τάων οὔ τις ὁμοῖα νοήματα Πηνελοπείῃ ᾔδη· ἀτὰρ μὲν τοῦτό γʼ ἐναίσιμον οὐκ ἐνόησε. τόφρα γὰρ οὖν βίοτόν τε τεὸν καὶ κτήματʼ ἔδονται, ὄφρα κε κείνη τοῦτον ἔχῃ νόον, ὅν τινά οἱ νῦν ἐν στήθεσσι τιθεῖσι θεοί. μέγα μὲν κλέος αὐτῇ ποιεῖτʼ, αὐτὰρ σοί γε ποθὴν πολέος βιότοιο. ἡμεῖς δʼ οὔτʼ ἐπὶ ἔργα πάρος γʼ ἴμεν οὔτε πῃ ἄλλῃ, πρίν γʼ αὐτὴν γήμασθαι Ἀχαιῶν ᾧ κʼ ἐθέλῃσι. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· Ἀντίνοʼ, οὔ πως ἔστι δόμων ἀέκουσαν ἀπῶσαι ἥ μʼ ἔτεχʼ, ἥ μʼ ἔθρεψε· πατὴρ δʼ ἐμὸς ἄλλοθι γαίης, ζώει ὅ γʼ ἦ τέθνηκε· κακὸν δέ με πόλλʼ ἀποτίνειν Ἰκαρίῳ, αἴ κʼ αὐτὸς ἑκὼν ἀπὸ μητέρα πέμψω. ἐκ γὰρ τοῦ πατρὸς κακὰ πείσομαι, ἄλλα δὲ δαίμων δώσει, ἐπεὶ μήτηρ στυγερὰς ἀρήσετʼ ἐρινῦς οἴκου ἀπερχομένη· νέμεσις δέ μοι ἐξ ἀνθρώπων ἔσσεται· ὣς οὐ τοῦτον ἐγώ ποτε μῦθον ἐνίψω. ὑμέτερος δʼ εἰ μὲν θυμὸς νεμεσίζεται αὐτῶν, ἔξιτέ μοι μεγάρων, ἄλλας δʼ ἀλεγύνετε δαῖτας ὑμὰ κτήματʼ ἔδοντες ἀμειβόμενοι κατὰ οἴκους. εἰ δʼ ὑμῖν δοκέει τόδε λωίτερον καὶ ἄμεινον ἔμμεναι, ἀνδρὸς ἑνὸς βίοτον νήποινον ὀλέσθαι, κείρετʼ· ἐγὼ δὲ θεοὺς ἐπιβώσομαι αἰὲν ἐόντας, αἴ κέ ποθι Ζεὺς δῷσι παλίντιτα ἔργα γενέσθαι. νήποινοί κεν ἔπειτα δόμων ἔντοσθεν ὄλοισθε. ὣς φάτο Τηλέμαχος, τῷ δʼ αἰετὼ εὐρύοπα Ζεὺς ὑψόθεν ἐκ κορυφῆς ὄρεος προέηκε πέτεσθαι. τὼ δʼ ἕως μέν ῥʼ ἐπέτοντο μετὰ πνοιῇς ἀνέμοιο πλησίω ἀλλήλοισι τιταινομένω πτερύγεσσιν· ἀλλʼ ὅτε δὴ μέσσην ἀγορὴν πολύφημον ἱκέσθην, ἔνθʼ ἐπιδινηθέντε τιναξάσθην πτερὰ πυκνά, ἐς δʼ ἰδέτην πάντων κεφαλάς, ὄσσοντο δʼ ὄλεθρον· δρυψαμένω δʼ ὀνύχεσσι παρειὰς ἀμφί τε δειρὰς δεξιὼ ἤιξαν διά τʼ οἰκία καὶ πόλιν αὐτῶν. θάμβησαν δʼ ὄρνιθας, ἐπεὶ ἴδον ὀφθαλμοῖσιν· ὥρμηναν δʼ ἀνὰ θυμὸν ἅ περ τελέεσθαι ἔμελλον. τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως Ἁλιθέρσης Μαστορίδης· ὁ γὰρ οἶος ὁμηλικίην ἐκέκαστο ὄρνιθας γνῶναι καὶ ἐναίσιμα μυθήσασθαι· ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπε· κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν εἴπω· μνηστῆρσιν δὲ μάλιστα πιφαυσκόμενος τάδε εἴρω· τοῖσιν γὰρ μέγα πῆμα κυλίνδεται· οὐ γὰρ Ὀδυσσεὺς δὴν ἀπάνευθε φίλων ὧν ἔσσεται, ἀλλά που ἤδη ἐγγὺς ἐὼν τοῖσδεσσι φόνον καὶ κῆρα φυτεύει πάντεσσιν· πολέσιν δὲ καὶ ἄλλοισιν κακὸν ἔσται, οἳ νεμόμεσθʼ Ἰθάκην ἐυδείελον. ἀλλὰ πολὺ πρὶν