<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="2" type="textpart" subtype="book"><q type="unspecified"><l n="121">τάων οὔ τις ὁμοῖα νοήματα Πηνελοπείῃ</l><l n="122">ᾔδη· ἀτὰρ μὲν τοῦτό γʼ ἐναίσιμον οὐκ ἐνόησε.</l><l n="123">τόφρα γὰρ οὖν βίοτόν τε τεὸν καὶ κτήματʼ ἔδονται,</l><l n="124">ὄφρα κε κείνη τοῦτον ἔχῃ νόον, ὅν τινά οἱ νῦν</l><l n="125">ἐν στήθεσσι τιθεῖσι θεοί. μέγα μὲν κλέος αὐτῇ</l><l n="126">ποιεῖτʼ, αὐτὰρ σοί γε ποθὴν πολέος βιότοιο.</l><l n="127">ἡμεῖς δʼ οὔτʼ ἐπὶ ἔργα πάρος γʼ ἴμεν οὔτε πῃ ἄλλῃ,</l><l n="128">πρίν γʼ αὐτὴν γήμασθαι Ἀχαιῶν ᾧ κʼ ἐθέλῃσι.</l></q><milestone n="129" unit="card" ed="p"/><l n="129"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="130">Ἀντίνοʼ, οὔ πως ἔστι δόμων ἀέκουσαν ἀπῶσαι</l><l n="131">ἥ μʼ ἔτεχʼ, ἥ μʼ ἔθρεψε· πατὴρ δʼ ἐμὸς ἄλλοθι γαίης,</l><l n="132">ζώει ὅ γʼ ἦ τέθνηκε· κακὸν δέ με πόλλʼ ἀποτίνειν</l><l n="133">Ἰκαρίῳ, αἴ κʼ αὐτὸς ἑκὼν ἀπὸ μητέρα πέμψω.</l><l n="134">ἐκ γὰρ τοῦ πατρὸς κακὰ πείσομαι, ἄλλα δὲ δαίμων</l><l n="135">δώσει, ἐπεὶ μήτηρ στυγερὰς ἀρήσετʼ ἐρινῦς</l><l n="136">οἴκου ἀπερχομένη· νέμεσις δέ μοι ἐξ ἀνθρώπων</l><l n="137">ἔσσεται· ὣς οὐ τοῦτον ἐγώ ποτε μῦθον ἐνίψω.</l><l n="138">ὑμέτερος δʼ εἰ μὲν θυμὸς νεμεσίζεται αὐτῶν,</l><l n="139">ἔξιτέ μοι μεγάρων, ἄλλας δʼ ἀλεγύνετε δαῖτας</l><l n="140">ὑμὰ κτήματʼ ἔδοντες ἀμειβόμενοι κατὰ οἴκους.</l><l n="141">εἰ δʼ ὑμῖν δοκέει τόδε λωίτερον καὶ ἄμεινον</l><l n="142">ἔμμεναι, ἀνδρὸς ἑνὸς βίοτον νήποινον ὀλέσθαι,</l><l n="143">κείρετʼ· ἐγὼ δὲ θεοὺς ἐπιβώσομαι αἰὲν ἐόντας,</l><l n="144">αἴ κέ ποθι Ζεὺς δῷσι παλίντιτα ἔργα γενέσθαι.</l><l n="145">νήποινοί κεν ἔπειτα δόμων ἔντοσθεν ὄλοισθε.</l></q><l n="146"><milestone unit="para" ed="P"/>ὣς φάτο Τηλέμαχος, τῷ δʼ αἰετὼ εὐρύοπα Ζεὺς</l><l n="147">ὑψόθεν ἐκ κορυφῆς ὄρεος προέηκε πέτεσθαι.</l><l n="148">τὼ δʼ ἕως μέν ῥʼ ἐπέτοντο μετὰ πνοιῇς ἀνέμοιο</l><l n="149">πλησίω ἀλλήλοισι τιταινομένω πτερύγεσσιν·</l><l n="150">ἀλλʼ ὅτε δὴ μέσσην ἀγορὴν πολύφημον ἱκέσθην,</l><l n="151">ἔνθʼ ἐπιδινηθέντε τιναξάσθην πτερὰ πυκνά,</l><l n="152">ἐς δʼ ἰδέτην πάντων κεφαλάς, ὄσσοντο δʼ ὄλεθρον·</l><l n="153">δρυψαμένω δʼ ὀνύχεσσι παρειὰς ἀμφί τε δειρὰς</l><l n="154">δεξιὼ ἤιξαν διά τʼ οἰκία καὶ πόλιν αὐτῶν.</l><l n="155">θάμβησαν δʼ ὄρνιθας, ἐπεὶ ἴδον ὀφθαλμοῖσιν·</l><l n="156">ὥρμηναν δʼ ἀνὰ θυμὸν ἅ περ τελέεσθαι ἔμελλον.</l><l n="157">τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως Ἁλιθέρσης</l><l n="158">Μαστορίδης· ὁ γὰρ οἶος ὁμηλικίην ἐκέκαστο</l><l n="159">ὄρνιθας γνῶναι καὶ ἐναίσιμα μυθήσασθαι·</l><l n="160">ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπε·</l><q type="unspecified"><l n="161"><milestone unit="para" ed="P"/>κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν
                     εἴπω·</l><l n="162">μνηστῆρσιν δὲ μάλιστα πιφαυσκόμενος τάδε εἴρω·</l><l n="163">τοῖσιν γὰρ μέγα πῆμα κυλίνδεται· οὐ γὰρ Ὀδυσσεὺς</l><l n="164">δὴν ἀπάνευθε φίλων ὧν ἔσσεται, ἀλλά που ἤδη</l><l n="165">ἐγγὺς ἐὼν τοῖσδεσσι φόνον καὶ κῆρα φυτεύει</l><l n="166">πάντεσσιν· πολέσιν δὲ καὶ ἄλλοισιν κακὸν ἔσται,</l><l n="167">οἳ νεμόμεσθʼ Ἰθάκην ἐυδείελον. ἀλλὰ πολὺ πρὶν</l></q></div></div></body></text></TEI>