<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="19" type="textpart" subtype="book"><q type="unspecified"><l n="172">Κρήτη τις γαῖʼ ἔστι, μέσῳ ἐνὶ οἴνοπι πόντῳ,</l><l n="173">καλὴ καὶ πίειρα, περίρρυτος· ἐν δʼ ἄνθρωποι</l><l n="174">πολλοί, ἀπειρέσιοι, καὶ ἐννήκοντα πόληες.</l><l n="175">ἄλλη δʼ ἄλλων γλῶσσα μεμιγμένη· ἐν μὲν Ἀχαιοί,</l><l n="176">ἐν δʼ Ἐτεόκρητες μεγαλήτορες, ἐν δὲ Κύδωνες,</l><l n="177">Δωριέες τε τριχάϊκες δῖοί τε Πελασγοί.</l><l n="178">τῇσι δʼ ἐνὶ Κνωσός, μεγάλη πόλις, ἔνθα τε Μίνως</l><l n="179">ἐννέωρος βασίλευε Διὸς μεγάλου ὀαριστής,</l><l n="180">πατρὸς ἐμοῖο πατήρ, μεγαθύμου Δευκαλίωνος</l><l n="181">Δευκαλίων δʼ ἐμὲ τίκτε καὶ Ἰδομενῆα ἄνακτα·</l><l n="182">ἀλλʼ ὁ μὲν ἐν νήεσσι κορωνίσιν Ἴλιον ἴσω</l><l n="183">ᾤχεθʼ ἅμʼ Ἀτρείδῃσιν, ἐμοὶ δʼ ὄνομα κλυτὸν Αἴθων,</l><l n="184">ὁπλότερος γενεῇ· ὁ δʼ ἄρα πρότερος καὶ ἀρείων.</l><l n="185">ἔνθʼ Ὀδυσῆα ἐγὼν ἰδόμην καὶ ξείνια δῶκα.</l><l n="186">καὶ γὰρ τὸν Κρήτηνδε κατήγαγεν ἲς ἀνέμοιο,</l><l n="187">ἱέμενον Τροίηνδε παραπλάγξασα Μαλειῶν·</l><l n="188">στῆσε δʼ ἐν Ἀμνισῷ, ὅθι τε σπέος Εἰλειθυίης,</l><l n="189">ἐν λιμέσιν χαλεποῖσι, μόγις δʼ ὑπάλυξεν ἀέλλας.</l><milestone n="190" unit="card" ed="p"/><l n="190">αὐτίκα δʼ Ἰδομενῆα μετάλλα ἄστυδʼ ἀνελθών·</l><l n="191">ξεῖνον γάρ οἱ ἔφασκε φίλον τʼ ἔμεν αἰδοῖόν τε.</l><l n="192">τῷ δʼ ἤδη δεκάτη ἢ ἑνδεκάτη πέλεν ἠὼς</l><l n="193">οἰχομένῳ σὺν νηυσὶ κορωνίσιν Ἴλιον εἴσω.</l><l n="194">τὸν μὲν ἐγὼ πρὸς δώματʼ ἄγων ἐῢ ἐξείνισσα,</l><l n="195">ἐνδυκέως φιλέων, πολλῶν κατὰ οἶκον ἐόντων·</l><l n="196">καί οἱ τοῖς ἄλλοις ἑτάροις, οἳ ἅμʼ αὐτῷ ἕποντο,</l><l n="197">δημόθεν ἄλφιτα δῶκα καὶ αἴθοπα οἶνον ἀγείρας</l><l n="198">καὶ βοῦς ἱρεύσασθαι, ἵνα πλησαίατο θυμόν.</l><l n="199">ἔνθα δυώδεκα μὲν μένον ἤματα δῖοι Ἀχαιοί·</l><l n="200">εἴλει γὰρ Βορέης ἄνεμος μέγας οὐδʼ ἐπὶ γαίῃ</l><l n="201">εἴα ἵστασθαι, χαλεπὸς δέ τις ὤρορε δαίμων.</l><l n="202">τῇ τρισκαιδεκάτῃ δʼ ἄνεμος πέσε, τοὶ δʼ ἀνάγοντο.</l></q><l n="203"><milestone unit="para" ed="P"/>ἴσκε ψεύδεα πολλὰ λέγων ἐτύμοισιν ὁμοῖα·</l><l n="204">τῆς δʼ ἄρʼ ἀκουούσης ῥέε δάκρυα, τήκετο δὲ χρώς·</l><l n="205">ὡς δὲ χιὼν κατατήκετʼ ἐν ἀκροπόλοισιν ὄρεσσιν,</l><l n="206">ἥν τʼ Εὖρος κατέτηξεν, ἐπὴν Ζέφυρος καταχεύῃ·</l><l n="207">τηκομένης δʼ ἄρα τῆς ποταμοὶ πλήθουσι ῥέοντες·</l><l n="208">ὣς τῆς τήκετο καλὰ παρήϊα δάκρυ χεούσης,</l><l n="209">κλαιούσης ἑὸν ἄνδρα παρήμενον. αὐτὰρ Ὀδυσσεὺς</l><l n="210">θυμῷ μὲν γοόωσαν ἑὴν ἐλέαιρε γυναῖκα,</l><l n="211">ὀφθαλμοὶ δʼ ὡς εἰ κέρα ἕστασαν ἠὲ σίδηρος</l><l n="212">ἀτρέμας ἐν βλεφάροισι· δόλῳ δʼ ὅ γε δάκρυα κεῦθεν.</l><l n="213">ἡ δʼ ἐπεὶ οὖν τάρφθη πολυδακρύτοιο γόοιο,</l><l n="214">ἐξαῦτίς μιν ἔπεσσιν ἀμειβομένη προσέειπε·</l><q type="unspecified"><l n="215"><milestone unit="para" ed="P"/>νῦν μὲν δή σευ, ξεῖνέ γʼ, ὀΐω πειρήσεσθαι,</l><l n="216">εἰ ἐτεὸν δὴ κεῖθι σὺν ἀντιθέοις ἑτάροισι</l><l n="217">ξείνισας ἐν μεγάροισιν ἐμὸν πόσιν, ὡς ἀγορεύεις.</l><l n="218">εἰπέ μοι ὁπποῖʼ ἄσσα περὶ χροῒ εἵματα ἕστο,</l><l n="219">αὐτός θʼ οἷος ἔην, καὶ ἑταίρους, οἵ οἱ ἕποντο.</l></q><l n="220"><milestone unit="para" ed="P"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="221">ὦ γύναι, ἀργαλέον τόσσον χρόνον ἀμφὶς ἐόντα</l><l n="222">εἰπέμεν· ἤδη γάρ οἱ ἐεικοστὸν ἔτος ἐστὶν</l><l n="223">ἐξ οὗ κεῖθεν ἔβη καὶ ἐμῆς ἀπελήλυθε πάτρης·</l><l n="224">αὐτάρ τοι ἐρέω ὥς μοι ἰνδάλλεται ἦτορ.</l><l n="225">χλαῖναν πορφυρέην οὔλην ἔχε δῖος Ὀδυσσεύς,</l><l n="226">διπλῆν· αὐτάρ οἱ περόνη χρυσοῖο τέτυκτο</l><l n="227">αὐλοῖσιν διδύμοισι· πάροιθε δὲ δαίδαλον ἦεν·</l><l n="228">ἐν προτέροισι πόδεσσι κύων ἔχε ποικίλον ἐλλόν,</l><l n="229">ἀσπαίροντα λάων· τὸ δὲ θαυμάζεσκον ἅπαντες,</l><l n="230">ὡς οἱ χρύσεοι ἐόντες ὁ μὲν λάε νεβρὸν ἀπάγχων,</l><l n="231">αὐτὰρ ὁ ἐκφυγέειν μεμαὼς ἤσπαιρε πόδεσσι.</l><l n="232">τὸν δὲ χιτῶνʼ ἐνόησα περὶ χροῒ σιγαλόεντα,</l><l n="233">οἷόν τε κρομύοιο λοπὸν κάτα ἰσχαλέοιο·</l><l n="234">τὼς μὲν ἔην μαλακός, λαμπρὸς δʼ ἦν ἠέλιος ὥς·</l><l n="235">ἦ μὲν πολλαί γʼ αὐτὸν ἐθηήσαντο γυναῖκες.</l><l n="236">ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·</l><l n="237">οὐκ οἶδʼ ἢ τάδε ἕστο περὶ χροῒ οἴκοθʼ Ὀδυσσεύς,</l><l n="238">ἦ τις ἑταίρων δῶκε θοῆς ἐπὶ νηὸς ἰόντι,</l><l n="239">ἤ τίς που καὶ ξεῖνος, ἐπεὶ πολλοῖσιν Ὀδυσσεὺς</l><l n="240">ἔσκε φίλος· παῦροι γὰρ Ἀχαιῶν ἦσαν ὁμοῖοι.</l><milestone n="241" unit="card" ed="p"/><l n="241">καί οἱ ἐγὼ χάλκειον ἄορ καὶ δίπλακα δῶκα</l><l n="242">καλὴν πορφυρέην καὶ τερμιόεντα χιτῶνα,</l><l n="243">αἰδοίως δʼ ἀπέπεμπον ἐϋσσέλμου ἐπὶ νηός.</l><l n="244">καὶ μέν οἱ κῆρυξ ὀλίγον προγενέστερος αὐτοῦ</l><l n="245">εἵπετο· καὶ τόν τοι μυθήσομαι, οἷος ἔην περ.</l><l n="246">γυρὸς ἐν ὤμοισιν, μελανόχροος, οὐλοκάρηνος,</l><l n="247">Εὐρυβάτης δʼ ὄνομʼ ἔσκε· τίεν δέ μιν ἔξοχον ἄλλων</l><l n="248">ὧν ἑτάρων Ὀδυσεύς, ὅτι οἱ φρεσὶν ἄρτια ᾔδη.</l></q><l n="249"><milestone unit="para" ed="P"/>ὣς φάτο, τῇ δʼ ἔτι μᾶλλον ὑφʼ ἵμερον ὦρσε
                  γόοιο,</l><l n="250">σήματʼ ἀναγνούσῃ τά οἱ ἔμπεδα πέφραδʼ Ὀδυσσεύς.</l><l n="251">ἡ δʼ ἐπεὶ οὖν τάρφθη πολυδακρύτοιο γόοιο.</l><l n="252">καὶ τότε μιν μύθοισιν ἀμειβομένη προσέειπε·</l><q type="unspecified"><l n="253"><milestone unit="para" ed="P"/>νῦν μὲν δή μοι, ξεῖνε, πάρος περ ἐὼν
                     ἐλεεινός,</l><l n="254">ἐν μεγάροισιν ἐμοῖσι φίλος τʼ ἔσῃ αἰδοῖός τε·</l><l n="255">αὐτὴ γὰρ τάδε εἵματʼ ἐγὼ πόρον, οἷʼ ἀγορεύεις,</l><l n="256">πτύξασʼ ἐκ θαλάμου, περόνην τʼ ἐπέθηκα φαεινὴν</l><l n="257">κείνῳ ἄγαλμʼ ἔμεναι· τὸν δʼ οὐχ ὑποδέξομαι αὖτις</l><l n="258">οἴκαδε νοστήσαντα φίλην ἐς πατρίδα γαῖαν.</l><l n="259">τῷ ῥα κακῇ αἴσῃ κοίλης ἐπὶ νηὸς Ὀδυσσεὺς</l><l n="260">ᾤχετʼ ἐποψόμενος Κακοΐλιον οὐκ ὀνομαστήν.</l></q><l n="261"><milestone unit="para" ed="P"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="262">ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,</l><l n="263">μηκέτι νῦν χρόα καλὸν ἐναίρεο, μηδέ τι θυμὸν</l><l n="264">τῆκε, πόσιν γοόωσα. νεμεσσῶμαί γε μὲν οὐδέν·</l><l n="265">καὶ γάρ τίς τʼ ἀλλοῖον ὀδύρεται ἄνδρʼ ὀλέσασα</l><l n="266">κουρίδιον, τῷ τέκνα τέκῃ φιλότητι μιγεῖσα,</l><l n="267">ἢ Ὀδυσῆʼ, ὅν φασι θεοῖς ἐναλίγκιον εἶναι.</l><l n="268">ἀλλὰ γόου μὲν παῦσαι, ἐμεῖο δὲ σύνθεο μῦθον·</l><l n="269">νημερτέως γάρ τοι μυθήσομαι οὐδʼ ἐπικεύσω</l><l n="270">ὡς ἤδη Ὀδυσῆος ἐγὼ περὶ νόστου ἄκουσα</l><l n="271">ἀγχοῦ, Θεσπρωτῶν ἀνδρῶν ἐν πίονι δήμῳ,</l><l n="272">ζωοῦ· αὐτὰρ ἄγει κειμήλια πολλὰ καὶ ἐσθλὰ</l><l n="273">αἰτίζων ἀνὰ δῆμον. ἀτὰρ ἐρίηρας ἑταίρους</l><l n="274">ὤλεσε καὶ νῆα γλαφυρὴν ἐνὶ οἴνοπι πόντῳ,</l><l n="275">Θρινακίης ἄπο νήσου ἰών· ὀδύσαντο γὰρ αὐτῷ</l><l n="276">Ζεύς τε καὶ Ἠέλιος· τοῦ γὰρ βόας ἔκταν ἑταῖροι.</l><milestone n="277" unit="card" ed="p"/><l n="277">οἱ μὲν πάντες ὄλοντο πολυκλύστῳ ἐνὶ πόντῳ·</l><l n="278">τὸν δʼ ἄρʼ ἐπὶ τρόπιος νεὸς ἔκβαλε κῦμʼ ἐπὶ χέρσου,</l><l n="279">Φαιήκων ἐς γαῖαν, οἳ ἀγχίθεοι γεγάασιν,</l><l n="280">οἳ δή μιν περὶ κῆρι θεὸν ὣς τιμήσαντο</l><l n="281">καί οἱ πολλὰ δόσαν πέμπειν τέ μιν ἤθελον αὐτοὶ</l><l n="282">οἴκαδʼ ἀπήμαντον. καί κεν πάλαι ἐνθάδʼ Ὀδυσσεὺς</l><l n="283">ἤην· ἀλλʼ ἄρα οἱ τό γε κέρδιον εἴσατο θυμῷ,</l><l n="284">χρήματʼ ἀγυρτάζειν πολλὴν ἐπὶ γαῖαν ἰόντι·</l><l n="285">ὣς περὶ κέρδεα πολλὰ καταθνητῶν ἀνθρώπων</l><l n="286">οἶδʼ Ὀδυσεύς, οὐδʼ ἄν τις ἐρίσσειε βροτὸς ἄλλος.</l><l n="287">ὥς μοι Θεσπρωτῶν βασιλεὺς μυθήσατο Φείδων·</l><l n="288">ὤμνυε δὲ πρὸς ἔμʼ αὐτόν, ἀποσπένδων ἐνὶ οἴκῳ,</l><l n="289">νῆα κατειρύσθαι καὶ ἐπαρτέας ἔμμεν ἑταίρους,</l><l n="290">οἳ δή μιν πέμψουσι φίλην ἐς πατρίδα γαῖαν.</l><l n="291">ἀλλʼ ἐμὲ πρὶν ἀπέπεμψε· τύχησε γὰρ ἐρχομένη νηῦς</l><l n="292">ἀνδρῶν Θεσπρωτῶν ἐς Δουλίχιον πολύπυρον.</l><l n="293">καί μοι κτήματʼ ἔδειξεν, ὅσα ξυναγείρατʼ Ὀδυσσεύς·</l><l n="294">καί νύ κεν ἐς δεκάτην γενεὴν ἕτερόν γʼ ἔτι βόσκοι,</l><l n="295">ὅσσα οἱ ἐν μεγάροις κειμήλια κεῖτο ἄνακτος.</l><l n="296">τὸν δʼ ἐς Δωδώνην φάτο βήμεναι, ὄφρα θεοῖο</l><l n="297">ἐκ δρυὸς ὑψικόμοιο Διὸς βουλὴν ἐπακούσαι,</l><l n="298">ὅππως νοστήσειε φίλην ἐς πατρίδα γαῖαν</l><l n="299">ἤδη δὴν ἀπεών, ἤ ἀμφαδὸν ἦε κρυφηδόν.</l><l n="300">ὣς ὁ μὲν οὕτως ἐστὶ σόος καὶ ἐλεύσεται ἤδη</l><l n="301">ἄγχι μάλʼ, οὐδʼ ἔτι τῆλε φίλων καὶ πατρίδος αἴης</l><l n="302">δηρὸν ἀπεσσεῖται· ἔμπης δέ τοι ὅρκια δώσω.</l><l n="303">ἴστω νῦν Ζεὺς πρῶτα, θεῶν ὕπατος καὶ ἄριστος,</l><l n="304">ἱστίη τʼ Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω·</l><l n="305">ἦ μέν τοι τάδε πάντα τελείεται ὡς ἀγορεύω.</l><l n="306">τοῦδʼ αὐτοῦ λυκάβαντος ἐλεύσεται ἐνθάδʼ Ὀδυσσεύς,</l><l n="307">τοῦ μὲν φθίνοντος μηνός, τοῦ δʼ ἱσταμένοιο.</l></q><l n="308"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·</l><q type="unspecified"><l n="309">αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τετελεσμένον εἴη·</l><l n="310">τῷ κε τάχα γνοίης φιλότητά τε πολλά τε δῶρα</l><l n="311">ἐξ ἐμεῦ, ὡς ἄν τίς σε συναντόμενος μακαρίζοι.</l><l n="312">ἀλλά μοι ὧδʼ ἀνὰ θυμὸν ὀΐεται, ὡς ἔσεταί περ·</l><l n="313">οὔτʼ Ὀδυσεὺς ἔτι οἶκον ἐλεύσεται, οὔτε σὺ πομπῆς</l><l n="314">τεύξῃ, ἐπεὶ οὐ τοῖοι σημάντορές εἰσʼ ἐνὶ οἴκῳ</l><l n="315">οἷος Ὀδυσσεὺς ἔσκε μετʼ ἀνδράσιν, εἴ ποτʼ ἔην γε,</l><l n="316">ξείνους αἰδοίους ἀποπεμπέμεν ἠδὲ δέχεσθαι.</l><milestone n="317" unit="card" ed="p"/><l n="317">ἀλλά μιν, ἀμφίπολοι, ἀπονίψατε, κάτθετε δʼ εὐνήν,</l><l n="318">δέμνια καὶ χλαίνας καὶ ῥήγεα σιγαλόεντα,</l><l n="319">ὥς κʼ εὖ θαλπιόων χρυσόθρονον Ἠῶ ἵκηται.</l><l n="320">ἠῶθεν δὲ μάλʼ ἦρι λοέσσαι τε χρῖσαί τε,</l><l n="321">ὥς κʼ ἔνδον παρὰ Τηλεμάχῳ δείπνοιο μέδηται</l><l n="322">ἥμενος ἐν μεγάρῳ· τῷ δʼ ἄλγιον ὅς κεν ἐκείνων</l><l n="323">τοῦτον ἀνιάζῃ θυμοφθόρος· οὐδέ τι ἔργον</l><l n="324">ἐνθάδʼ ἔτι πρήξει, μάλα περ κεχολωμένος αἰνῶς.</l><l n="325">πῶς γὰρ ἐμεῦ σύ, ξεῖνε, δαήσεαι εἴ τι γυναικῶν</l><l n="326">ἀλλάων περίειμι νόον καὶ ἐπίφρονα μῆτιν,</l><l n="327">εἴ κεν ἀϋσταλέος, κακὰ εἱμένος ἐν μεγάροισιν</l><l n="328">δαινύῃ; ἄνθρωποι δὲ μινυνθάδιοι τελέθουσιν.