατὰ φρένα μὴ τάχα πάντες ἐνθάδʼ ἐπέλθωσιν Ἰθακήσιοι, ἀγγελίας δὲ πάντη ἐποτρύνωσι Κεφαλλήνων πολίεσσι. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· θάρσει, μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων. ἀλλʼ ἴομεν προτὶ οἶκον, ὃς ὀρχάτου ἐγγύθι κεῖται· ἔνθα δὲ Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην προὔπεμψʼ, ὡς ἂν δεῖπνον ἐφοπλίσσωσι τάχιστα. ὣς ἄρα φωνήσαντε βάτην πρὸς δώματα καλά. οἱ δʼ ὅτε δή ῥʼ ἵκοντο δόμους εὖ ναιετάοντας, εὗρον Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην ταμνομένους κρέα πολλὰ κερῶντάς τʼ αἴθοπα οἶνον. τόφρα δὲ Λαέρτην μεγαλήτορα ᾧ ἐνὶ οἴκῳ ἀμφίπολος Σικελὴ λοῦσεν καὶ χρῖσεν ἐλαίῳ, ἀμφὶ δʼ ἄρα χλαῖναν καλὴν βάλεν· αὐτὰρ Ἀθήνη ἄγχι παρισταμένη μέλεʼ ἤλδανε ποιμένι λαῶν, μείζονα δʼ ἠὲ πάρος καὶ πάσσονα θῆκεν ἰδέσθαι. ἐκ δʼ ἀσαμίνθου βῆ· θαύμαζε δέ μιν φίλος υἱός, ὡς ἴδεν ἀθανάτοισι θεοῖς ἐναλίγκιον ἄντην· καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· ὦ πάτερ, ἦ μάλα τίς σε θεῶν αἰειγενετάων εἶδός τε μέγεθός τε ἀμείνονα θῆκεν ἰδέσθαι. τὸν δʼ αὖ Λαέρτης πεπνυμένος ἀντίον ηὔδα· αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον, οἷος Νήρικον εἷλον, ἐϋκτίμενον πτολίεθρον, ἀκτὴν ἠπείροιο, Κεφαλλήνεσσιν ἀνάσσων, τοῖος ἐών τοι χθιζὸς ἐν ἡμετέροισι δόμοισιν, τεύχεʼ ἔχων ὤμοισιν, ἐφεστάμεναι καὶ ἀμύνειν ἄνδρας μνηστῆρας· τῷ κε σφέων γούνατʼ ἔλυσα πολλῶν ἐν μεγάροισι, σὺ δὲ φρένας ἔνδον ἐγήθεις. ὣς οἷ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον. οἱ δʼ ἐπεὶ οὖν παύσαντο πόνου τετύκοντό τε δαῖτα, ἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε· ἔνθʼ οἱ μὲν δείπνῳ ἐπεχείρεον, ἀγχίμολον δὲ ἦλθʼ ὁ γέρων Δολίος, σὺν δʼ υἱεῖς τοῖο γέροντος, ἐξ ἔργων μογέοντες, ἐπεὶ προμολοῦσα κάλεσσεν μήτηρ γρηῦς Σικελή, ἥ σφεας τρέφε καί ῥα γέροντα ἐνδυκέως κομέεσκεν, ἐπεὶ κατὰ γῆρας ἔμαρψεν. οἱ δʼ ὡς οὖν Ὀδυσῆα ἴδον φράσσαντό τε θυμῷ, ἔσταν ἐνὶ μεγάροισι τεθηπότες· αὐτὰρ Ὀδυσσεὺς μειλιχίοις ἐπέεσσι καθαπτόμενος προσέειπεν· ὦ γέρον, ἵζʼ ἐπὶ δεῖπνον, ἀπεκλελάθεσθε δὲ θάμβευς· δηρὸν γὰρ σίτῳ ἐπιχειρήσειν μεμαῶτες μίμνομεν ἐν μεγάροις, ὑμέας ποτιδέγμενοι αἰεί. ὣς ἄρ ἔφη, Δολίος δʼ ἰθὺς κίε χεῖρε πετάσσας ἀμφοτέρας, Ὀδυσεῦς δὲ λαβὼν κύσε χεῖρʼ ἐπὶ καρπῷ, καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· ὦ φίλʼ, ἐπεὶ νόστησας ἐελδομένοισι μάλʼ ἡμῖν οὐδʼ ἔτʼ ὀϊομένοισι, θεοὶ δέ σʼ ἀνήγαγον αὐτοί, οὖλέ τε καὶ μάλα χαῖρε, θεοὶ δέ τοι ὄλβια δοῖεν. καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐῢ εἰδῶ, ἢ ἤδη σάφα οἶδε περίφρων Πηνελόπεια νοστήσαντά σε δεῦρʼ, ἦ ἄγγελον ὀτρύνωμεν. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς ὦ γέρον, ἤδη οἶδε· τί σε χρὴ ταῦτα πένεσθαι; ὣς φάθʼ, ὁ δʼ αὖτις ἄρʼ ἕζετʼ ἐϋξέστου ἐπὶ δίφρου. ὣς δʼ αὔτως παῖδες Δολίου κλυτὸν ἀμφʼ Ὀδυσῆα δεικανόωντʼ ἐπέεσσι καὶ ἐν χείρεσσι φύοντο, ἑξείης δʼ ἕζοντο παραὶ Δολίον, πατέρα σφόν. ὣς οἱ μὲν περὶ δεῖπνον ἐνὶ μεγάροισι πένοντο· Ὄσσα δʼ ἄρʼ ἄγγελος ὦκα κατὰ πτόλιν ᾤχετο πάντη, μνηστήρων στυγερὸν θάνατον καὶ κῆρʼ ἐνέπουσα. οἱ δʼ ἄρʼ ὁμῶς ἀΐοντες ἐφοίτων ἄλλοθεν ἄλλος μυχμῷ τε στοναχῇ τε δόμων προπάροιθʼ Ὀδυσῆος, ἐκ δὲ νέκυς οἴκων φόρεον καὶ θάπτον ἕκαστοι, τοὺς δʼ ἐξ ἀλλάων πολίων οἶκόνδε ἕκαστον πέμπον ἄγειν ἁλιεῦσι θοῇς ἐπὶ νηυσὶ τιθέντες· αὐτοὶ δʼ εἰς ἀγορὴν κίον ἀθρόοι, ἀχνύμενοι κῆρ. αὐτὰρ ἐπεί ῥʼ ἤγερθεν ὁμηγερέες τʼ ἐγένοντο, τοῖσιν δʼ Εὐπείθης ἀνά θʼ ἵστατο καὶ μετέειπε· παιδὸς γάρ οἱ ἄλαστον ἐνὶ φρεσὶ πένθος ἔκειτο, Ἀντινόου, τὸν πρῶτον ἐνήρατο δῖος Ὀδυσσεύς· τοῦ ὅ γε δάκρυ χέων ἀγορήσατο καὶ μετέειπεν· ὦ φίλοι, ἦ μέγα ἔργον ἀνὴρ ὅδʼ ἐμήσατʼ Ἀχαιούς· τοὺς μὲν σὺν νήεσσιν ἄγων πολέας τε καὶ ἐσθλοὺς ὤλεσε μὲν νῆας γλαφυράς, ἀπὸ δʼ ὤλεσε λαούς· τοὺς δʼ ἐλθὼν ἔκτεινε Κεφαλλήνων ὄχʼ ἀρίστους, ἀλλʼ ἄγετε, πρὶν τοῦτον ἢ ἐς Πύλον ὦκα ἱκέσθαι ἢ καὶ ἐς Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί, ἴομεν· ἦ καὶ ἔπειτα κατηφέες ἐσσόμεθʼ αἰεί· λώβη γὰρ τάδε γʼ ἐστὶ καὶ ἐσσομένοισι πυθέσθαι, εἰ δὴ μὴ παίδων τε κασιγνήτων τε φονῆας τισόμεθʼ. οὐκ ἂν ἐμοί γε μετὰ φρεσὶν ἡδὺ γένοιτο ζωέμεν, ἀλλὰ τάχιστα θανὼν φθιμένοισι μετείην. ἀλλʼ ἴομεν, μὴ φθέωσι περαιωθέντες ἐκεῖνοι. ὣς φάτο δάκρυ χέων, οἶκτος δʼ ἕλε πάντας Ἀχαιούς. ἀγχίμολον δέ σφʼ ἦλθε Μέδων καὶ θεῖος ἀοιδὸς ἐκ μεγάρων Ὀδυσῆος, ἐπεί σφεας ὕπνος ἀνῆκεν, ἔσταν δʼ ἐν μέσσοισι· τάφος δʼ ἕλεν ἄνδρα ἕκαστον. τοῖσι δὲ καὶ μετέειπε Μέδων πεπνυμένα εἰδώς· κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι· οὐ γὰρ Ὀδυσσεὺς ἀθανάτων ἀέκητι θεῶν τάδʼ ἐμήσατο ἔργα· αὐτὸς ἐγὼν εἶδον θεὸν ἄμβροτον, ὅς ῥʼ Ὀδυσῆϊ ἐγγύθεν ἑστήκει καὶ Μέντορι πάντα ἐῴκει. ἀθάνατος δὲ θεὸς τοτὲ μὲν προπάροιθʼ Ὀδυσῆος φαίνετο θαρσύνων, τοτὲ δὲ μνηστῆρας ὀρίνων θῦνε κατὰ μέγαρον· τοὶ δʼ ἀγχιστῖνοι ἔπιπτον. ὣς φάτο, τοὺς δʼ ἄρα πάντας ὑπὸ χλωρὸν δέος ᾕρει. τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως Ἁλιθέρσης Μαστορίδης· ὁ γὰρ οἶος ὅρα πρόσσω καὶ ὀπίσσω· ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπε· κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν εἴπω· ὑμετέρῃ κακότητι, φίλοι, τάδε ἔργα γένοντο· οὐ γὰρ ἐμοὶ πείθεσθʼ, οὐ Μέντορι ποιμένι λαῶν, ὑμετέρους παῖδας καταπαυέμεν ἀφροσυνάων, οἳ μέγα ἔργον ἔρεξαν ἀτασθαλίῃσι κακῇσι, κτήματα κείροντες καὶ ἀτιμάζοντες ἄκοιτιν ἀνδρὸς ἀριστῆος· τὸν δʼ οὐκέτι φάντο νέεσθαι. καὶ νῦν ὧδε γένοιτο. πίθεσθέ μοι ὡς ἀγορεύω· μὴ ἴομεν, μή πού τις ἐπίσπαστον κακὸν εὕρῃ. ὣς ἔφαθʼ, οἱ δʼ ἄρʼ ἀνήϊξαν μεγάλῳ ἀλαλητῷ ἡμίσεων πλείους· τοὶ δʼ ἀθρόοι αὐτόθι μίμνον· οὐ γὰρ σφιν ἅδε μῦθος ἐνὶ φρεσίν, ἀλλʼ Εὐπείθει πείθοντʼ· αἶψα δʼ ἔπειτʼ ἐπὶ τεύχεα ἐσσεύοντο. αὐτὰρ ἐπεί ῥʼ ἕσσαντο περὶ χροῒ νώροπα χαλκόν, ἀθρόοι ἠγερέθοντο πρὸ ἄστεος εὐρυχόροιο. τοῖσιν δʼ Εὐπείθης ἡγήσατο νηπιέῃσι· φῆ δʼ ὅ γε τίσεσθαι παιδὸς φόνον, οὐδʼ ἄρʼ ἔμελλεν ἂψ ἀπονοστήσειν, ἀλλʼ αὐτοῦ πότμον ἐφέψειν. αὐτὰρ Ἀθηναίη Ζῆνα Κρονίωνα προσηύδα· ὦ πάτερ ἡμέτερε, Κρονίδη, ὕπατε κρειόντων, εἰπέ μοι εἰρομένῃ, τί νύ τοι νόος ἔνδοθι κεύθει; ἢ προτέρω πόλεμόν τε κακὸν καὶ φύλοπιν αἰνὴν τεύξεις, ἦ φιλότητα μετʼ ἀμφοτέροισι τίθησθα; τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς· τέκνον ἐμόν, τί με ταῦτα διείρεαι ἠδὲ μεταλλᾷς; οὐ γὰρ δὴ τοῦτον μὲν ἐβούλευσας νόον αὐτή, ὡς ἦ τοι κείνους Ὀδυσεὺς ἀποτίσεται ἐλθών; ἔρξον ὅπως ἐθέλεις· ἐρέω τέ τοι ὡς ἐπέοικεν. ἐπεὶ δὴ μνηστῆρας ἐτίσατο δῖος Ὀδυσσεύς, ὅρκια πιστὰ ταμόντες ὁ μὲν βασιλευέτω αἰεί, ἡμεῖς δʼ αὖ παίδων τε κασιγνήτων τε φόνοιο ἔκλησιν θέωμεν· τοὶ δʼ ἀλλήλους φιλεόντων ὡς τὸ πάρος, πλοῦτος δὲ καὶ εἰρήνη ἅλις ἔστω. ὣς εἰπὼν ὤτρυνε πάρος μεμαυῖαν Ἀθήνην, βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα. οἱ δʼ ἐπεὶ οὖν σίτοιο μελίφρονος ἐξ ἔρον ἕντο, τοῖς δʼ ἄρα μύθων ἦρχε πολύτλας δῖος Ὀδυσσεύς· ἐξελθών τις ἴδοι μὴ δὴ σχεδὸν ὦσι κιόντες. ὣς ἔφατʼ· ἐκ δʼ υἱὸς Δολίου κίεν, ὡς ἐκέλευεν· στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰών, τοὺς δὲ σχεδὸν ἔσιδε πάντας· αἶψα δʼ Ὀδυσσῆα ἔπεα πτερόεντα προσηύδα· οἵδε δὴ ἐγγὺς ἔασʼ· ἀλλʼ ὁπλιζώμεθα θᾶσσον. ὣς ἔφαθʼ, οἱ δʼ ὤρνυντο καὶ ἐν τεύχεσσι δύοντο, τέσσαρες ἀμφʼ Ὀδυσῆʼ, ἓξ δʼ υἱεῖς οἱ Δολίοιο· ἐν δʼ ἄρα Λαέρτης Δολίος τʼ ἐς τεύχεʼ ἔδυνον, καὶ πολιοί περ ἐόντες, ἀναγκαῖοι πολεμισταί. αὐτὰρ ἐπεί ῥʼ ἕσσαντο περὶ χροῒ νώροπα χαλκόν, ὤϊξάν ῥα θύρας, ἐκ δʼ ἤϊον, ἄρχε δʼ Ὀδυσσεύς. τοῖσι δʼ ἐπʼ ἀγχίμολον θυγάτηρ Διὸς ἦλθεν Ἀθήνη Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν.