<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="2" type="textpart" subtype="book"><q type="unspecified"><l n="180">ταῦτα δʼ ἐγὼ σέο πολλὸν ἀμείνων μαντεύεσθαι.</l><l n="181">ὄρνιθες δέ τε πολλοὶ ὑπʼ αὐγὰς ἠελίοιο</l><l n="182">φοιτῶσʼ, οὐδέ τε πάντες ἐναίσιμοι· αὐτὰρ Ὀδυσσεὺς</l><l n="183">ὤλετο τῆλʼ, ὡς καὶ σὺ καταφθίσθαι σὺν ἐκείνῳ</l><l n="184">ὤφελες. οὐκ ἂν τόσσα θεοπροπέων ἀγόρευες,</l><l n="185">οὐδέ κε Τηλέμαχον κεχολωμένον ὧδʼ ἀνιείης,</l><l n="186">σῷ οἴκῳ δῶρον ποτιδέγμενος, αἴ κε πόρῃσιν.</l><l n="187">ἀλλʼ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·</l><l n="188">αἴ κε νεώτερον ἄνδρα παλαιά τε πολλά τε εἰδὼς</l><l n="189">παρφάμενος ἐπέεσσιν ἐποτρύνῃς χαλεπαίνειν,</l><l n="190">αὐτῷ μέν οἱ πρῶτον ἀνιηρέστερον ἔσται,</l><l n="191">πρῆξαι δʼ ἔμπης οὔ τι δυνήσεται εἵνεκα τῶνδε·</l><l n="192">σοὶ δέ, γέρον, θωὴν ἐπιθήσομεν, ἥν κʼ ἐνὶ θυμῷ</l><l n="193">τίνων ἀσχάλλῃς· χαλεπὸν δέ τοι ἔσσεται ἄλγος.</l><l n="194">Τηλεμάχῳ δʼ ἐν πᾶσιν ἐγὼν ὑποθήσομαι αὐτός·</l><l n="195">μητέρα ἣν ἐς πατρὸς ἀνωγέτω ἀπονέεσθαι·</l><l n="196">οἱ δὲ γάμον τεύξουσι καὶ ἀρτυνέουσιν ἔεδνα</l><l n="197">πολλὰ μάλʼ, ὅσσα ἔοικε φίλης ἐπὶ παιδὸς ἕπεσθαι.</l><l n="198">οὐ γὰρ πρὶν παύσεσθαι ὀίομαι υἷας Ἀχαιῶν</l><l n="199">μνηστύος ἀργαλέης, ἐπεὶ οὔ τινα δείδιμεν ἔμπης,</l><l n="200">οὔτʼ οὖν Τηλέμαχον μάλα περ πολύμυθον ἐόντα,</l><l n="201">οὔτε θεοπροπίης ἐμπαζόμεθʼ, ἣν σύ, γεραιέ,</l><l n="202">μυθέαι ἀκράαντον, ἀπεχθάνεαι δʼ ἔτι μᾶλλον.</l><l n="203">χρήματα δʼ αὖτε κακῶς βεβρώσεται, οὐδέ ποτʼ ἶσα</l><l n="204">ἔσσεται, ὄφρα κεν ἥ γε διατρίβῃσιν Ἀχαιοὺς</l><l n="205">ὃν γάμον· ἡμεῖς δʼ αὖ ποτιδέγμενοι ἤματα πάντα</l><l n="206">εἵνεκα τῆς ἀρετῆς ἐριδαίνομεν, οὐδὲ μετʼ ἄλλας</l><l n="207">ἐρχόμεθʼ, ἃς ἐπιεικὲς ὀπυιέμεν ἐστὶν ἑκάστῳ.</l></q><l n="208"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="209">Εὐρύμαχʼ ἠδὲ καὶ ἄλλοι, ὅσοι μνηστῆρες ἀγαυοί,</l><l n="210">ταῦτα μὲν οὐχ ὑμέας ἔτι λίσσομαι οὐδʼ ἀγορεύω·</l><l n="211">ἤδη γὰρ τὰ ἴσασι θεοὶ καὶ πάντες Ἀχαιοί.</l><l n="212">ἀλλʼ ἄγε μοι δότε νῆα θοὴν καὶ εἴκοσʼ ἑταίρους,</l><l n="213">οἵ κέ μοι ἔνθα καὶ ἔνθα διαπρήσσωσι κέλευθον.</l><l n="214">εἶμι γὰρ ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠμαθόεντα</l><l n="215">νόστον πευσόμενος πατρὸς δὴν οἰχομένοιο,</l><l n="216">ἤν τίς μοι εἴπῃσι βροτῶν ἢ ὄσσαν ἀκούσω</l><l n="217">ἐκ Διός, ἥ τε μάλιστα φέρει κλέος ἀνθρώποισιν·</l><l n="218">εἰ μέν κεν πατρὸς βίοτον καὶ νόστον ἀκούσω,</l><l n="219">ἦ τʼ ἄν, τρυχόμενός περ, ἔτι τλαίην ἐνιαυτόν·</l><l n="220">εἰ δέ κε τεθνηῶτος ἀκούσω μηδʼ ἔτʼ ἐόντος,</l><l n="221">νοστήσας δὴ ἔπειτα φίλην ἐς πατρίδα γαῖαν</l><l n="222">σῆμά τέ οἱ χεύω καὶ ἐπὶ κτέρεα κτερεΐξω</l><l n="223">πολλὰ μάλʼ, ὅσσα ἔοικε, καὶ ἀνέρι μητέρα δώσω.</l></q><milestone n="224" unit="card" ed="p"/><l n="224"><milestone unit="para" ed="P"/>ἦ τοι ὅ γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο, τοῖσι δʼ
                  ἀνέστη</l><l n="225">Μέντωρ, ὅς ῥʼ Ὀδυσῆος ἀμύμονος ἦεν ἑταῖρος,</l><l n="226">καί οἱ ἰὼν ἐν νηυσὶν ἐπέτρεπεν οἶκον ἅπαντα,</l><l n="227">πείθεσθαί τε γέροντι καὶ ἔμπεδα πάντα φυλάσσειν·</l><l n="228">ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·</l><q type="unspecified"><l n="229"><milestone unit="para" ed="P"/>κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν
                     εἴπω·</l><l n="230">μή τις ἔτι πρόφρων ἀγανὸς καὶ ἤπιος ἔστω</l><l n="231">σκηπτοῦχος βασιλεύς, μηδὲ φρεσὶν αἴσιμα εἰδώς,</l><l n="232">ἀλλʼ αἰεὶ χαλεπός τʼ εἴη καὶ αἴσυλα ῥέζοι·</l><l n="233">ὡς οὔ τις μέμνηται Ὀδυσσῆος θείοιο</l><l n="234">λαῶν οἷσιν ἄνασσε, πατὴρ δʼ ὣς ἤπιος ἦεν.</l><l n="235">ἀλλʼ ἦ τοι μνηστῆρας ἀγήνορας οὔ τι μεγαίρω</l><l n="236">ἔρδειν ἔργα βίαια κακορραφίῃσι νόοιο·</l><l n="237">σφὰς γὰρ παρθέμενοι κεφαλὰς κατέδουσι βιαίως</l><l n="238">οἶκον Ὀδυσσῆος, τὸν δʼ οὐκέτι φασὶ νέεσθαι.</l><l n="239">νῦν δʼ ἄλλῳ δήμῳ νεμεσίζομαι, οἷον ἅπαντες</l><l n="240">ἧσθʼ ἄνεῳ, ἀτὰρ οὔ τι καθαπτόμενοι ἐπέεσσι</l><l n="241">παύρους μνηστῆρας καταπαύετε πολλοὶ ἐόντες.</l></q><l n="242"><milestone unit="para" ed="P"/>τὸν δʼ Εὐηνορίδης Λειώκριτος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="243">Μέντορ ἀταρτηρέ, φρένας ἠλεέ, ποῖον ἔειπες</l><l n="244">ἡμέας ὀτρύνων καταπαυέμεν. ἀργαλέον δὲ</l><l n="245">ἀνδράσι καὶ πλεόνεσσι μαχήσασθαι περὶ δαιτί.</l><l n="246">εἴ περ γάρ κʼ Ὀδυσεὺς Ἰθακήσιος αὐτὸς ἐπελθὼν</l><l n="247">δαινυμένους κατὰ δῶμα ἑὸν μνηστῆρας ἀγαυοὺς</l><l n="248">ἐξελάσαι μεγάροιο μενοινήσειʼ ἐνὶ θυμῷ,</l><l n="249">οὔ κέν οἱ κεχάροιτο γυνή, μάλα περ χατέουσα,</l><l n="250">ἐλθόντʼ, ἀλλά κεν αὐτοῦ ἀεικέα πότμον ἐπίσποι,</l><l n="251">εἰ πλεόνεσσι μάχοιτο· σὺ δʼ οὐ κατὰ μοῖραν ἔειπες.</l></q></div></div></body></text></TEI>