</l><l n="329">ὃς μὲν ἀπηνὴς αὐτὸς ἔῃ καὶ ἀπηνέα εἰδῇ,</l><l n="330">τῷ δὲ καταρῶνται πάντες βροτοὶ ἄλγεʼ ὀπίσσω</l><l n="331">ζωῷ, ἀτὰρ τεθνεῶτί γʼ ἐφεψιόωνται ἅπαντες·</l><l n="332">ὃς δʼ ἂν ἀμύμων αὐτὸς ἔῃ καὶ ἀμύμονα εἰδῇ,</l><l n="333">τοῦ μέν τε κλέος εὐρὺ δὶα ξεῖνοι φορέουσι</l><l n="334">πάντας ἐπʼ ἀνθρώπους, πολλοί τέ μιν ἐσθλὸν ἔειπον.</l></q><l n="335">τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·</l><q type="unspecified"><l n="336">ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,</l><l n="337">ἦ τοι ἐμοὶ χλαῖναι καὶ ῥήγεα σιγαλόεντα</l><l n="338">ἤχθεθʼ, ὅτε πρῶτον Κρήτης ὄρεα νιφόεντα</l><l n="339">νοσφισάμην ἐπὶ νηὸς ἰὼν δολιχηρέτμοιο,</l><l n="340">κείω δʼ ὡς τὸ πάρος περ ἀΰπνους νύκτας ἴαυον·</l><l n="341">πολλὰς γὰρ δὴ νύκτας ἀεικελίῳ ἐνὶ κοίτῃ</l><l n="342">ἄεσα καί τʼ ἀνέμεινα ἐΰθρονον Ἠῶ δῖαν.</l><l n="343">οὐδέ τί μοι ποδάνιπτρα ποδῶν ἐπιήρανα θυμῷ</l><l n="344">γίγνεται· οὐδὲ γυνὴ ποδὸς ἅψεται ἡμετέροιο</l><l n="345">τάων αἵ τοι δῶμα κάτα δρήστειραι ἔασιν,</l><l n="346">εἰ μή τις γρηῦς ἔστι παλαιή, κεδνὰ ἰδυῖα,</l><l n="347">ἥ τις δὴ τέτληκε τόσα φρεσὶν ὅσσα τʼ ἐγώ περ·</l><l n="348">τῇ δʼ οὐκ ἂν φθονέοιμι ποδῶν ἅψασθαι ἐμεῖο.</l></q><l n="349"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·</l><q type="unspecified"><l n="350">ξεῖνε φίλʼ· οὐ γάρ πώ τις ἀνὴρ πεπνυμένος ὧδε</l><l n="351">ξείνων τηλεδαπῶν φιλίων ἐμὸν ἵκετο δῶμα,</l><l n="352">ὡς σὺ μάλʼ εὐφραδέως πεπνυμένα πάντʼ ἀγορεύεις·</l><l n="353">ἔστι δέ μοι γρηῢς πυκινὰ φρεσὶ μήδεʼ ἔχουσα</l><l n="354">ἣ κεῖνον δύστηνον ἐῢ τρέφεν ἠδʼ ἀτίταλλε,</l><l n="355">δεξαμένη χείρεσσʼ, ὅτε μιν πρῶτον τέκε μήτηρ,</l><l n="356">ἥ σε πόδας νίψει, ὀλιγηπελέουσά περ ἔμπης.</l><l n="357">ἀλλʼ ἄγε νῦν ἀνστᾶσα, περίφρων Εὐρύκλεια,</l><l n="358">νίψον σοῖο ἄνακτος ὁμήλικα· καί που Ὀδυσσεὺς</l><l n="359">ἤδη τοιόσδʼ ἐστὶ πόδας τοιόσδε τε χεῖρας·</l><l n="360">αἶψα γὰρ ἐν κακότητι βροτοὶ καταγηράσκουσιν.</l></q><milestone n="361" unit="card" ed="p"/><l n="361"><milestone unit="para" ed="P"/>ὣς ἄρʼ ἔφη, γρηῢς δὲ κατέσχετο χερσὶ πρόσωπα,</l><l n="362">δάκρυα δʼ ἔκβαλε θερμά, ἔπος δʼ ὀλοφυδνὸν ἔειπεν·</l><q type="unspecified"><l n="363"><milestone unit="para" ed="P"/>ὤ μοι ἐγὼ σέο, τέκνον, ἀμήχανος· ἦ σε περὶ
                     Ζεὺς</l><l n="364">ἀνθρώπων ἤχθηρε θεουδέα θυμὸν ἔχοντα.</l><l n="365">οὐ γάρ πώ τις τόσσα βροτῶν Διὶ τερπικεραύνῳ</l><l n="366">πίονα μηρίʼ ἔκηʼ οὐδʼ ἐξαίτους ἑκατόμβας,</l><l n="367">ὅσσα σὺ τῷ ἐδίδους, ἀρώμενος ἧος ἵκοιο</l><l n="368">γῆράς τε λιπαρὸν θρέψαιό τε φαίδιμον υἱόν·</l><l n="369">νῦν δέ τοι οἴῳ πάμπαν ἀφείλετο νόστιμον ἦμαρ.</l><l n="370">οὕτω που καὶ κείνῳ ἐφεψιόωντο γυναῖκες</l><l n="371">ξείνων τηλεδαπῶν, ὅτε τευ κλυτὰ δώμαθʼ ἵκοιτο,</l><l n="372">ὡς σέθεν αἱ κύνες αἵδε καθεψιόωνται ἅπασαι,</l><l n="373">τάων νῦν λώβην τε καὶ αἴσχεα πόλλʼ ἀλεείνων</l><l n="374">οὐκ ἐάας νίζειν· ἐμὲ δʼ οὐκ ἀέκουσαν ἄνωγε</l><l n="375">κούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια.</l><l n="376">τῷ σε πόδας νίψω ἅμα τʼ αὐτῆς Πηνελοπείης</l><l n="377">καὶ σέθεν εἵνεκʼ, ἐπεί μοι ὀρώρεται ἔνδοθι θυμὸς</l><l n="378">κήδεσιν. ἀλλʼ ἄγε νῦν ξυνίει ἔπος, ὅττι κεν εἴπω·</l><l n="379">πολλοὶ δὴ ξεῖνοι ταλαπείριοι ἐνθάδʼ ἵκοντο,</l><l n="380">ἀλλʼ οὔ πώ τινά φημι ἐοικότα ὧδε ἰδέσθαι</l><l n="381">ὡς σὺ δέμας φωνήν τε πόδας τʼ Ὀδυσῆϊ ἔοικας.</l></q><l n="382"><milestone unit="para" ed="P"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="383">ὦ γρηῦ, οὕτω φασὶν ὅσοι ἴδον ὀφθαλμοῖσιν</l><l n="384">ἡμέας ἀμφοτέρους, μάλα εἰκέλω ἀλλήλοιϊν</l><l n="385">ἔμμεναι, ὡς σύ περ αὐτὴ ἐπιφρονέουσʼ ἀγορεύεις.</l></q><l n="386"><milestone unit="para" ed="P"/>ὣς ἄρʼ ἔφη, γρηῢς δὲ λέβηθʼ ἕλε παμφανόωντα</l><l n="387">τοῦ πόδας ἐξαπένιζεν, ὕδωρ δʼ ἐνεχεύατο πουλὺ</l><l n="388">ψυχρόν, ἔπειτα δὲ θερμὸν ἐπήφυσεν. αὐτὰρ Ὀδυσσεὺς</l><l n="389">ἷζεν ἐπʼ ἐσχαρόφιν, ποτὶ δὲ σκότον ἐτράπετʼ αἶψα·</l><l n="390">αὐτίκα γὰρ κατὰ θυμὸν ὀΐσατο, μή ἑ λαβοῦσα</l><l n="391">οὐλὴν ἀμφράσσαιτο καὶ ἀμφαδὰ ἔργα γένοιτο.</l><l n="392">νίζε δʼ ἄρʼ ἆσσον ἰοῦσα ἄναχθʼ ἑόν· αὐτίκα δʼ ἔγνω</l><l n="393">οὐλήν, τήν ποτέ μιν σῦς ἤλασε λευκῷ ὀδόντι</l><l n="394">Παρνησόνδʼ ἐλθόντα μετʼ Αὐτόλυκόν τε καὶ υἷας,</l><l n="395">μητρὸς ἑῆς πάτερʼ ἐσθλόν, ὃς ἀνθρώπους ἐκέκαστο</l><l n="396">κλεπτοσύνῃ θʼ ὅρκῳ τε· θεὸς δέ οἱ αὐτὸς ἔδωκεν</l><l n="397">Ἑρμείας· τῷ γὰρ κεχαρισμένα μηρία καῖεν</l><l n="398">ἀρνῶν ἠδʼ ἐρίφων· ὁ δέ οἱ πρόφρων ἅμʼ ὀπήδει.</l><l n="399">Αὐτόλυκος δʼ ἐλθὼν Ἰθάκης ἐς πίονα δῆμον</l><l n="400">παῖδα νέον γεγαῶτα κιχήσατο θυγατέρος ἧς·</l><l n="401">τόν ῥά οἱ Εὐρύκλεια φίλοις ἐπὶ γούνασι θῆκε</l><l n="402">παυομένῳ δόρποιο, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·</l><q type="unspecified"><l n="403"><milestone unit="para" ed="P"/>Αὐτόλυκʼ, αὐτὸς νῦν ὄνομʼ εὕρεο ὅττι κε θῆαι</l><l n="404">παιδὸς παιδὶ φίλῳ· πολυάρητος δέ τοί ἐστιν.</l></q><milestone n="405" unit="card" ed="p"/><l n="405">τὴν δʼ αὖτʼ Αὐτόλυκος ἀπαμείβετο φώνησέν τε·</l><q type="unspecified"><l n="406">γαμβρὸς ἐμὸς θυγάτηρ τε, τίθεσθʼ ὄνομʼ ὅττι κεν εἴπω·</l><l n="407">πολλοῖσιν γὰρ ἐγώ γε ὀδυσσάμενος τόδʼ ἱκάνω,</l><l n="408">ἀνδράσιν ἠδὲ γυναιξὶν ἀνὰ χθόνα πουλυβότειραν·</l><l n="409">τῷ δʼ Ὀδυσεὺς ὄνομʼ ἔστω ἐπώνυμον· αὐτὰρ ἐγώ γε,</l><l n="410">ὁππότʼ ἂν ἡβήσας μητρώϊον ἐς μέγα δῶμα</l><l n="411">ἔλθῃ Παρνησόνδʼ, ὅθι πού μοι κτήματʼ ἔασι,</l><l n="412">τῶν οἱ ἐγὼ δώσω καί μιν χαίροντʼ ἀποπέμψω.</l></q><l n="413"><milestone unit="para" ed="P"/>τῶν ἕνεκʼ ἦλθʼ Ὀδυσεύς, ἵνα οἱ πόροι ἀγλαὰ
                  δῶρα.</l><l n="414">τὸν μὲν ἄρʼ Αὐτόλυκός τε καὶ υἱέες Αὐτολύκοιο</l><l n="415">χερσίν τʼ ἠσπάζοντο ἔπεσσί τε μειλιχίοισι·</l><l n="416">μήτηρ δʼ Ἀμφιθέη μητρὸς περιφῦσʼ Ὀδυσῆϊ</l><l n="417">κύσσʼ ἄρα μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλά.</l><l n="418">Αὐτόλυκος δʼ υἱοῖσιν ἐκέκλετο κυδαλίμοισι</l><l n="419">δεῖπνον ἐφοπλίσσαι· τοὶ δʼ ὀτρύνοντος ἄκουσαν,</l><l n="420">αὐτίκα δʼ εἰσάγαγον βοῦν ἄρσενα πενταέτηρον·</l><l n="421">τὸν δέρον ἀμφί θʼ ἕπον, καί μιν διέχευαν ἅπαντα,</l><l n="422">μίστυλλόν τʼ ἄρʼ ἐπισταμένως πεῖράν τʼ ὀβελοῖσιν,</l><l n="423">ὤπτησάν τε περιφραδέως, δάσσαντό τε μοίρας.</l><l n="424">ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα</l><l n="425">δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης·</l><l n="426">ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθεν,</l><l n="427">δὴ τότε κοιμήσαντο καὶ ὕπνου δῶρον ἕλοντο.</l><l n="428"><milestone unit="para" ed="P"/>ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,</l><l n="429">βάν ῥʼ ἴμεν ἐς θήρην, ἠμὲν κύνες ἠδὲ καὶ αὐτοὶ</l><l n="430">υἱέες Αὐτολύκου· μετὰ τοῖσι δὲ δῖος Ὀδυσσεὺς</l><l n="431">ἤϊεν· αἰπὺ δʼ ὄρος προσέβαν καταειμένον ὕλῃ</l><l n="432">Παρνησοῦ, τάχα δʼ ἵκανον πτύχας ἠνεμοέσσας.</l><l n="433">Ἠέλιος μὲν ἔπειτα νέον προσέβαλλεν ἀρούρας</l><l n="434">ἐξ ἀκαλαρρείταο βαθυρρόου Ὠκεανοῖο,</l><l n="435">οἱ δʼ ἐς βῆσσαν ἵκανον ἐπακτῆρες· πρὸ δʼ ἄρʼ αὐτῶν</l><l n="436">ἴχνιʼ ἐρευνῶντες κύνες ἤϊσαν, αὐτὰρ ὄπισθεν</l><l n="437">υἱέες Αὐτολύκου· μετὰ τοῖσι δὲ δῖος Ὀδυσσεὺς</l><l n="438">ἤϊεν ἄγχι κυνῶν, κραδάων δολιχόσκιον ἔγχος.</l><l n="439">ἔνθα δʼ ἄρʼ ἐν λόχμῃ πυκινῇ κατέκειτο μέγας σῦς·</l><l n="440">τὴν μὲν ἄρʼ οὔτʼ ἀνέμων διάει μένος ὑγρὸν ἀέντων,</l><l n="441">οὔτε μιν Ἠέλιος φαέθων ἀκτῖσιν ἔβαλλεν,</l><l n="442">οὔτʼ ὄμβρος περάασκε διαμπερές· ὣς ἄρα πυκνὴ</l><l n="443">ἦεν, ἀτὰρ φύλλων ἐνέην χύσις ἤλιθα πολλή.</l><l n="444">τὸν δʼ ἀνδρῶν τε κυνῶν τε περὶ κτύπος ἦλθε ποδοῖϊν,</l><l n="445">ὡς ἐπάγοντες ἐπῇσαν· ὁ δʼ ἀντίος ἐκ ξυλόχοιο</l><l n="446">φρίξας εὖ λοφιήν, πῦρ δʼ ὀφθαλμοῖσι δεδορκώς,</l><l n="447">στῆ ῥʼ αὐτῶν σχεδόθεν· ὁ δʼ ἄρα πρώτιστος Ὀδυσσεὺς</l><l n="448">ἔσσυτʼ ἀνασχόμενος δολιχὸν δόρυ χειρὶ παχείῃ,</l><l n="449">οὐτάμεναι μεμαώς· ὁ δέ μιν φθάμενος ἔλασεν σῦς</l><l n="450">γουνὸς ὕπερ, πολλὸν δὲ διήφυσε σαρκὸς ὀδόντι</l><l n="451">λικριφὶς ἀΐξας, οὐδʼ ὀστέον ἵκετο φωτός.</l><l n="452">τὸν δʼ Ὀδυσεὺς οὔτησε τυχὼν κατὰ δεξιὸν ὦμον,</l><l n="453">ἀντικρὺ δὲ διῆλθε φαεινοῦ δουρὸς ἀκωκή·</l><l n="454">κὰδ δʼ ἔπεσʼ ἐν κονίῃσι μακών, ἀπὸ δʼ ἔπτατο θυμός.</l><milestone n="455" unit="card" ed="p"/><l n="455">τὸν μὲν ἄρʼ Αὐτολύκου παῖδες φίλοι ἀμφεπένοντο,</l><l n="456">ὠτειλὴν δʼ Ὀδυσῆος ἀμύμονος ἀντιθέοιο</l><l n="457">δῆσαν ἐπισταμένως, ἐπαοιδῇ δʼ αἷμα κελαινὸν</l><l n="458">ἔσχεθον, αἶψα δʼ ἵκοντο φίλου πρὸς δώματα πατρός.</l><l n="459">τὸν μὲν ἄρʼ Αὐτόλυκός τε καὶ υἱέες Αὐτολύκοιο</l><l n="460">εὖ ἰησάμενοι ἠδʼ ἀγλαὰ δῶρα πορόντες</l><l n="461">καρπαλίμως χαίροντα φίλην ἐς πατρίδʼ ἔπεμπον</l><l n="462">εἰς Ἰθάκην. τῷ μέν ῥα πατὴρ καὶ πότνια μήτηρ</l><l n="463">χαῖρον νοστήσαντι καὶ ἐξερέεινον ἕκαστα,</l><l n="464">οὐλὴν ὅττι πάθοι· ὁ δʼ ἄρα σφίσιν εὖ κατέλεξεν</l><l n="465">ὥς μιν θηρεύοντʼ ἔλασεν σῦς λευκῷ ὀδόντι,</l><l n="466">Παρνησόνδʼ ἐλθόντα σὺν υἱάσιν Αὐτολύκοιο.</l><l n="467"><milestone unit="para" ed="P"/>τὴν γρηῢς χείρεσσι καταπρηνέσσι λαβοῦσα</l><l n="468">γνῶ ῥʼ ἐπιμασσαμένη, πόδα δὲ προέηκε φέρεσθαι·</l><l n="469">ἐν δὲ λέβητι πέσε κνήμη, κανάχησε δὲ χαλκός,</l><l n="470">ἂψ δʼ ἑτέρωσʼ ἐκλίθη· τὸ δʼ ἐπὶ χθονὸς ἐξέχυθʼ ὕδωρ.</l><l n="471">τὴν δʼ ἅμα χάρμα καὶ ἄλγος ἕλε φρένα, τὼ δέ οἱ ὄσσε</l><l n="472">δακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή.</l><l n="473">ἁψαμένη δὲ γενείου Ὀδυσσῆα προσέειπεν·</l><q type="unspecified"><l n="474"><milestone unit="para" ed="P"/>ἦ μάλʼ Ὀδυσσεύς ἐσσι, φίλον τέκος· οὐδέ σʼ ἐγώ
                     γε</l><l n="475">πρὶν ἔγνων, πρὶν πάντα ἄνακτʼ ἐμὸν ἀμφαφάασθαι.</l></q><l n="476"><milestone unit="para" ed="P"/>ἦ καὶ Πηνελόπειαν ἐσέδρακεν ὀφθαλμοῖσι,</l><l n="477">πεφραδέειν ἐθέλουσα φίλον πόσιν ἔνδον ἐόντα.</l></div></div></body></text></TEI>