<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="2" type="textpart" subtype="book"><q type="unspecified"><l n="252">ἀλλʼ ἄγε, λαοὶ μὲν σκίδνασθʼ ἐπὶ ἔργα ἕκαστος,</l><l n="253">τούτῳ δʼ ὀτρυνέει Μέντωρ ὁδὸν ἠδʼ Ἁλιθέρσης,</l><l n="254">οἵ τέ οἱ ἐξ ἀρχῆς πατρώιοί εἰσιν ἑταῖροι.</l><l n="255">ἀλλʼ ὀίω, καὶ δηθὰ καθήμενος ἀγγελιάων</l><l n="256">πεύσεται εἰν Ἰθάκῃ, τελέει δʼ ὁδὸν οὔ ποτε ταύτην.</l></q><l n="257"><milestone unit="para" ed="P"/>ὣς ἄρʼ ἐφώνησεν, λῦσεν δʼ ἀγορὴν αἰψηρήν.</l><l n="258">οἱ μὲν ἄρʼ ἐσκίδναντο ἑὰ πρὸς δώμαθʼ ἕκαστος,</l><l n="259">μνηστῆρες δʼ ἐς δώματʼ ἴσαν θείου Ὀδυσῆος.</l><l n="260"><milestone unit="para" ed="P"/>Τηλέμαχος δʼ ἀπάνευθε κιὼν ἐπὶ θῖνα θαλάσσης,</l><l n="261">χεῖρας νιψάμενος πολιῆς ἁλὸς εὔχετʼ Ἀθήνῃ·</l><q type="unspecified"><l n="262">κλῦθί μευ, ὃ χθιζὸς θεὸς ἤλυθες ἡμέτερον δῶ</l><l n="263">καί μʼ ἐν νηὶ κέλευσας ἐπʼ ἠεροειδέα πόντον</l><l n="264">νόστον πευσόμενον πατρὸς δὴν οἰχομένοιο</l><l n="265">ἔρχεσθαι· τὰ δὲ πάντα διατρίβουσιν Ἀχαιοί,</l><l n="266">μνηστῆρες δὲ μάλιστα κακῶς ὑπερηνορέοντες.</l></q><milestone n="267" unit="card" ed="p"/><l n="267"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ εὐχόμενος, σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη,</l><l n="268">Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν,</l><l n="269">καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="270"><milestone unit="para" ed="P"/>Τηλέμαχʼ, οὐδʼ ὄπιθεν κακὸς ἔσσεαι οὐδʼ
                     ἀνοήμων,</l><l n="271">εἰ δή τοι σοῦ πατρὸς ἐνέστακται μένος ἠύ,</l><l n="272">οἷος κεῖνος ἔην τελέσαι ἔργον τε ἔπος τε·</l><l n="273">οὔ τοι ἔπειθʼ ἁλίη ὁδὸς ἔσσεται οὐδʼ ἀτέλεστος.</l><l n="274">εἰ δʼ οὐ κείνου γʼ ἐσσὶ γόνος καὶ Πηνελοπείης,</l><l n="275">οὐ σέ γʼ ἔπειτα ἔολπα τελευτήσειν, ἃ μενοινᾷς.</l><l n="276">παῦροι γάρ τοι παῖδες ὁμοῖοι πατρὶ πέλονται,</l><l n="277">οἱ πλέονες κακίους, παῦροι δέ τε πατρὸς ἀρείους.</l><l n="278">ἀλλʼ ἐπεὶ οὐδʼ ὄπιθεν κακὸς ἔσσεαι οὐδʼ ἀνοήμων,</l><l n="279">οὐδέ σε πάγχυ γε μῆτις Ὀδυσσῆος προλέλοιπεν,</l><l n="280">ἐλπωρή τοι ἔπειτα τελευτῆσαι τάδε ἔργα.</l><l n="281">τῶ νῦν μνηστήρων μὲν ἔα βουλήν τε νόον τε</l><l n="282">ἀφραδέων, ἐπεὶ οὔ τι νοήμονες οὐδὲ δίκαιοι·</l><l n="283">οὐδέ τι ἴσασιν θάνατον καὶ κῆρα μέλαιναν,</l><l n="284">ὃς δή σφι σχεδόν ἐστιν, ἐπʼ ἤματι πάντας ὀλέσθαι.</l><l n="285">σοὶ δʼ ὁδὸς οὐκέτι δηρὸν ἀπέσσεται ἣν σὺ μενοινᾷς·</l><l n="286">τοῖος γάρ τοι ἑταῖρος ἐγὼ πατρώιός εἰμι,</l><l n="287">ὅς τοι νῆα θοὴν στελέω καὶ ἅμʼ ἕψομαι αὐτός.</l><l n="288">ἀλλὰ σὺ μὲν πρὸς δώματʼ ἰὼν μνηστῆρσιν ὁμίλει,</l><l n="289">ὅπλισσόν τʼ ἤια καὶ ἄγγεσιν ἄρσον ἅπαντα,</l><l n="290">οἶνον ἐν ἀμφιφορεῦσι, καὶ ἄλφιτα, μυελὸν ἀνδρῶν,</l><l n="291">δέρμασιν ἐν πυκινοῖσιν· ἐγὼ δʼ ἀνὰ δῆμον ἑταίρους</l><l n="292">αἶψʼ ἐθελοντῆρας συλλέξομαι. εἰσὶ δὲ νῆες</l><l n="293">πολλαὶ ἐν ἀμφιάλῳ Ἰθάκῃ, νέαι ἠδὲ παλαιαί·</l><l n="294">τάων μέν τοι ἐγὼν ἐπιόψομαι ἥ τις ἀρίστη,</l><l n="295">ὦκα δʼ ἐφοπλίσσαντες ἐνήσομεν εὐρέι πόντῳ.</l></q><l n="296"><milestone unit="para" ed="P"/>ὣς φάτʼ Ἀθηναίη κούρη Διός· οὐδʼ ἄρʼ ἔτι δὴν</l><l n="297">Τηλέμαχος παρέμιμνεν, ἐπεὶ θεοῦ ἔκλυεν αὐδήν.</l><l n="298">βῆ δʼ ἰέναι πρὸς δῶμα, φίλον τετιημένος ἦτορ,</l><l n="299">εὗρε δʼ ἄρα μνηστῆρας ἀγήνορας ἐν μεγάροισιν,</l><l n="300">αἶγας ἀνιεμένους σιάλους θʼ εὕοντας ἐν αὐλῇ.</l><l n="301">Ἀντίνοος δʼ ἰθὺς γελάσας κίε Τηλεμάχοιο,</l><l n="302">ἔν τʼ ἄρα οἱ φῦ χειρί, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·</l><q type="unspecified"><l n="303"><milestone unit="para" ed="P"/>Τηλέμαχʼ ὑψαγόρη, μένος ἄσχετε, μή τί τοι
                     ἄλλο</l><l n="304">ἐν στήθεσσι κακὸν μελέτω ἔργον τε ἔπος τε,</l><l n="305">ἀλλά μοι ἐσθιέμεν καὶ πινέμεν, ὡς τὸ πάρος περ.</l><l n="306">ταῦτα δέ τοι μάλα πάντα τελευτήσουσιν Ἀχαιοί,</l><l n="307">νῆα καὶ ἐξαίτους ἐρέτας, ἵνα θᾶσσον ἵκηαι</l><l n="308">ἐς Πύλον ἠγαθέην μετʼ ἀγαυοῦ πατρὸς ἀκουήν.</l></q><milestone n="309" unit="card" ed="p"/><l n="309"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="310">Ἀντίνοʼ, οὔ πως ἔστιν ὑπερφιάλοισι μεθʼ ὑμῖν</l><l n="311">δαίνυσθαί τʼ ἀκέοντα καὶ εὐφραίνεσθαι ἕκηλον.</l><l n="312">ἦ οὐχ ἅλις ὡς τὸ πάροιθεν ἐκείρετε πολλὰ καὶ ἐσθλὰ</l><l n="313">κτήματʼ ἐμά, μνηστῆρες, ἐγὼ δʼ ἔτι νήπιος ἦα;</l><l n="314">νῦν δʼ ὅτε δὴ μέγας εἰμὶ καὶ ἄλλων μῦθον ἀκούων</l><l n="315">πυνθάνομαι, καὶ δή μοι ἀέξεται ἔνδοθι θυμός,</l><l n="316">πειρήσω, ὥς κʼ ὔμμι κακὰς ἐπὶ κῆρας ἰήλω,</l><l n="317">ἠὲ Πύλονδʼ ἐλθών, ἢ αὐτοῦ τῷδʼ ἐνὶ δήμῳ.</l><l n="318">εἶμι μέν, οὐδʼ ἁλίη ὁδὸς ἔσσεται ἣν ἀγορεύω,</l><l n="319">ἔμπορος· οὐ γὰρ νηὸς ἐπήβολος οὐδʼ ἐρετάων</l><l n="320">γίγνομαι· ὥς νύ που ὔμμιν ἐείσατο κέρδιον εἶναι.</l></q><l n="321"><milestone unit="para" ed="P"/>ἦ ῥα, καὶ ἐκ χειρὸς χεῖρα σπάσατʼ Ἀντινόοιο</l><l n="322">ῥεῖα· μνηστῆρες δὲ δόμον κάτα δαῖτα πένοντο.</l><l n="323">οἱ δʼ ἐπελώβευον καὶ ἐκερτόμεον ἐπέεσσιν.</l></div></div></body></text></TEI>