<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="2" type="textpart" subtype="book"><q type="unspecified"><l n="215">νόστον πευσόμενος πατρὸς δὴν οἰχομένοιο,</l><l n="216">ἤν τίς μοι εἴπῃσι βροτῶν ἢ ὄσσαν ἀκούσω</l><l n="217">ἐκ Διός, ἥ τε μάλιστα φέρει κλέος ἀνθρώποισιν·</l><l n="218">εἰ μέν κεν πατρὸς βίοτον καὶ νόστον ἀκούσω,</l><l n="219">ἦ τʼ ἄν, τρυχόμενός περ, ἔτι τλαίην ἐνιαυτόν·</l><l n="220">εἰ δέ κε τεθνηῶτος ἀκούσω μηδʼ ἔτʼ ἐόντος,</l><l n="221">νοστήσας δὴ ἔπειτα φίλην ἐς πατρίδα γαῖαν</l><l n="222">σῆμά τέ οἱ χεύω καὶ ἐπὶ κτέρεα κτερεΐξω</l><l n="223">πολλὰ μάλʼ, ὅσσα ἔοικε, καὶ ἀνέρι μητέρα δώσω.</l></q><milestone n="224" unit="card" ed="p"/><l n="224"><milestone unit="para" ed="P"/>ἦ τοι ὅ γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο, τοῖσι δʼ
                  ἀνέστη</l><l n="225">Μέντωρ, ὅς ῥʼ Ὀδυσῆος ἀμύμονος ἦεν ἑταῖρος,</l><l n="226">καί οἱ ἰὼν ἐν νηυσὶν ἐπέτρεπεν οἶκον ἅπαντα,</l><l n="227">πείθεσθαί τε γέροντι καὶ ἔμπεδα πάντα φυλάσσειν·</l><l n="228">ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·</l><q type="unspecified"><l n="229"><milestone unit="para" ed="P"/>κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν
                     εἴπω·</l><l n="230">μή τις ἔτι πρόφρων ἀγανὸς καὶ ἤπιος ἔστω</l><l n="231">σκηπτοῦχος βασιλεύς, μηδὲ φρεσὶν αἴσιμα εἰδώς,</l><l n="232">ἀλλʼ αἰεὶ χαλεπός τʼ εἴη καὶ αἴσυλα ῥέζοι·</l><l n="233">ὡς οὔ τις μέμνηται Ὀδυσσῆος θείοιο</l><l n="234">λαῶν οἷσιν ἄνασσε, πατὴρ δʼ ὣς ἤπιος ἦεν.</l><l n="235">ἀλλʼ ἦ τοι μνηστῆρας ἀγήνορας οὔ τι μεγαίρω</l><l n="236">ἔρδειν ἔργα βίαια κακορραφίῃσι νόοιο·</l><l n="237">σφὰς γὰρ παρθέμενοι κεφαλὰς κατέδουσι βιαίως</l><l n="238">οἶκον Ὀδυσσῆος, τὸν δʼ οὐκέτι φασὶ νέεσθαι.</l><l n="239">νῦν δʼ ἄλλῳ δήμῳ νεμεσίζομαι, οἷον ἅπαντες</l><l n="240">ἧσθʼ ἄνεῳ, ἀτὰρ οὔ τι καθαπτόμενοι ἐπέεσσι</l><l n="241">παύρους μνηστῆρας καταπαύετε πολλοὶ ἐόντες.</l></q><l n="242"><milestone unit="para" ed="P"/>τὸν δʼ Εὐηνορίδης Λειώκριτος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="243">Μέντορ ἀταρτηρέ, φρένας ἠλεέ, ποῖον ἔειπες</l><l n="244">ἡμέας ὀτρύνων καταπαυέμεν. ἀργαλέον δὲ</l><l n="245">ἀνδράσι καὶ πλεόνεσσι μαχήσασθαι περὶ δαιτί.</l><l n="246">εἴ περ γάρ κʼ Ὀδυσεὺς Ἰθακήσιος αὐτὸς ἐπελθὼν</l><l n="247">δαινυμένους κατὰ δῶμα ἑὸν μνηστῆρας ἀγαυοὺς</l><l n="248">ἐξελάσαι μεγάροιο μενοινήσειʼ ἐνὶ θυμῷ,</l><l n="249">οὔ κέν οἱ κεχάροιτο γυνή, μάλα περ χατέουσα,</l><l n="250">ἐλθόντʼ, ἀλλά κεν αὐτοῦ ἀεικέα πότμον ἐπίσποι,</l><l n="251">εἰ πλεόνεσσι μάχοιτο· σὺ δʼ οὐ κατὰ μοῖραν ἔειπες.</l><l n="252">ἀλλʼ ἄγε, λαοὶ μὲν σκίδνασθʼ ἐπὶ ἔργα ἕκαστος,</l><l n="253">τούτῳ δʼ ὀτρυνέει Μέντωρ ὁδὸν ἠδʼ Ἁλιθέρσης,</l><l n="254">οἵ τέ οἱ ἐξ ἀρχῆς πατρώιοί εἰσιν ἑταῖροι.</l><l n="255">ἀλλʼ ὀίω, καὶ δηθὰ καθήμενος ἀγγελιάων</l><l n="256">πεύσεται εἰν Ἰθάκῃ, τελέει δʼ ὁδὸν οὔ ποτε ταύτην.</l></q><l n="257"><milestone unit="para" ed="P"/>ὣς ἄρʼ ἐφώνησεν, λῦσεν δʼ ἀγορὴν αἰψηρήν.</l><l n="258">οἱ μὲν ἄρʼ ἐσκίδναντο ἑὰ πρὸς δώμαθʼ ἕκαστος,</l><l n="259">μνηστῆρες δʼ ἐς δώματʼ ἴσαν θείου Ὀδυσῆος.</l><l n="260"><milestone unit="para" ed="P"/>Τηλέμαχος δʼ ἀπάνευθε κιὼν ἐπὶ θῖνα θαλάσσης,</l><l n="261">χεῖρας νιψάμενος πολιῆς ἁλὸς εὔχετʼ Ἀθήνῃ·</l></div></div></body></text></TEI>