<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="2" type="textpart" subtype="book"><q type="unspecified"><l n="356">αὐτὴ δʼ οἴη ἴσθι· τὰ δʼ ἁθρόα πάντα τετύχθω·</l><l n="357">ἑσπέριος γὰρ ἐγὼν αἱρήσομαι, ὁππότε κεν δὴ</l><l n="358">μήτηρ εἰς ὑπερῷʼ ἀναβῇ κοίτου τε μέδηται.</l><l n="359">εἶμι γὰρ ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠμαθόεντα</l><l n="360">νόστον πευσόμενος πατρὸς φίλου, ἤν που ἀκούσω.</l></q><milestone n="361" unit="card" ed="p"/><l n="361"><milestone unit="para" ed="P"/>ὣς φάτο, κώκυσεν δὲ φίλη τροφὸς Εὐρύκλεια,</l><l n="362">καί ῥʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="363">τίπτε δέ τοι, φίλε τέκνον, ἐνὶ φρεσὶ τοῦτο νόημα</l><l n="364">ἔπλετο; πῇ δʼ ἐθέλεις ἰέναι πολλὴν ἐπὶ γαῖαν</l><l n="365">μοῦνος ἐὼν ἀγαπητός; ὁ δʼ ὤλετο τηλόθι πάτρης</l><l n="366">διογενὴς Ὀδυσεὺς ἀλλογνώτῳ ἐνὶ δήμῳ.</l><l n="367">οἱ δέ τοι αὐτίκʼ ἰόντι κακὰ φράσσονται ὀπίσσω,</l><l n="368">ὥς κε δόλῳ φθίῃς, τάδε δʼ αὐτοὶ πάντα δάσονται.</l><l n="369">ἀλλὰ μένʼ αὖθʼ ἐπὶ σοῖσι καθήμενος· οὐδέ τί σε χρὴ</l><l n="370">πόντον ἐπʼ ἀτρύγετον κακὰ πάσχειν οὐδʼ ἀλάλησθαι.</l></q><l n="371"><milestone unit="para" ed="P"/>τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="372">θάρσει, μαῖʼ, ἐπεὶ οὔ τοι ἄνευ θεοῦ ἥδε γε βουλή.</l><l n="373">ἀλλʼ ὄμοσον μὴ μητρὶ φίλῃ τάδε μυθήσασθαι,</l><l n="374">πρίν γʼ ὅτʼ ἂν ἑνδεκάτη τε δυωδεκάτη τε γένηται,</l><l n="375">ἢ αὐτὴν ποθέσαι καὶ ἀφορμηθέντος ἀκοῦσαι,</l><l n="376">ὡς ἂν μὴ κλαίουσα κατὰ χρόα καλὸν ἰάπτῃ.</l></q><l n="377"><milestone unit="para" ed="P"/>ὣς ἄρʼ ἔφη, γρῆυς δὲ θεῶν μέγαν ὅρκον ἀπώμνυ.</l><l n="378">αὐτὰρ ἐπεί ῥʼ ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον,</l><l n="379">αὐτίκʼ ἔπειτά οἱ οἶνον ἐν ἀμφιφορεῦσιν ἄφυσσεν,</l><l n="380">ἐν δέ οἱ ἄλφιτα χεῦεν ἐϋρραφέεσσι δοροῖσι.</l><l n="381">Τηλέμαχος δʼ ἐς δώματʼ ἰὼν μνηστῆρσιν ὁμίλει.</l><l n="382"><milestone unit="para" ed="P"/>ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεά, γλαυκῶπις Ἀθήνη.</l><l n="383">Τηλεμάχῳ ἐικυῖα κατὰ πτόλιν ᾤχετο πάντῃ,</l><l n="384">καί ῥα ἑκάστῳ φωτὶ παρισταμένη φάτο μῦθον,</l><l n="385">ἑσπερίους δʼ ἐπὶ νῆα θοὴν ἀγέρεσθαι ἀνώγει.</l><l n="386">ἡ δʼ αὖτε Φρονίοιο Νοήμονα φαίδιμον υἱὸν</l><l n="387">ᾔτεε νῆα θοήν· ὁ δέ οἱ πρόφρων ὑπέδεκτο.</l><milestone n="388" unit="card" ed="p"/><l n="388"><milestone unit="para" ed="P"/>δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί,</l><l n="389">καὶ τότε νῆα θοὴν ἅλαδʼ εἴρυσε, πάντα δʼ ἐν αὐτῇ</l><l n="390">ὅπλʼ ἐτίθει, τά τε νῆες ἐύσσελμοι φορέουσι.</l><l n="391">στῆσε δʼ ἐπʼ ἐσχατιῇ λιμένος, περὶ δʼ ἐσθλοὶ ἑταῖροι</l><l n="392">ἁθρόοι ἠγερέθοντο· θεὰ δʼ ὤτρυνεν ἕκαστον.</l><l n="393"><milestone unit="para" ed="P"/>ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεά, γλαυκῶπις Ἀθήνη.</l><l n="394">βῆ ῤʼ ἰέναι πρὸς δώματʼ Ὀδυσσῆος θείοιο·</l><l n="395">ἔνθα μνηστήρεσσιν ἐπὶ γλυκὺν ὕπνον ἔχευε,</l><l n="396">πλάζε δὲ πίνοντας, χειρῶν δʼ ἔκβαλλε κύπελλα.</l><l n="397">οἱ δʼ εὕδειν ὤρνυντο κατὰ πτόλιν, οὐδʼ ἄρʼ ἔτι δὴν</l><l n="398">ἥατʼ, ἐπεί σφισιν ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτεν.</l><l n="399">αὐτὰρ Τηλέμαχον προσέφη γλαυκῶπις Ἀθήνη</l><l n="400">ἐκπροκαλεσσαμένη μεγάρων ἐὺ ναιεταόντων,</l><l n="401">Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν·</l><q type="unspecified"><l n="402"><milestone unit="para" ed="P"/>Τηλέμαχʼ, ἤδη μέν τοι ἐυκνήμιδες ἑταῖροι</l></q></div></div></body></text></TEI>