ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων· ἦ μάλα Τηλέμαχος φόνον ἡμῖν μερμηρίζει. ἤ τινας ἐκ Πύλου ἄξει ἀμύντορας ἠμαθόεντος ἢ ὅ γε καὶ Σπάρτηθεν, ἐπεί νύ περ ἵεται αἰνῶς· ἠὲ καὶ εἰς Ἐφύρην ἐθέλει, πίειραν ἄρουραν, ἐλθεῖν, ὄφρʼ ἔνθεν θυμοφθόρα φάρμακʼ ἐνείκῃ, ἐν δὲ βάλῃ κρητῆρι καὶ ἡμέας πάντας ὀλέσσῃ. ἄλλος δʼ αὖτʼ εἴπεσκε νέων ὑπερηνορεόντων· τίς δʼ οἶδʼ, εἴ κε καὶ αὐτὸς ἰὼν κοίλης ἐπὶ νηὸς τῆλε φίλων ἀπόληται ἀλώμενος ὥς περ Ὀδυσσεύς; οὕτω κεν καὶ μᾶλλον ὀφέλλειεν πόνον ἄμμιν· κτήματα γάρ κεν πάντα δασαίμεθα, οἰκία δʼ αὖτε τούτου μητέρι δοῖμεν ἔχειν ἠδʼ ὅς τις ὀπυίοι. ὣς φάν, ὁ δʼ ὑψόροφον θάλαμον κατεβήσετο πατρὸς εὐρύν, ὅθι νητὸς χρυσὸς καὶ χαλκὸς ἔκειτο ἐσθής τʼ ἐν χηλοῖσιν ἅλις τʼ ἐυῶδες ἔλαιον· ἐν δὲ πίθοι οἴνοιο παλαιοῦ ἡδυπότοιο ἕστασαν, ἄκρητον θεῖον ποτὸν ἐντὸς ἔχοντες, ἑξείης ποτὶ τοῖχον ἀρηρότες, εἴ ποτʼ Ὀδυσσεὺς οἴκαδε νοστήσειε καὶ ἄλγεα πολλὰ μογήσας. κληισταὶ δʼ ἔπεσαν σανίδες πυκινῶς ἀραρυῖαι, δικλίδες· ἐν δὲ γυνὴ ταμίη νύκτας τε καὶ ἦμαρ ἔσχʼ, ἣ πάντʼ ἐφύλασσε νόου πολυϊδρείῃσιν, Εὐρύκλειʼ, Ὦπος θυγάτηρ Πεισηνορίδαο. τὴν τότε Τηλέμαχος προσέφη θαλαμόνδε καλέσσας· μαῖʼ, ἄγε δή μοι οἶνον ἐν ἀμφιφορεῦσιν ἄφυσσον ἡδύν, ὅτις μετὰ τὸν λαρώτατος ὃν σὺ φυλάσσεις κεῖνον ὀιομένη τὸν κάμμορον, εἴ ποθεν ἔλθοι διογενὴς Ὀδυσεὺς θάνατον καὶ κῆρας ἀλύξας. δώδεκα δʼ ἔμπλησον καὶ πώμασιν ἄρσον ἅπαντας. ἐν δέ μοι ἄλφιτα χεῦον ἐϋρραφέεσσι δοροῖσιν· εἴκοσι δʼ ἔστω μέτρα μυληφάτου ἀλφίτου ἀκτῆς. αὐτὴ δʼ οἴη ἴσθι· τὰ δʼ ἁθρόα πάντα τετύχθω· ἑσπέριος γὰρ ἐγὼν αἱρήσομαι, ὁππότε κεν δὴ μήτηρ εἰς ὑπερῷʼ ἀναβῇ κοίτου τε μέδηται. εἶμι γὰρ ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠμαθόεντα νόστον πευσόμενος πατρὸς φίλου, ἤν που ἀκούσω. ὣς φάτο, κώκυσεν δὲ φίλη τροφὸς Εὐρύκλεια, καί ῥʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα· τίπτε δέ τοι, φίλε τέκνον, ἐνὶ φρεσὶ τοῦτο νόημα ἔπλετο; πῇ δʼ ἐθέλεις ἰέναι πολλὴν ἐπὶ γαῖαν μοῦνος ἐὼν ἀγαπητός; ὁ δʼ ὤλετο τηλόθι πάτρης διογενὴς Ὀδυσεὺς ἀλλογνώτῳ ἐνὶ δήμῳ. οἱ δέ τοι αὐτίκʼ ἰόντι κακὰ φράσσονται ὀπίσσω, ὥς κε δόλῳ φθίῃς, τάδε δʼ αὐτοὶ πάντα δάσονται. ἀλλὰ μένʼ αὖθʼ ἐπὶ σοῖσι καθήμενος· οὐδέ τί σε χρὴ πόντον ἐπʼ ἀτρύγετον κακὰ πάσχειν οὐδʼ ἀλάλησθαι. τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· θάρσει, μαῖʼ, ἐπεὶ οὔ τοι ἄνευ θεοῦ ἥδε γε βουλή. ἀλλʼ ὄμοσον μὴ μητρὶ φίλῃ τάδε μυθήσασθαι, πρίν γʼ ὅτʼ ἂν ἑνδεκάτη τε δυωδεκάτη τε γένηται, ἢ αὐτὴν ποθέσαι καὶ ἀφορμηθέντος ἀκοῦσαι, ὡς ἂν μὴ κλαίουσα κατὰ χρόα καλὸν ἰάπτῃ. ὣς ἄρʼ ἔφη, γρῆυς δὲ θεῶν μέγαν ὅρκον ἀπώμνυ. αὐτὰρ ἐπεί ῥʼ ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον, αὐτίκʼ ἔπειτά οἱ οἶνον ἐν ἀμφιφορεῦσιν ἄφυσσεν, ἐν δέ οἱ ἄλφιτα χεῦεν ἐϋρραφέεσσι δοροῖσι. Τηλέμαχος δʼ ἐς δώματʼ ἰὼν μνηστῆρσιν ὁμίλει. ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεά, γλαυκῶπις Ἀθήνη. Τηλεμάχῳ ἐικυῖα κατὰ πτόλιν ᾤχετο πάντῃ, καί ῥα ἑκάστῳ φωτὶ παρισταμένη φάτο μῦθον, ἑσπερίους δʼ ἐπὶ νῆα θοὴν ἀγέρεσθαι ἀνώγει. ἡ δʼ αὖτε Φρονίοιο Νοήμονα φαίδιμον υἱὸν ᾔτεε νῆα θοήν· ὁ δέ οἱ πρόφρων ὑπέδεκτο. δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί, καὶ τότε νῆα θοὴν ἅλαδʼ εἴρυσε, πάντα δʼ ἐν αὐτῇ ὅπλʼ ἐτίθει, τά τε νῆες ἐύσσελμοι φορέουσι. στῆσε δʼ ἐπʼ ἐσχατιῇ λιμένος, περὶ δʼ ἐσθλοὶ ἑταῖροι ἁθρόοι ἠγερέθοντο· θεὰ δʼ ὤτρυνεν ἕκαστον. ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεά, γλαυκῶπις Ἀθήνη. βῆ ῤʼ ἰέναι πρὸς δώματʼ Ὀδυσσῆος θείοιο· ἔνθα μνηστήρεσσιν ἐπὶ γλυκὺν ὕπνον ἔχευε,