αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, δὴ τότε Τηλέμαχος καὶ Νέστορος ἀγλαὸς υἱὸς ἵππους τε ζεύγνυντʼ ἀνά θʼ ἅρματα ποικίλʼ ἔβαινον, ἐκ δʼ ἔλασαν προθύροιο καὶ αἰθούσης ἐριδούπου. τοὺς δὲ μετʼ Ἀτρεΐδης ἔκιε ξανθὸς Μενέλαος, οἶνον ἔχων ἐν χειρὶ μελίφρονα δεξιτερῆφι, ἐν δέπαϊ χρυσέῳ, ὄφρα λείψαντε κιοίτην. στῆ δʼ ἵππων προπάροιθε, δεδισκόμενος δὲ προσηύδα· χαίρετον, ὦ κούρω, καὶ Νέστορι ποιμένι λαῶν εἰπεῖν· ἦ γὰρ ἐμοί γε πατὴρ ὣς ἤπιος ἦεν, ἧος ἐνὶ Τροίῃ πολεμίζομεν υἷες Ἀχαιῶν. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· καὶ λίην κείνῳ γε, διοτρεφές, ὡς ἀγορεύεις, πάντα τάδʼ ἐλθόντες καταλέξομεν· αἲ γὰρ ἐγὼν ὣς νοστήσας Ἰθάκηνδε, κιχὼν Ὀδυσῆʼ ἐνὶ οἴκῳ, εἴποιμʼ ὡς παρὰ σεῖο τυχὼν φιλότητος ἁπάσης ἔρχομαι, αὐτὰρ ἄγω κειμήλια πολλὰ καὶ ἐσθλά. ὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις, αἰετὸς ἀργὴν χῆνα φέρων ὀνύχεσσι πέλωρον, ἥμερον ἐξ αὐλῆς· οἱ δʼ ἰΰζοντες ἕποντο ἀνέρες ἠδὲ γυναῖκες· ὁ δέ σφισιν ἐγγύθεν ἐλθὼν δεξιὸς ἤϊξε πρόσθʼ ἵππων· οἱ δὲ ἰδόντες γήθησαν, καὶ πᾶσιν ἐνὶ φρεσὶ θυμὸς ἰάνθη. τοῖσι δὲ Νεστορίδης Πεισίστρατος ἤρχετο μύθων· φράζεο δή, Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν, ἢ νῶϊν τόδʼ ἔφηνε θεὸς τέρας ἦε σοὶ αὐτῷ. ὣς φάτο, μερμήριξε δʼ ἀρηΐφιλος Μενέλαος, ὅππως οἱ κατὰ μοῖραν ὑποκρίναιτο νοήσας. τὸν δʼ Ἑλένη τανύπεπλος ὑποφθαμένη φάτο μῦθον· κλῦτέ μευ· αὐτὰρ ἐγὼ μαντεύσομαι, ὡς ἐνὶ θυμῷ ἀθάνατοι βάλλουσι καὶ ὡς τελέεσθαι ὀΐω. ὡς ὅδε χῆνʼ ἥρπαξʼ ἀτιταλλομένην ἐνὶ οἴκῳ ἐλθὼν ἐξ ὄρεος, ὅθι οἱ γενεή τε τόκος τε, ὣς Ὀδυσεὺς κακὰ πολλὰ παθὼν καὶ πόλλʼ ἐπαληθεὶς οἴκαδε νοστήσει καὶ τίσεται· ἠὲ καὶ ἤδη οἴκοι, ἀτὰρ μνηστῆρσι κακὸν πάντεσσι φυτεύει. τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· οὕτω νῦν Ζεὺς θείη, ἐρίγδουπος πόσις Ἥρης· τῷ κέν τοι καὶ κεῖθι θεῷ ὣς εὐχετοῴμην. ἦ καὶ ἐφʼ ἵπποιϊν μάστιν βάλεν· οἱ δὲ μάλʼ ὦκα ἤϊξαν πεδίονδε διὰ πτόλιος μεμαῶτες. οἱ δὲ πανημέριοι σεῖον ζυγὸν ἀμφὶς ἔχοντες. δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί· ἐς Φηρὰς δʼ ἵκοντο Διοκλῆος ποτὶ δῶμα, υἱέος Ὀρτιλόχοιο, τὸν Ἀλφειὸς τέκε παῖδα. ἔνθα δὲ νύκτʼ ἄεσαν ὁ δὲ τοῖς πὰρ ξείνια θῆκεν. ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, ἵππους τε ζεύγνυντʼ ἀνά θʼ ἅρματα ποικίλʼ ἔβαινον, ἐκ δʼ ἔλασαν προθύροιο καὶ αἰθούσης ἐριδούπου· μάστιξεν δʼ ἐλάαν, τὼ δʼ οὐκ ἄκοντε πετέσθην. αἶψα δʼ ἔπειθʼ ἵκοντο Πύλου αἰπὺ πτολίεθρον· καὶ τότε Τηλέμαχος προσεφώνεε Νέστορος υἱόν· Νεστορίδη, πῶς κέν μοι ὑποσχόμενος τελέσειας μῦθον ἐμόν; ξεῖνοι δὲ διαμπερὲς εὐχόμεθʼ εἶναι ἐκ πατέρων φιλότητος, ἀτὰρ καὶ ὁμήλικές εἰμεν· ἥδε δʼ ὁδὸς καὶ μᾶλλον ὁμοφροσύνῃσιν ἐνήσει. μή με παρὲξ ἄγε νῆα, διοτρεφές, ἀλλὰ λίπʼ αὐτοῦ, μή μʼ ὁ γέρων ἀέκοντα κατάσχῃ ᾧ ἐνὶ οἴκῳ ἱέμενος φιλέειν· ἐμὲ δὲ χρεὼ θᾶσσον ἱκέσθαι. ὣς φάτο, Νεστορίδης δʼ ἄρʼ ἑῷ συμφράσσατο θυμῷ, ὅππως οἱ κατὰ μοῖραν ὑποσχόμενος τελέσειεν. ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι· στρέψʼ ἵππους ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης, νηῒ δʼ ἐνὶ πρύμνῃ ἐξαίνυτο κάλλιμα δῶρα, ἐσθῆτα χρυσόν τε, τά οἱ Μενέλαος ἔδωκε· καί μιν ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα· σπουδῇ νῦν ἀνάβαινε κέλευέ τε πάντας ἑταίρους, πρὶν ἐμὲ οἴκαδʼ ἱκέσθαι ἀπαγγεῖλαί τε γέροντι. εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν· οἷος κείνου θυμὸς ὑπέρβιος, οὔ σε μεθήσει, ἀλλʼ αὐτὸς καλέων δεῦρʼ εἴσεται, οὐδέ ἕ φημι ἂψ ἰέναι κενεόν· μάλα γὰρ κεχολώσεται ἔμπης. ὣς ἄρα φωνήσας ἔλασεν καλλίτριχας ἵππους ἂψ Πυλίων εἰς ἄστυ, θοῶς δʼ ἄρα δώμαθʼ ἵκανε. Τηλέμαχος δʼ ἑτάροισιν ἐποτρύνων ἐκέλευσεν· ἐγκοσμεῖτε τὰ τεύχεʼ, ἑταῖροι, νηῒ μελαίνῃ, αὐτοί τʼ ἀμβαίνωμεν, ἵνα πρήσσωμεν ὁδοῖο. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο, αἶψα δʼ ἄρʼ εἴσβαινον καὶ ἐπὶ κληῗσι καθῖζον. ἦ τοι ὁ μὲν τὰ πονεῖτο καὶ εὔχετο, θῦε δʼ Ἀθήνῃ νηῒ πάρα πρυμνῇ· σχεδόθεν δέ οἱ ἤλυθεν ἀνὴρ τηλεδαπός, φεύγων ἐξ Ἄργεος ἄνδρα κατακτάς, μάντις· ἀτὰρ γενεήν γε Μελάμποδος ἔκγονος ἦεν, ὃς πρὶν μέν ποτʼ ἔναιε Πύλῳ ἔνι, μητέρι μήλων, ἀφνειὸς Πυλίοισι μέγʼ ἔξοχα δώματα ναίων· δὴ τότε γʼ ἄλλων δῆμον ἀφίκετο, πατρίδα φεύγων Νηλέα τε μεγάθυμον, ἀγαυότατον ζωόντων, ὅς οἱ χρήματα πολλὰ τελεσφόρον εἰς ἐνιαυτὸν εἶχε βίῃ. ὁ δὲ τῆος ἐνὶ μεγάροις Φυλάκοιο δεσμῷ ἐν ἀργαλέῳ δέδετο, κρατέρʼ ἄλγεα πάσχων εἵνεκα Νηλῆος κούρης ἄτης τε βαρείης, τήν οἱ ἐπὶ φρεσὶ θῆκε θεὰ δασπλῆτις Ἐρινύς. ἀλλʼ ὁ μὲν ἔκφυγε κῆρα καὶ ἤλασε βοῦς ἐριμύκους ἐς Πύλον ἐκ Φυλάκης καὶ ἐτίσατο ἔργον ἀεικὲς ἀντίθεον Νηλῆα, κασιγνήτῳ δὲ γυναῖκα ἠγάγετο πρὸς δώμαθʼ. ὁ δʼ ἄλλων ἵκετο δῆμον, Ἄργος ἐς ἱππόβοτον· τόθι γάρ νύ οἱ αἴσιμον ἦεν ναιέμεναι πολλοῖσιν ἀνάσσοντʼ Ἀργείοισιν ἔνθα δʼ ἔγημε γυναῖκα καὶ ὑψερεφὲς θέτο δῶμα, γείνατο δʼ Ἀντιφάτην καὶ Μάντιον, υἷε κραταιώ. Ἀντιφάτης μὲν ἔτικτεν Ὀϊκλῆα μεγάθυμον, αὐτὰρ Ὀϊκλείης λαοσσόον Ἀμφιάραον, ὃν περὶ κῆρι φίλει Ζεύς τʼ αἰγίοχος καὶ Ἀπόλλων παντοίην φιλότητʼ· οὐδʼ ἵκετο γήραος οὐδόν, ἀλλʼ ὄλετʼ ἐν Θήβῃσι γυναίων εἵνεκα δώρων. τοῦ δʼ υἱεῖς ἐγένοντʼ Ἀλκμαίων Ἀμφίλοχός τε. Μάντιος αὖ τέκετο Πολυφείδεά τε Κλεῖτόν τε· ἀλλʼ ἦ τοι Κλεῖτον χρυσόθρονος ἥρπασεν Ἠὼς κάλλεος εἵνεκα οἷο, ἵνʼ ἀθανάτοισι μετείη· αὐτὰρ ὑπέρθυμον Πολυφείδεα μάντιν Ἀπόλλων θῆκε βροτῶν ὄχʼ ἄριστον, ἐπεὶ θάνεν Ἀμφιάραος· ὅς ῥʼ Ὑπερησίηνδʼ ἀπενάσσατο πατρὶ χολωθείς, ἔνθʼ ὅ γε ναιετάων μαντεύετο πᾶσι βροτοῖσιν. τοῦ μὲν ἄρʼ υἱὸς ἐπῆλθε, Θεοκλύμενος δʼ ὄνομʼ ἦεν, ὃς τότε Τηλεμάχου πέλας ἵστατο· τὸν δʼ ἐκίχανεν σπένδοντʼ εὐχόμενόν τε θοῇ παρὰ νηῒ μελαίνῃ, καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· ὦ φίλʼ, ἐπεί σε θύοντα κιχάνω τῷδʼ ἐνὶ χώρῳ, λίσσομʼ ὑπὲρ θυέων καὶ δαίμονος, αὐτὰρ ἔπειτα σῆς τʼ αὐτοῦ κεφαλῆς καὶ ἑταίρων, οἵ τοι ἕπονται, εἰπέ μοι εἰρομένῳ νημερτέα μηδʼ ἐπικεύσῃς· τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες; τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω. ἐξ Ἰθάκης γένος εἰμί, πατὴρ δέ μοί ἐστιν Ὀδυσσεύς, εἴ ποτʼ ἔην· νῦν δʼ ἤδη ἀπέφθιτο λυγρῷ ὀλέθρῳ. τοὔνεκα νῦν ἑτάρους τε λαβὼν καὶ νῆα μέλαιναν ἦλθον πευσόμενος πατρὸς δὴν οἰχομένοιο. τὸν δʼ αὖτε προσέειπε Θεοκλύμενος θεοειδής· οὕτω τοι καὶ ἐγὼν ἐκ πατρίδος, ἄνδρα κατακτὰς ἔμφυλον· πολλοὶ δὲ κασίγνητοί τε ἔται τε Ἄργος ἀνʼ ἱππόβοτον, μέγα δὲ κρατέουσιν Ἀχαιῶν. τῶν ὑπαλευάμενος θάνατον καὶ κῆρα μέλαιναν φεύγω, ἐπεί νύ μοι αἶσα κατʼ ἀνθρώπους ἀλάλησθαι. ἀλλά με νηὸς ἔφεσσαι, ἐπεί σε φυγὼν ἱκέτευσα, μή με κατακτείνωσι· διωκέμεναι γὰρ ὀΐω. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· οὐ μὲν δή σʼ ἐθέλοντά γʼ ἀπώσω νηὸς ἐΐσης, ἀλλʼ ἕπευ· αὐτὰρ κεῖθι φιλήσεαι, οἷά κʼ ἔχωμεν. ὣς ἄρα φωνήσας οἱ ἐδέξατο χάλκεον ἔγχος, καὶ τό γʼ ἐπʼ ἰκριόφιν τάνυσεν νεὸς ἀμφιελίσσης· ἂν δὲ καὶ αὐτὸς νηὸς ἐβήσετο ποντοπόροιο. ἐν πρύμνῃ δʼ ἄρʼ ἔπειτα καθέζετο, πὰρ δὲ οἷ αὐτῷ εἷσε Θεοκλύμενον· τοὶ δὲ πρυμνήσιʼ ἔλυσαν. Τηλέμαχος δʼ ἑτάροισιν ἐποτρύνας ἐκέλευσεν ὅπλων ἅπτεσθαι· τοὶ δʼ ἐσσυμένως ἐπίθοντο. ἱστὸν δʼ εἰλάτινον κοίλης ἔντοσθε μεσόδμης στῆσαν ἀείραντες, κατὰ δὲ προτόνοισιν ἔδησαν, ἕλκον δʼ ἱστία λευκὰ ἐϋστρέπτοισι βοεῦσι. τοῖσιν δʼ ἴκμενον οὖρον ἵει γλαυκῶπις Ἀθήνη, λάβρον ἐπαιγίζοντα διʼ αἰθέρος, ὄφρα τάχιστα νηῦς ἀνύσειε θέουσα θαλάσσης ἁλμυρὸν ὕδωρ. βὰν δὲ παρὰ Κρουνοὺς καὶ Χαλκίδα καλλιρέεθρον. δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί· ἡ δὲ Φεὰς ἐπέβαλλεν ἐπειγομένη Διὸς οὔρῳ ἠδὲ παρʼ Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί. ἔνθεν δʼ αὖ νήσοισιν ἐπιπροέηκε θοῇσιν, ὁρμαίνων ἤ κεν θάνατον φύγοι ἦ κεν ἁλώῃ. τὼ δʼ αὖτʼ ἐν κλισίῃ Ὀδυσεὺς καὶ δῖος ὑφορβὸς δορπείτην· παρὰ δέ σφιν ἐδόρπεον ἀνέρες ἄλλοι. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, τοῖς δʼ Ὀδυσεὺς μετέειπε, συβώτεω πειρητίζων, ἤ μιν ἔτʼ ἐνδυκέως φιλέοι μεῖναί τε κελεύοι αὐτοῦ ἐνὶ σταθμῷ, ἦ ὀτρύνειε πόλινδε· κέκλυθι νῦν, Εὔμαιε, καὶ ἄλλοι πάντες ἑταῖροι· ἠῶθεν προτὶ ἄστυ λιλαίομαι ἀπονέεσθαι πτωχεύσων, ἵνα μή σε κατατρύχω καὶ ἑταίρους. ἀλλά μοι εὖ θʼ ὑπόθευ καὶ ἅμʼ ἡγεμόνʼ ἐσθλὸν ὄπασσον ὅς κέ με κεῖσʼ ἀγάγῃ· κατὰ δὲ πτόλιν αὐτὸς ἀνάγκῃ πλάγξομαι, αἴ κέν τις κοτύλην καὶ πύρνον ὀρέξῃ. καί κʼ ἐλθὼν πρὸς δώματʼ Ὀδυσσῆος θείοιο ἀγγελίην εἴποιμι περίφρονι Πηνελοπείῃ, καί κε μνηστήρεσσιν ὑπερφιάλοισι μιγείην, εἴ μοι δεῖπνον δοῖεν ὀνείατα μυρίʼ ἔχοντες. αἶψά κεν εὖ δρώοιμι μετὰ σφίσιν ἅσσʼ ἐθέλοιεν. ἐκ γάρ τοι ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον· Ἑρμείαο ἕκητι διακτόρου, ὅς ῥά τε πάντων ἀνθρώπων ἔργοισι χάριν καὶ κῦδος ὀπάζει, δρηστοσύνῃ οὐκ ἄν μοι ἐρίσσειε βροτὸς ἄλλος, πῦρ τʼ εὖ νηῆσαι διά τε ξύλα δανὰ κεάσσαι, δαιτρεῦσαί τε καὶ ὀπτῆσαι καὶ οἰνοχοῆσαι, οἷά τε τοῖς ἀγαθοῖσι παραδρώωσι χέρηες. τὸν δὲ μέγʼ ὀχθήσας προσέφης, Εὔμαιε συβῶτα· ὤ μοι, ξεῖνε, τίη τοι ἐνὶ φρεσὶ τοῦτο νόημα ἔπλετο; ἦ σύ γε πάγχυ λιλαίεαι αὐτόθʼ ὀλέσθαι. εἰ δὴ μνηστήρων ἐθέλεις καταδῦναι ὅμιλον, τῶν ὕβρις τε βίη τε σιδήρεον οὐρανὸν ἵκει. οὔ τοι τοιοίδʼ εἰσὶν ὑποδρηστῆρες ἐκείνων, ἀλλὰ νέοι, χλαίνας εὖ εἱμένοι ἠδὲ χιτῶνας, αἰεὶ δὲ λιπαροὶ κεφαλὰς καὶ καλὰ πρόσωπα, οἵ σφιν ὑποδρώωσιν· ἐΰξεστοι δὲ τράπεζαι σίτου καὶ κρειῶν ἠδʼ οἴνου βεβρίθασιν. ἀλλὰ μένʼ· οὐ γάρ τίς τοι ἀνιᾶται παρεόντι, οὔτʼ ἐγὼ οὔτε τις ἄλλος ἑταίρων, οἵ μοι ἔασιν. αὐτὰρ ἐπὴν ἔλθῃσιν Ὀδυσσῆος φίλος υἱός, κεῖνός σε χλαῖνάν τε χιτῶνά τε εἵματα ἕσσει, πέμψει δʼ ὅππη σε κραδίη θυμός τε κελεύει. τὸν δʼ ἠμείβετʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς· αἴθʼ οὕτως, Εὔμαιε, φίλος Διὶ πατρὶ γένοιο ὡς ἐμοί, ὅττι μʼ ἔπαυσας ἄλης καὶ ὀϊζύος αἰνῆς. πλαγκτοσύνης δʼ οὐκ ἔστι κακώτερον ἄλλο βροτοῖσιν· ἀλλʼ ἕνεκʼ οὐλομένης γαστρὸς κακὰ κήδεʼ ἔχουσιν ἀνέρες, ὅν τινʼ ἵκηται ἄλη καὶ πῆμα καὶ ἄλγος. νῦν δʼ ἐπεὶ ἰσχανάᾳς μεῖναι τέ με κεῖνον ἄνωγας, εἴπʼ ἄγε μοι περὶ μητρὸς Ὀδυσσῆος θείοιο πατρός θʼ, ὃν κατέλειπεν ἰὼν ἐπὶ γήραος οὐδῷ, ἤ που ἔτι ζώουσιν ὑπʼ αὐγὰς ἠελίοιο, ἦ ἤδη τεθνᾶσι καὶ εἰν Ἀΐδαο δόμοισι. τὸν δʼ αὖτε προσέειπε συβώτης, ὄρχαμος ἀνδρῶν· τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω. Λαέρτης μὲν ἔτι ζώει, Διὶ δʼ εὔχεται αἰεὶ θυμὸν ἀπὸ μελέων φθίσθαι οἷς ἐν μεγάροισιν· ἐκπάγλως γὰρ παιδὸς ὀδύρεται οἰχομένοιο κουριδίης τʼ ἀλόχοιο δαΐφρονος, ἥ ἑ μάλιστα ἤκαχʼ ἀποφθιμένη καὶ ἐν ὠμῷ γήραϊ θῆκεν. ἡ δʼ ἄχεϊ οὗ παιδὸς ἀπέφθιτο κυδαλίμοιο, λευγαλέῳ θανάτῳ, ὡς μὴ θάνοι ὅς τις ἐμοί γε ἐνθάδε ναιετάων φίλος εἴη καὶ φίλα ἔρδοι. ὄφρα μὲν οὖν δὴ κείνη ἔην, ἀχέουσά περ ἔμπης, τόφρα τί μοι φίλον ἔσκε μεταλλῆσαι καὶ ἐρέσθαι, οὕνεκά μʼ αὐτὴ θρέψεν ἅμα Κτιμένῃ τανυπέπλῳ, θυγατέρʼ ἰφθίμῃ, τὴν ὁπλοτάτην τέκε παίδων· τῇ ὁμοῦ ἐτρεφόμην, ὀλίγον δέ τί μʼ ἧσσον ἐτίμα. αὐτὰρ ἐπεί ῥʼ ἥβην πολυήρατον ἱκόμεθʼ ἄμφω, τὴν μὲν ἔπειτα Σάμηνδʼ ἔδοσαν καὶ μυρίʼ ἕλοντο, αὐτὰρ ἐμὲ χλαῖνάν τε χιτῶνά τε εἵματʼ ἐκείνη καλὰ μάλʼ ἀμφιέσασα, ποσὶν δʼ ὑποδήματα δοῦσα ἀγρόνδε προΐαλλε· φίλει δέ με κηρόθι μᾶλλον. νῦν δʼ ἤδη τούτων ἐπιδεύομαι· ἀλλά μοι αὐτῷ ἔργον ἀέξουσιν μάκαρες θεοὶ ᾧ ἐπιμίμνω· τῶν ἔφαγόν τʼ ἔπιόν τε καὶ αἰδοίοισιν ἔδωκα. ἐκ δʼ ἄρα δεσποίνης οὐ μείλιχον ἔστιν ἀκοῦσαι οὔτʼ ἔπος οὔτε τι ἔργον, ἐπεὶ κακὸν ἔμπεσεν οἴκῳ, ἄνδρες ὑπερφίαλοι· μέγα δὲ δμῶες χατέουσιν ἀντία δεσποίνης φάσθαι καὶ ἕκαστα πυθέσθαι καὶ φαγέμεν πιέμεν τε, ἔπειτα δὲ καί τι φέρεσθαι ἀγρόνδʼ, οἷά τε θυμὸν ἀεὶ δμώεσσιν ἰαίνει. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· ὢ πόποι, ὡς ἄρα τυτθὸς ἐών, Εὔμαιε συβῶτα, πολλὸν ἀπεπλάγχθης σῆς πατρίδος ἠδὲ τοκήων. ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον, ἠὲ διεπράθετο πτόλις ἀνδρῶν εὐρυάγυια, ᾗ ἔνι ναιετάασκε πατὴρ καὶ πότνια μήτηρ, ἦ σέ γε μουνωθέντα παρʼ οἴεσιν ἢ παρὰ βουσὶν ἄνδρες δυσμενέες νηυσὶν λάβον ἠδʼ ἐπέρασσαν τοῦδʼ ἀνδρὸς πρὸς δώμαθʼ, ὁ δʼ ἄξιον ὦνον ἔδωκε. τὸν δʼ αὖτε προσέειπε συβώτης, ὄρχαμος ἀνδρῶν· ξεῖνʼ, ἐπεὶ ἂρ δὴ ταῦτά μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς, σιγῇ νῦν ξυνίει καὶ τέρπεο, πῖνέ τε οἶνον ἥμενος. αἵδε δὲ νύκτες ἀθέσφατοι· ἔστι μὲν εὕδειν, ἔστι δὲ τερπομένοισιν ἀκούειν· οὐδέ τί σε χρή, πρὶν ὥρη, καταλέχθαι· ἀνίη καὶ πολὺς ὕπνος. τῶν δʼ ἄλλων ὅτινα κραδίη καὶ θυμὸς ἀνώγει, εὑδέτω ἐξελθών· ἅμα δʼ ἠοῖ φαινομένηφι δειπνήσας ἅμʼ ὕεσσιν ἀνακτορίῃσιν ἑπέσθω. νῶϊ δʼ ἐνὶ κλισίῃ πίνοντέ τε δαινυμένω τε κήδεσιν ἀλλήλων τερπώμεθα λευγαλέοισι, μνωομένω· μετὰ γάρ τε καὶ ἄλγεσι τέρπεται ἀνήρ, ὅς τις δὴ μάλα πολλὰ πάθῃ καὶ πόλλʼ ἐπαληθῇ. τοῦτο δέ τοι ἐρέω ὅ μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς. νῆσός τις Συρίη κικλήσκεται, εἴ που ἀκούεις, Ὀρτυγίης καθύπερθεν, ὅθι τροπαὶ ἠελίοιο, οὔ τι περιπληθὴς λίην τόσον, ἀλλʼ ἀγαθὴ μέν, εὔβοτος, εὔμηλος, οἰνοπληθής, πολύπυρος. πείνη δʼ οὔ ποτε δῆμον ἐσέρχεται, οὐδέ τις ἄλλη νοῦσος ἐπὶ στυγερὴ πέλεται δειλοῖσι βροτοῖσιν· ἀλλʼ ὅτε γηράσκωσι πόλιν κάτα φῦλʼ ἀνθρώπων, ἐλθὼν ἀργυρότοξος Ἀπόλλων Ἀρτέμιδι ξὺν οἷς ἀγανοῖς βελέεσσιν ἐποιχόμενος κατέπεφνεν. ἔνθα δύω πόλιες, δίχα δέ σφισι πάντα δέδασται· τῇσιν δʼ ἀμφοτέρῃσι πατὴρ ἐμὸς ἐμβασίλευε, Κτήσιος Ὀρμενίδης, ἐπιείκελος ἀθανάτοισιν. ἔνθα δὲ Φοίνικες ναυσίκλυτοι ἤλυθον ἄνδρες, τρῶκται, μυρίʼ ἄγοντες ἀθύρματα νηῒ μελαίνῃ. ἔσκε δὲ πατρὸς ἐμοῖο γυνὴ Φοίνισσʼ ἐνὶ οἴκῳ, καλή τε μεγάλη τε καὶ ἀγλαὰ ἔργα ἰδυῖα· τὴν δʼ ἄρα Φοίνικες πολυπαίπαλοι ἠπερόπευον. πλυνούσῃ τις πρῶτα μίγη κοίλῃ παρὰ νηῒ εὐνῇ καὶ φιλότητι, τά τε φρένας ἠπεροπεύει θηλυτέρῃσι γυναιξί, καὶ ἥ κʼ εὐεργὸς ἔῃσιν. εἰρώτα δὴ ἔπειτα τίς εἴη καὶ πόθεν ἔλθοι· ἡ δὲ μάλʼ αὐτίκα πατρὸς ἐπέφραδεν ὑψερεφὲς δῶ· ἐκ μὲν Σιδῶνος πολυχάλκου εὔχομαι εἶναι, κούρη δʼ εἴμʼ Ἀρύβαντος ἐγὼ ῥυδὸν ἀφνειοῖο· ἀλλά μʼ ἀνήρπαξαν Τάφιοι ληΐστορες ἄνδρες ἀγρόθεν ἐρχομένην, πέρασαν δέ τε δεῦρʼ ἀγαγόντες τοῦδʼ ἀνδρὸς πρὸς δώμαθʼ· ὁ δʼ ἄξιον ὦνον ἔδωκε. τὴν δʼ αὖτε προσέειπεν ἀνήρ, ὃς ἐμίσγετο λάθρη· ἦ ῥά κε νῦν πάλιν αὖτις ἅμʼ ἡμῖν οἴκαδʼ ἕποιο, ὄφρα ἴδῃ πατρὸς καὶ μητέρος ὑψερεφὲς δῶ αὐτούς τʼ; ἦ γὰρ ἔτʼ εἰσὶ καὶ ἀφνειοὶ καλέονται. τὸν δʼ αὖτε προσέειπε γυνὴ καὶ ἀμείβετο μύθῳ· εἴη κεν καὶ τοῦτʼ, εἴ μοι ἐθέλοιτέ γε, ναῦται, ὅρκῳ πιστωθῆναι ἀπήμονά μʼ οἴκαδʼ ἀπάξειν. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπώμνυον ὡς ἐκέλευεν. αὐτὰρ ἐπεί ῥʼ ὄμοσάν τε τελεύτησάν τε τὸν ὅρκον, τοῖς δʼ αὖτις μετέειπε γυνὴ καὶ ἀμείβετο μύθῳ· σιγῇ νῦν, μή τίς με προσαυδάτω ἐπέεσσιν ὑμετέρων ἑτάρων, ξυμβλήμενος ἢ ἐν ἀγυιῇ, ἤ που ἐπὶ κρήνῃ· μή τις ποτὶ δῶμα γέροντι ἐλθὼν ἐξείπῃ, ὁ δʼ ὀϊσάμενος καταδήσῃ δεσμῷ ἐν ἀργαλέῳ, ὑμῖν δʼ ἐπιφράσσετʼ ὄλεθρον. ἀλλʼ ἔχετʼ ἐν φρεσὶ μῦθον, ἐπείγετε δʼ ὦνον ὁδαίων. ἀλλʼ ὅτε κεν δὴ νηῦς πλείη βιότοιο γένηται, ἀγγελίη μοι ἔπειτα θοῶς ἐς δώμαθʼ ἱκέσθω· οἴσω γὰρ καὶ χρυσόν, ὅτις χʼ ὑποχείριος ἔλθῃ· καὶ δέ κεν ἄλλʼ ἐπίβαθρον ἐγὼν ἐθέλουσά γε δοίην. παῖδα γὰρ ἀνδρὸς ἑῆος ἐνὶ μεγάροις ἀτιτάλλω, κερδαλέον δὴ τοῖον, ἅμα τροχόωντα θύραζε· τόν κεν ἄγοιμʼ ἐπὶ νηός, ὁ δʼ ὑμῖν μυρίον ὦνον ἄλφοι, ὅπῃ περάσητε κατʼ ἀλλοθρόους ἀνθρώπους. ἡ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πρὸς δώματα καλά, οἱ δʼ ἐνιαυτὸν ἅπαντα παρʼ ἡμῖν αὖθι μένοντες ἐν νηῒ γλαφυρῇ βίοτον πολὺν ἐμπολόωντο. ἀλλʼ ὅτε δὴ κοίλη νηῦς ἤχθετο τοῖσι νέεσθαι, καὶ τότʼ ἄρʼ ἄγγελον ἧκαν, ὃς ἀγγείλειε γυναικί. ἤλυθʼ ἀνὴρ πολύϊδρις ἐμοῦ πρὸς δώματα πατρὸς χρύσεον ὅρμον ἔχων, μετὰ δʼ ἠλέκτροισιν ἔερτο. τὸν μὲν ἄρʼ ἐν μεγάρῳ δμῳαὶ καὶ πότνια μήτηρ χερσίν τʼ ἀμφαφόωντο καὶ ὀφθαλμοῖσιν ὁρῶντο, ὦνον ὑπισχόμεναι· ὁ δὲ τῇ κατένευσε σιωπῇ. ἦ τοι ὁ καννεύσας κοίλην ἐπὶ νῆα βεβήκει, ἡ δʼ ἐμὲ χειρὸς ἑλοῦσα δόμων ἐξῆγε θύραζε. εὗρε δʼ ἐνὶ προδόμῳ ἠμὲν δέπα ἠδὲ τραπέζας ἀνδρῶν δαιτυμόνων, οἵ μευ πατέρʼ ἀμφεπένοντο. οἱ μὲν ἄρʼ ἐς θῶκον πρόμολον, δήμοιό τε φῆμιν, ἡ δʼ αἶψα τρίʼ ἄλεισα κατακρύψασʼ ὑπὸ κόλπῳ ἔκφερεν· αὐτὰρ ἐγὼν ἑπόμην ἀεσιφροσύνῃσι. δύσετό τʼ ἠέλιος, σκιόωντό τε πᾶσαι ἀγυιαί· ἡμεῖς δʼ ἐς λιμένα κλυτὸν ἤλθομεν ὦκα κιόντες, ἔνθʼ ἄρα Φοινίκων ἀνδρῶν ἦν ὠκύαλος νηῦς. οἱ μὲν ἔπειτʼ ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθα, νὼ ἀναβησάμενοι· ἐπὶ δὲ Ζεὺς οὖρον ἴαλλεν. ἑξῆμαρ μὲν ὁμῶς πλέομεν νύκτας τε καὶ ἦμαρ· ἀλλʼ ὅτε δὴ ἕβδομον ἦμαρ ἐπὶ Ζεὺς θῆκε Κρονίων, τὴν μὲν ἔπειτα γυναῖκα βάλʼ Ἄρτεμις ἰοχέαιρα, ἄντλῳ δʼ ἐνδούπησε πεσοῦσʼ ὡς εἰναλίη κήξ. καὶ τὴν μὲν φώκῃσι καὶ ἰχθύσι κύρμα γενέσθαι ἔκβαλον· αὐτὰρ ἐγὼ λιπόμην ἀκαχήμενος ἦτορ· τοὺς δʼ Ἰθάκῃ ἐπέλασσε φέρων ἄνεμός τε καὶ ὕδωρ, ἔνθα με Λαέρτης πρίατο κτεάτεσσιν ἑοῖσιν. οὕτω τήνδε τε γαῖαν ἐγὼν ἴδον ὀφθαλμοῖσι. τὸν δʼ αὖ διογενὴς Ὀδυσεὺς ἠμείβετο μύθῳ· Εὔμαιʼ, ἦ μάλα δή μοι ἐνὶ φρεσὶ θυμὸν ὄρινας ταῦτα ἕκαστα λέγων, ὅσα δὴ πάθες ἄλγεα θυμῷ. ἀλλʼ ἦ τοι σοὶ μὲν παρὰ καὶ κακῷ ἐσθλὸν ἔθηκε Ζεύς, ἐπεὶ ἀνδρὸς δώματʼ ἀφίκεο πολλὰ μογήσας ἠπίου, ὃς δή τοι παρέχει βρῶσίν τε πόσιν τε ἐνδυκέως, ζώεις δʼ ἀγαθὸν βίον· αὐτὰρ ἐγώ γε πολλὰ βροτῶν ἐπὶ ἄστεʼ ἀλώμενος ἐνθάδʼ ἱκάνω. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον, καδδραθέτην δʼ οὐ πολλὸν ἐπὶ χρόνον, ἀλλὰ μίνυνθα· αἶψα γὰρ Ἠὼς ἦλθεν ἐΰθρονος. οἱ δʼ ἐπὶ χέρσου Τηλεμάχου ἕταροι λύον ἱστία, κὰδ δʼ ἕλον ἱστὸν καρπαλίμως, τὴν δʼ εἰς ὅρμον προέρυσσαν ἐρετμοῖς· ἐκ δʼ εὐνὰς ἔβαλον, κατὰ δὲ πρυμνήσιʼ ἔδησαν· ἐκ δὲ καὶ αὐτοὶ βαῖνον ἐπὶ ῥηγμῖνι θαλάσσης, δεῖπνόν τʼ ἐντύνοντο κερῶντό τε αἴθοπα οἶνον. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, τοῖσι δὲ Τηλέμαχος πεπνυμένος ἤρχετο μύθων· ὑμεῖς μὲν νῦν ἄστυδʼ ἐλαύνετε νῆα μέλαιναν, αὐτὰρ ἐγὼν ἀγροὺς ἐπιείσομαι ἠδὲ βοτῆρας· ἑσπέριος δʼ εἰς ἄστυ ἰδὼν ἐμὰ ἔργα κάτειμι. ἠῶθεν δέ κεν ὔμμιν ὁδοιπόριον παραθείμην, δαῖτʼ ἀγαθὴν κρειῶν τε καὶ οἴνου ἡδυπότοιο. τὸν δʼ αὖτε προσέειπε Θεοκλύμενος θεοειδής· πῆ γὰρ ἐγώ, φίλε τέκνον, ἴω; τεῦ δώμαθʼ ἵκωμαι ἀνδρῶν οἳ κραναὴν Ἰθάκην κάτα κοιρανέουσιν; ἦ ἰθὺς σῆς μητρὸς ἴω καὶ σοῖο δόμοιο; τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· ἄλλως μέν σʼ ἂν ἐγώ γε καὶ ἡμέτερόνδε κελοίμην ἔρχεσθʼ· οὐ γάρ τι ξενίων ποθή· ἀλλὰ σοὶ αὐτῷ χεῖρον, ἐπεί τοι ἐγὼ μὲν ἀπέσσομαι, οὐδέ σε μήτηρ ὄψεται· οὐ μὲν γάρ τι θαμὰ μνηστῆρσʼ ἐνὶ οἴκῳ φαίνεται, ἀλλʼ ἀπὸ τῶν ὑπερωΐῳ ἱστὸν ὑφαίνει. ἀλλά τοι ἄλλον φῶτα πιφαύσκομαι ὅν κεν ἵκοιο, Εὐρύμαχον, Πολύβοιο δαΐφρονος ἀγλαὸν υἱόν, τὸν νῦν ἶσα θεῷ Ἰθακήσιοι εἰσορόωσι· καὶ γὰρ πολλὸν ἄριστος ἀνὴρ μέμονέν τε μάλιστα μητέρʼ ἐμὴν γαμέειν καὶ Ὀδυσσῆος γέρας ἕξειν. ἀλλὰ τά γε Ζεὺς οἶδεν Ὀλύμπιος, αἰθέρι ναίων, εἴ κέ σφι πρὸ γάμοιο τελευτήσει κακὸν ἦμαρ. ὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις, κίρκος, Ἀπόλλωνος ταχὺς ἄγγελος· ἐν δὲ πόδεσσι τίλλε πέλειαν ἔχων, κατὰ δὲ πτερὰ χεῦεν ἔραζε μεσσηγὺς νηός τε καὶ αὐτοῦ Τηλεμάχοιο. τὸν δὲ Θεοκλύμενος ἑτάρων ἀπονόσφι καλέσσας ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε· Τηλέμαχʼ, οὔ τοι ἄνευ θεοῦ ἔπτατο δεξιὸς ὄρνις ἔγνων γάρ μιν ἐσάντα ἰδὼν οἰωνὸν ἐόντα. ὑμετέρου δʼ οὐκ ἔστι γένος βασιλεύτερον ἄλλο ἐν δήμῳ Ἰθάκης, ἀλλʼ ὑμεῖς καρτεροὶ αἰεί. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τετελεσμένον εἴη· τῷ κε τάχα γνοίης φιλότητά τε πολλά τε δῶρα ἐξ ἐμεῦ, ὡς ἄν τίς σε συναντόμενος μακαρίζοι. ἦ καὶ Πείραιον προσεφώνεε, πιστὸν ἑταῖρον· Πείραιε Κλυτίδη, σὺ δέ μοι τά περ ἄλλα μάλιστα πείθῃ ἐμῶν ἑτάρων, οἵ μοι Πύλον εἰς ἅμʼ ἕποντο· καὶ νῦν μοι τὸν ξεῖνον ἄγων ἐν δώμασι σοῖσιν ἐνδυκέως φιλέειν καὶ τιέμεν, εἰς ὅ κεν ἔλθω. τὸν δʼ αὖ Πείραιος δουρικλυτὸς ἀντίον ηὔδα· Τηλέμαχʼ, εἰ γάρ κεν σὺ πολὺν χρόνον ἐνθάδε μίμνοι, τόνδε τʼ ἐγὼ κομιῶ, ξενίων δέ οἱ οὐ ποθὴ ἔσται. ὣς εἰπὼν ἐπὶ νηὸς ἔβη, ἐκέλευσε δʼ ἑταίρους αὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι. οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῗσι καθῖζον. Τηλέμαχος δʼ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα, εἵλετο δʼ ἄλκιμον ἔγχος, ἀκαχμένον ὀξέϊ χαλκῷ, νηὸς ἀπʼ ἰκριόφιν· τοὶ δὲ πρυμνήσιʼ ἔλυσαν. οἱ μὲν ἀνώσαντες πλέον ἐς πόλιν, ὡς ἐκέλευσε Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο· τὸν δʼ ὦκα προβιβάντα πόδες φέρον, ὄφρʼ ἵκετʼ αὐλήν, ἔνθα οἱ ἦσαν ὕες μάλα μυρίαι, ᾗσι συβώτης ἐσθλὸς ἐὼν ἐνίαυεν, ἀνάκτεσιν ἤπια εἰδώς, τὼ δʼ αὖτʼ ἐν κλισίῃ Ὀδυσεὺς καὶ δῖος ὑφορβὸς ἐντύνοντο ἄριστον ἅμʼ ἠοῖ, κηαμένω πῦρ, ἔκπεμψάν τε νομῆας ἅμʼ ἀγρομένοισι σύεσσι· Τηλέμαχον δὲ περίσσαινον κύνες ὑλακόμωροι, οὐδʼ ὕλαον προσιόντα. νόησε δὲ δῖος Ὀδυσσεὺς σαίνοντάς τε κύνας, περί τε κτύπος ἦλθε ποδοῖϊν. αἶψα δʼ ἄρʼ Εὔμαιον ἔπεα πτερόεντα προσηύδα· Εὔμαιʼ, ἦ μάλα τίς τοι ἐλεύσεται ἐνθάδʼ ἑταῖρος ἢ καὶ γνώριμος ἄλλος, ἐπεὶ κύνες οὐχ ὑλάουσιν, ἀλλὰ περισσαίνουσι· ποδῶν δʼ ὑπὸ δοῦπον ἀκούω. οὔ πω πᾶν εἴρητο ἔπος, ὅτε οἱ φίλος υἱὸς ἔστη ἐνὶ προθύροισι. ταφὼν δʼ ἀνόρουσε συβώτης, ἐκ δʼ ἄρα οἱ χειρῶν πέσον ἄγγεα, τοῖς ἐπονεῖτο, κιρνὰς αἴθοπα οἶνον. ὁ δʼ ἀντίος ἦλθεν ἄνακτος, κύσσε δέ μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλὰ χεῖράς τʼ ἀμφοτέρας· θαλερὸν δέ οἱ ἔκπεσε δάκρυ. ὡς δὲ πατὴρ ὃν παῖδα φίλα φρονέων ἀγαπάζῃ ἐλθόντʼ ἐξ ἀπίης γαίης δεκάτῳ ἐνιαυτῷ, μοῦνον τηλύγετον, τῷ ἔπʼ ἄλγεα πολλὰ μογήσῃ, ὣς τότε Τηλέμαχον θεοειδέα δῖος ὑφορβὸς πάντα κύσεν περιφύς, ὡς ἐκ θανάτοιο φυγόντα· καί ῥʼ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα· ἦλθες, Τηλέμαχε, γλυκερὸν φάος. οὔ σʼ ἔτʼ ἐγώ γε ὄψεσθαι ἐφάμην, ἐπεὶ ᾤχεο νηῒ Πύλονδε. ἀλλʼ ἄγε νῦν εἴσελθε, φίλον τέκος, ὄφρα σε θυμῷ τέρψομαι εἰσορόων νέον ἄλλοθεν ἔνδον ἐόντα. οὐ μὲν γάρ τι θάμʼ ἀγρὸν ἐπέρχεαι οὐδὲ νομῆας, ἀλλʼ ἐπιδημεύεις· ὣς γάρ νύ τοι εὔαδε θυμῷ, ἀνδρῶν μνηστήρων ἐσορᾶν ἀΐδηλον ὅμιλον. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· ἔσσεται οὕτως, ἄττα· σέθεν δʼ ἕνεκʼ ἐνθάδʼ ἱκάνω, ὄφρα σέ τʼ ὀφθαλμοῖσιν ἴδω καὶ μῦθον ἀκούσω, ἤ μοι ἔτʼ ἐν μεγάροις μήτηρ μένει, ἦέ τις ἤδη ἀνδρῶν ἄλλος ἔγημεν, Ὀδυσσῆος δέ που εὐνὴ χήτει ἐνευναίων κάκʼ ἀράχνια κεῖται ἔχουσα. τὸν δʼ αὖτε προσέειπε συβώτης, ὄρχαμος ἀνδρῶν· καὶ λίην κείνη γε μένει τετληότι θυμῷ σοῖσιν ἐνὶ μεγάροισιν· ὀϊζυραὶ δέ οἱ αἰεὶ φθίνουσιν νύκτες τε καὶ ἤματα δάκρυ χεούσῃ. ὣς ἄρα φωνήσας οἱ ἐδέξατο χάλκεον ἔγχος· αὐτὰρ ὅ γʼ εἴσω ἴεν καὶ ὑπέρβη λάϊνον οὐδόν. τῷ δʼ ἕδρης ἐπιόντι πατὴρ ὑπόειξεν Ὀδυσσεύς· Τηλέμαχος δʼ ἑτέρωθεν ἐρήτυε φώνησέν τε· ἧσʼ, ὦ ξεῖνʼ· ἡμεῖς δὲ καὶ ἄλλοθι δήομεν ἕδρην σταθμῷ ἐν ἡμετέρῳ· πάρα δʼ ἀνὴρ ὃς καταθήσει. ὣς φάθʼ, ὁ δʼ αὖτις ἰὼν κατʼ ἄρʼ ἕζετο· τῷ δὲ συβώτης. χεῦεν ὕπο χλωρὰς ῥῶπας καὶ κῶας ὕπερθεν· ἔνθα καθέζετʼ ἔπειτα Ὀδυσσῆος φίλος υἱός. τοῖσιν δʼ αὖ κρειῶν πίνακας παρέθηκε συβώτης ὀπταλέων, ἅ ῥα τῇ προτέρῃ ὑπέλειπον ἔδοντες, σῖτον δʼ ἐσσυμένως παρενήνεεν ἐν κανέοισιν, ἐν δʼ ἄρα κισσυβίῳ κίρνη μελιηδέα οἶνον· αὐτὸς δʼ ἀντίον ἷζεν Ὀδυσσῆος θείοιο. οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, δὴ τότε Τηλέμαχος προσεφώνεε δῖον ὑφορβόν· ἄττα, πόθεν τοι ξεῖνος ὅδʼ ἵκετο; πῶς δέ ἑ ναῦται ἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο; οὐ μὲν γάρ τί ἑ πεζὸν ὀΐομαι ἐνθάδʼ ἱκέσθαι. τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα· τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθέα πάντʼ ἀγορεύσω. ἐκ μὲν Κρητάων γένος εὔχεται εὐρειάων, φησὶ δὲ πολλὰ βροτῶν ἐπὶ ἄστεα δινηθῆναι πλαζόμενος· ὣς γάρ οἱ ἐπέκλωσεν τά γε δαίμων. νῦν αὖ Θεσπρωτῶν ἀνδρῶν ἐκ νηὸς ἀποδρὰς ἤλυθʼ ἐμὸν πρὸς σταθμόν, ἐγὼ δέ τοι ἐγγυαλίξω· ἔρξον ὅπως ἐθέλεις· ἱκέτης δέ τοι εὔχεται εἶναι. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· Εὔμαιʼ, ἦ μάλα τοῦτο ἔπος θυμαλγὲς ἔειπες· πῶς γὰρ δὴ τὸν ξεῖνον ἐγὼν ὑποδέξομαι οἴκῳ; αὐτὸς μὲν νέος εἰμὶ καὶ οὔ πω χερσὶ πέποιθα ἄνδρʼ ἀπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ· μητρὶ δʼ ἐμῇ δίχα θυμὸς ἐνὶ φρεσὶ μερμηρίζει, ἢ αὐτοῦ παρʼ ἐμοί τε μένῃ καὶ δῶμα κομίζῃ, εὐνήν τʼ αἰδομένη πόσιος δήμοιό τε φῆμιν, ἦ ἤδη ἅμʼ ἕπηται Ἀχαιῶν ὅς τις ἄριστος μνᾶται ἐνὶ μεγάροισιν ἀνὴρ καὶ πλεῖστα πόρῃσιν. ἀλλʼ ἦ τοὶ τὸν ξεῖνον, ἐπεὶ τεὸν ἵκετο δῶμα, ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά, δώσω δὲ ξίφος ἄμφηκες καὶ ποσσὶ πέδιλα, πέμψω δʼ ὅππη μιν κραδίη θυμός τε κελεύει. εἰ δʼ ἐθέλεις, σὺ κόμισσον ἐνὶ σταθμοῖσιν ἐρύξας· εἵματα δʼ ἐνθάδʼ ἐγὼ πέμψω καὶ σῖτον ἅπαντα ἔδμεναι, ὡς ἂν μή σε κατατρύχῃ καὶ ἑταίρους. κεῖσε δʼ ἂν οὔ μιν ἐγώ γε μετὰ μνηστῆρας ἐῷμι ἔρχεσθαι· λίην γὰρ ἀτάσθαλον ὕβριν ἔχουσι· μή μιν κερτομέωσιν, ἐμοὶ δʼ ἄχος ἔσσεται αἰνόν. πρῆξαι δʼ ἀργαλέον τι μετὰ πλεόνεσσιν ἐόντα ἄνδρα καὶ ἴφθιμον, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰσι. τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς· ὦ φίλʼ, ἐπεί θήν μοι καὶ ἀμείψασθαι θέμις ἐστίν, ἦ μάλα μευ καταδάπτετʼ ἀκούοντος φίλον ἦτορ, οἷά φατε μνηστῆρας ἀτάσθαλα μηχανάασθαι ἐν μεγάροις, ἀέκητι σέθεν τοιούτου ἐόντος. εἰπέ μοι ἠὲ ἑκὼν ὑποδάμνασαι, ἦ σέ γε λαοὶ ἐχθαίρουσʼ ἀνὰ δῆμον, ἐπισπόμενοι θεοῦ ὀμφῇ, ἦ τι κασιγνήτοις ἐπιμέμφεαι, οἷσί περ ἀνὴρ μαρναμένοισι πέποιθε, καὶ εἰ μέγα νεῖκος ὄρηται. αἲ γάρ ἐγὼν οὕτω νέος εἴην τῷδʼ ἐπὶ θυμῷ, ἢ παῖς ἐξ Ὀδυσῆος ἀμύμονος ἠὲ καὶ αὐτός· αὐτίκʼ ἔπειτʼ ἀπʼ ἐμεῖο κάρη τάμοι ἀλλότριος φώς, εἰ μὴ ἐγὼ κείνοισι κακὸν πάντεσσι γενοίμην, ἐλθὼν ἐς μέγαρον Λαερτιάδεω Ὀδυσῆος. εἰ δʼ αὖ με πληθυῖ δαμασαίατο μοῦνον ἐόντα, βουλοίμην κʼ ἐν ἐμοῖσι κατακτάμενος μεγάροισι τεθνάμεν ἢ τάδε γʼ αἰὲν ἀεικέα ἔργʼ ὁράασθαι, ξείνους τε στυφελιζομένους δμῳάς τε γυναῖκας ῥυστάζοντας ἀεικελίως κατὰ δώματα καλά, καὶ οἶνον διαφυσσόμενον, καὶ σῖτον ἔδοντας μὰψ αὔτως, ἀτέλεστον, ἀνηνύστῳ ἐπὶ ἔργῳ. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω. οὔτε τί μοι πᾶς δῆμος ἀπεχθόμενος χαλεπαίνει, οὔτε κασιγνήτοις ἐπιμέμφομαι, οἷσί περ ἀνὴρ μαρναμένοισι πέποιθε, καὶ εἰ μέγα νεῖκος ὄρηται. ὧδε γὰρ ἡμετέρην γενεὴν μούνωσε Κρονίων· μοῦνον Λαέρτην Ἀρκείσιος υἱὸν ἔτικτε, μοῦνον δʼ αὖτʼ Ὀδυσῆα πατὴρ τέκεν· αὐτὰρ Ὀδυσσεὺς μοῦνον ἔμʼ ἐν μεγάροισι τεκὼν λίπεν οὐδʼ ἀπόνητο. τῷ νῦν δυσμενέες μάλα μυρίοι εἴσʼ ἐνὶ οἴκῳ. ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι, Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνθῳ, ἠδʼ ὅσσοι κραναὴν Ἰθάκην κάτα κοιρανέουσι, τόσσοι μητέρʼ ἐμὴν μνῶνται, τρύχουσι δὲ οἶκον. ἡ δʼ οὔτʼ ἀρνεῖται στυγερὸν γάμον οὔτε τελευτὴν ποιῆσαι δύναται· τοὶ δὲ φθινύθουσιν ἔδοντες οἶκον ἐμόν· τάχα δή με διαρραίσουσι καὶ αὐτόν. ἀλλʼ ἦ τοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται· ἄττα, σὺ δʼ ἔρχεο θᾶσσον, ἐχέφρονι Πηνελοπείῃ εἴφʼ ὅτι οἱ σῶς εἰμὶ καὶ ἐκ Πύλου εἰλήλουθα. αὐτὰρ ἐγὼν αὐτοῦ μενέω, σὺ δὲ δεῦρο νέεσθαι, οἴῃ ἀπαγγείλας· τῶν δʼ ἄλλων μή τις Ἀχαιῶν πευθέσθω· πολλοὶ γὰρ ἐμοὶ κακὰ μηχανόωνται. τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα· γιγνώσκω, φρονέω· τά γε δὴ νοέοντι κελεύεις. ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον, ἦ καὶ Λαέρτῃ αὐτὴν ὁδὸν ἄγγελος ἔλθω δυσμόρῳ, ὃς τῆος μὲν Ὀδυσσῆος μέγʼ ἀχεύων ἔργα τʼ ἐποπτεύεσκε μετὰ δμώων τʼ ἐνὶ οἴκῳ πῖνε καὶ ἦσθʼ, ὅτε θυμὸς ἐνὶ στήθεσσιν ἀνώγοι· αὐτὰρ νῦν, ἐξ οὗ σύ γε ᾤχεο νηῒ Πύλονδε, οὔ πω μίν φασιν φαγέμεν καὶ πιέμεν αὔτως, οὐδʼ ἐπὶ ἔργα ἰδεῖν, ἀλλὰ στοναχῇ τε γόῳ τε ἧσται ὀδυρόμενος, φθινύθει δʼ ἀμφʼ ὀστεόφι χρώς. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· ἄλγιον, ἀλλʼ ἔμπης μιν ἐάσομεν, ἀχνύμενοί περ· εἰ γὰρ πως εἴη αὐτάγρετα πάντα βροτοῖσι, πρῶτόν κεν τοῦ πατρὸς ἑλοίμεθα νόστιμον ἦμαρ. ἀλλὰ σύ γʼ ἀγγείλας ὀπίσω κίε, μηδὲ κατʼ ἀγροὺς πλάζεσθαι μετʼ ἐκεῖνον· ἀτὰρ πρὸς μητέρα εἰπεῖν ἀμφίπολον ταμίην ὀτρυνέμεν ὅττι τάχιστα κρύβδην· κείνη γὰρ κεν ἀπαγγείλειε γέροντι. ἦ ῥα καὶ ὦρσε συφορβόν· ὁ δʼ εἵλετο χερσὶ πέδιλα, δησάμενος δʼ ὑπὸ ποσσὶ πόλινδʼ ἴεν. οὐδʼ ἄρʼ Ἀθήνην λῆθεν ἀπὸ σταθμοῖο κιὼν Εὔμαιος ὑφορβός, ἀλλʼ ἥ γε σχεδὸν ἦλθε· δέμας δʼ ἤϊκτο γυναικὶ καλῇ τε μεγάλῃ τε καὶ ἀγλαὰ ἔργα ἰδυίῃ. στῆ δὲ κατʼ ἀντίθυρον κλισίης Ὀδυσῆϊ φανεῖσα· οὐδʼ ἄρα Τηλέμαχος ἴδεν ἀντίον οὐδʼ ἐνόησεν, οὐ γὰρ πω πάντεσσι θεοὶ φαίνονται ἐναργεῖς, ἀλλʼ Ὀδυσεύς τε κύνες τε ἴδον, καί ῥʼ οὐχ ὑλάοντο κνυζηθμῷ δʼ ἑτέρωσε διὰ σταθμοῖο φόβηθεν. ἡ δʼ ἄρʼ ἐπʼ ὀφρύσι νεῦσε· νόησε δὲ δῖος Ὀδυσσεύς, ἐκ δʼ ἦλθεν μεγάροιο παρὲκ μέγα τειχίον αὐλῆς, στῆ δὲ πάροιθʼ αὐτῆς· τὸν δὲ προσέειπεν Ἀθήνη· διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ. ἤδη νῦν σῷ παιδὶ ἔπος φάο μηδʼ ἐπίκευθε, ὡς ἄν μνηστῆρσιν θάνατον καὶ κῆρʼ ἀραρόντε ἔρχησθον προτὶ ἄστυ περικλυτόν· οὐδʼ ἐγὼ αὐτὴ δηρὸν ἀπὸ σφῶϊν ἔσομαι μεμαυῖα μάχεσθαι. ἦ καὶ χρυσείῃ ῥάβδῳ ἐπεμάσσατʼ Ἀθήνη. φᾶρος μέν οἱ πρῶτον ἐϋπλυνὲς ἠδὲ χιτῶνα θῆκʼ ἀμφὶ στήθεσσι, δέμας δʼ ὤφελλε καὶ ἥβην. ἂψ δὲ μελαγχροιὴς γένετο, γναθμοὶ δὲ τάνυσθεν, κυάνεαι δʼ ἐγένοντο γενειάδες ἀμφὶ γένειον. ἡ μὲν ἄρʼ ὣς ἔρξασα πάλιν κίεν· αὐτὰρ Ὀδυσσεὺς ἤϊεν ἐς κλισίην· θάμβησε δέ μιν φίλος υἱός, ταρβήσας δʼ ἑτέρωσε βάλʼ ὄμματα, μὴ θεὸς εἴη, καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· ἀλλοῖός μοι, ξεῖνε, φάνης νέον ἠὲ πάροιθεν, ἄλλα δὲ εἵματʼ ἔχεις, καί τοι χρὼς οὐκέθʼ ὁμοῖος. ἦ μάλα τις θεός ἐσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν· ἀλλʼ ἵληθʼ, ἵνα τοι κεχαρισμένα δώομεν ἱρὰ ἠδὲ χρύσεα δῶρα, τετυγμένα· φείδεο δʼ ἡμέων τὸν δʼ ἠμείβετʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς· οὔ τίς τοι θεός εἰμι· τί μʼ ἀθανάτοισιν ἐΐσκεις; ἀλλὰ πατὴρ τεός εἰμι, τοῦ εἵνεκα σὺ στεναχίζων πάσχεις ἄλγεα πολλά, βίας ὑποδέγμενος ἀνδρῶν. ὣς ἄρα φωνήσας υἱὸν κύσε, κὰδ δὲ παρειῶν δάκρυον ἧκε χαμᾶζε· πάρος δʼ ἔχε νωλεμὲς αἰεί. Τηλέμαχος δʼ, οὐ γάρ πω ἐπείθετο ὃν πατέρʼ εἶναι, ἐξαῦτίς μιν ἔπεσσιν ἀμειβόμενος προσέειπεν· οὐ σύ γʼ Ὀδυσσεύς ἐσσι, πατὴρ ἐμός, ἀλλά με δαίμων θέλγει, ὄφρʼ ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω. οὐ γάρ πως ἂν θνητὸς ἀνὴρ τάδε μηχανόῳτο ᾧ αὐτοῦ γε νόῳ, ὅτε μὴ θεὸς αὐτὸς ἐπελθὼν ῥηϊδίως ἐθέλων θείη νέον ἠὲ γέροντα. ἦ γάρ τοι νέον ἦσθα γέρων καὶ ἀεικέα ἕσσο· νῦν δὲ θεοῖσιν ἔοικας, οἳ οὐρανὸν εὐρὺν ἔχουσι. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· Τηλέμαχʼ, οὔ σε ἔοικε φίλον πατέρ ἔνδον ἐόντα οὔτε τι θαυμάζειν περιώσιον οὔτʼ ἀγάασθαι· οὐ μὲν γάρ τοι ἔτʼ ἄλλος ἐλεύσεται ἐνθάδʼ Ὀδυσσεύς, ἀλλʼ ὅδʼ ἐγὼ τοιόσδε, παθὼν κακά, πολλὰ δʼ ἀληθείς, ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν. αὐτάρ τοι τόδε ἔργον Ἀθηναίης ἀγελείης, ἥ τέ με τοῖον ἔθηκεν, ὅπως ἐθέλει, δύναται γὰρ, ἄλλοτε μὲν πτωχῷ ἐναλίγκιον, ἄλλοτε δʼ αὖτε ἀνδρὶ νέῳ καὶ καλὰ περὶ χροῒ εἵματʼ ἔχοντι. ῥηΐδιον δὲ θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν, ἠμὲν κυδῆναι θνητὸν βροτὸν ἠδὲ κακῶσαι. ὣς ἄρα φωνήσας κατʼ ἄρʼ ἕζετο, Τηλέμαχος δὲ ἀμφιχυθεὶς πατέρʼ ἐσθλὸν ὀδύρετο, δάκρυα λείβων, ἀμφοτέροισι δὲ τοῖσιν ὑφʼ ἵμερος ὦρτο γόοιο· κλαῖον δὲ λιγέως, ἀδινώτερον ἤ τʼ οἰωνοί, φῆναι ἢ αἰγυπιοὶ γαμψώνυχες, οἷσί τε τέκνα ἀγρόται ἐξείλοντο πάρος πετεηνὰ γενέσθαι· ὣς ἄρα τοί γʼ ἐλεεινὸν ὑπʼ ὀφρύσι δάκρυον εἶβον. καί νύ κʼ ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο, εἰ μὴ Τηλέμαχος προσεφώνεεν ὃν πατέρʼ αἶψα· ποίῃ γὰρ νῦν δεῦρο, πάτερ φίλε, νηΐ σε ναῦται ἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο; οὐ μὲν γάρ τί σε πεζὸν ὀΐομαι ἐνθάδʼ ἱκέσθαι. τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς· τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθείην καταλέξω. Φαίηκές μʼ ἄγαγον ναυσίκλυτοι, οἵ τε καὶ ἄλλους ἀνθρώπους πέμπουσιν, ὅτις σφέας εἰσαφίκηται· καί μʼ εὕδοντʼ ἐν νηῒ θοῇ ἐπὶ πόντον ἄγοντες κάτθεσαν εἰς Ἰθάκην, ἔπορον δέ μοι ἀγλαὰ δῶρα, χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά θʼ ὑφαντήν. καὶ τὰ μὲν ἐν σπήεσσι θεῶν ἰότητι κέονται· νῦν αὖ δεῦρʼ ἱκόμην ὑποθημοσύνῃσιν Ἀθήνης, ὄφρα κε δυσμενέεσσι φόνου πέρι βουλεύσωμεν. ἀλλʼ ἄγε μοι μνηστῆρας ἀριθμήσας κατάλεξον, ὄφρʼ εἰδέω ὅσσοι τε καὶ οἵ τινες ἀνέρες εἰσί· καί κεν ἐμὸν κατὰ θυμὸν ἀμύμονα μερμηρίξας φράσσομαι, ἤ κεν νῶϊ δυνησόμεθʼ ἀντιφέρεσθαι μούνω ἄνευθʼ ἄλλων, ἦ καὶ διζησόμεθʼ ἄλλους. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· ὦ πάτερ, ἦ τοι σεῖο μέγα κλέος αἰὲν ἄκουον, χεῖράς τʼ αἰχμητὴν ἔμεναι καὶ ἐπίφρονα βουλήν· ἀλλὰ λίην μέγα εἶπες· ἄγη μʼ ἔχει· οὐδέ κεν εἴη ἄνδρε δύω πολλοῖσι καὶ ἰφθίμοισι μάχεσθαι. μνηστήρων δʼ οὔτʼ ἂρ δεκὰς ἀτρεκὲς οὔτε δύʼ οἶαι, ἀλλὰ πολὺ πλέονες· τάχα δʼ εἴσεαι ἐνθάδʼ ἀριθμόν. ἐκ μὲν Δουλιχίοιο δύω καὶ πεντήκοντα κοῦροι κεκριμένοι, ἓξ δὲ δρηστῆρες ἕπονται· ἐκ δὲ Σάμης πίσυρές τε καὶ εἴκοσι φῶτες ἔασιν, ἐκ δὲ Ζακύνθου ἔασιν ἐείκοσι κοῦροι Ἀχαιῶν, ἐκ δʼ αὐτῆς Ἰθάκης δυοκαίδεκα πάντες ἄριστοι, καί σφιν ἅμʼ ἐστὶ Μέδων κῆρυξ καὶ θεῖος ἀοιδὸς καὶ δοιὼ θεράποντε, δαήμονε δαιτροσυνάων. τῶν εἴ κεν πάντων ἀντήσομεν ἔνδον ἐόντων, μὴ πολύπικρα καὶ αἰνὰ βίας ἀποτίσεαι ἐλθών. ἀλλὰ σύ γʼ, εἰ δύνασαί τινʼ ἀμύντορα μερμηρίξαι, φράζευ, ὅ κέν τις νῶϊν ἀμύνοι πρόφρονι θυμῷ. τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς· τοιγὰρ ἐγὼν ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον· καὶ φράσαι ἤ κεν νῶϊν Ἀθήνη σὺν Διὶ πατρὶ ἀρκέσει, ἦέ τινʼ ἄλλον ἀμύντορα μερμηρίξω. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· ἐσθλώ τοι τούτω γʼ ἐπαμύντορε, τοὺς ἀγορεύεις, ὕψι περ ἐν νεφέεσσι καθημένω· ὥ τε καὶ ἄλλοις ἀνδράσι τε κρατέουσι καὶ ἀθανάτοισι θεοῖσι. τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς· οὐ μέν τοι κείνω γε πολὺν χρόνον ἀμφὶς ἔσεσθον φυλόπιδος κρατερῆς, ὁπότε μνηστῆρσι καὶ ἡμῖν ἐν μεγάροισιν ἐμοῖσι μένος κρίνηται Ἄρηος. ἀλλὰ σὺ μὲν νῦν ἔρχευ ἅμʼ ἠοῖ φαινομένηφιν οἴκαδε, καὶ μνηστῆρσιν ὑπερφιάλοισιν ὁμίλει· αὐτὰρ ἐμὲ προτὶ ἄστυ συβώτης ὕστερον ἄξει, πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι. εἰ δέ μʼ ἀτιμήσουσι δόμον κάτα, σὸν δὲ φίλον κῆρ τετλάτω ἐν στήθεσσι κακῶς πάσχοντος ἐμεῖο, ἤν περ καὶ διὰ δῶμα ποδῶν ἕλκωσι θύραζε ἢ βέλεσι βάλλωσι· σὺ δʼ εἰσορόων ἀνέχεσθαι. ἀλλʼ ἦ τοι παύεσθαι ἀνωγέμεν ἀφροσυνάων, μειλιχίοις ἐπέεσσι παραυδῶν· οἱ δέ τοι οὔ τι πείσονται· δὴ γάρ σφι παρίσταται αἴσιμον ἦμαρ. ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν· ὁππότε κεν πολύβουλος ἐνὶ φρεσὶ θῇσιν Ἀθήνη, νεύσω μέν τοι ἐγὼ κεφαλῇ, σὺ δʼ ἔπειτα νοήσας ὅσσα τοι ἐν μεγάροισιν Ἀρήϊα τεύχεα κεῖται ἐς μυχὸν ὑψηλοῦ θαλάμου καταθεῖναι ἀείρας πάντα μάλʼ· αὐτὰρ μνηστῆρας μαλακοῖς ἐπέεσσι παρφάσθαι, ὅτε κέν σε μεταλλῶσιν ποθέοντες· ἐκ καπνοῦ κατέθηκʼ, ἐπεὶ οὐκέτι τοῖσιν ἐῴκει οἷά ποτε Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεύς, ἀλλὰ κατῄκισται, ὅσσον πυρὸς ἵκετʼ ἀϋτμή. πρὸς δʼ ἔτι καὶ τόδε μεῖζον ἐνὶ φρεσὶ θῆκε Κρονίων, μή πως οἰνωθέντες, ἔριν στήσαντες ἐν ὑμῖν, ἀλλήλους τρώσητε καταισχύνητέ τε δαῖτα καὶ μνηστύν· αὐτὸς γὰρ ἐφέλκεται ἄνδρα σίδηρος. νῶϊν δʼ οἴοισιν δύο φάσγανα καὶ δύο δοῦρε καλλιπέειν καὶ δοιὰ βοάγρια χερσὶν ἑλέσθαι, ὡς ἂν ἐπιθύσαντες ἑλοίμεθα· τοὺς δέ κʼ ἔπειτα Παλλὰς Ἀθηναίη θέλξει καὶ μητίετα Ζεύς. ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν· εἰ ἐτεόν γʼ ἐμός ἐσσι καὶ αἵματος ἡμετέροιο, μή τις ἔπειτʼ Ὀδυσῆος ἀκουσάτω ἔνδον ἐόντος, μήτʼ οὖν Λαέρτης ἴστω τό γε μήτε συβώτης μήτε τις οἰκήων μήτʼ αὐτὴ Πηνελόπεια, ἀλλʼ οἶοι σύ τʼ ἐγώ τε γυναικῶν γνώομεν ἰθύν· καί κέ τεο δμώων ἀνδρῶν ἔτι πειρηθεῖμεν, ἠμὲν ὅπου τις νῶϊ τίει καὶ δείδιε θυμῷ, ἠδʼ ὅτις οὐκ ἀλέγει, σὲ δʼ ἀτιμᾷ τοῖον ἐόντα. τὸν δʼ ἀπαμειβόμενος προσεφώνεε φαίδιμος υἱός ὦ πάτερ, ἦ τοι ἐμὸν θυμὸν καὶ ἔπειτά γʼ, ὀΐω, γνώσεαι· οὐ μὲν γάρ τι χαλιφροσύναι γέ μʼ ἔχουσιν· ἀλλʼ οὔ τοι τόδε κέρδος ἐγὼν ἔσσεσθαι ὀΐω ἡμῖν ἀμφοτέροισι· σὲ δὲ φράζεσθαι ἄνωγα. δηθὰ γὰρ αὔτως εἴσῃ ἑκάστου πειρητίζων, ἔργα μετερχόμενος· τοὶ δʼ ἐν μεγάροισιν ἕκηλοι χρήματα δαρδάπτουσιν ὑπέρβιον οὐδʼ ἔπι φειδώ. ἀλλʼ ἦ τοί σε γυναῖκας ἐγὼ δεδάασθαι ἄνωγα, αἵ τέ σʼ ἀτιμάζουσι καὶ αἳ νηλείτιδές εἰσιν· ἀνδρῶν δʼ οὐκ ἂν ἐγώ γε κατὰ σταθμοὺς ἐθέλοιμι ἡμέας πειράζειν, ἀλλʼ ὕστερα ταῦτα πένεσθαι, εἰ ἐτεόν γέ τι οἶσθα Διὸς τέρας αἰγιόχοιο. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον, ἡ δʼ ἄρʼ ἔπειτʼ Ἰθάκηνδε κατήγετο νηῦς εὐεργής, ἣ φέρε Τηλέμαχον Πυλόθεν καὶ πάντας ἑταίρους. οἱ δʼ ὅτε δὴ λιμένος πολυβενθέος ἐντὸς ἵκοντο, νῆα μὲν οἵ γε μέλαιναν ἐπʼ ἠπείροιο ἔρυσσαν, τεύχεα δέ σφʼ ἀπένεικαν ὑπέρθυμοι θεράποντες, αὐτίκα δʼ ἐς Κλυτίοιο φέρον περικαλλέα δῶρα. αὐτὰρ κήρυκα πρόεσαν δόμον εἰς Ὀδυσῆος, ἀγγελίην ἐρέοντα περίφρονι Πηνελοπείῃ, οὕνεκα Τηλέμαχος μὲν ἐπʼ ἀγροῦ, νῆα δʼ ἀνώγει ἄστυδʼ ἀποπλείειν, ἵνα μὴ δείσασʼ ἐνὶ θυμῷ ἰφθίμη βασίλεια τέρεν κατὰ δάκρυον εἴβοι τὼ δὲ συναντήτην κῆρυξ καὶ δῖος ὑφορβὸς τῆς αὐτῆς ἕνεκʼ ἀγγελίης, ἐρέοντε γυναικί. ἀλλʼ ὅτε δή ῥʼ ἵκοντο δόμον θείου βασιλῆος, κῆρυξ μέν ῥα μέσῃσι μετὰ δμῳῇσιν ἔειπεν· ἤδη τοι, βασίλεια, φίλος πάϊς εἰλήλουθε. Πηνελοπείῃ δʼ εἶπε συβώτης ἄγχι παραστὰς πάνθʼ ὅσα οἱ φίλος υἱὸς ἀνώγει μυθήσασθαι. αὐτὰρ ἐπεὶ δὴ πᾶσαν ἐφημοσύνην ἀπέειπε, βῆ ῥʼ ἴμεναι μεθʼ ὕας, λίπε δʼ ἕρκεά τε μέγαρόν τε. μνηστῆρες δʼ ἀκάχοντο κατήφησάν τʼ ἐνὶ θυμῷ, ἐκ δʼ ἦλθον μεγάροιο παρὲκ μέγα τειχίον αὐλῆς, αὐτοῦ δὲ προπάροιθε θυράων ἑδριόωντο. τοῖσιν δʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἦρχʼ ἀγορεύειν· ὦ φίλοι, ἦ μέγα ἔργον ὑπερφιάλως τετέλεσται Τηλεμάχῳ ὁδὸς ἥδε· φάμεν δέ οἱ οὐ τελέεσθαι. ἀλλʼ ἄγε νῆα μέλαιναν ἐρύσσομεν ἥ τις ἀρίστη, ἐς δʼ ἐρέτας ἁλιῆας ἀγείρομεν, οἵ κε τάχιστα κείνοις ἀγγείλωσι θοῶς οἶκόνδε νέεσθαι. οὔ πω πᾶν εἴρηθʼ, ὅτʼ ἄρʼ Ἀμφίνομος ἴδε νῆα, στρεφθεὶς ἐκ χώρης, λιμένος πολυβενθέος ἐντός, ἱστία τε στέλλοντας ἐρετμά τε χερσὶν ἔχοντας. ἡδὺ δʼ ἄρʼ ἐκγελάσας μετεφώνεεν οἷς ἑτάροισι· μή τινʼ ἔτʼ ἀγγελίην ὀτρύνομεν· οἵδε γὰρ ἔνδον. ἤ τίς σφιν τόδʼ ἔειπε θεῶν, ἢ εἴσιδον αὐτοὶ νῆα παρερχομένην, τὴν δʼ οὐκ ἐδύναντο κιχῆναι. ὣς ἔφαθʼ, οἱ δʼ ἀνστάντες ἔβαν ἐπὶ θῖνα θαλάσσης, αἶψα δὲ νῆα μέλαιναν ἐπʼ ἠπείροιο ἔρυσσαν, τεύχεα δέ σφʼ ἀπένεικαν ὑπέρθυμοι θεράποντες. αὐτοὶ δʼ εἰς ἀγορὴν κίον ἀθρόοι, οὐδέ τινʼ ἄλλον εἴων οὔτε νέων μεταΐζειν οὔτε γερόντων. τοῖσιν δʼ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός· ὢ πόποι, ὡς τόνδʼ ἄνδρα θεοὶ κακότητος ἔλυσαν. ἤματα μὲν σκοποὶ ἷζον ἐπʼ ἄκριας ἠνεμοέσσας αἰὲν ἐπασσύτεροι· ἅμα δʼ ἠελίῳ καταδύντι οὔ ποτʼ ἐπʼ ἠπείρου νύκτʼ ἄσαμεν, ἀλλʼ ἐνὶ πόντῳ νηῒ θοῇ πλείοντες ἐμίμνομεν Ἠῶ δῖαν, Τηλέμαχον λοχόωντες, ἵνα φθίσωμεν ἑλόντες αὐτόν· τὸν δʼ ἄρα τῆος ἀπήγαγεν οἴκαδε δαίμων, ἡμεῖς δʼ ἐνθάδε οἱ φραζώμεθα λυγρὸν ὄλεθρον Τηλεμάχῳ, μηδʼ ἧμας ὑπεκφύγοι· οὐ γὰρ ὀΐω τούτου γε ζώοντος ἀνύσσεσθαι τάδε ἔργα. αὐτὸς μὲν γὰρ ἐπιστήμων βουλῇ τε νόῳ τε, λαοὶ δʼ οὐκέτι πάμπαν ἐφʼ ἡμῖν ἦρα φέρουσιν. ἀλλʼ ἄγετε, πρὶν κεῖνον ὁμηγυρίσασθαι Ἀχαιοὺς εἰς ἀγορήν—οὐ γάρ τι μεθησέμεναί μιν ὀΐω, ἀλλʼ ἀπομηνίσει, ἐρέει δʼ ἐν πᾶσιν ἀναστὰς οὕνεκά οἱ φόνον αἰπὺν ἐράπτομεν οὐδʼ ἐκίχημεν· οἱ δʼ οὐκ αἰνήσουσιν ἀκούοντες κακὰ ἔργα· μή τι κακὸν ῥέξωσι καὶ ἡμέας ἐξελάσωσι γαίης ἡμετέρης, ἄλλων δʼ ἀφικώμεθα δῆμον· ἀλλὰ φθέωμεν ἑλόντες ἐπʼ ἀγροῦ νόσφι πόληος ἢ ἐν ὁδῷ· βίοτον δʼ αὐτοὶ καὶ κτήματʼ ἔχωμεν, δασσάμενοι κατὰ μοῖραν ἐφʼ ἡμέας, οἰκία δʼ αὖτε κείνου μητέρι δοῖμεν ἔχειν ἠδʼ ὅστις ὀπυίοι. εἰ δʼ ὑμῖν ὅδε μῦθος ἀφανδάνει, ἀλλὰ βόλεσθε αὐτόν τε ζώειν καὶ ἔχειν πατρώϊα πάντα, μή οἱ χρήματʼ ἔπειτα ἅλις θυμηδέʼ ἔδωμεν ἐνθάδʼ ἀγειρόμενοι, ἀλλʼ ἐκ μεγάροιο ἕκαστος μνάσθω ἐέδνοισιν διζήμενος· ἡ δέ κʼ ἔπειτα γήμαιθʼ ὅς κε πλεῖστα πόροι καὶ μόρσιμος ἔλθοι. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ. τοῖσιν δʼ Ἀμφίνομος ἀγορήσατο καὶ μετέειπε, Νίσου φαίδιμος υἱός, Ἀρητιάδαο ἄνακτος, ὅς ῥʼ ἐκ Δουλιχίου πολυπύρου, ποιήεντος, ἡγεῖτο μνηστῆρσι, μάλιστα δὲ Πηνελοπείῃ ἥνδανε μύθοισι· φρεσὶ γὰρ κέχρητʼ ἀγαθῇσιν· ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν· ὦ φίλοι, οὐκ ἂν ἐγώ γε κατακτείνειν ἐθέλοιμι Τηλέμαχον· δεινὸν δὲ γένος βασιλήϊόν ἐστιν κτείνειν· ἀλλὰ πρῶτα θεῶν εἰρώμεθα βουλάς. εἰ μέν κʼ αἰνήσωσι Διὸς μεγάλοιο θέμιστες, αὐτός τε κτενέω τούς τʼ ἄλλους πάντας ἀνώξω· εἰ δέ κʼ ἀποτρωπῶσι θεοί, παύσασθαι ἄνωγα. ὣς ἔφατʼ Ἀμφίνομος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος. αὐτίκʼ ἔπειτʼ ἀνστάντες ἔβαν δόμον εἰς Ὀδυσῆος, ἐλθόντες δὲ καθῖζον ἐπὶ ξεστοῖσι θρόνοισιν. ἡ δʼ αὖτʼ ἄλλʼ ἐνόησε περίφρων Πηνελόπεια, μνηστήρεσσι φανῆναι ὑπέρβιον ὕβριν ἔχουσι. πεύθετο γὰρ οὗ παιδὸς ἐνὶ μεγάροισιν ὄλεθρον· κῆρυξ γὰρ οἱ ἔειπε Μέδων, ὃς ἐπεύθετο βουλάς. βῆ δʼ ἰέναι μέγαρόνδε σὺν ἀμφιπόλοισι γυναιξίν. ἀλλʼ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν, στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο, ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα, Ἀντίνοον δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν· Ἀντίνοʼ, ὕβριν ἔχων, κακομήχανε, καὶ δέ σέ φασιν ἐν δήμῳ Ἰθάκης μεθʼ ὁμήλικας ἔμμεν ἄριστον βουλῇ καὶ μύθοισι· σὺ δʼ οὐκ ἄρα τοῖος ἔησθα. μάργε, τίη δὲ σὺ Τηλεμάχῳ θάνατόν τε μόρον τε ῥάπτεις, οὐδʼ ἱκέτας ἐμπάζεαι, οἷσιν ἄρα Ζεὺς μάρτυρος; οὐδʼ ὁσίη κακὰ ῥάπτειν ἀλλήλοισιν. ἦ οὐκ οἶσθʼ ὅτε δεῦρο πατὴρ τεὸς ἵκετο φεύγων, δῆμον ὑποδείσας; δὴ γὰρ κεχολώατο λίην, οὕνεκα ληϊστῆρσιν ἐπισπόμενος Ταφίοισιν ἤκαχε Θεσπρωτούς· οἱ δʼ ἡμῖν ἄρθμιοι ἦσαν· τόν ῥʼ ἔθελον φθῖσαι καὶ ἀπορραῖσαι φίλον ἦτορ ἠδὲ κατὰ ζωὴν φαγέειν μενοεικέα πολλήν· ἀλλʼ Ὀδυσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένους περ. τοῦ νῦν οἶκον ἄτιμον ἔδεις, μνάᾳ δὲ γυναῖκα παῖδά τʼ ἀποκτείνεις, ἐμὲ δὲ μεγάλως ἀκαχίζεις· ἀλλά σε παύσασθαι κέλομαι καὶ ἀνωγέμεν ἄλλους. τὴν δʼ αὖτʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἀντίον ηὔδα· κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια, θάρσει· μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων. οὐκ ἔσθʼ οὗτος ἀνὴρ οὐδʼ ἔσσεται οὐδὲ γένηται, ὅς κεν Τηλεμάχῳ σῷ υἱέϊ χεῖρας ἐποίσει ζώοντός γʼ ἐμέθεν καὶ ἐπὶ χθονὶ δερκομένοιο. ὧδε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται· αἶψά οἱ αἷμα κελαινὸν ἐρωήσει περὶ δουρὶ ἡμετέρῳ, ἐπεὶ ἦ καὶ ἐμὲ πτολίπορθος Ὀδυσσεὺς πολλάκι γούνασιν οἷσιν ἐφεσσάμενος κρέας ὀπτὸν ἐν χείρεσσιν ἔθηκεν, ἐπέσχε τε οἶνον ἐρυθρόν. τῷ μοι Τηλέμαχος πάντων πολὺ φίλτατός ἐστιν ἀνδρῶν, οὐδέ τί μιν θάνατον τρομέεσθαι ἄνωγα ἔκ γε μνηστήρων· θεόθεν δʼ οὐκ ἔστʼ ἀλέασθαι. ὣς φάτο θαρσύνων, τῷ δʼ ἤρτυεν αὐτὸς ὄλεθρον. ἡ μὲν ἄρʼ εἰσαναβᾶσʼ ὑπερώϊα σιγαλόεντα κλαῖεν ἔπειτʼ Ὀδυσῆα, φίλον πόσιν, ὄφρα οἱ ὕπνον ἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη. ἑσπέριος δʼ Ὀδυσῆϊ καὶ υἱέϊ δῖος ὑφορβὸς ἤλυθεν· οἱ δʼ ἄρα δόρπον ἐπισταδὸν ὡπλίζοντο, σῦν ἱερεύσαντες ἐνιαύσιον. αὐτὰρ Ἀθήνη, ἄγχι παρισταμένη, Λαερτιάδην Ὀδυσῆα ῥάβδῳ πεπληγυῖα πάλιν ποίησε γέροντα, λυγρὰ δὲ εἵματα ἕσσε περὶ χροΐ, μή ἑ συβώτης γνοίη ἐσάντα ἰδὼν καὶ ἐχέφρονι Πηνελοπείῃ ἔλθοι ἀπαγγέλλων μηδὲ φρεσὶν εἰρύσσαιτο. τὸν καὶ Τηλέμαχος πρότερος πρὸς μῦθον ἔειπεν· ἦλθες, δῖʼ Εὔμαιε. τί δὴ κλέος ἔστʼ ἀνὰ ἄστυ; ἦ ῥʼ ἤδη μνηστῆρες ἀγήνορες ἔνδον ἔασιν ἐκ λόχου, ἦ ἔτι μʼ αὖτʼ εἰρύαται οἴκαδʼ ἰόντα; τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα· οὐκ ἔμελέν μοι ταῦτα μεταλλῆσαι καὶ ἐρέσθαι ἄστυ καταβλώσκοντα· τάχιστά με θυμὸς ἀνώγει ἀγγελίην εἰπόντα πάλιν δεῦρʼ ἀπονέεσθαι. ὡμήρησε δέ μοι παρʼ ἑταίρων ἄγγελος ὠκύς, κῆρυξ, ὃς δὴ πρῶτος ἔπος σῇ μητρὶ ἔειπεν. ἄλλο δέ τοι τό γε οἶδα· τὸ γὰρ ἴδον ὀφθαλμοῖσιν. ἤδη ὑπὲρ πόλιος, ὅθι θʼ Ἕρμαιος λόφος ἐστίν, ἦα κιών, ὅτε νῆα θοὴν ἰδόμην κατιοῦσαν ἐς λιμένʼ ἡμέτερον· πολλοὶ δʼ ἔσαν ἄνδρες ἐν αὐτῇ, βεβρίθει δὲ σάκεσσι καὶ ἔγχεσιν ἀμφιγύοισι· καὶ σφέας ὠΐσθην τοὺς ἔμμεναι, οὐδέ τι οἶδα. ὣς φάτο, μείδησεν δʼ ἱερὴ ἲς Τηλεμάχοιο ἐς πατέρʼ ὀφθαλμοῖσιν ἰδών, ἀλέεινε δʼ ὑφορβόν. οἱ δʼ ἐπεὶ οὖν παύσαντο πόνου τετύκοντό τε δαῖτα, δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, κοίτου τε μνήσαντο καὶ ὕπνου δῶρον ἕλοντο. ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, δὴ τότʼ ἔπειθʼ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο, εἵλετο δʼ ἄλκιμον ἔγχος, ὅ οἱ παλάμηφιν ἀρήρει, ἄστυδε ἱέμενος, καὶ ἑὸν προσέειπε συβώτην· ἄττʼ, ἦ τοι μὲν ἐγὼν εἶμʼ ἐς πόλιν, ὄφρα με μήτηρ ὄψεται· οὐ γάρ μιν πρόσθεν παύσεσθαι ὀΐω κλαυθμοῦ τε στυγεροῖο γόοιό τε δακρυόεντος, πρίν γʼ αὐτόν με ἴδηται· ἀτὰρ σοί γʼ ὧδʼ ἐπιτέλλω. τὸν ξεῖνον δύστηνον ἄγʼ ἐς πόλιν, ὄφρʼ ἂν ἐκεῖθι δαῖτα πτωχεύῃ· δώσει δέ οἱ ὅς κʼ ἐθέλῃσι πύρνον καὶ κοτύλην· ἐμὲ δʼ οὔ πως ἔστιν ἅπαντας ἀνθρώπους ἀνέχεσθαι, ἔχοντά περ ἄλγεα θυμῷ· ὁ ξεῖνος δʼ εἴ περ μάλα μηνίει, ἄλγιον αὐτῷ ἔσσεται· ἦ γὰρ ἐμοὶ φίλʼ ἀληθέα μυθήσασθαι. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· ὦ φίλος, οὐδέ τοι αὐτὸς ἐρύκεσθαι μενεαίνω· πτωχῷ βέλτερόν ἐστι κατὰ πτόλιν ἠὲ κατʼ ἀγροὺς δαῖτα πτωχεύειν· δώσει δέ μοι ὅς κʼ ἐθέλῃσιν. οὐ γὰρ ἐπὶ σταθμοῖσι μένειν ἔτι τηλίκος εἰμί, ὥστʼ ἐπιτειλαμένῳ σημάντορι πάντα πιθέσθαι. ἀλλʼ ἔρχευ· ἐμὲ δʼ ἄξει ἀνὴρ ὅδε, τὸν σὺ κελεύεις, αὐτίκʼ ἐπεί κε πυρὸς θερέω ἀλέη τε γένηται. αἰνῶς γὰρ τάδε εἵματʼ ἔχω κακά· μή με δαμάσσῃ στίβη ὑπηοίη· ἕκαθεν δέ τε ἄστυ φάτʼ εἶναι. ὣς φάτο, Τηλέμαχος δὲ διὰ σταθμοῖο βεβήκει, κραιπνὰ ποσὶ προβιβάς, κακὰ δὲ μνηστῆρσι φύτευεν. αὐτὰρ ἐπεί ῥʼ ἵκανε δόμους εὖ ναιετάοντας, ἔγχος μέν ῥʼ ἔστησε φέρων πρὸς κίονα μακρήν, αὐτὸς δʼ εἴσω ἴεν καὶ ὑπέρβη λάϊνον οὐδόν. τὸν δὲ πολὺ πρώτη εἶδε τροφὸς Εὐρύκλεια, κώεα καστορνῦσα θρόνοις ἔνι δαιδαλέοισι, δακρύσασα δʼ ἔπειτʼ ἰθὺς κίεν· ἀμφὶ δʼ ἄρʼ ἄλλαι δμῳαὶ Ὀδυσσῆος ταλασίφρονος ἠγερέθοντο, καὶ κύνεον ἀγαπαζόμεναι κεφαλήν τε καὶ ὤμους. ἡ δʼ ἴεν ἐκ θαλάμοιο περίφρων Πηνελόπεια, Ἀρτέμιδι ἰκέλη ἠὲ χρυσέῃ Ἀφροδίτῃ, ἀμφὶ δὲ παιδὶ φίλῳ βάλε πήχεε δακρύσασα, κύσσε δέ μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλά, καί ῥʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα· ἦλθες, Τηλέμαχε, γλυκερὸν φάος. οὔ σʼ ἔτʼ ἐγώ γε ὄψεσθαι ἐφάμην, ἐπεὶ ᾤχεο νηῒ Πύλονδε λάθρη, ἐμεῦ ἀέκητι, φίλου μετὰ πατρὸς ἀκουήν. ἀλλʼ ἄγε μοι κατάλεξον ὅπως ἤντησας ὀπωπῆς. τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· μῆτερ ἐμή, μή μοι γόον ὄρνυθι μηδέ μοι ἦτορ ἐν στήθεσσιν ὄρινε φυγόντι περ αἰπὺν ὄλεθρον· ἀλλʼ ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθʼ ἑλοῦσα, εἰς ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶν εὔχεο πᾶσι θεοῖσι τεληέσσας ἑκατόμβας ῥέξειν, αἴ κέ ποθι Ζεὺς ἄντιτα ἔργα τελέσσῃ. αὐτὰρ ἐγὼν ἀγορὴν ἐσελεύσομαι, ὄφρα καλέσσω ξεῖνον, ὅτις μοι κεῖθεν ἅμʼ ἕσπετο δεῦρο κιόντι. τὸν μὲν ἐγὼ προὔπεμψα σὺν ἀντιθέοις ἑτάροισι, Πείραιον δέ μιν ἠνώγεα προτὶ οἶκον ἄγοντα ἐνδυκέως φιλέειν καὶ τιέμεν, εἰς ὅ κεν ἔλθω. ὣς ἄρʼ ἐφώνησεν, τῇ δʼ ἄπτερος ἔπλετο μῦθος. ἡ δʼ ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθʼ ἑλοῦσα, εὔχετο πᾶσι θεοῖσι τεληέσσας ἑκατόμβας ῥέξειν, αἴ κέ ποθι Ζεὺς ἄντιτα ἔργα τελέσσῃ. Τηλέμαχος δʼ ἄρʼ ἔπειτα διὲκ μεγάροιο βεβήκει ἔγχος ἔχων· ἅμα τῷ γε δύω κύνες ἀργοὶ ἕποντο. θεσπεσίην δʼ ἄρα τῷ γε χάριν κατέχευεν Ἀθήνη· τὸν δʼ ἄρα πάντες λαοὶ ἐπερχόμενον θηεῦντο. ἀμφὶ δέ μιν μνηστῆρες ἀγήνορες ἠγερέθοντο ἔσθλʼ ἀγορεύοντες, κακὰ δὲ φρεσὶ βυσσοδόμευον. αὐτὰρ ὁ τῶν μὲν ἔπειτα ἀλεύατο πουλὺν ὅμιλον, ἀλλʼ ἵνα Μέντωρ ἧστο καὶ Ἄντιφος ἠδʼ Ἁλιθέρσης, οἵ τε οἱ ἐξ ἀρχῆς πατρώϊοι ἦσαν ἑταῖροι, ἔνθα καθέζετʼ ἰών· τοὶ δʼ ἐξερέεινον ἕκαστα. τοῖσι δὲ Πείραιος δουρικλυτὸς ἐγγύθεν ἦλθεν ξεῖνον ἄγων ἀγορήνδε διὰ πτόλιν· οὐδʼ ἄρʼ ἔτι δὴν Τηλέμαχος ξείνοιο ἑκὰς τράπετʼ, ἀλλὰ παρέστη. τὸν καὶ Πείραιος πρότερος πρὸς μῦθον ἔειπε· Τηλέμαχʼ, αἶψʼ ὄτρυνον ἐμὸν ποτὶ δῶμα γυναῖκας, ὥς τοι δῶρʼ ἀποπέμψω, ἅ τοι Μενέλαος ἔδωκε. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· Πείραιʼ, οὐ γάρ τʼ ἴδμεν ὅπως ἔσται τάδε ἔργα. εἴ κεν ἐμὲ μνηστῆρες ἀγήνορες ἐν μεγάροισι λάθρη κτείναντες πατρώϊα πάντα δάσωνται, αὐτὸν ἔχοντά σε βούλομʼ ἐπαυρέμεν, ἤ τινα τῶνδε· εἰ δέ κʼ ἐγὼ τούτοισι φόνον καὶ κῆρα φυτεύσω, δὴ τότε μοι χαίροντι φέρειν πρὸς δώματα χαίρων. ὣς εἰπὼν ξεῖνον ταλαπείριον ἦγεν ἐς οἶκον. αὐτὰρ ἐπεί ῥʼ ἵκοντο δόμους εὖ ναιετάοντας, χλαίνας μὲν κατέθεντο κατὰ κλισμούς τε θρόνους τε, ἐς δʼ ἀσαμίνθους βάντες ἐϋξέστας λούσαντο. τοὺς δʼ ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ, ἀμφὶ δʼ ἄρα χλαίνας οὔλας βάλον ἠδὲ χιτῶνας, ἔκ ῥʼ ἀσαμίνθων βάντες ἐπὶ κλισμοῖσι καθῖζον. χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος, νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν. σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα, εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων. μήτηρ δʼ ἀντίον ἷζε παρὰ σταθμὸν μεγάροιο κλισμῷ κεκλιμένη, λέπτʼ ἠλάκατα στρωφῶσα. οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον, αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, τοῖσι δὲ μύθων ἦρχε περίφρων Πηνελόπεια· Τηλέμαχʼ, ἦ τοι ἐγὼν ὑπερώϊον εἰσαναβᾶσα λέξομαι εἰς εὐνήν, ἥ μοι στονόεσσα τέτυκται, αἰεὶ δάκρυσʼ ἐμοῖσι πεφυρμένη, ἐξ οὗ Ὀδυσσεὺς ᾤχεθʼ ἅμʼ Ἀτρεΐδῃσιν ἐς Ἴλιον· οὐδέ μοι ἔτλης, πρὶν ἐλθεῖν μνηστῆρας ἀγήνορας ἐς τόδε δῶμα, νόστον σοῦ πατρὸς σάφα εἰπέμεν, εἴ που ἄκουσας. τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· τοιγὰρ ἐγώ τοι, μῆτερ, ἀληθείην καταλέξω. ᾠχόμεθʼ ἔς τε Πύλον καὶ Νέστορα, ποιμένα λαῶν· δεξάμενος δέ με κεῖνος ἐν ὑψηλοῖσι δόμοισιν ἐνδυκέως ἐφίλει, ὡς εἴ τε πατὴρ ἑὸν υἱὸν ἐλθόντα χρόνιον νέον ἄλλοθεν· ὣς ἐμὲ κεῖνος ἐνδυκέως ἐκόμιζε σὺν υἱάσι κυδαλίμοισιν. αὐτὰρ Ὀδυσσῆος ταλασίφρονος οὔ ποτʼ ἔφασκεν, ζωοῦ οὐδὲ θανόντος, ἐπιχθονίων τευ ἀκοῦσαι· ἀλλά μʼ ἐς Ἀτρεΐδην, δουρικλειτὸν Μενέλαον, ἵπποισι προὔπεμψε καὶ ἅρμασι κολλητοῖσιν. ἔνθʼ ἴδον Ἀργείην Ἑλένην, ἧς εἵνεκα πολλὰ Ἀργεῖοι Τρῶές τε θεῶν ἰότητι μόγησαν. εἴρετο δʼ αὐτίκʼ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος ὅττευ χρηΐζων ἱκόμην Λακεδαίμονα δῖαν· αὐτὰρ ἐγὼ τῷ πᾶσαν ἀληθείην κατέλεξα· καὶ τότε δή με ἔπεσσιν ἀμειβόμενος προσέειπεν· ὢ πόποι, ἦ μάλα δὴ κρατερόφρονος ἀνδρὸς ἐν εὐνῇ ἤθελον εὐνηθῆναι, ἀνάλκιδες αὐτοὶ ἐόντες. ὡς δʼ ὁπότʼ ἐν ξυλόχῳ ἔλαφος κρατεροῖο λέοντος νεβροὺς κοιμήσασα νεηγενέας γαλαθηνοὺς κνημοὺς ἐξερέῃσι καὶ ἄγκεα ποιήεντα βοσκομένη, ὁ δʼ ἔπειτα ἑὴν εἰσήλυθεν εὐνήν, ἀμφοτέροισι δὲ τοῖσιν ἀεικέα πότμον ἐφῆκεν, ὣς Ὀδυσεὺς κείνοισιν ἀεικέα πότμον ἐφήσει. αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον, τοῖος ἐὼν οἷός ποτʼ ἐϋκτιμένῃ ἐνὶ Λέσβῳ ἐξ ἔριδος Φιλομηλεΐδῃ ἐπάλαισεν ἀναστάς, κὰδ δʼ ἔβαλε κρατερῶς, κεχάροντο δὲ πάντες Ἀχαιοί, τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς· πάντες κʼ ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε. ταῦτα δʼ ἅ μʼ εἰρωτᾷς καὶ λίσσεαι, οὐκ ἂν ἐγώ γε ἄλλα παρὲξ εἴποιμι παρακλιδὸν οὐδʼ ἀπατήσω, ἀλλὰ τὰ μέν μοι ἔειπε γέρων ἅλιος νημερτής, τῶν οὐδέν τοι ἐγὼ κρύψω ἔπος οὐδʼ ἐπικεύσω. φῆ μιν ὅ γʼ ἐν νήσῳ ἰδέειν κρατέρʼ ἄλγεʼ ἔχοντα, νύμφης ἐν μεγάροισι Καλυψοῦς, ἥ μιν ἀνάγκῃ ἴσχει· ὁ δʼ οὐ δύναται ἣν πατρίδα γαῖαν ἱκέσθαι. οὐ γάρ οἱ πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι, οἵ κέν μιν πέμποιεν ἐπʼ εὐρέα νῶτα θαλάσσης ὣς ἔφατʼ Ἀτρεΐδης, δουρικλειτὸς Μενέλαος. ταῦτα τελευτήσας νεόμην· ἔδοσαν δέ μοι οὖρον ἀθάνατοι, τοί μʼ ὦκα φίλην ἐς πατρίδʼ ἔπεμψαν. ὣς φάτο, τῇ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε. τοῖσι δὲ καὶ μετέειπε Θεοκλύμενος θεοειδής· ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος, ἦ τοι ὅ γʼ οὐ σάφα οἶδεν, ἐμεῖο δὲ σύνθεο μῦθον· ἀτρεκέως γάρ σοι μαντεύσομαι οὐδʼ ἐπικεύσω· ἴστω νῦν Ζεὺς πρῶτα θεῶν, ξενίη τε τράπεζα ἱστίη τʼ Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω, ὡς ἦ τοι Ὀδυσεὺς ἤδη ἐν πατρίδι γαίῃ, ἥμενος ἢ ἕρπων, τάδε πευθόμενος κακὰ ἔργα, ἔστιν, ἀτὰρ μνηστῆρσι κακὸν πάντεσσι φυτεύει· τοῖον ἐγὼν οἰωνὸν ἐϋσσέλμου ἐπὶ νηὸς ἥμενος ἐφρασάμην καὶ Τηλεμάχῳ ἐγεγώνευν. τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια· αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τετελεσμένον εἴη· τῷ κε τάχα γνοίης φιλότητά τε πολλά τε δῶρα ἐξ ἐμεῦ, ὡς ἄν τίς σε συναντόμενος μακαρίζοι. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον, μνηστῆρες δὲ πάροιθεν Ὀδυσσῆος μεγάροιο δίσκοισιν τέρποντο καὶ αἰγανέῃσιν ἱέντες, ἐν τυκτῷ δαπέδῳ, ὅθι περ πάρος ὕβριν ἔχοντες. ἀλλʼ ὅτε δὴ δείπνηστος ἔην καὶ ἐπήλυθε μῆλα πάντοθεν ἐξ ἀγρῶν, οἱ δʼ ἤγαγον οἳ τὸ πάρος περ, καὶ τότε δή σφιν ἔειπε Μέδων· ὃς γάρ ῥα μάλιστα ἥνδανε κηρύκων, καὶ σφιν παρεγίγνετο δαιτί· κοῦροι, ἐπεὶ δὴ πάντες ἐτέρφθητε φρένʼ ἀέθλοις, ἔρχεσθε πρὸς δώμαθʼ, ἵνʼ ἐντυνώμεθα δαῖτα· οὐ μὲν γάρ τι χέρειον ἐν ὥρῃ δεῖπνον ἑλέσθαι. ὣς ἔφαθʼ, οἱ δʼ ἀνστάντες ἔβαν πείθοντό τε μύθῳ. αὐτὰρ ἐπεί ῥʼ ἵκοντο δόμους εὖ ναιετάοντας, χλαίνας μὲν κατέθεντο κατὰ κλισμούς τε θρόνους τε, οἱ δʼ ἱέρευον ὄϊς μεγάλους καὶ πίονας αἶγας, ἵρευον δὲ σύας σιάλους καὶ βοῦν ἀγελαίην, δαῖτʼ ἐντυνόμενοι. τοὶ δʼ ἐξ ἀγροῖο πόλινδε ὠτρύνοντʼ Ὀδυσεύς τʼ ἰέναι καὶ δῖος ὑφορβός. τοῖσι δὲ μύθων ἦρχε συβώτης, ὄρχαμος ἀνδρῶν· ξεῖνʼ, ἐπεὶ ἂρ δὴ ἔπειτα πόλινδʼ ἰέναι μενεαίνεις σήμερον, ὡς ἐπέτελλεν ἄναξ ἐμός—ἦ σʼ ἂν ἐγώ γε αὐτοῦ βουλοίμην σταθμῶν ῥυτῆρα λιπέσθαι· ἀλλὰ τὸν αἰδέομαι καὶ δείδια, μή μοι ὀπίσσω νεικείῃ· χαλεπαὶ δέ τʼ ἀνάκτων εἰσὶν ὁμοκλαί— ἀλλʼ ἄγε νῦν ἴομεν· δὴ γὰρ μέμβλωκε μάλιστα ἦμαρ, ἀτὰρ τάχα τοι ποτὶ ἕσπερα ῥίγιον ἔσται. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· γιγνώσκω, φρονέω· τά γε δὴ νοέοντι κελεύεις. ἀλλʼ ἴομεν, σὺ δʼ ἔπειτα διαμπερὲς ἡγεμόνευε. δὸς δέ μοι, εἴ ποθί τοι ῥόπαλον τετμημένον ἐστίν, σκηρίπτεσθʼ, ἐπεὶ ἦ φατʼ ἀρισφαλέʼ ἔμμεναι οὐδόν. ἦ ῥα καὶ ἀμφʼ ὤμοισιν ἀεικέα βάλλετο πήρην, πυκνὰ ῥωγαλέην· ἐν δὲ στρόφος ἦεν ἀορτήρ· Εὔμαιος δʼ ἄρα οἱ σκῆπτρον θυμαρὲς ἔδωκε. τὼ βήτην, σταθμὸν δὲ κύνες καὶ βώτορες ἄνδρες ῥύατʼ ὄπισθε μένοντες· ὁ δʼ ἐς πόλιν ἦγεν ἄνακτα πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι, σκηπτόμενον· τὰ δὲ λυγρὰ περὶ χροῒ εἵματα ἕστο. ἀλλʼ ὅτε δὴ στείχοντες ὁδὸν κάτα παιπαλόεσσαν ἄστεος ἐγγὺς ἔσαν καὶ ἐπὶ κρήνην ἀφίκοντο τυκτὴν καλλίροον, ὅθεν ὑδρεύοντο πολῖται, τὴν ποίησʼ Ἴθακος καὶ Νήριτος ἠδὲ Πολύκτωρ· ἀμφὶ δʼ ἄρʼ αἰγείρων ὑδατοτρεφέων ἦν ἄλσος, πάντοσε κυκλοτερές, κατὰ δὲ ψυχρὸν ῥέεν ὕδωρ ὑψόθεν ἐκ πέτρης· βωμὸς δʼ ἐφύπερθε τέτυκτο νυμφάων, ὅθι πάντες ἐπιρρέζεσκον ὁδῖται· ἔνθα σφέας ἐκίχανʼ υἱὸς Δολίοιο Μελανθεὺς αἶγας ἄγων, αἳ πᾶσι μετέπρεπον αἰπολίοισι, δεῖπνον μνηστήρεσσι· δύω δʼ ἅμʼ ἕποντο νομῆες. τοὺς δὲ ἰδὼν νείκεσσεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν, ἔκπαγλον καὶ ἀεικές· ὄρινε δὲ κῆρ Ὀδυσῆος· νῦν μὲν δὴ μάλα πάγχυ κακὸς κακὸν ἡγηλάζει, ὡς αἰεὶ τὸν ὁμοῖον ἄγει θεὸς ὡς τὸν ὁμοῖον. πῇ δὴ τόνδε μολοβρὸν ἄγεις, ἀμέγαρτε συβῶτα, πτωχὸν ἀνιηρόν δαιτῶν ἀπολυμαντῆρα; ὃς πολλῇς φλιῇσι παραστὰς θλίψεται ὤμους, αἰτίζων ἀκόλους, οὐκ ἄορας οὐδὲ λέβητας· τόν κʼ εἴ μοι δοίης σταθμῶν ῥυτῆρα γενέσθαι σηκοκόρον τʼ ἔμεναι θαλλόν τʼ ἐρίφοισι φορῆναι, καί κεν ὀρὸν πίνων μεγάλην ἐπιγουνίδα θεῖτο. ἀλλʼ ἐπεὶ οὖν δὴ ἔργα κάκʼ ἔμμαθεν, οὐκ ἐθελήσει ἔργον ἐποίχεσθαι, ἀλλὰ πτώσσων κατὰ δῆμον βούλεται αἰτίζων βόσκειν ἣν γαστέρʼ ἄναλτον. ἀλλʼ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται· αἴ κʼ ἔλθῃ πρὸς δώματʼ Ὀδυσσῆος θείοιο, πολλά οἱ ἀμφὶ κάρη σφέλα ἀνδρῶν ἐκ παλαμάων πλευραὶ ἀποτρίψουσι δόμον κάτα βαλλομένοιο. ὣς φάτο, καὶ παριὼν λὰξ ἔνθορεν ἀφραδίῃσιν ἰσχίῳ· οὐδέ μιν ἐκτὸς ἀταρπιτοῦ ἐστυφέλιξεν, ἀλλʼ ἔμενʼ ἀσφαλέως· ὁ δὲ μερμήριξεν Ὀδυσσεὺς ἠὲ μεταΐξας ῥοπάλῳ ἐκ θυμὸν ἕλοιτο, ἦ πρὸς γῆν ἐλάσειε κάρη ἀμφουδὶς ἀείρας. ἀλλʼ ἐπετόλμησε, φρεσὶ δʼ ἔσχετο· τὸν δὲ συβώτης νείκεσʼ ἐσάντα ἰδών, μέγα δʼ εὔξατο χεῖρας ἀνασχών· νύμφαι κρηναῖαι, κοῦραι Διός, εἴ ποτʼ Ὀδυσσεὺς ὔμμʼ ἐπὶ μηρίʼ ἔκηε, καλύψας πίονι δημῷ, ἀρνῶν ἠδʼ ἐρίφων, τόδε μοι κρηήνατʼ ἐέλδωρ, ὡς ἔλθοι μὲν κεῖνος ἀνήρ, ἀγάγοι δέ ἑ δαίμων· τῷ κέ τοι ἀγλαΐας γε διασκεδάσειεν ἁπάσας, τὰς νῦν ὑβρίζων φορέεις, ἀλαλήμενος αἰεὶ ἄστυ κάτʼ· αὐτὰρ μῆλα κακοὶ φθείρουσι νομῆες. τὸν δʼ αὖτε προσέειπε Μελάνθιος, αἰπόλος αἰγῶν· ὢ πόποι, οἶον ἔειπε κύων ὀλοφώϊα εἰδώς, τόν ποτʼ ἐγὼν ἐπὶ νηὸς ἐϋσσέλμοιο μελαίνης ἄξω τῆλʼ Ἰθάκης, ἵνα μοι βίοτον πολὺν ἄλφοι. αἲ γὰρ Τηλέμαχον βάλοι ἀργυρότοξος Ἀπόλλων σήμερον ἐν μεγάροις, ἢ ὑπὸ μνηστῆρσι δαμείη, ὡς Ὀδυσῆΐ γε τηλοῦ ἀπώλετο νόστιμον ἦμαρ. ὣς εἰπὼν τοὺς μὲν λίπεν αὐτοῦ ἦκα κιόντας, αὐτὰρ ὁ βῆ, μάλα δʼ ὦκα δόμους ἵκανεν ἄνακτος. αὐτίκα δʼ εἴσω ἴεν, μετὰ δὲ μνηστῆρσι καθῖζεν, ἀντίον Εὐρυμάχου· τὸν γὰρ φιλέεσκε μάλιστα. τῷ πάρα μὲν κρειῶν μοῖραν θέσαν οἳ πονέοντο, σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα ἔδμεναι. ἀγχίμολον δʼ Ὀδυσεὺς καὶ δῖος ὑφορβὸς στήτην ἐρχομένω, περὶ δέ σφεας ἤλυθʼ ἰωὴ φόρμιγγος γλαφυρῆς· ἀνὰ γάρ σφισι βάλλετʼ ἀείδειν Φήμιος· αὐτὰρ ὁ χειρὸς ἑλὼν προσέειπε συβώτην· Εὔμαιʼ, ἦ μάλα δὴ τάδε δώματα κάλʼ Ὀδυσῆος, ῥεῖα δʼ ἀρίγνωτʼ ἐστὶ καὶ ἐν πολλοῖσιν ἰδέσθαι. ἐξ ἑτέρων ἕτερʼ ἐστίν, ἐπήσκηται δέ οἱ αὐλὴ τοίχῳ καὶ θριγκοῖσι, θύραι δʼ εὐερκέες εἰσὶ δικλίδες· οὐκ ἄν τίς μιν ἀνὴρ ὑπεροπλίσσαιτο. γιγνώσκω δʼ ὅτι πολλοὶ ἐν αὐτῷ δαῖτα τίθενται ἄνδρες, ἐπεὶ κνίση μὲν ἀνήνοθεν, ἐν δέ τε φόρμιγξ ἠπύει, ἣν ἄρα δαιτὶ θεοὶ ποίησαν ἑταίρην. τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα· ῥεῖʼ ἔγνως, ἐπεὶ οὐδὲ τά τʼ ἄλλα πέρ ἐσσʼ ἀνοήμων. ἀλλʼ ἄγε δὴ φραζώμεθʼ ὅπως ἔσται τάδε ἔργα. ἠὲ σὺ πρῶτος ἔσελθε δόμους εὖ ναιετάοντας, δύσεο δὲ μνηστῆρας, ἐγὼ δʼ ὑπολείψομαι αὐτοῦ· εἰ δʼ ἐθέλεις, ἐπίμεινον, ἐγὼ δʼ εἶμι προπάροιθε· μηδὲ σὺ δηθύνειν, μή τίς σʼ ἔκτοσθε νοήσας ἢ βάλῃ ἢ ἐλάσῃ· τὰ δέ σε φράζεσθαι ἄνωγα. τὸν δʼ ἠμείβετʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς· γιγνώσκω, φρονέω· τά γε δὴ νοέοντι κελεύεις. ἀλλʼ ἔρχευ προπάροιθεν, ἐγὼ δʼ ὑπολείψομαι αὐτοῦ. οὐ γάρ τι πληγέων ἀδαήμων οὐδὲ βολάων· τολμήεις μοι θυμός, ἐπεὶ κακὰ πολλὰ πέπονθα κύμασι καὶ πολέμῳ· μετὰ καὶ τόδε τοῖσι γενέσθω· γαστέρα δʼ οὔ πως ἔστιν ἀποκρύψαι μεμαυῖαν, οὐλομένην, ἣ πολλὰ κάκʼ ἀνθρώποισι δίδωσι, τῆς ἕνεκεν καὶ νῆες ἐΰζυγοι ὁπλίζονται πόντον ἐπʼ ἀτρύγετον, κακὰ δυσμενέεσσι φέρουσαι. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον· ἂν δὲ κύων κεφαλήν τε καὶ οὔατα κείμενος ἔσχεν, Ἄργος, Ὀδυσσῆος ταλασίφρονος, ὅν ῥά ποτʼ αὐτὸς θρέψε μέν, οὐδʼ ἀπόνητο, πάρος δʼ εἰς Ἴλιον ἱρὴν ᾤχετο. τὸν δὲ πάροιθεν ἀγίνεσκον νέοι ἄνδρες αἶγας ἐπʼ ἀγροτέρας ἠδὲ πρόκας ἠδὲ λαγωούς· δὴ τότε κεῖτʼ ἀπόθεστος ἀποιχομένοιο ἄνακτος, ἐν πολλῇ κόπρῳ, ἥ οἱ προπάροιθε θυράων ἡμιόνων τε βοῶν τε ἅλις κέχυτʼ, ὄφρʼ ἂν ἄγοιεν δμῶες Ὀδυσσῆος τέμενος μέγα κοπρήσοντες· ἔνθα κύων κεῖτʼ Ἄργος, ἐνίπλειος κυνοραιστέων. δὴ τότε γʼ, ὡς ἐνόησεν Ὀδυσσέα ἐγγὺς ἐόντα, οὐρῇ μέν ῥʼ ὅ γʼ ἔσηνε καὶ οὔατα κάββαλεν ἄμφω, ἆσσον δʼ οὐκέτʼ ἔπειτα δυνήσατο οἷο ἄνακτος ἐλθέμεν· αὐτὰρ ὁ νόσφιν ἰδὼν ἀπομόρξατο δάκρυ, ῥεῖα λαθὼν Εὔμαιον, ἄφαρ δʼ ἐρεείνετο μύθῳ· Εὔμαιʼ, ἦ μάλα θαῦμα, κύων ὅδε κεῖτʼ ἐνὶ κόπρῳ. καλὸς μὲν δέμας ἐστίν, ἀτὰρ τόδε γʼ οὐ σάφα οἶδα, εἰ δὴ καὶ ταχὺς ἔσκε θέειν ἐπὶ εἴδεϊ τῷδε, ἦ αὔτως οἷοί τε τραπεζῆες κύνες ἀνδρῶν γίγνοντʼ· ἀγλαΐης δʼ ἕνεκεν κομέουσιν ἄνακτες. τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα· καὶ λίην ἀνδρός γε κύων ὅδε τῆλε θανόντος. εἰ τοιόσδʼ εἴη ἠμὲν δέμας ἠδὲ καὶ ἔργα, οἷόν μιν Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεύς, αἶψά κε θηήσαιο ἰδὼν ταχυτῆτα καὶ ἀλκήν. οὐ μὲν γάρ τι φύγεσκε βαθείης βένθεσιν ὕλης κνώδαλον, ὅττι δίοιτο· καὶ ἴχνεσι γὰρ περιῄδη· νῦν δʼ ἔχεται κακότητι, ἄναξ δέ οἱ ἄλλοθι πάτρης ὤλετο, τὸν δὲ γυναῖκες ἀκηδέες οὐ κομέουσι. δμῶες δʼ, εὖτʼ ἂν μηκέτʼ ἐπικρατέωσιν ἄνακτες, οὐκέτʼ ἔπειτʼ ἐθέλουσιν ἐναίσιμα ἐργάζεσθαι· ἥμισυ γάρ τʼ ἀρετῆς ἀποαίνυται εὐρύοπα Ζεὺς ἀνέρος, εὖτʼ ἄν μιν κατὰ δούλιον ἦμαρ ἕλῃσιν. ὣς εἰπὼν εἰσῆλθε δόμους εὖ ναιετάοντας, βῆ δʼ ἰθὺς μεγάροιο μετὰ μνηστῆρας ἀγαυούς. Ἄργον δʼ αὖ κατὰ μοῖρʼ ἔλαβεν μέλανος θανάτοιο, αὐτίκʼ ἰδόντʼ Ὀδυσῆα ἐεικοστῷ ἐνιαυτῷ. τὸν δὲ πολὺ πρῶτος ἴδε Τηλέμαχος θεοειδὴς ἐρχόμενον κατὰ δῶμα συβώτην, ὦκα δʼ ἔπειτα νεῦσʼ ἐπὶ οἷ καλέσας· ὁ δὲ παπτήνας ἕλε δίφρον κείμενον, ἔνθα τε δαιτρὸς ἐφίζεσκε κρέα πολλὰ δαιόμενος μνηστῆρσι δόμον κάτα δαινυμένοισι· τὸν κατέθηκε φέρων πρὸς Τηλεμάχοιο τράπεζαν ἀντίον, ἔνθα δʼ ἄρʼ αὐτὸς ἐφέζετο· τῷ δʼ ἄρα κῆρυξ μοῖραν ἑλὼν ἐτίθει κανέου τʼ ἐκ σῖτον ἀείρας. ἀγχίμολον δὲ μετʼ αὐτὸν ἐδύσετο δώματʼ Ὀδυσσεύς, πτωχῷ λευγαλέῳ ἐναλίγκιος ἠδὲ γέροντι, σκηπτόμενος· τὰ δὲ λυγρὰ περὶ χροΐ εἵματα ἕστο. ἷζε δʼ ἐπὶ μελίνου οὐδοῦ ἔντοσθε θυράων, κλινάμενος σταθμῷ κυπαρισσίνῳ, ὅν ποτε τέκτων ξέσσεν ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνεν. Τηλέμαχος δʼ ἐπὶ οἷ καλέσας προσέειπε συβώτην, ἄρτον τʼ οὖλον ἑλὼν περικαλλέος ἐκ κανέοιο καὶ κρέας, ὥς οἱ χεῖρες ἐχάνδανον ἀμφιβαλόντι· δὸς τῷ ξείνῳ ταῦτα φέρων αὐτόν τε κέλευε αἰτίζειν μάλα πάντας ἐποιχόμενον μνηστῆρας· αἰδὼς δʼ οὐκ ἀγαθὴ κεχρημένῳ ἀνδρὶ παρεῖναι. ὣς φάτο, βῆ δὲ συφορβός, ἐπεὶ τὸν μῦθον ἄκουσεν, ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντʼ ἀγόρευε· Τηλέμαχός τοι, ξεῖνε, διδοῖ τάδε, καί σε κελεύει αἰτίζειν μάλα πάντας ἐποιχόμενον μνηστῆρας· αἰδῶ δʼ οὐκ ἀγαθήν φησʼ ἔμμεναι ἀνδρὶ προΐκτῃ. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· Ζεῦ ἄνα, Τηλέμαχόν μοι ἐν ἀνδράσιν ὄλβιον εἶναι, καί οἱ πάντα γένοιθʼ ὅσσα φρεσὶν ᾗσι μενοινᾷ. ἦ ῥα καὶ ἀμφοτέρῃσιν ἐδέξατο καὶ κατέθηκεν αὖθι ποδῶν προπάροιθεν, ἀεικελίης ἐπὶ πήρης, ἤσθιε δʼ ἧος ἀοιδὸς ἐνὶ μεγάροισιν ἄειδεν· εὖθʼ ὁ δεδειπνήκειν, ὁ δʼ ἐπαύετο θεῖος ἀοιδός. μνηστῆρες δʼ ὁμάδησαν ἀνὰ μέγαρʼ. αὐτὰρ Ἀθήνη, ἄγχι παρισταμένη Λαερτιάδην Ὀδυσῆα ὤτρυνʼ, ὡς ἂν πύρνα κατὰ μνηστῆρας ἀγείροι, γνοίη θʼ οἵ τινές εἰσιν ἐναίσιμοι οἵ τʼ ἀθέμιστοι· ἀλλʼ οὐδʼ ὥς τινʼ ἔμελλʼ ἀπαλεξήσειν κακότητος. βῆ δʼ ἴμεν αἰτήσων ἐνδέξια φῶτα ἕκαστον, πάντοσε χεῖρʼ ὀρέγων, ὡς εἰ πτωχὸς πάλαι εἴη. οἱ δʼ ἐλεαίροντες δίδοσαν, καὶ ἐθάμβεον αὐτόν, ἀλλήλους τʼ εἴροντο τίς εἴη καὶ πόθεν ἔλθοι. τοῖσι δὲ καὶ μετέειπε Μελάνθιος, αἰπόλος αἰγῶν· κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης, τοῦδε περὶ ξείνου· ἦ γάρ μιν πρόσθεν ὄπωπα. ἦ τοι μέν οἱ δεῦρο συβώτης ἡγεμόνευεν, αὐτὸν δʼ οὐ σάφα οἶδα, πόθεν γένος εὔχεται εἶναι. ὣς ἔφατʼ, Ἀντίνοος δʼ ἔπεσιν νείκεσσε συβώτην· ὦ ἀρίγνωτε συβῶτα, τίη δὲ σὺ τόνδε πόλινδε ἤγαγες; ἦ οὐχ ἅλις ἧμιν ἀλήμονές εἰσι καὶ ἄλλοι, πτωχοὶ ἀνιηροί, δαιτῶν ἀπολυμαντῆρες; ἦ ὄνοσαι ὅτι τοι βίοτον κατέδουσιν ἄνακτος ἐνθάδʼ ἀγειρόμενοι, σὺ δὲ καὶ προτὶ τόνδʼ ἐκάλεσσας; τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα· Ἀντίνοʼ, οὐ μὲν καλὰ καὶ ἐσθλὸς ἐὼν ἀγορεύεις· τίς γὰρ δὴ ξεῖνον καλεῖ ἄλλοθεν αὐτὸς ἐπελθὼν ἄλλον γʼ, εἰ μὴ τῶν οἳ δημιοεργοὶ ἔασι, μάντιν ἢ ἰητῆρα κακῶν ἢ τέκτονα δούρων, ἢ καὶ θέσπιν ἀοιδόν, ὅ κεν τέρπῃσιν ἀείδων; οὗτοι γὰρ κλητοί γε βροτῶν ἐπʼ ἀπείρονα γαῖαν· πτωχὸν δʼ οὐκ ἄν τις καλέοι τρύξοντα ἓ αὐτόν. ἀλλʼ αἰεὶ χαλεπὸς περὶ πάντων εἶς μνηστήρων δμωσὶν Ὀδυσσῆος, πέρι δʼ αὖτʼ ἐμοί· αὐτὰρ ἐγώ γε οὐκ ἀλέγω, ἧός μοι ἐχέφρων Πηνελόπεια ζώει ἐνὶ μεγάροις καὶ Τηλέμαχος θεοειδής. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· σίγα, μή μοι τοῦτον ἀμείβεο πολλὰ ἔπεσσιν· Ἀντίνοος δʼ εἴωθε κακῶς ἐρεθιζέμεν αἰεὶ μύθοισιν χαλεποῖσιν, ἐποτρύνει δὲ καὶ ἄλλους. ἦ ῥα καὶ Ἀντίνοον ἔπεα πτερόεντα προσηύδα· Ἀντίνοʼ, ἦ μευ καλὰ πατὴρ ὣς κήδεαι υἷος, ὃς τὸν ξεῖνον ἄνωγας ἀπὸ μεγάροιο διέσθαι μύθῳ ἀναγκαίῳ· μὴ τοῦτο θεὸς τελέσειε. δός οἱ ἑλών· οὔ τοι φθονέω· κέλομαι γὰρ ἐγώ γε· μήτʼ οὖν μητέρʼ ἐμὴν ἅζευ τό γε μήτε τινʼ ἄλλον δμώων, οἳ κατὰ δώματʼ Ὀδυσσῆος θείοιο. ἀλλʼ οὔ τοι τοιοῦτον ἐνὶ στήθεσσι νόημα· αὐτὸς γὰρ φαγέμεν πολὺ βούλεαι ἢ δόμεν ἄλλῳ. τὸν δʼ αὖτʼ Ἀντίνοος ἀπαμειβόμενος προσέειπε· Τηλέμαχʼ ὑψαγόρη, μένος ἄσχετε, ποῖον ἔειπες. εἴ οἱ τόσσον ἅπαντες ὀρέξειαν μνηστῆρες, καί κέν μιν τρεῖς μῆνας ἀπόπροθεν οἶκος ἐρύκοι. ὣς ἄρʼ ἔφη, καὶ θρῆνυν ἑλὼν ὑπέφηνε τραπέζης κείμενον, ᾧ ῥʼ ἔπεχεν λιπαροὺς πόδας εἰλαπινάζων· οἱ δʼ ἄλλοι πάντες δίδοσαν, πλῆσαν δʼ ἄρα πήρην σίτου καὶ κρειῶν· τάχα δὴ καὶ ἔμελλεν Ὀδυσσεὺς αὖτις ἐπʼ οὐδὸν ἰὼν προικὸς γεύσεσθαι Ἀχαιῶν· στῆ δὲ παρʼ Ἀντίνοον, καί μιν πρὸς μῦθον ἔειπε· δός, φίλος· οὐ μέν μοι δοκέεις ὁ κάκιστος Ἀχαιῶν ἔμμεναι, ἀλλʼ ὤριστος, ἐπεὶ βασιλῆϊ ἔοικας. τῷ σε χρὴ δόμεναι καὶ λώϊον ἠέ περ ἄλλοι σίτου· ἐγὼ δέ κέ σε κλείω κατʼ ἀπείρονα γαῖαν. καὶ γὰρ ἐγώ ποτε οἶκον ἐν ἀνθρώποισιν ἔναιον ὄλβιος ἀφνειὸν καὶ πολλάκι δόσκον ἀλήτῃ, τοίῳ ὁποῖος ἔοι καὶ ὅτευ κεχρημένος ἔλθοι· ἦσαν δὲ δμῶες μάλα μυρίοι ἄλλα τε πολλὰ οἷσίν τʼ εὖ ζώουσι καὶ ἀφνειοὶ καλέονται. ἀλλὰ Ζεὺς ἀλάπαξε Κρονίων—ἤθελε γάρ που— ὅς μʼ ἅμα ληϊστῆρσι πολυπλάγκτοισιν ἀνῆκεν Αἴγυπτόνδʼ ἰέναι, δολιχὴν ὁδόν, ὄφρʼ ἀπολοίμην. στῆσα δʼ ἐν Αἰγύπτῳ ποταμῷ νέας ἀμφιελίσσας. ἔνθʼ ἦ τοι μὲν ἐγὼ κελόμην ἐρίηρας ἑταίρους αὐτοῦ πὰρ νήεσσι μένειν καὶ νῆας ἔρυσθαι, ὀπτῆρας δὲ κατὰ σκοπιὰς ὤτρυνα νέεσθαι. οἱ δʼ ὕβρει εἴξαντες, ἐπισπόμενοι μένεϊ σφῷ, αἶψα μάλʼ Αἰγυπτίων ἀνδρῶν περικαλλέας ἀγροὺς πόρθεον, ἐκ δὲ γυναῖκας ἄγον καὶ νήπια τέκνα, αὐτούς τʼ ἔκτεινον· τάχα δʼ ἐς πόλιν ἵκετʼ ἀϋτή. οἱ δὲ βοῆς ἀΐοντες ἅμʼ ἠοῖ φαινομένηφιν ἦλθον· πλῆτο δὲ πᾶν πεδίον πεζῶν τε καὶ ἵππων χαλκοῦ τε στεροπῆς· ἐν δὲ Ζεὺς τερπικέραυνος φύζαν ἐμοῖς ἑτάροισι κακὴν βάλεν, οὐδέ τις ἔτλη στῆναι ἐναντίβιον· περὶ γὰρ κακὰ πάντοθεν ἔστη. ἔνθʼ ἡμέων πολλοὺς μὲν ἀπέκτανον ὀξέϊ χαλκῷ, τοὺς δʼ ἄναγον ζωούς, σφίσιν ἐργάζεσθαι ἀνάγκῃ. αὐτὰρ ἔμʼ ἐς Κύπρον ξείνῳ δόσαν ἀντιάσαντι, Δμήτορι Ἰασίδῃ, ὃς Κύπρου ἶφι ἄνασσεν· ἔνθεν δὴ νῦν δεῦρο τόδʼ ἵκω πήματα πάσχων. τὸν δʼ αὖτʼ Ἀντίνοος ἀπαμείβετο φώνησέν τε· τίς δαίμων τόδε πῆμα προσήγαγε, δαιτὸς ἀνίην; στῆθʼ οὕτως ἐς μέσσον, ἐμῆς ἀπάνευθε τραπέζης, μὴ τάχα πικρὴν Αἴγυπτον καὶ Κύπρον ἵκηαι· ὥς τις θαρσαλέος καὶ ἀναιδής ἐσσι προΐκτης. ἑξείης πάντεσσι παρίστασαι· οἱ δὲ διδοῦσι μαψιδίως, ἐπεὶ οὔ τις ἐπίσχεσις οὐδʼ ἐλεητὺς ἀλλοτρίων χαρίσασθαι, ἐπεὶ πάρα πολλὰ ἑκάστῳ. τὸν δʼ ἀναχωρήσας προσέφη πολύμητις Ὀδυσσεύς· ὢ πόποι, οὐκ ἄρα σοί γʼ ἐπὶ εἴδεϊ καὶ φρένες ἦσαν· οὐ σύ γʼ ἂν ἐξ οἴκου σῷ ἐπιστάτῃ οὐδʼ ἅλα δοίης, ὃς νῦν ἀλλοτρίοισι παρήμενος οὔ τί μοι ἔτλης σίτου ἀποπροελὼν δόμεναι· τὰ δὲ πολλὰ πάρεστιν. ὣς ἔφατʼ, Ἀντίνοος δʼ ἐχολώσατο κηρόθι μᾶλλον, καί μιν ὑπόδρα ἰδὼν ἔπεα πτερόεντα προσηύδα· νῦν δή σʼ οὐκέτι καλὰ διὲκ μεγάροιό γʼ ὀΐω ἂψ ἀναχωρήσειν, ὅτε δὴ καὶ ὀνείδεα βάζεις. ὣς ἄρʼ ἔφη, καὶ θρῆνυν ἑλὼν βάλε δεξιὸν ὦμον, πρυμνότατον κατὰ νῶτον· ὁ δʼ ἐστάθη ἠΰτε πέτρη ἔμπεδον, οὐδʼ ἄρα μιν σφῆλεν βέλος Ἀντινόοιο, ἀλλʼ ἀκέων κίνησε κάρη, κακὰ βυσσοδομεύων. ἂψ δʼ ὅ γʼ ἐπʼ οὐδὸν ἰὼν κατʼ ἄρʼ ἕζετο, κὰδ δʼ ἄρα πήρην θῆκεν ἐϋπλείην, μετὰ δὲ μνηστῆρσιν ἔειπε· κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης, ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει. οὐ μὰν οὔτʼ ἄχος ἐστὶ μετὰ φρεσὶν οὔτε τι πένθος, ὁππότʼ ἀνὴρ περὶ οἷσι μαχειόμενος κτεάτεσσι βλήεται, ἢ περὶ βουσὶν ἢ ἀργεννῇς ὀΐεσσιν· αὐτὰρ ἔμʼ Ἀντίνοος βάλε γαστέρος εἵνεκα λυγρῆς, οὐλομένης, ἣ πολλὰ κάκʼ ἀνθρώποισι δίδωσιν. ἀλλʼ εἴ που πτωχῶν γε θεοὶ καὶ Ἐρινύες εἰσίν, Ἀντίνοον πρὸ γάμοιο τέλος θανάτοιο κιχείη. τὸν δʼ αὖτʼ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός· ἔσθιʼ ἕκηλος, ξεῖνε, καθήμενος, ἢ ἄπιθʼ ἄλλῃ, μή σε νέοι διὰ δώματʼ ἐρύσσωσʼ, οἷʼ ἀγορεύεις, ἢ ποδὸς ἢ καὶ χειρός, ἀποδρύψωσι δὲ πάντα. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὑπερφιάλως νεμέσησαν· ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων· Ἀντίνοʼ, οὐ μὲν κάλʼ ἔβαλες δύστηνον ἀλήτην, οὐλόμενʼ, εἰ δή πού τις ἐπουράνιος θεός ἐστιν. καί τε θεοὶ ξείνοισιν ἐοικότες ἀλλοδαποῖσι, παντοῖοι τελέθοντες, ἐπιστρωφῶσι πόληας, ἀνθρώπων ὕβριν τε καὶ εὐνομίην ἐφορῶντες. ὣς ἄρʼ ἔφαν μνηστῆρες, ὁ δʼ οὐκ ἐμπάζετο μύθων. Τηλέμαχος δʼ ἐν μὲν κραδίῃ μέγα πένθος ἄεξε βλημένου, οὐδʼ ἄρα δάκρυ χαμαὶ βάλεν ἐκ βλεφάροιϊν, ἀλλʼ ἀκέων κίνησε κάρη, κακὰ βυσσοδομεύων. τοῦ δʼ ὡς οὖν ἤκουσε περίφρων Πηνελόπεια βλημένου ἐν μεγάρῳ, μετʼ ἄρα δμῳῇσιν ἔειπεν· αἴθʼ οὕτως αὐτόν σε βάλοι κλυτότοξος Ἀπόλλων. τὴν δʼ αὖτʼ Εὐρυνόμη ταμίη πρὸς μῦθον ἔειπεν· εἰ γὰρ ἐπʼ ἀρῇσιν τέλος ἡμετέρῃσι γένοιτο· οὐκ ἄν τις τούτων γε ἐΰθρονον Ἠῶ ἵκοιτο. τὴν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια· μαῖʼ, ἐχθροὶ μὲν πάντες, ἐπεὶ κακὰ μηχανόωνται· Ἀντίνοος δὲ μάλιστα μελαίνῃ κηρὶ ἔοικε. ξεῖνός τις δύστηνος ἀλητεύει κατὰ δῶμα ἀνέρας αἰτίζων· ἀχρημοσύνη γὰρ ἀνώγει· ἔνθʼ ἄλλοι μὲν πάντες ἐνέπλησάν τʼ ἔδοσάν τε, οὗτος δὲ θρήνυι πρυμνὸν βάλε δεξιὸν ὦμον. ἡ μὲν ἄρʼ ὣς ἀγόρευε μετὰ δμῳῇσι γυναιξίν, ἡμένη ἐν θαλάμῳ· ὁ δʼ ἐδείπνεε δῖος Ὀδυσσεύς· ἡ δʼ ἐπὶ οἷ καλέσασα προσηύδα δῖον ὑφορβόν· ἔρχεο, δῖʼ Εὔμαιε, κιὼν τὸν ξεῖνον ἄνωχθι ἐλθέμεν, ὄφρα τί μιν προσπτύξομαι ἠδʼ ἐρέωμαι εἴ που Ὀδυσσῆος ταλασίφρονος ἠὲ πέπυσται ἢ ἴδεν ὀφθαλμοῖσι· πολυπλάγκτῳ γὰρ ἔοικε. τὴν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα εἰ γάρ τοι, βασίλεια, σιωπήσειαν Ἀχαιοί· οἷʼ ὅ γε μυθεῖται, θέλγοιτό κέ τοι φίλον ἦτορ. τρεῖς γὰρ δή μιν νύκτας ἔχον, τρία δʼ ἤματʼ ἔρυξα ἐν κλισίῃ· πρῶτον γὰρ ἔμʼ ἵκετο νηὸς ἀποδράς· ἀλλʼ οὔ πω κακότητα διήνυσεν ἣν ἀγορεύων. ὡς δʼ ὅτʼ ἀοιδὸν ἀνὴρ ποτιδέρκεται, ὅς τε θεῶν ἒξ ἀείδει δεδαὼς ἔπεʼ ἱμερόεντα βροτοῖσι, τοῦ δʼ ἄμοτον μεμάασιν ἀκουέμεν, ὁππότʼ ἀείδῃ· ὣς ἐμὲ κεῖνος ἔθελγε παρήμενος ἐν μεγάροισι. φησὶ δʼ Ὀδυσσῆος ξεῖνος πατρώϊος εἶναι, Κρήτῃ ναιετάων, ὅθι Μίνωος γένος ἐστίν. ἔνθεν δὴ νῦν δεῦρο τόδʼ ἵκετο πήματα πάσχων, προπροκυλινδόμενος· στεῦται δʼ Ὀδυσῆος ἀκοῦσαι, ἀγχοῦ, Θεσπρωτῶν ἀνδρῶν ἐν πίονι δήμῳ, ζωοῦ· πολλὰ δʼ ἄγει κειμήλια ὅνδε δόμονδε. τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια· ἔρχεο, δεῦρο κάλεσσον, ἵνʼ ἀντίον αὐτὸς ἐνίσπῃ. οὗτοι δʼ ἠὲ θύρῃσι καθήμενοι ἑψιαάσθων. ἢ αὐτοῦ κατὰ δώματʼ, ἐπεί σφισι θυμὸς ἐΰφρων. αὐτῶν μὲν γὰρ κτήματʼ ἀκήρατα κεῖτʼ ἐνὶ οἴκῳ, σῖτος καὶ μέθυ ἡδύ· τὰ μὲν οἰκῆες ἔδουσιν, οἱ δʼ εἰς ἡμέτερον πωλεύμενοι ἤματα πάντα, βοῦς ἱερεύοντες καὶ ὄϊς καὶ πίονας αἶγας, εἰλαπινάζουσιν πίνουσί τε αἴθοπα οἶνον, μαψιδίως· τὰ δὲ πολλὰ κατάνεται. οὐ γὰρ ἔπʼ ἀνήρ, οἷος Ὀδυσσεὺς ἔσκεν, ἀρὴν ἀπὸ οἴκου ἀμῦναι. εἰ δʼ Ὀδυσεὺς ἔλθοι καὶ ἵκοιτʼ ἐς πατρίδα γαῖαν, αἶψά κε σὺν ᾧ παιδὶ βίας ἀποτίσεται ἀνδρῶν. ὣς φάτο, Τηλέμαχος δὲ μέγʼ ἔπταρεν, ἀμφὶ δὲ δῶμα σμερδαλέον κονάβησε· γέλασσε δὲ Πηνελόπεια, αἶψα δʼ ἄρʼ Εὔμαιον ἔπεα πτερόεντα προσηύδα· ἔρχεό μοι, τὸν ξεῖνον ἐναντίον ὧδε κάλεσσον. οὐχ ὁράᾳς ὅ μοι υἱὸς ἐπέπταρε πᾶσιν ἔπεσσι; τῷ κε καὶ οὐκ ἀτελὴς θάνατος μνηστῆρσι γένοιτο πᾶσι μάλʼ, οὐδέ κέ τις θάνατον καὶ κῆρας ἀλύξει. ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν· αἴ κʼ αὐτὸν γνώω νημερτέα πάντʼ ἐνέποντα, ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά. ὣς φάτο, βῆ δὲ συφορβός, ἐπεὶ τὸν μῦθον ἄκουσεν· ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα· ξεῖνε πάτερ, καλέει σε περίφρων Πηνελόπεια, μήτηρ Τηλεμάχοιο· μεταλλῆσαί τί ἑ θυμὸς ἀμφὶ πόσει κέλεται, καὶ κήδεά περ πεπαθυίῃ. εἰ δέ κέ σε γνώῃ νημερτέα πάντʼ ἐνέποντα, ἕσσει σε χλαῖνάν τε χιτῶνά τε, τῶν σὺ μάλιστα χρηΐζεις· σῖτον δὲ καὶ αἰτίζων κατὰ δῆμον γαστέρα βοσκήσεις· δώσει δέ τοι ὅς κʼ ἐθέλῃσι. τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς· Εὔμαιʼ, αἶψά κʼ ἐγὼ νημερτέα πάντʼ ἐνέποιμι κούρῃ Ἰκαρίοιο, περίφρονι Πηνελοπείῃ· οἶδα γὰρ εὖ περὶ κείνου, ὁμὴν δʼ ἀνεδέγμεθʼ ὀϊζύν. ἀλλὰ μνηστήρων χαλεπῶν ὑποδείδιʼ ὅμιλον, τῶν ὕβρις τε βίη τε σιδήρεον οὐρανὸν ἵκει. καὶ γὰρ νῦν, ὅτε μʼ οὗτος ἀνὴρ κατὰ δῶμα κιόντα οὔ τι κακὸν ῥέξαντα βαλὼν ὀδύνῃσιν ἔδωκεν, οὔτε τι Τηλέμαχος τό γʼ ἐπήρκεσεν οὔτε τις ἄλλος. τῷ νῦν Πηνελόπειαν ἐνὶ μεγάροισιν ἄνωχθι μεῖναι, ἐπειγομένην περ, ἐς ἠέλιον καταδύντα· καὶ τότε μʼ εἰρέσθω πόσιος πέρι νόστιμον ἦμαρ, ἀσσοτέρω καθίσασα παραὶ πυρί· εἵματα γάρ τοι λύγρʼ ἔχω· οἶσθα καὶ αὐτός, ἐπεί σε πρῶθʼ ἱκέτευσα. ὣς φάτο, βῆ δὲ συφορβός, ἐπεὶ τὸν μῦθον ἄκουσε. τὸν δʼ ὑπὲρ οὐδοῦ βάντα προσηύδα Πηνελόπεια· οὐ σύ γʼ ἄγεις, Εὔμαιε· τί τοῦτʼ ἐνόησεν ἀλήτης; ἦ τινά που δείσας ἐξαίσιον ἦε καὶ ἄλλως αἰδεῖται κατὰ δῶμα; κακὸς δʼ αἰδοῖος ἀλήτης. τὴν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα· μυθεῖται κατὰ μοῖραν, ἅ πέρ κʼ οἴοιτο καὶ ἄλλος, ὕβριν ἀλυσκάζων ἀνδρῶν ὑπερηνορεόντων. ἀλλά σε μεῖναι ἄνωγεν ἐς ἠέλιον καταδύντα. καὶ δὲ σοὶ ὧδʼ αὐτῇ πολὺ κάλλιον, ὦ βασίλεια, οἴην πρὸς ξεῖνον φάσθαι ἔπος ἠδʼ ἐπακοῦσαι. τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια· οὐκ ἄφρων ὁ ξεῖνος· ὀΐεται, ὥς περ ἂν εἴη· οὐ γάρ πού τινες ὧδε καταθνητῶν ἀνθρώπων ἀνέρες ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται. ἡ μὲν ἄρʼ ὣς ἀγόρευεν, ὁ δʼ ᾤχετο δῖος ὑφορβὸς μνηστήρων ἐς ὅμιλον, ἐπεὶ διεπέφραδε πάντα. αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα, ἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθʼ οἱ ἄλλοι· ὦ φίλʼ, ἐγὼ μὲν ἄπειμι, σύας καὶ κεῖνα φυλάξων, σὸν καὶ ἐμὸν βίοτον· σοὶ δʼ ἐνθάδε πάντα μελόντων. αὐτὸν μέν σε πρῶτα σάω, καὶ φράζεο θυμῷ μή τι πάθῃς· πολλοὶ δὲ κακὰ φρονέουσιν Ἀχαιῶν, τοὺς Ζεὺς ἐξολέσειε πρὶν ἡμῖν πῆμα γενέσθαι. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· ἔσσεται οὕτως, ἄττα· σὺ δʼ ἔρχεο δειελιήσας· ἠῶθεν δʼ ἰέναι καὶ ἄγειν ἱερήϊα καλά· αὐτὰρ ἐμοὶ τάδε πάντα καὶ ἀθανάτοισι μελήσει. ὣς φάθʼ, ὁ δʼ αὖτις ἄρʼ ἕζετʼ ἐϋξέστου ἐπὶ δίφρου, πλησάμενος δʼ ἄρα θυμὸν ἐδητύος ἠδὲ ποτῆτος βῆ ῥʼ ἴμεναι μεθʼ ὕας, λίπε δʼ ἕρκεά τε μέγαρόν τε, πλεῖον δαιτυμόνων· οἱ δʼ ὀρχηστυῖ καὶ ἀοιδῇ τέρποντʼ· ἤδη γὰρ καὶ ἐπήλυθε δείελον ἦμαρ. ἦλθε δʼ ἐπὶ πτωχὸς πανδήμιος, ὃς κατὰ ἄστυ πτωχεύεσκʼ Ἰθάκης, μετὰ δʼ ἔπρεπε γαστέρι μάργῃ ἀζηχὲς φαγέμεν καὶ πιέμεν· οὐδέ οἱ ἦν ἲς οὐδὲ βίη, εἶδος δὲ μάλα μέγας ἦν ὁράασθαι. Ἀρναῖος δʼ ὄνομʼ ἔσκε· τὸ γὰρ θέτο πότνια μήτηρ ἐκ γενετῆς· Ἶρον δὲ νέοι κίκλησκον ἅπαντες, οὕνεκʼ ἀπαγγέλλεσκε κιών, ὅτε πού τις ἀνώγοι· ὅς ῥʼ ἐλθὼν Ὀδυσῆα διώκετο οἷο δόμοιο, καί μιν νεικείων ἔπεα πτερόεντα προσηύδα· εἶκε, γέρον, προθύρου, μὴ δὴ τάχα καὶ ποδὸς ἕλκῃ. οὐκ ἀΐεις ὅτι δή μοι ἐπιλλίζουσιν ἅπαντες, ἑλκέμεναι δὲ κέλονται; ἐγὼ δʼ αἰσχύνομαι ἔμπης. ἀλλʼ ἄνα, μὴ τάχα νῶϊν ἔρις καὶ χερσὶ γένηται. τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς· δαιμόνιʼ, οὔτε τί σε ῥέζω κακὸν οὔτʼ ἀγορεύω, οὔτε τινὰ φθονέω δόμεναι καὶ πόλλʼ ἀνελόντα. οὐδὸς δʼ ἀμφοτέρους ὅδε χείσεται, οὐδέ τί σε χρὴ ἀλλοτρίων φθονέειν· δοκέεις δέ μοι εἶναι ἀλήτης ὥς περ ἐγών, ὄλβον δὲ θεοὶ μέλλουσιν ὀπάζειν. χερσὶ δὲ μή τι λίην προκαλίζεο, μή με χολώσῃς, μή σε γέρων περ ἐὼν στῆθος καὶ χείλεα φύρσω αἵματος· ἡσυχίη δʼ ἂν ἐμοὶ καὶ μᾶλλον ἔτʼ εἴη αὔριον· οὐ μὲν γάρ τί σʼ ὑποστρέψεσθαι ὀΐω δεύτερον ἐς μέγαρον Λαερτιάδεω Ὀδυσῆος. τὸν δὲ χολωσάμενος προσεφώνεεν Ἶρος ἀλήτης· ὢ πόποι, ὡς ὁ μολοβρὸς ἐπιτροχάδην ἀγορεύει, γρηῒ καμινοῖ ἶσος· ὃν ἂν κακὰ μητισαίμην κόπτων ἀμφοτέρῃσι, χαμαὶ δέ κε πάντας ὀδόντας γναθμῶν ἐξελάσαιμι συὸς ὣς ληϊβοτείρης. ζῶσαι νῦν, ἵνα πάντες ἐπιγνώωσι καὶ οἵδε μαρναμένους· πῶς δʼ ἂν σὺ νεωτέρῳ ἀνδρὶ μάχοιο; ὣς οἱ μὲν προπάροιθε θυράων ὑψηλάων οὐδοῦ ἔπι ξεστοῦ πανθυμαδὸν ὀκριόωντο. τοῖϊν δὲ ξυνέηχʼ ἱερὸν μένος Ἀντινόοιο, ἡδὺ δʼ ἄρʼ ἐκγελάσας μετεφώνει μνηστήρεσσιν· ὦ φίλοι, οὐ μέν πώ τι πάρος τοιοῦτον ἐτύχθη, οἵην τερπωλὴν θεὸς ἤγαγεν ἐς τόδε δῶμα. ὁ ξεῖνός τε καὶ Ἶρος ἐρίζετον ἀλλήλοιϊν χερσὶ μαχέσσασθαι· ἀλλὰ ξυνελάσσομεν ὦκα. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀνήϊξαν γελόωντες, ἀμφὶ δʼ ἄρα πτωχοὺς κακοείμονας ἠγερέθοντο. τοῖσιν δʼ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός· κέκλυτέ μευ, μνηστῆρες ἀγήνορες, ὄφρα τι εἴπω. γαστέρες αἵδʼ αἰγῶν κέατʼ ἐν πυρί, τὰς ἐπὶ δόρπῳ κατθέμεθα κνίσης τε καὶ αἵματος ἐμπλήσαντες· ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται, τάων ἥν κʼ ἐθέλῃσιν ἀναστὰς αὐτὸς ἑλέσθω· αἰεὶ αὖθʼ ἡμῖν μεταδαίσεται, οὐδέ τινʼ ἄλλον πτωχὸν ἔσω μίσγεσθαι ἐάσομεν αἰτήσοντα. ὣς ἔφατʼ Ἀντίνοος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος. τοῖς δὲ δολοφρονέων μετέφη πολύμητις Ὀδυσσεύς· ὦ φίλοι, οὔ πως ἔστι νεωτέρῳ ἀνδρὶ μάχεσθαι ἄνδρα γέροντα, δύῃ ἀρημένον· ἀλλά με γαστὴρ ὀτρύνει κακοεργός, ἵνα πληγῇσι δαμείω. ἀλλʼ ἄγε νῦν μοι πάντες ὀμόσσατε καρτερὸν ὅρκον, μή τις ἐπʼ Ἴρῳ ἦρα φέρων ἐμὲ χειρὶ βαρείῃ πλήξῃ ἀτασθάλλων, τούτῳ δέ με ἶφι δαμάσσῃ. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀπώμνυον ὡς ἐκέλευεν. αὐτὰρ ἐπεί ῥʼ ὄμοσάν τε τελεύτησάν τε τὸν ὅρκον, τοῖς δʼ αὖτις μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο· ξεῖνʼ, εἴ σʼ ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ τοῦτον ἀλέξασθαι, τῶν δʼ ἄλλων μή τινʼ Ἀχαιῶν δείδιθʼ, ἐπεὶ πλεόνεσσι μαχήσεται ὅς κέ σε θείνῃ· ξεινοδόκος μὲν ἐγών, ἐπὶ δʼ αἰνεῖτον βασιλῆες, Ἀντίνοός τε καὶ Εὐρύμαχος, πεπνυμένω ἄμφω. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον· αὐτὰρ Ὀδυσσεὺς ζώσατο μὲν ῥάκεσιν περὶ μήδεα, φαῖνε δὲ μηροὺς καλούς τε μεγάλους τε, φάνεν δέ οἱ εὐρέες ὦμοι στήθεά τε στιβαροί τε βραχίονες· αὐτὰρ Ἀθήνη ἄγχι παρισταμένη μέλεʼ ἤλδανε ποιμένι λαῶν. μνηστῆρες δʼ ἄρα πάντες ὑπερφιάλως ἀγάσαντο· ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον· ἦ τάχα Ἶρος Ἄϊρος ἐπίσπαστον κακὸν ἕξει, οἵην ἐκ ῥακέων ὁ γέρων ἐπιγουνίδα φαίνει. ὣς ἄρʼ ἔφαν, Ἴρῳ δὲ κακῶς ὠρίνετο θυμός. ἀλλὰ καὶ ὣς δρηστῆρες ἄγον ζώσαντες ἀνάγκῃ δειδιότα· σάρκες δὲ περιτρομέοντο μέλεσσιν. Ἀντίνοος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν· νῦν μὲν μήτʼ εἴης, βουγάϊε, μήτε γένοιο, εἰ δὴ τοῦτόν γε τρομέεις καὶ δείδιας αἰνῶς, ἄνδρα γέροντα, δύῃ ἀρημένον, ἥ μιν ἱκάνει. ἀλλʼ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται· αἴ κέν σʼ οὗτος νικήσῃ κρείσσων τε γένηται, πέμψω σʼ ἤπειρόνδε, βαλὼν ἐν νηὶ μελαίνῃ, εἰς Ἔχετον βασιλῆα, βροτῶν δηλήμονα πάντων, ὅς κʼ ἀπὸ ῥῖνα τάμῃσι καὶ οὔατα νηλέϊ χαλκῷ, μήδεά τʼ ἐξερύσας δώῃ κυσὶν ὠμὰ δάσασθαι. ὣς φάτο, τῷ δʼ ἔτι μᾶλλον ὑπὸ τρόμος ἔλλαβε γυῖα. ἐς μέσσον δʼ ἄναγον· τὼ δʼ ἄμφω χεῖρας ἀνέσχον. δὴ τότε μερμήριξε πολύτλας δῖος Ὀδυσσεὺς ἢ ἐλάσειʼ ὥς μιν ψυχὴ λίποι αὖθι πεσόντα, ἦέ μιν ἦκʼ ἐλάσειε τανύσσειέν τʼ ἐπὶ γαίῃ. ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι, ἦκʼ ἐλάσαι, ἵνα μή μιν ἐπιφρασσαίατʼ Ἀχαιοί. δὴ τότʼ ἀνασχομένω ὁ μὲν ἤλασε δεξιὸν ὦμον Ἶρος, ὁ δʼ αὐχένʼ ἔλασσεν ὑπʼ οὔατος, ὀστέα δʼ εἴσω ἔθλασεν· αὐτίκα δʼ ἦλθε κατὰ στόμα φοίνιον αἷμα, κὰδ δʼ ἔπεσʼ ἐν κονίῃσι μακών, σὺν δʼ ἤλασʼ ὀδόντας λακτίζων ποσὶ γαῖαν· ἀτὰρ μνηστῆρες ἀγαυοὶ χεῖρας ἀνασχόμενοι γέλῳ ἔκθανον. αὐτὰρ Ὀδυσσεὺς ἕλκε διὲκ προθύροιο λαβὼν ποδός, ὄφρʼ ἵκετʼ αὐλήν, αἰθούσης τε θύρας· καί μιν ποτὶ ἑρκίον αὐλῆς εἷσεν ἀνακλίνας· σκῆπτρον δέ οἱ ἔμβαλε χειρί, καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· ἐνταυθοῖ νῦν ἧσο σύας τε κύνας τʼ ἀπερύκων, μηδὲ σύ γε ξείνων καὶ πτωχῶν κοίρανος εἶναι λυγρὸς ἐών, μή πού τι κακὸν καὶ μεῖζον ἐπαύρῃ. ἦ ῥα καὶ ἀμφʼ ὤμοισιν ἀεικέα βάλλετο πήρην, πυκνὰ ῥωγαλέην· ἐν δὲ στρόφος ἦεν ἀορτήρ. ἂψ δʼ ὅ γʼ ἐπʼ οὐδὸν ἰὼν κατʼ ἄρʼ ἕζετο· τοὶ δʼ ἴσαν εἴσω ἡδὺ γελώοντες καὶ δεικανόωντʼ ἐπέεσσι· Ζεύς τοι δοίη, ξεῖνε, καὶ ἀθάνατοι θεοὶ ἄλλοι, ὅττι μάλιστʼ ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ, ὃς τοῦτον τὸν ἄναλτον ἀλητεύειν ἀπέπαυσας ἐν δήμῳ· τάχα γάρ μιν ἀνάξομεν ἤπειρόνδε εἰς Ἔχετον βασιλῆα, βροτῶν δηλήμονα πάντων. ὣς ἄρʼ ἔφαν, χαῖρεν δὲ κλεηδόνι δῖος Ὀδυσσεύς. Ἀντίνοος δʼ ἄρα οἱ μεγάλην παρὰ γαστέρα θῆκεν, ἐμπλείην κνίσης τε καὶ αἵματος· Ἀμφίνομος δὲ ἄρτους ἐκ κανέοιο δύω παρέθηκεν ἀείρας καὶ δέπαϊ χρυσέῳ δειδίσκετο, φώνησέν τε· χαῖρε, πάτερ ὦ ξεῖνε, γένοιτό τοι ἔς περ ὀπίσσω ὄλβος· ἀτὰρ μὲν νῦν γε κακοῖς ἔχεαι πολέεσσι. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· Ἀμφίνομʼ, ἦ μάλα μοι δοκέεις πεπνυμένος εἶναι· τοίου γὰρ καὶ πατρός, ἐπεὶ κλέος ἐσθλὸν ἄκουον, Νῖσον Δουλιχιῆα ἐΰν τʼ ἔμεν ἀφνειόν τε· τοῦ σʼ ἔκ φασι γενέσθαι, ἐπητῇ δʼ ἀνδρὶ ἔοικας. τοὔνεκά τοι ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον· οὐδὲν ἀκιδνότερον γαῖα τρέφει ἀνθρώποιο, πάντων ὅσσα τε γαῖαν ἔπι πνείει τε καὶ ἕρπει. οὐ μὲν γάρ ποτέ φησι κακὸν πείσεσθαι ὀπίσσω, ὄφρʼ ἀρετὴν παρέχωσι θεοὶ καὶ γούνατʼ ὀρώρῃ· ἀλλʼ ὅτε δὴ καὶ λυγρὰ θεοὶ μάκαρες τελέσωσι, καὶ τὰ φέρει ἀεκαζόμενος τετληότι θυμῷ· τοῖος γὰρ νόος ἐστὶν ἐπιχθονίων ἀνθρώπων οἷον ἐπʼ ἦμαρ ἄγησι πατὴρ ἀνδρῶν τε θεῶν τε. καὶ γὰρ ἐγώ ποτʼ ἔμελλον ἐν ἀνδράσιν ὄλβιος εἶναι, πολλὰ δʼ ἀτάσθαλʼ ἔρεξα βίῃ καὶ κάρτεϊ εἴκων, πατρί τʼ ἐμῷ πίσυνος καὶ ἐμοῖσι κασιγνήτοισι. τῷ μή τίς ποτε πάμπαν ἀνὴρ ἀθεμίστιος εἴη, ἀλλʼ ὅ γε σιγῇ δῶρα θεῶν ἔχοι, ὅττι διδοῖεν. οἷʼ ὁρόω μνηστῆρας ἀτάσθαλα μηχανόωντας, κτήματα κείροντας καὶ ἀτιμάζοντας ἄκοιτιν ἀνδρός, ὃν οὐκέτι φημὶ φίλων καὶ πατρίδος αἴης δηρὸν ἀπέσσεσθαι· μάλα δὲ σχεδόν. ἀλλά σε δαίμων οἴκαδʼ ὑπεξαγάγοι, μηδʼ ἀντιάσειας ἐκείνῳ, ὁππότε νοστήσειε φίλην ἐς πατρίδα γαῖαν· οὐ γὰρ ἀναιμωτί γε διακρινέεσθαι ὀΐω μνηστῆρας καὶ κεῖνον, ἐπεί κε μέλαθρον ὑπέλθῃ. ὣς φάτο, καὶ σπείσας ἔπιεν μελιηδέα οἶνον, ἂψ δʼ ἐν χερσὶν ἔθηκε δέπας κοσμήτορι λαῶν. αὐτὰρ ὁ βῆ διὰ δῶμα φίλον τετιημένος ἦτορ, νευστάζων κεφαλῇ· δὴ γὰρ κακὸν ὄσσετο θυμός. ἀλλʼ οὐδʼ ὣς φύγε κῆρα· πέδησε δὲ καὶ τὸν Ἀθήνη Τηλεμάχου ὑπὸ χερσὶ καὶ ἔγχεϊ ἶφι δαμῆναι. ἂψ δʼ αὖτις κατʼ ἄρʼ ἕζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη. τῇ δʼ ἄρʼ ἐπὶ φρεσὶ θῆκε θεὰ γλαυκῶπις Ἀθήνη, κούρῃ Ἰκαρίοιο, περίφρονι Πηνελοπείῃ, μνηστήρεσσι φανῆναι, ὅπως πετάσειε μάλιστα θυμὸν μνηστήρων ἰδὲ τιμήεσσα γένοιτο μᾶλλον πρὸς πόσιός τε καὶ υἱέος ἢ πάρος ἦεν. ἀχρεῖον δʼ ἐγέλασσεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν· Εὐρυνόμη, θυμός μοι ἐέλδεται, οὔ τι πάρος γε, μνηστήρεσσι φανῆναι, ἀπεχθομένοισί περ ἔμπης· παιδὶ δέ κεν εἴποιμι ἔπος, τό κε κέρδιον εἴη, μὴ πάντα μνηστῆρσιν ὑπερφιάλοισιν ὁμιλεῖν, οἵ τʼ εὖ μὲν βάζουσι, κακῶς δʼ ὄπιθεν φρονέουσι. τὴν δʼ αὖτʼ Εὐρυνόμη ταμίη πρὸς μῦθον ἔειπεν· ναὶ δὴ ταῦτά γε πάντα, τέκος, κατὰ μοῖραν ἔειπες. ἀλλʼ ἴθι καὶ σῷ παιδὶ ἔπος φάο μηδʼ ἐπίκευθε, χρῶτʼ ἀπονιψαμένη καὶ ἐπιχρίσασα παρειάς· μηδʼ οὕτω δακρύοισι πεφυρμένη ἀμφὶ πρόσωπα ἔρχευ, ἐπεὶ κάκιον πενθήμεναι ἄκριτον αἰεί. ἤδη μὲν γάρ τοι παῖς τηλίκος, ὃν σὺ μάλιστα ἠρῶ ἀθανάτοισι γενειήσαντα ἰδέσθαι. τὴν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια· Εὐρυνόμη, μὴ ταῦτα παραύδα, κηδομένη περ, χρῶτʼ ἀπονίπτεσθαι καὶ ἐπιχρίεσθαι ἀλοιφῇ· ἀγλαΐην γὰρ ἐμοί γε θεοί, τοὶ Ὄλυμπον ἔχουσιν, ὤλεσαν, ἐξ οὗ κεῖνος ἔβη κοίλῃς ἐνὶ νηυσίν. ἀλλά μοι Αὐτονόην τε καὶ Ἱπποδάμειαν ἄνωχθι ἐλθέμεν, ὄφρα κέ μοι παρστήετον ἐν μεγάροισιν· οἴη δʼ οὐκ εἴσειμι μετʼ ἀνέρας· αἰδέομαι γάρ. ὣς ἄρʼ ἔφη, γρηῢς δὲ διὲκ μεγάροιο βεβήκει ἀγγελέουσα γυναιξὶ καὶ ὀτρυνέουσα νέεσθαι. ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη· κούρῃ Ἰκαρίοιο κατὰ γλυκὺν ὕπνον ἔχευεν, εὗδε δʼ ἀνακλινθεῖσα, λύθεν δέ οἱ ἅψεα πάντα αὐτοῦ ἐνὶ κλιντῆρι· τέως δʼ ἄρα δῖα θεάων ἄμβροτα δῶρα δίδου, ἵνα μιν θησαίατʼ Ἀχαιοί. κάλλεϊ μέν οἱ πρῶτα προσώπατα καλὰ κάθηρεν ἀμβροσίῳ, οἵῳ περ ἐϋστέφανος Κυθέρεια χρίεται, εὖτʼ ἂν ἴῃ Χαρίτων χορὸν ἱμερόεντα· καί μιν μακροτέρην καὶ πάσσονα θῆκεν ἰδέσθαι, λευκοτέρην δʼ ἄρα μιν θῆκε πριστοῦ ἐλέφαντος. ἡ μὲν ἄρʼ ὣς ἔρξασʼ ἀπεβήσετο δῖα θεάων, ἦλθον δʼ ἀμφίπολοι λευκώλενοι ἐκ μεγάροιο φθόγγῳ ἐπερχόμεναι· τὴν δὲ γλυκὺς ὕπνος ἀνῆκε, καί ῥʼ ἀπομόρξατο χερσὶ παρειὰς φώνησέν τε· ἦ με μάλʼ αἰνοπαθῆ μαλακὸν περὶ κῶμʼ ἐκάλυψεν. αἴθε μοι ὣς μαλακὸν θάνατον πόροι Ἄρτεμις ἁγνὴ αὐτίκα νῦν, ἵνα μηκέτʼ ὀδυρομένη κατὰ θυμὸν αἰῶνα φθινύθω, πόσιος ποθέουσα φίλοιο παντοίην ἀρετήν, ἐπεὶ ἔξοχος ἦεν Ἀχαιῶν. ὣς φαμένη κατέβαινʼ ὑπερώϊα σιγαλόεντα, οὐκ οἴη· ἅμα τῇ γε καὶ ἀμφίπολοι δύʼ ἕποντο. ἡ δʼ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν, στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο, ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα· ἀμφίπολος δʼ ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη. τῶν δʼ αὐτοῦ λύτο γούνατʼ, ἔρῳ δʼ ἄρα θυμὸν ἔθελχθεν, πάντες δʼ ἠρήσαντο παραὶ λεχέεσσι κλιθῆναι. ἡ δʼ αὖ Τηλέμαχον προσεφώνεεν, ὃν φίλον υἱόν· Τηλέμαχʼ, οὐκέτι τοι φρένες ἔμπεδοι οὐδὲ νόημα· παῖς ἔτʼ ἐὼν καὶ μᾶλλον ἐνὶ φρεσὶ κέρδεʼ ἐνώμας· νῦν δʼ, ὅτε δὴ μέγας ἐσσὶ καὶ ἥβης μέτρον ἱκάνεις, καί κέν τις φαίη γόνον ἔμμεναι ὀλβίου ἀνδρός, ἐς μέγεθος καὶ κάλλος ὁρώμενος, ἀλλότριος φώς, οὐκέτι τοι φρένες εἰσὶν ἐναίσιμοι οὐδὲ νόημα. οἷον δὴ τόδε ἔργον ἐνὶ μεγάροισιν ἐτύχθη, ὃς τὸν ξεῖνον ἔασας ἀεικισθήμεναι οὕτως. πῶς νῦν, εἴ τι ξεῖνος ἐν ἡμετέροισι δόμοισιν ἥμενος ὧδε πάθοι ῥυστακτύος ἐξ ἀλεγεινῆς; σοί κʼ αἶσχος λώβη τε μετʼ ἀνθρώποισι πέλοιτο. τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· μῆτερ ἐμή, τὸ μὲν οὔ σε νεμεσσῶμαι κεχολῶσθαι· αὐτὰρ ἐγὼ θυμῷ νοέω καὶ οἶδα ἕκαστα, ἐσθλά τε καὶ τὰ χέρεια· πάρος δʼ ἔτι νήπιος ἦα. ἀλλά τοι οὐ δύναμαι πεπνυμένα πάντα νοῆσαι· ἐκ γάρ με πλήσσουσι παρήμενοι ἄλλοθεν ἄλλος οἵδε κακὰ φρονέοντες, ἐμοὶ δʼ οὐκ εἰσὶν ἀρωγοί. οὐ μέν τοι ξείνου γε καὶ Ἴρου μῶλος ἐτύχθη μνηστήρων ἰότητι, βίῃ δʼ ὅ γε φέρτερος ἦεν. αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον, οὕτω νῦν μνηστῆρες ἐν ἡμετέροισι δόμοισι νεύοιεν κεφαλὰς δεδμημένοι, οἱ μὲν ἐν αὐλῇ, οἱ δʼ ἔντοσθε δόμοιο, λελῦτο δὲ γυῖα ἑκάστου, ὡς νῦν Ἶρος κεῖνος ἐπʼ αὐλείῃσι θύρῃσιν ἧσται νευστάζων κεφαλῇ, μεθύοντι ἐοικώς, οὐδʼ ὀρθὸς στῆναι δύναται ποσὶν οὐδὲ νέεσθαι οἴκαδʼ, ὅπη οἱ νόστος, ἐπεὶ φίλα γυῖα λέλυνται. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον· Εὐρύμαχος δʼ ἐπέεσσι προσηύδα Πηνελόπειαν· κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια, εἰ πάντες σε ἴδοιεν ἀνʼ Ἴασον Ἄργος Ἀχαιοί, πλέονές κε μνηστῆρες ἐν ὑμετέροισι δόμοισιν ἠῶθεν δαινύατʼ, ἐπεὶ περίεσσι γυναικῶν εἶδός τε μέγεθός τε ἰδὲ φρένας ἔνδον ἐΐσας. τὸν δʼ ἠμείβετʼ ἔπειτα περίφρων Πηνελόπεια· Εὐρύμαχʼ, ἦ τοι ἐμὴν ἀρετὴν εἶδός τε δέμας τε ὤλεσαν ἀθάνατοι, ὅτε Ἴλιον εἰσανέβαινον Ἀργεῖοι, μετὰ τοῖσι δʼ ἐμὸς πόσις ᾖεν Ὀδυσσεύς. εἰ κεῖνός γʼ ἐλθὼν τὸν ἐμὸν βίον ἀμφιπολεύοι, μεῖζόν κε κλέος εἴη ἐμὸν καὶ κάλλιον οὕτως. νῦν δʼ ἄχομαι· τόσα γάρ μοι ἐπέσσευεν κακὰ δαίμων. ἦ μὲν δὴ ὅτε τʼ ᾖε λιπὼν κάτα πατρίδα γαῖαν, δεξιτερὴν ἐπὶ καρπῷ ἑλὼν ἐμὲ χεῖρα προσηύδα· ὦ γύναι, οὐ γὰρ ὀΐω ἐϋκνήμιδας Ἀχαιοὺς ἐκ Τροίης εὖ πάντας ἀπήμονας ἀπονέεσθαι· καὶ γὰρ Τρῶάς φασι μαχητὰς ἔμμεναι ἄνδρας, ἠμὲν ἀκοντιστὰς ἠδὲ ῥυτῆρας ὀϊστῶν ἵππων τʼ ὠκυπόδων ἐπιβήτορας, οἵ κε τάχιστα ἔκριναν μέγα νεῖκος ὁμοιΐου πολέμοιο. τῷ οὐκ οἶδʼ ἤ κέν μʼ ἀνέσει θεός, ἦ κεν ἁλώω αὐτοῦ ἐνὶ Τροίῃ· σοὶ δʼ ἐνθάδε πάντα μελόντων. μεμνῆσθαι πατρὸς καὶ μητέρος ἐν μεγάροισιν ὡς νῦν, ἢ ἔτι μᾶλλον ἐμεῦ ἀπονόσφιν ἐόντος· αὐτὰρ ἐπὴν δὴ παῖδα γενειήσαντα ἴδηαι, γήμασθʼ ᾧ κʼ ἐθέλῃσθα, τεὸν κατὰ δῶμα λιποῦσα. κεῖνος τὼς ἀγόρευε· τὰ δὴ νῦν πάντα τελεῖται. νὺξ δʼ ἔσται ὅτε δὴ στυγερὸς γάμος ἀντιβολήσει οὐλομένης ἐμέθεν, τῆς τε Ζεὺς ὄλβον ἀπηύρα. ἀλλὰ τόδʼ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει· μνηστήρων οὐχ ἥδε δίκη τὸ πάροιθε τέτυκτο· οἵ τʼ ἀγαθήν τε γυναῖκα καὶ ἀφνειοῖο θύγατρα μνηστεύειν ἐθέλωσι καὶ ἀλλήλοις ἐρίσωσιν, αὐτοὶ τοί γʼ ἀπάγουσι βόας καὶ ἴφια μῆλα, κούρης δαῖτα φίλοισι, καὶ ἀγλαὰ δῶρα διδοῦσιν· ἀλλʼ οὐκ ἀλλότριον βίοτον νήποινον ἔδουσιν. ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς, οὕνεκα τῶν μὲν δῶρα παρέλκετο, θέλγε δὲ θυμὸν μειλιχίοις ἐπέεσσι, νόος δέ οἱ ἄλλα μενοίνα. τὴν δʼ αὖτʼ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός, κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια, δῶρα μὲν ὅς κʼ ἐθέλῃσιν Ἀχαιῶν ἐνθάδʼ ἐνεῖκαι, δέξασθʼ. οὐ γὰρ καλὸν ἀνήνασθαι δόσιν ἐστίν· ἡμεῖς δʼ οὔτʼ ἐπὶ ἔργα πάρος γʼ ἴμεν οὔτε πῃ ἄλλῃ, πρίν γέ σε τῷ γήμασθαι Ἀχαιῶν ὅς τις ἄριστος. ὣς ἔφατʼ Ἀντίνοος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος· δῶρα δʼ ἄρʼ οἰσέμεναι πρόεσαν κήρυκα ἕκαστος. Ἀντινόῳ μὲν ἔνεικε μέγαν περικαλλέα πέπλον, ποικίλον· ἐν δʼ ἀρʼ ἔσαν περόναι δυοκαίδεκα πᾶσαι χρύσειαι, κληῗσιν ἐϋγνάμπτοις ἀραρυῖαι. ὅρμον δʼ Εὐρυμάχῳ πολυδαίδαλον αὐτίκʼ ἔνεικε. χρύσεον, ἠλέκτροισιν ἐερμένον ἠέλιον ὥς. ἕρματα δʼ Εὐρυδάμαντι δύω θεράποντες ἔνεικαν, τρίγληνα μορόεντα· χάρις δʼ ἀπελάμπετο πολλή. ἐκ δʼ ἄρα Πεισάνδροιο Πολυκτορίδαο ἄνακτος ἴσθμιον ἤνεικεν θεράπων, περικαλλὲς ἄγαλμα. ἄλλο δʼ ἄρʼ ἄλλος δῶρον Ἀχαιῶν καλὸν ἔνεικεν. ἡ μὲν ἔπειτʼ ἀνέβαινʼ ὑπερώϊα δῖα γυναικῶν, τῇ δʼ ἄρʼ ἅμʼ ἀμφίπολοι ἔφερον περικαλλέα δῶρα οἱ δʼ εἰς ὀρχηστύν τε καὶ ἱμερόεσσαν ἀοιδὴν τρεψάμενοι τέρποντο, μένον δʼ ἐπὶ ἕσπερον ἐλθεῖν. τοῖσι δὲ τερπομένοισι μέλας ἐπὶ ἕσπερος ἦλθεν. αὐτίκα λαμπτῆρας τρεῖς ἵστασαν ἐν μεγάροισιν, ὄφρα φαείνοιεν· περὶ δὲ ξύλα κάγκανα θῆκαν, αὖα πάλαι, περίκηλα, νέον κεκεασμένα χαλκῷ, καὶ δαΐδας μετέμισγον· ἀμοιβηδὶς δʼ ἀνέφαινον δμῳαὶ Ὀδυσσῆος ταλασίφρονος. αὐτὰρ ὁ τῇσιν αὐτὸς διογενῆς μετέφη πολύμητις Ὀδυσσεύς· δμῳαὶ Ὀδυσσῆος, δὴν οἰχομένοιο ἄνακτος, ἔρχεσθε πρὸς δώμαθʼ, ἵνʼ αἰδοίη βασίλεια· τῇ δὲ παρʼ ἠλάκατα στροφαλίζετε, τέρπετε δʼ αὐτὴν ἥμεναι ἐν μεγάρῳ, ἢ εἴρια πείκετε χερσίν· αὐτὰρ ἐγὼ τούτοισι φάος πάντεσσι παρέξω. ἤν περ γάρ κʼ ἐθέλωσιν ἐΰθρονον Ἠῶ μίμνειν, οὔ τί με νικήσουσι· πολυτλήμων δὲ μάλʼ εἰμί. ὣς ἔφαθʼ, αἱ δʼ ἐγέλασσαν, ἐς ἀλλήλας δὲ ἴδοντο. τὸν δʼ αἰσχρῶς ἐνένιπε Μελανθὼ καλλιπάρῃος, τὴν Δολίος μὲν ἔτικτε, κόμισσε δὲ Πηνελόπεια, παῖδα δὲ ὣς ἀτίταλλε, δίδου δʼ ἄρʼ ἀθύρματα θυμῷ· ἀλλʼ οὐδʼ ὣς ἔχε πένθος ἐνὶ φρεσὶ Πηνελοπείης, ἀλλʼ ἥ γʼ Εὐρυμάχῳ μισγέσκετο καὶ φιλέεσκεν. ἥ ῥʼ Ὀδυσῆʼ ἐνένιπεν ὀνειδείοις ἐπέεσσιν· ξεῖνε τάλαν, σύ γέ τις φρένας ἐκπεπαταγμένος ἐσσί, οὐδʼ ἐθέλεις εὕδειν χαλκήϊον ἐς δόμον ἐλθών, ἠέ που ἐς λέσχην, ἀλλʼ ἐνθάδε πόλλʼ ἀγορεύεις, θαρσαλέως πολλοῖσι μετʼ ἀνδράσιν, οὐδέ τι θυμῷ ταρβεῖς· ἦ ῥά σε οἶνος ἔχει φρένας, ἤ νύ τοι αἰεὶ τοιοῦτος νόος ἐστίν· ὃ καὶ μεταμώνια βάζεις. ἦ ἀλύεις, ὅτι Ἶρον ἐνίκησας τὸν ἀλήτην; μή τίς τοι τάχα Ἴρου ἀμείνων ἄλλος ἀναστῇ, ὅς τίς σʼ ἀμφὶ κάρη κεκοπὼς χερσὶ στιβαρῇσι δώματος ἐκπέμψῃσι, φορύξας αἵματι πολλῷ. τὴν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς· ἦ τάχα Τηλεμάχῳ ἐρέω, κύον, οἷʼ ἀγορεύεις, κεῖσʼ ἐλθών, ἵνα σʼ αὖθι διὰ μελεϊστὶ τάμῃσιν. ὣς εἰπὼν ἐπέεσσι διεπτοίησε γυναῖκας. βὰν δʼ ἴμεναι διὰ δῶμα, λύθεν δʼ ὑπὸ γυῖα ἑκάστης ταρβοσύνῃ· φὰν γάρ μιν ἀληθέα μυθήσασθαι. αὐτὰρ ὁ πὰρ λαμπτῆρσι φαείνων αἰθομένοισιν ἑστήκειν ἐς πάντας ὁρώμενος· ἄλλα δέ οἱ κῆρ ὥρμαινε φρεσὶν ᾗσιν, ἅ ῥʼ οὐκ ἀτέλεστα γένοντο. μνηστῆρας δʼ οὐ πάμπαν ἀγήνορας εἴα Ἀθήνη λώβης ἴσχεσθαι θυμαλγέος, ὄφρʼ ἔτι μᾶλλον δύη ἄχος κραδίην Λαερτιάδεω Ὀδυσῆος. τοῖσιν δʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἦρχʼ ἀγορεύειν, κερτομέων Ὀδυσῆα· γέλω δʼ ἑτάροισιν ἔτευχε. κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης, ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει. οὐκ ἀθεεὶ ὅδʼ ἀνὴρ Ὀδυσήϊον ἐς δόμον ἵκει· ἔμπης μοι δοκέει δαίδων σέλας ἔμμεναι αὐτοῦ κὰκ κεφαλῆς, ἐπεὶ οὔ οἱ ἔνι τρίχες οὐδʼ ἠβαιαί. ἦ ῥʼ, ἅμα τε προσέειπεν Ὀδυσσῆα πτολίπορθον· ξεῖνʼ, ἦ ἄρ κʼ ἐθέλοις θητευέμεν, εἴ σʼ ἀνελοίμην, ἀγροῦ ἐπʼ ἐσχατιῆς—μισθὸς δέ τοι ἄρκιος ἔσται— αἱμασιάς τε λέγων καὶ δένδρεα μακρὰ φυτεύων; ἔνθα κʼ ἐγὼ σῖτον μὲν ἐπηετανὸν παρέχοιμι, εἵματα δʼ ἀμφιέσαιμι ποσίν θʼ ὑποδήματα δοίην. ἀλλʼ ἐπεὶ οὖν δὴ ἔργα κάκʼ ἔμμαθες, οὐκ ἐθελήσεις ἔργον ἐποίχεσθαι, ἀλλὰ πτώσσειν κατὰ δῆμον βούλεαι, ὄφρʼ ἄν ἔχῃς βόσκειν σὴν γαστέρʼ ἄναλτον. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· Εὐρύμαχʼ, εἰ γὰρ νῶϊν ἔρις ἔργοιο γένοιτο ὥρῃ ἐν εἰαρινῇ, ὅτε τʼ ἤματα μακρὰ πέλονται, ἐν ποίῃ, δρέπανον μὲν ἐγὼν εὐκαμπὲς ἔχοιμι, καὶ δὲ σὺ τοῖον ἔχοις, ἵνα πειρησαίμεθα ἔργου νήστιες ἄχρι μάλα κνέφαος, ποίη δὲ παρείη. εἰ δʼ αὖ καὶ βόες εἶεν ἐλαυνέμεν, οἵ περ ἄριστοι, αἴθωνες, μεγάλοι, ἄμφω κεκορηότε ποίης, ἥλικες, ἰσοφόροι, τῶν τε σθένος οὐκ ἀλαπαδνόν, τετράγυον δʼ εἴη, εἴκοι δʼ ὑπὸ βῶλος ἀρότρῳ· τῷ κέ μʼ ἴδοις, εἰ ὦλκα διηνεκέα προταμοίμην. εἰ δʼ αὖ καὶ πόλεμόν ποθεν ὁρμήσειε Κρονίων σήμερον, αὐτὰρ ἐμοὶ σάκος εἴη καὶ δύο δοῦρε καὶ κυνέη πάγχαλκος, ἐπὶ κροτάφοις ἀραρυῖα, τῷ κέ μʼ ἴδοις πρώτοισιν ἐνὶ προμάχοισι μιγέντα, οὐδʼ ἄν μοι τὴν γαστέρʼ ὀνειδίζων ἀγορεύοις. ἀλλὰ μάλʼ ὑβρίξεις, καί τοι νόος ἐστὶν ἀπηνής· καί πού τις δοκέεις μέγας ἔμμεναι ἠδὲ κραταιός, οὕνεκα πὰρ παύροισι καὶ οὐκ ἀγαθοῖσιν ὁμιλεῖς. εἰ δʼ Ὀδυσεὺς ἔλθοι καὶ ἵκοιτʼ ἐς πατρίδα γαῖαν, αἶψά κέ τοι τὰ θύρετρα, καὶ εὐρέα περ μάλʼ ἐόντα, φεύγοντι στείνοιτο διὲκ προθύροιο θύραζε. ὣς ἔφατʼ, Εὐρύμαχος δʼ ἐχολώσατο κηρόθι μᾶλλον, καί μιν ὑπόδρα ἰδὼν ἔπεα πτερόεντα προσηύδα· ἆ δείλʼ, ἦ τάχα τοι τελέω κακόν, οἷʼ ἀγορεύεις θαρσαλέως πολλοῖσι μετʼ ἀνδράσιν, οὐδέ τι θυμῷ ταρβεῖς· ἦ ῥά σε οἶνος ἔχει φρένας, ἤ νύ τοι αἰεὶ τοιοῦτος νόος ἐστίν· ὃ καὶ μεταμώνια βάζεις. ἦ ἀλύεις, ὅτι Ἶρον ἐνίκησας τὸν ἀλήτην; ὣς ἄρα φωνήσας σφέλας ἔλλαβεν· αὐτὰρ Ὀδυσσεὺς Ἀμφινόμου πρὸς γοῦνα καθέζετο Δουλιχιῆος, Εὐρύμαχον δείσας· ὁ δʼ ἄρʼ οἰνοχόον βάλε χεῖρα δεξιτερήν· πρόχοος δὲ χαμαὶ βόμβησε πεσοῦσα, αὐτὰρ ὅ γʼ οἰμώξας πέσεν ὕπτιος ἐν κονίῃσι. μνηστῆρες δʼ ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα, ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον· αἴθʼ ὤφελλʼ ὁ ξεῖνος ἀλώμενος ἄλλοθʼ ὀλέσθαι πρὶν ἐλθεῖν· τῷ οὔ τι τόσον κέλαδον μετέθηκε. νῦν δὲ περὶ πτωχῶν ἐριδαίνομεν, οὐδέ τι δαιτὸς ἐσθλῆς ἔσσεται ἦδος, ἐπεὶ τὰ χερείονα νικᾷ. τοῖσι δὲ καὶ μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο δαιμόνιοι, μαίνεσθε καὶ οὐκέτι κεύθετε θυμῷ βρωτὺν οὐδὲ ποτῆτα· θεῶν νύ τις ὔμμʼ ὀροθύνει. ἀλλʼ εὖ δαισάμενοι κατακείετε οἴκαδʼ ἰόντες, ὁππότε θυμὸς ἄνωγε· διώκω δʼ οὔ τινʼ ἐγώ γε. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὀδὰξ ἐν χείλεσι φύντες Τηλέμαχον θαύμαζον, ὃ θαρσαλέως ἀγόρευε. τοῖσιν δʼ Ἀμφίνομος ἀγορήσατο καὶ μετέειπε Νίσου φαίδιμος υἱός, Ἀρητιάδαο ἄνακτος· ὦ φίλοι, οὐκ ἂν δή τις ἐπὶ ῥηθέντι δικαίῳ ἀντιβίοις ἐπέεσσι καθαπτόμενος χαλεπαίνοι· μήτε τι τὸν ξεῖνον στυφελίζετε μήτε τινʼ ἄλλον δμώων, οἳ κατὰ δώματʼ Ὀδυσσῆος θείοιο. ἀλλʼ ἄγετʼ, οἰνοχόος μὲν ἐπαρξάσθω δεπάεσσιν, ὄφρα σπείσαντες κατακείομεν οἴκαδʼ ἰόντες· τὸν ξεῖνον δὲ ἐῶμεν ἐνὶ μεγάροις Ὀδυσῆος Τηλεμάχῳ μελέμεν· τοῦ γὰρ φίλον ἵκετο δῶμα. ὣς φάτο, τοῖσι δὲ πᾶσιν ἑαδότα μῦθον ἔειπε. τοῖσιν δὲ κρητῆρα κεράσσατο Μούλιος ἥρως, κῆρυξ Δουλιχιεύς· θεράπων δʼ ἦν Ἀμφινόμοιο· νώμησεν δʼ ἄρα πᾶσιν ἐπισταδόν· οἱ δὲ θεοῖσι σπείσαντες μακάρεσσι πίον μελιηδέα οἶνον. αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιόν θʼ ὅσον ἤθελε θυμός, βάν ῥʼ ἴμεναι κείοντες ἑὰ πρὸς δώμαθʼ ἕκαστος. αὐτὰρ ὁ ἐν μεγάρῳ ὑπελείπετο δῖος Ὀδυσσεύς, μνηστήρεσσι φόνον σὺν Ἀθήνῃ μερμηρίζων· αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα· Τηλέμαχε, χρὴ τεύχεʼ ἀρήϊα κατθέμεν εἴσω πάντα μάλʼ· αὐτὰρ μνηστῆρας μαλακοῖς ἐπέεσσι παρφάσθαι, ὅτε κέν σε μεταλλῶσιν ποθέοντες· ἐκ καπνοῦ κατέθηκʼ, ἐπεὶ οὐκέτι τοῖσιν ἐῴκει οἷά ποτε Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεύς, ἀλλὰ κατῄκισται, ὅσσον πυρὸς ἵκετʼ ἀϋτμή. πρὸς δʼ ἔτι καὶ τόδε μεῖζον ἐνὶ φρεσὶν ἔβαλε δαίμων μή πως οἰνωθέντες, ἔριν στήσαντες ἐν ὑμῖν, ἀλλήλους τρώσητε καταισχύνητέ τε δαῖτα καὶ μνηστύν· αὐτὸς γὰρ ἐφέλκεται ἄνδρα σίδηρος. ὣς φάτο, Τηλέμαχος δὲ φίλῳ ἐπεπείθετο πατρί, ἐκ δὲ καλεσσάμενος προσέφη τροφὸν Εὐρύκλειαν· μαῖʼ, ἄγε δή μοι ἔρυξον ἐνὶ μεγάροισι γυναῖκας, ὄφρα κεν ἐς θάλαμον καταθείομαι ἔντεα πατρὸς καλά, τά μοι κατὰ οἶκον ἀκηδέα καπνὸς ἀμέρδει πατρὸς ἀποιχομένοιο· ἐγὼ δʼ ἔτι νήπιος ἦα. νῦν δʼ ἐθέλω καταθέσθαι, ἵνʼ οὐ πυρὸς ἵξετʼ ἀϋτμή. τὸν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια· αἲ γὰρ δή ποτε, τέκνον, ἐπιφροσύνας ἀνέλοιο οἴκου κήδεσθαι καὶ κτήματα πάντα φυλάσσειν. ἀλλʼ ἄγε, τίς τοι ἔπειτα μετοιχομένη φάος οἴσει; δμῳὰς δʼ οὐκ εἴας προβλωσκέμεν, αἵ κεν ἔφαινον. τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· ξεῖνος ὅδʼ· οὐ γὰρ ἀεργὸν ἀνέξομαι ὅς κεν ἐμῆς γε χοίνικος ἅπτηται, καὶ τηλόθεν εἰληλουθώς. ὣς ἄρʼ ἐφώνησεν, τῇ δʼ ἄπτερος ἔπλετο μῦθος. κλήϊσεν δὲ θύρας μεγάρων εὖ ναιεταόντων. τὼ δʼ ἄρʼ ἀναΐξαντʼ Ὀδυσεὺς καὶ φαίδιμος υἱὸς ἐσφόρεον κόρυθάς τε καὶ ἀσπίδας ὀμφαλοέσσας ἔγχεά τʼ ὀξυόεντα· πάροιθε δὲ Παλλὰς Ἀθήνη, χρύσεον λύχνον ἔχουσα, φάος περικαλλὲς ἐποίει. δὴ τότε Τηλέμαχος προσεφώνεεν ὃν πατέρʼ αἶψα· ὦ πάτερ, ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν ὁρῶμαι. ἔμπης μοι τοῖχοι μεγάρων καλαί τε μεσόδμαι, εἰλάτιναί τε δοκοί, καὶ κίονες ὑψόσʼ ἔχοντες φαίνοντʼ ὀφθαλμοῖς ὡς εἰ πυρὸς αἰθομένοιο. ἦ μάλα τις θεὸς ἔνδον, οἳ οὐρανὸν εὐρὺν ἔχουσι. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· σίγα καὶ κατὰ σὸν νόον ἴσχανε μηδʼ ἐρέεινε· αὕτη τοι δίκη ἐστὶ θεῶν, οἳ Ὄλυμπον ἔχουσιν. ἀλλὰ σὺ μὲν κατάλεξαι, ἐγὼ δʼ ὑπολείψομαι αὐτοῦ, ὄφρα κʼ ἔτι δμῳὰς καὶ μητέρα σὴν ἐρεθίζω· ἡ δέ μʼ ὀδυρομένη εἰρήσεται ἀμφὶς ἕκαστα. ὣς φάτο, Τηλέμαχος δὲ διὲκ μεγάροιο βεβήκει κείων ἐς θάλαμον, δαΐδων ὕπο λαμπομενάων, ἔνθα πάρος κοιμᾶθʼ, ὅτε μιν γλυκὺς ὕπνος ἱκάνοι· ἔνθʼ ἄρα καὶ τότʼ ἔλεκτο καὶ Ἠῶ δῖαν ἔμιμνεν. αὐτὰρ ὁ ἐν μεγάρῳ ὑπελείπετο δῖος Ὀδυσσεύς, μνηστήρεσσι φόνον σὺν Ἀθήνῃ μερμηρίζων. ἡ δʼ ἴεν ἐκ θαλάμοιο περίφρων Πηνελόπεια, Ἀρτέμιδι ἰκέλη ἠὲ χρυσέῃ Ἀφροδίτῃ. τῇ παρὰ μὲν κλισίην πυρὶ κάτθεσαν, ἔνθʼ ἄρʼ ἐφῖζε, δινωτὴν ἐλέφαντι καὶ ἀργύρῳ· ἥν ποτε τέκτων ποίησʼ Ἰκμάλιος, καὶ ὑπὸ θρῆνυν ποσὶν ἧκε προσφυέʼ ἐξ αὐτῆς, ὅθʼ ἐπὶ μέγα βάλλετο κῶας. ἔνθα καθέζετʼ ἔπειτα περίφρων Πηνελόπεια. ἦλθον δὲ δμῳαὶ λευκώλενοι ἐκ μεγάροιο. αἱ δʼ ἀπὸ μὲν σῖτον πολὺν ᾕρεον ἠδὲ τραπέζας καὶ δέπα, ἔνθεν ἄρʼ ἄνδρες ὑπερμενέοντες ἔπινον· πῦρ δʼ ἀπὸ λαμπτήρων χαμάδις βάλον, ἄλλα δʼ ἐπʼ αὐτῶν νήησαν ξύλα πολλά, φόως ἔμεν ἠδὲ θέρεσθαι. ἡ δʼ Ὀδυσῆʼ ἐνένιπε Μελανθὼ δεύτερον αὖτις· ξεῖνʼ, ἔτι καὶ νῦν ἐνθάδʼ ἀνιήσεις διὰ νύκτα δινεύων κατὰ οἶκον, ὀπιπεύσεις δὲ γυναῖκας; ἀλλʼ ἔξελθε θύραζε, τάλαν, καὶ δαιτὸς ὄνησο· ἢ τάχα καὶ δαλῷ βεβλημένος εἶσθα θύραζε. τὴν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς· δαιμονίη, τί μοι ὧδʼ ἐπέχεις κεκοτηότι θυμῷ; ἦ ὅτι δὴ ῥυπόω, κακὰ δὲ χροῒ εἵματα εἷμαι, πτωχεύω δʼ ἀνὰ δῆμον; ἀναγκαίη γὰρ ἐπείγει. τοιοῦτοι πτωχοὶ καὶ ἀλήμονες ἄνδρες ἔασι καὶ γὰρ ἐγώ ποτε οἶκον ἐν ἀνθρώποισιν ἔναιον ὄλβιος ἀφνειὸν καὶ πολλάκι δόσκον ἀλήτῃ, τοίῳ ὁποῖος ἔοι καὶ ὅτευ κεχρημένος ἔλθοι· ἦσαν δὲ δμῶες μάλα μυρίοι, ἄλλα τε πολλὰ οἷσίν τʼ εὖ ζώουσι καὶ ἀφνειοὶ καλέονται. ἀλλὰ Ζεὺς ἀλάπαξε Κρονίων· ἤθελε γάρ που· τῷ νῦν μήποτε καὶ σύ, γύναι, ἀπὸ πᾶσαν ὀλέσσῃς ἀγλαΐην, τῇ νῦν γε μετὰ δμῳῇσι κέκασσαι· μή πώς τοι δέσποινα κοτεσσαμένη χαλεπήνῃ, ἢ Ὀδυσεὺς ἔλθῃ· ἔτι γὰρ καὶ ἐλπίδος αἶσα. εἰ δʼ ὁ μὲν ὣς ἀπόλωλε καὶ οὐκέτι νόστιμός ἐστιν, ἀλλʼ ἤδη παῖς τοῖος Ἀπόλλωνός γε ἕκητι, Τηλέμαχος· τὸν δʼ οὔ τις ἐνὶ μεγάροισι γυναικῶν λήθει ἀτασθάλλουσʼ, ἐπεὶ οὐκέτι τηλίκος ἐστίν. ὣς φάτο, τοῦ δʼ ἤκουσε περίφρων Πηνελόπεια, ἀμφίπολον δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε· πάντως, θαρσαλέη, κύον ἀδεές, οὔ τί με λήθεις ἔρδουσα μέγα ἔργον, ὃ σῇ κεφαλῇ ἀναμάξεις· πάντα γὰρ εὖ ᾔδησθʼ, ἐπεὶ ἐξ ἐμεῦ ἔκλυες αὐτῆς ὡς τὸν ξεῖνον ἔμελλον ἐνὶ μεγάροισιν ἐμοῖσιν ἀμφὶ πόσει εἴρεσθαι, ἐπεὶ πυκινῶς ἀκάχημαι. ἦ ῥα καὶ Εὐρυνόμην ταμίην πρὸς μῦθον ἔειπεν· Εὐρυνόμη, φέρε δὴ δίφρον καὶ κῶας ἐπʼ αὐτοῦ, ὄφρα καθεζόμενος εἴπῃ ἔπος ἠδʼ ἐπακούσῃ ὁ ξεῖνος ἐμέθεν· ἐθέλω δέ μιν ἐξερέεσθαι. ὣς ἔφαθʼ, ἡ δὲ μάλʼ ὀτραλέως κατέθηκε φέρουσα δίφρον ἐΰξεστον καὶ ἐπʼ αὐτῷ κῶας ἔβαλλεν· ἔνθα καθέζετʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς. τοῖσι δὲ μύθων ἦρχε περίφρων Πηνελόπεια· ξεῖνε, τὸ μέν σε πρῶτον ἐγὼν εἰρήσομαι αὐτή· τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες; τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· ὦ γύναι, οὐκ ἄν τίς σε βροτῶν ἐπʼ ἀπείρονα γαῖαν νεικέοι· ἦ γάρ σευ κλέος οὐρανὸν εὐρὺν ἱκάνει, ὥς τέ τευ ἢ βασιλῆος ἀμύμονος, ὅς τε θεουδὴς ἀνδράσιν ἐν πολλοῖσι καὶ ἰφθίμοισιν ἀνάσσων εὐδικίας ἀνέχῃσι, φέρῃσι δὲ γαῖα μέλαινα πυροὺς καὶ κριθάς, βρίθῃσι δὲ δένδρεα καρπῷ, τίκτῃ δʼ ἔμπεδα μῆλα, θάλασσα δὲ παρέχῃ ἰχθῦς ἐξ εὐηγεσίης, ἀρετῶσι δὲ λαοὶ ὑπʼ αὐτοῦ. τῷ ἐμὲ νῦν τὰ μὲν ἄλλα μετάλλα σῷ ἐνὶ οἴκῳ, μηδʼ ἐμὸν ἐξερέεινε γένος καὶ πατρίδα γαῖαν, μή μοι μᾶλλον θυμὸν ἐνιπλήσῃς ὀδυνάων μνησαμένῳ μάλα δʼ εἰμὶ πολύστονος· οὐδέ τί με χρὴ οἴκῳ ἐν ἀλλοτρίῳ γοόωντά τε μυρόμενόν τε ἧσθαι, ἐπεὶ κάκιον πενθήμεναι ἄκριτον αἰεί· μή τίς μοι δμῳῶν νεμεσήσεται, ἠὲ σύ γʼ αὐτή, φῇ δὲ δακρυπλώειν βεβαρηότα με φρένας οἴνῳ. τὸν δʼ ἠμείβετʼ ἔπειτα περίφρων Πηνελόπεια· ξεῖνʼ, ἦ τοι μὲν ἐμὴν ἀρετὴν εἶδός τε δέμας τε ὤλεσαν ἀθάνατοι, ὅτε Ἴλιον εἰσανέβαινον Ἀργεῖοι, μετὰ τοῖσι δʼ ἐμὸς πόσις ᾖεν Ὀδυσσεύς εἰ κεῖνός γʼ ἐλθὼν τὸν ἐμὸν βίον ἀμφιπολεύοι, μεῖζον κε κλέος εἴη ἐμὸν καὶ κάλλιον οὕτως. νῦν δʼ ἄχομαι· τόσα γάρ μοι ἐπέσσευεν κακὰ δαίμων. ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι, Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνθῳ, οἵ τʼ αὐτὴν Ἰθάκην εὐδείελον ἀμφινέμονται, οἵ μʼ ἀεκαζομένην μνῶνται, τρύχουσι δὲ οἶκον. τῷ οὔτε ξείνων ἐμπάξομαι οὔθʼ ἱκετάων οὔτε τι κηρύκων, οἳ δημιοεργοὶ ἔασιν· ἀλλʼ Ὀδυσῆ ποθέουσα φίλον κατατήκομαι ἦτορ. οἱ δὲ γάμον σπεύδουσιν· ἐγὼ δὲ δόλους τολυπεύω. φᾶρος μέν μοι πρῶτον ἐνέπνευσε φρεσὶ δαίμων, στησαμένῃ μέγαν ἱστόν, ἐνὶ μεγάροισιν ὑφαίνειν, λεπτὸν καὶ περίμετρον· ἄφαρ δʼ αὐτοῖς μετέειπον· κοῦροι, ἐμοὶ μνηστῆρες, ἐπεὶ θάνε δῖος Ὀδυσσεύς, μίμνετʼ ἐπειγόμενοι τὸν ἐμὸν γάμον, εἰς ὅ κε φᾶρος ἐκτελέσω—μή μοι μεταμώνια νήματʼ ὄληται— Λαέρτῃ ἥρωϊ ταφήϊον, εἰς ὅτε κέν μιν μοῖρʼ ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο· μή τίς μοι κατὰ δῆμον Ἀχαιϊάδων νεμεσήσῃ, αἴ κεν ἄτερ σπείρου κεῖται πολλὰ κτεατίσσας. ὣς ἐφάμην, τοῖσιν δʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ. ἔνθα καὶ ἠματίη μὲν ὑφαίνεσκον μέγαν ἱστόν, νύκτας δʼ ἀλλύεσκον, ἐπεὶ δαΐδας παραθείμην. ὣς τρίετες μὲν ἔληθον ἐγὼ καὶ ἔπειθον Ἀχαιούς· ἀλλʼ ὅτε τέτρατον ἦλθεν ἔτος καὶ ἐπήλυθον ὧραι, μηνῶν φθινόντων, περὶ δʼ ἤματα πόλλʼ ἐτελέσθη, καὶ τότε δή με διὰ δμῳάς, κύνας οὐκ ἀλεγούσας, εἷλον ἐπελθόντες καὶ ὁμόκλησαν ἐπέεσσιν. ὣς τὸ μὲν ἐξετέλεσσα, καὶ οὐκ ἐθέλουσʼ, ὑπʼ ἀνάγκης· νῦν δʼ οὔτʼ ἐκφυγέειν δύναμαι γάμον οὔτε τινʼ ἄλλην μῆτιν ἔθʼ εὑρίσκω· μάλα δʼ ὀτρύνουσι τοκῆες γήμασθʼ, ἀσχαλάᾳ δὲ πάϊς βίοτον κατεδόντων, γιγνώσκων· ἤδη γὰρ ἀνὴρ οἶός τε μάλιστα οἴκου κήδεσθαι, τῷ τε Ζεὺς κῦδος ὀπάζει. ἀλλὰ καὶ ὥς μοι εἰπὲ τεὸν γένος, ὁππόθεν ἐσσί. οὐ γὰρ ἀπὸ δρυός ἐσσι παλαιφάτου οὐδʼ ἀπὸ πέτρης. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος, οὐκέτʼ ἀπολλήξεις τὸν ἐμὸν γόνον ἐξερέουσα; ἀλλʼ ἔκ τοι ἐρέω· ἦ μέν μʼ ἀχέεσσί γε δώσεις πλείοσιν ἢ ἔχομαι· ἡ γὰρ δίκη, ὁππότε πάτρης ἧς ἀπέῃσιν ἀνὴρ τόσσον χρόνον ὅσσον ἐγὼ νῦν, πολλὰ βροτῶν ἐπὶ ἄστεʼ ἀλώμενος, ἄλγεα πάσχων· ἀλλὰ καὶ ὣς ἐρέω ὅ μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς. Κρήτη τις γαῖʼ ἔστι, μέσῳ ἐνὶ οἴνοπι πόντῳ, καλὴ καὶ πίειρα, περίρρυτος· ἐν δʼ ἄνθρωποι πολλοί, ἀπειρέσιοι, καὶ ἐννήκοντα πόληες. ἄλλη δʼ ἄλλων γλῶσσα μεμιγμένη· ἐν μὲν Ἀχαιοί, ἐν δʼ Ἐτεόκρητες μεγαλήτορες, ἐν δὲ Κύδωνες, Δωριέες τε τριχάϊκες δῖοί τε Πελασγοί. τῇσι δʼ ἐνὶ Κνωσός, μεγάλη πόλις, ἔνθα τε Μίνως ἐννέωρος βασίλευε Διὸς μεγάλου ὀαριστής, πατρὸς ἐμοῖο πατήρ, μεγαθύμου Δευκαλίωνος Δευκαλίων δʼ ἐμὲ τίκτε καὶ Ἰδομενῆα ἄνακτα· ἀλλʼ ὁ μὲν ἐν νήεσσι κορωνίσιν Ἴλιον ἴσω ᾤχεθʼ ἅμʼ Ἀτρείδῃσιν, ἐμοὶ δʼ ὄνομα κλυτὸν Αἴθων, ὁπλότερος γενεῇ· ὁ δʼ ἄρα πρότερος καὶ ἀρείων. ἔνθʼ Ὀδυσῆα ἐγὼν ἰδόμην καὶ ξείνια δῶκα. καὶ γὰρ τὸν Κρήτηνδε κατήγαγεν ἲς ἀνέμοιο, ἱέμενον Τροίηνδε παραπλάγξασα Μαλειῶν· στῆσε δʼ ἐν Ἀμνισῷ, ὅθι τε σπέος Εἰλειθυίης, ἐν λιμέσιν χαλεποῖσι, μόγις δʼ ὑπάλυξεν ἀέλλας. αὐτίκα δʼ Ἰδομενῆα μετάλλα ἄστυδʼ ἀνελθών· ξεῖνον γάρ οἱ ἔφασκε φίλον τʼ ἔμεν αἰδοῖόν τε. τῷ δʼ ἤδη δεκάτη ἢ ἑνδεκάτη πέλεν ἠὼς οἰχομένῳ σὺν νηυσὶ κορωνίσιν Ἴλιον εἴσω. τὸν μὲν ἐγὼ πρὸς δώματʼ ἄγων ἐῢ ἐξείνισσα, ἐνδυκέως φιλέων, πολλῶν κατὰ οἶκον ἐόντων· καί οἱ τοῖς ἄλλοις ἑτάροις, οἳ ἅμʼ αὐτῷ ἕποντο, δημόθεν ἄλφιτα δῶκα καὶ αἴθοπα οἶνον ἀγείρας καὶ βοῦς ἱρεύσασθαι, ἵνα πλησαίατο θυμόν. ἔνθα δυώδεκα μὲν μένον ἤματα δῖοι Ἀχαιοί· εἴλει γὰρ Βορέης ἄνεμος μέγας οὐδʼ ἐπὶ γαίῃ εἴα ἵστασθαι, χαλεπὸς δέ τις ὤρορε δαίμων. τῇ τρισκαιδεκάτῃ δʼ ἄνεμος πέσε, τοὶ δʼ ἀνάγοντο. ἴσκε ψεύδεα πολλὰ λέγων ἐτύμοισιν ὁμοῖα· τῆς δʼ ἄρʼ ἀκουούσης ῥέε δάκρυα, τήκετο δὲ χρώς· ὡς δὲ χιὼν κατατήκετʼ ἐν ἀκροπόλοισιν ὄρεσσιν, ἥν τʼ Εὖρος κατέτηξεν, ἐπὴν Ζέφυρος καταχεύῃ· τηκομένης δʼ ἄρα τῆς ποταμοὶ πλήθουσι ῥέοντες· ὣς τῆς τήκετο καλὰ παρήϊα δάκρυ χεούσης, κλαιούσης ἑὸν ἄνδρα παρήμενον. αὐτὰρ Ὀδυσσεὺς θυμῷ μὲν γοόωσαν ἑὴν ἐλέαιρε γυναῖκα, ὀφθαλμοὶ δʼ ὡς εἰ κέρα ἕστασαν ἠὲ σίδηρος ἀτρέμας ἐν βλεφάροισι· δόλῳ δʼ ὅ γε δάκρυα κεῦθεν. ἡ δʼ ἐπεὶ οὖν τάρφθη πολυδακρύτοιο γόοιο, ἐξαῦτίς μιν ἔπεσσιν ἀμειβομένη προσέειπε· νῦν μὲν δή σευ, ξεῖνέ γʼ, ὀΐω πειρήσεσθαι, εἰ ἐτεὸν δὴ κεῖθι σὺν ἀντιθέοις ἑτάροισι ξείνισας ἐν μεγάροισιν ἐμὸν πόσιν, ὡς ἀγορεύεις. εἰπέ μοι ὁπποῖʼ ἄσσα περὶ χροῒ εἵματα ἕστο, αὐτός θʼ οἷος ἔην, καὶ ἑταίρους, οἵ οἱ ἕποντο. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· ὦ γύναι, ἀργαλέον τόσσον χρόνον ἀμφὶς ἐόντα εἰπέμεν· ἤδη γάρ οἱ ἐεικοστὸν ἔτος ἐστὶν ἐξ οὗ κεῖθεν ἔβη καὶ ἐμῆς ἀπελήλυθε πάτρης· αὐτάρ τοι ἐρέω ὥς μοι ἰνδάλλεται ἦτορ. χλαῖναν πορφυρέην οὔλην ἔχε δῖος Ὀδυσσεύς, διπλῆν· αὐτάρ οἱ περόνη χρυσοῖο τέτυκτο αὐλοῖσιν διδύμοισι· πάροιθε δὲ δαίδαλον ἦεν· ἐν προτέροισι πόδεσσι κύων ἔχε ποικίλον ἐλλόν, ἀσπαίροντα λάων· τὸ δὲ θαυμάζεσκον ἅπαντες, ὡς οἱ χρύσεοι ἐόντες ὁ μὲν λάε νεβρὸν ἀπάγχων, αὐτὰρ ὁ ἐκφυγέειν μεμαὼς ἤσπαιρε πόδεσσι. τὸν δὲ χιτῶνʼ ἐνόησα περὶ χροῒ σιγαλόεντα, οἷόν τε κρομύοιο λοπὸν κάτα ἰσχαλέοιο· τὼς μὲν ἔην μαλακός, λαμπρὸς δʼ ἦν ἠέλιος ὥς· ἦ μὲν πολλαί γʼ αὐτὸν ἐθηήσαντο γυναῖκες. ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν· οὐκ οἶδʼ ἢ τάδε ἕστο περὶ χροῒ οἴκοθʼ Ὀδυσσεύς, ἦ τις ἑταίρων δῶκε θοῆς ἐπὶ νηὸς ἰόντι, ἤ τίς που καὶ ξεῖνος, ἐπεὶ πολλοῖσιν Ὀδυσσεὺς ἔσκε φίλος· παῦροι γὰρ Ἀχαιῶν ἦσαν ὁμοῖοι. καί οἱ ἐγὼ χάλκειον ἄορ καὶ δίπλακα δῶκα καλὴν πορφυρέην καὶ τερμιόεντα χιτῶνα, αἰδοίως δʼ ἀπέπεμπον ἐϋσσέλμου ἐπὶ νηός. καὶ μέν οἱ κῆρυξ ὀλίγον προγενέστερος αὐτοῦ εἵπετο· καὶ τόν τοι μυθήσομαι, οἷος ἔην περ. γυρὸς ἐν ὤμοισιν, μελανόχροος, οὐλοκάρηνος, Εὐρυβάτης δʼ ὄνομʼ ἔσκε· τίεν δέ μιν ἔξοχον ἄλλων ὧν ἑτάρων Ὀδυσεύς, ὅτι οἱ φρεσὶν ἄρτια ᾔδη. ὣς φάτο, τῇ δʼ ἔτι μᾶλλον ὑφʼ ἵμερον ὦρσε γόοιο, σήματʼ ἀναγνούσῃ τά οἱ ἔμπεδα πέφραδʼ Ὀδυσσεύς. ἡ δʼ ἐπεὶ οὖν τάρφθη πολυδακρύτοιο γόοιο. καὶ τότε μιν μύθοισιν ἀμειβομένη προσέειπε· νῦν μὲν δή μοι, ξεῖνε, πάρος περ ἐὼν ἐλεεινός, ἐν μεγάροισιν ἐμοῖσι φίλος τʼ ἔσῃ αἰδοῖός τε· αὐτὴ γὰρ τάδε εἵματʼ ἐγὼ πόρον, οἷʼ ἀγορεύεις, πτύξασʼ ἐκ θαλάμου, περόνην τʼ ἐπέθηκα φαεινὴν κείνῳ ἄγαλμʼ ἔμεναι· τὸν δʼ οὐχ ὑποδέξομαι αὖτις οἴκαδε νοστήσαντα φίλην ἐς πατρίδα γαῖαν. τῷ ῥα κακῇ αἴσῃ κοίλης ἐπὶ νηὸς Ὀδυσσεὺς ᾤχετʼ ἐποψόμενος Κακοΐλιον οὐκ ὀνομαστήν. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος, μηκέτι νῦν χρόα καλὸν ἐναίρεο, μηδέ τι θυμὸν τῆκε, πόσιν γοόωσα. νεμεσσῶμαί γε μὲν οὐδέν· καὶ γάρ τίς τʼ ἀλλοῖον ὀδύρεται ἄνδρʼ ὀλέσασα κουρίδιον, τῷ τέκνα τέκῃ φιλότητι μιγεῖσα, ἢ Ὀδυσῆʼ, ὅν φασι θεοῖς ἐναλίγκιον εἶναι. ἀλλὰ γόου μὲν παῦσαι, ἐμεῖο δὲ σύνθεο μῦθον· νημερτέως γάρ τοι μυθήσομαι οὐδʼ ἐπικεύσω ὡς ἤδη Ὀδυσῆος ἐγὼ περὶ νόστου ἄκουσα ἀγχοῦ, Θεσπρωτῶν ἀνδρῶν ἐν πίονι δήμῳ, ζωοῦ· αὐτὰρ ἄγει κειμήλια πολλὰ καὶ ἐσθλὰ αἰτίζων ἀνὰ δῆμον. ἀτὰρ ἐρίηρας ἑταίρους ὤλεσε καὶ νῆα γλαφυρὴν ἐνὶ οἴνοπι πόντῳ, Θρινακίης ἄπο νήσου ἰών· ὀδύσαντο γὰρ αὐτῷ Ζεύς τε καὶ Ἠέλιος· τοῦ γὰρ βόας ἔκταν ἑταῖροι. οἱ μὲν πάντες ὄλοντο πολυκλύστῳ ἐνὶ πόντῳ· τὸν δʼ ἄρʼ ἐπὶ τρόπιος νεὸς ἔκβαλε κῦμʼ ἐπὶ χέρσου, Φαιήκων ἐς γαῖαν, οἳ ἀγχίθεοι γεγάασιν, οἳ δή μιν περὶ κῆρι θεὸν ὣς τιμήσαντο καί οἱ πολλὰ δόσαν πέμπειν τέ μιν ἤθελον αὐτοὶ οἴκαδʼ ἀπήμαντον. καί κεν πάλαι ἐνθάδʼ Ὀδυσσεὺς ἤην· ἀλλʼ ἄρα οἱ τό γε κέρδιον εἴσατο θυμῷ, χρήματʼ ἀγυρτάζειν πολλὴν ἐπὶ γαῖαν ἰόντι· ὣς περὶ κέρδεα πολλὰ καταθνητῶν ἀνθρώπων οἶδʼ Ὀδυσεύς, οὐδʼ ἄν τις ἐρίσσειε βροτὸς ἄλλος. ὥς μοι Θεσπρωτῶν βασιλεὺς μυθήσατο Φείδων· ὤμνυε δὲ πρὸς ἔμʼ αὐτόν, ἀποσπένδων ἐνὶ οἴκῳ, νῆα κατειρύσθαι καὶ ἐπαρτέας ἔμμεν ἑταίρους, οἳ δή μιν πέμψουσι φίλην ἐς πατρίδα γαῖαν. ἀλλʼ ἐμὲ πρὶν ἀπέπεμψε· τύχησε γὰρ ἐρχομένη νηῦς ἀνδρῶν Θεσπρωτῶν ἐς Δουλίχιον πολύπυρον. καί μοι κτήματʼ ἔδειξεν, ὅσα ξυναγείρατʼ Ὀδυσσεύς· καί νύ κεν ἐς δεκάτην γενεὴν ἕτερόν γʼ ἔτι βόσκοι, ὅσσα οἱ ἐν μεγάροις κειμήλια κεῖτο ἄνακτος. τὸν δʼ ἐς Δωδώνην φάτο βήμεναι, ὄφρα θεοῖο ἐκ δρυὸς ὑψικόμοιο Διὸς βουλὴν ἐπακούσαι, ὅππως νοστήσειε φίλην ἐς πατρίδα γαῖαν ἤδη δὴν ἀπεών, ἤ ἀμφαδὸν ἦε κρυφηδόν. ὣς ὁ μὲν οὕτως ἐστὶ σόος καὶ ἐλεύσεται ἤδη ἄγχι μάλʼ, οὐδʼ ἔτι τῆλε φίλων καὶ πατρίδος αἴης δηρὸν ἀπεσσεῖται· ἔμπης δέ τοι ὅρκια δώσω. ἴστω νῦν Ζεὺς πρῶτα, θεῶν ὕπατος καὶ ἄριστος, ἱστίη τʼ Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω· ἦ μέν τοι τάδε πάντα τελείεται ὡς ἀγορεύω. τοῦδʼ αὐτοῦ λυκάβαντος ἐλεύσεται ἐνθάδʼ Ὀδυσσεύς, τοῦ μὲν φθίνοντος μηνός, τοῦ δʼ ἱσταμένοιο. τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια· αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τετελεσμένον εἴη· τῷ κε τάχα γνοίης φιλότητά τε πολλά τε δῶρα ἐξ ἐμεῦ, ὡς ἄν τίς σε συναντόμενος μακαρίζοι. ἀλλά μοι ὧδʼ ἀνὰ θυμὸν ὀΐεται, ὡς ἔσεταί περ· οὔτʼ Ὀδυσεὺς ἔτι οἶκον ἐλεύσεται, οὔτε σὺ πομπῆς τεύξῃ, ἐπεὶ οὐ τοῖοι σημάντορές εἰσʼ ἐνὶ οἴκῳ οἷος Ὀδυσσεὺς ἔσκε μετʼ ἀνδράσιν, εἴ ποτʼ ἔην γε, ξείνους αἰδοίους ἀποπεμπέμεν ἠδὲ δέχεσθαι. ἀλλά μιν, ἀμφίπολοι, ἀπονίψατε, κάτθετε δʼ εὐνήν, δέμνια καὶ χλαίνας καὶ ῥήγεα σιγαλόεντα, ὥς κʼ εὖ θαλπιόων χρυσόθρονον Ἠῶ ἵκηται. ἠῶθεν δὲ μάλʼ ἦρι λοέσσαι τε χρῖσαί τε, ὥς κʼ ἔνδον παρὰ Τηλεμάχῳ δείπνοιο μέδηται ἥμενος ἐν μεγάρῳ· τῷ δʼ ἄλγιον ὅς κεν ἐκείνων τοῦτον ἀνιάζῃ θυμοφθόρος· οὐδέ τι ἔργον ἐνθάδʼ ἔτι πρήξει, μάλα περ κεχολωμένος αἰνῶς. πῶς γὰρ ἐμεῦ σύ, ξεῖνε, δαήσεαι εἴ τι γυναικῶν ἀλλάων περίειμι νόον καὶ ἐπίφρονα μῆτιν, εἴ κεν ἀϋσταλέος, κακὰ εἱμένος ἐν μεγάροισιν δαινύῃ; ἄνθρωποι δὲ μινυνθάδιοι τελέθουσιν. ὃς μὲν ἀπηνὴς αὐτὸς ἔῃ καὶ ἀπηνέα εἰδῇ, τῷ δὲ καταρῶνται πάντες βροτοὶ ἄλγεʼ ὀπίσσω ζωῷ, ἀτὰρ τεθνεῶτί γʼ ἐφεψιόωνται ἅπαντες· ὃς δʼ ἂν ἀμύμων αὐτὸς ἔῃ καὶ ἀμύμονα εἰδῇ, τοῦ μέν τε κλέος εὐρὺ δὶα ξεῖνοι φορέουσι πάντας ἐπʼ ἀνθρώπους, πολλοί τέ μιν ἐσθλὸν ἔειπον. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος, ἦ τοι ἐμοὶ χλαῖναι καὶ ῥήγεα σιγαλόεντα ἤχθεθʼ, ὅτε πρῶτον Κρήτης ὄρεα νιφόεντα νοσφισάμην ἐπὶ νηὸς ἰὼν δολιχηρέτμοιο, κείω δʼ ὡς τὸ πάρος περ ἀΰπνους νύκτας ἴαυον· πολλὰς γὰρ δὴ νύκτας ἀεικελίῳ ἐνὶ κοίτῃ ἄεσα καί τʼ ἀνέμεινα ἐΰθρονον Ἠῶ δῖαν. οὐδέ τί μοι ποδάνιπτρα ποδῶν ἐπιήρανα θυμῷ γίγνεται· οὐδὲ γυνὴ ποδὸς ἅψεται ἡμετέροιο τάων αἵ τοι δῶμα κάτα δρήστειραι ἔασιν, εἰ μή τις γρηῦς ἔστι παλαιή, κεδνὰ ἰδυῖα, ἥ τις δὴ τέτληκε τόσα φρεσὶν ὅσσα τʼ ἐγώ περ· τῇ δʼ οὐκ ἂν φθονέοιμι ποδῶν ἅψασθαι ἐμεῖο. τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια· ξεῖνε φίλʼ· οὐ γάρ πώ τις ἀνὴρ πεπνυμένος ὧδε ξείνων τηλεδαπῶν φιλίων ἐμὸν ἵκετο δῶμα, ὡς σὺ μάλʼ εὐφραδέως πεπνυμένα πάντʼ ἀγορεύεις· ἔστι δέ μοι γρηῢς πυκινὰ φρεσὶ μήδεʼ ἔχουσα ἣ κεῖνον δύστηνον ἐῢ τρέφεν ἠδʼ ἀτίταλλε, δεξαμένη χείρεσσʼ, ὅτε μιν πρῶτον τέκε μήτηρ, ἥ σε πόδας νίψει, ὀλιγηπελέουσά περ ἔμπης. ἀλλʼ ἄγε νῦν ἀνστᾶσα, περίφρων Εὐρύκλεια, νίψον σοῖο ἄνακτος ὁμήλικα· καί που Ὀδυσσεὺς ἤδη τοιόσδʼ ἐστὶ πόδας τοιόσδε τε χεῖρας· αἶψα γὰρ ἐν κακότητι βροτοὶ καταγηράσκουσιν. ὣς ἄρʼ ἔφη, γρηῢς δὲ κατέσχετο χερσὶ πρόσωπα, δάκρυα δʼ ἔκβαλε θερμά, ἔπος δʼ ὀλοφυδνὸν ἔειπεν· ὤ μοι ἐγὼ σέο, τέκνον, ἀμήχανος· ἦ σε περὶ Ζεὺς ἀνθρώπων ἤχθηρε θεουδέα θυμὸν ἔχοντα. οὐ γάρ πώ τις τόσσα βροτῶν Διὶ τερπικεραύνῳ πίονα μηρίʼ ἔκηʼ οὐδʼ ἐξαίτους ἑκατόμβας, ὅσσα σὺ τῷ ἐδίδους, ἀρώμενος ἧος ἵκοιο γῆράς τε λιπαρὸν θρέψαιό τε φαίδιμον υἱόν· νῦν δέ τοι οἴῳ πάμπαν ἀφείλετο νόστιμον ἦμαρ. οὕτω που καὶ κείνῳ ἐφεψιόωντο γυναῖκες ξείνων τηλεδαπῶν, ὅτε τευ κλυτὰ δώμαθʼ ἵκοιτο, ὡς σέθεν αἱ κύνες αἵδε καθεψιόωνται ἅπασαι, τάων νῦν λώβην τε καὶ αἴσχεα πόλλʼ ἀλεείνων οὐκ ἐάας νίζειν· ἐμὲ δʼ οὐκ ἀέκουσαν ἄνωγε κούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια. τῷ σε πόδας νίψω ἅμα τʼ αὐτῆς Πηνελοπείης καὶ σέθεν εἵνεκʼ, ἐπεί μοι ὀρώρεται ἔνδοθι θυμὸς κήδεσιν. ἀλλʼ ἄγε νῦν ξυνίει ἔπος, ὅττι κεν εἴπω· πολλοὶ δὴ ξεῖνοι ταλαπείριοι ἐνθάδʼ ