ἥατʼ ἐπήρετμοι τὴν σὴν ποτιδέγμενοι ὁρμήν· ἀλλʼ ἴομεν, μὴ δηθὰ διατρίβωμεν ὁδοῖο. ὣς ἄρα φωνήσασʼ ἡγήσατο Παλλὰς Ἀθήνη καρπαλίμως· ὁ δʼ ἔπειτα μετʼ ἴχνια βαῖνε θεοῖο. αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν, εὗρον ἔπειτʼ ἐπὶ θινὶ κάρη κομόωντας ἑταίρους. τοῖσι δὲ καὶ μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο· δεῦτε, φίλοι, ἤια φερώμεθα· πάντα γὰρ ἤδη ἁθρόʼ ἐνὶ μεγάρῳ. μήτηρ δʼ ἐμὴ οὔ τι πέπυσται, οὐδʼ ἄλλαι δμωαί, μία δʼ οἴη μῦθον ἄκουσεν. ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δʼ ἅμʼ ἕποντο. οἱ δʼ ἄρα πάντα φέροντες ἐυσσέλμῳ ἐπὶ νηὶ κάτθεσαν, ὡς ἐκέλευσεν Ὀδυσσῆος φίλος υἱός. ἂν δʼ ἄρα Τηλέμαχος νηὸς βαῖνʼ, ἦρχε δʼ Ἀθήνη, νηὶ δʼ ἐνὶ πρυμνῇ κατʼ ἄρʼ ἕζετο· ἄγχι δʼ ἄρʼ αὐτῆς ἕζετο Τηλέμαχος. τοὶ δὲ πρυμνήσιʼ ἔλυσαν, ἂν δὲ καὶ αὐτοὶ βάντες ἐπὶ κληῖσι καθῖζον. τοῖσιν δʼ ἴκμενον οὖρον ἵει γλαυκῶπις Ἀθήνη, ἀκραῆ Ζέφυρον, κελάδοντʼ ἐπὶ οἴνοπα πόντον. Τηλέμαχος δʼ ἑτάροισιν ἐποτρύνας ἐκέλευσεν ὅπλων ἅπτεσθαι· τοὶ δʼ ὀτρύνοντος ἄκουσαν. ἱστὸν δʼ εἰλάτινον κοίλης ἔντοσθε μεσόδμης στῆσαν ἀείραντες, κατὰ δὲ προτόνοισιν ἔδησαν, ἕλκον δʼ ἱστία λευκὰ ἐυστρέπτοισι βοεῦσιν. ἔπρησεν δʼ ἄνεμος μέσον ἱστίον, ἀμφὶ δὲ κῦμα στείρῃ πορφύρεον μεγάλʼ ἴαχε νηὸς ἰούσης· ἡ δʼ ἔθεεν κατὰ κῦμα διαπρήσσουσα κέλευθον. δησάμενοι δʼ ἄρα ὅπλα θοὴν ἀνὰ νῆα μέλαιναν στήσαντο κρητῆρας ἐπιστεφέας οἴνοιο, λεῖβον δʼ ἀθανάτοισι θεοῖς αἰειγενέτῃσιν, ἐκ πάντων δὲ μάλιστα Διὸς γλαυκώπιδι κούρῃ. παννυχίη μέν ῥʼ ἥ γε καὶ ἠῶ πεῖρε κέλευθον. Ἠέλιος δʼ ἀνόρουσε, λιπὼν περικαλλέα λίμνην, οὐρανὸν ἐς πολύχαλκον, ἵνʼ ἀθανάτοισι φαείνοι καὶ θνητοῖσι βροτοῖσιν ἐπὶ ζείδωρον ἄρουραν· οἱ δὲ Πύλον, Νηλῆος ἐυκτίμενον πτολίεθρον, ἷξον· τοὶ δʼ ἐπὶ θινὶ θαλάσσης ἱερὰ ῥέζον, ταύρους παμμέλανας, ἐνοσίχθονι κυανοχαίτῃ. ἐννέα δʼ ἕδραι ἔσαν, πεντακόσιοι δʼ ἐν ἑκάστῃ ἥατο καὶ προύχοντο ἑκάστοθι ἐννέα ταύρους. εὖθʼ οἱ σπλάγχνα πάσαντο, θεῷ δʼ ἐπὶ μηρίʼ ἔκαιον, οἱ δʼ ἰθὺς κατάγοντο ἰδʼ ἱστία νηὸς ἐίσης στεῖλαν ἀείραντες, τὴν δʼ ὥρμισαν, ἐκ δʼ ἔβαν αὐτοί· ἐκ δʼ ἄρα Τηλέμαχος νηὸς βαῖνʼ, ἦρχε δʼ Ἀθήνη. τὸν προτέρη προσέειπε θεά, γλαυκῶπις Ἀθήνη· Τηλέμαχʼ, οὐ μέν σε χρὴ ἔτʼ αἰδοῦς, οὐδʼ ἠβαιόν· τοὔνεκα γὰρ καὶ πόντον ἐπέπλως, ὄφρα πύθηαι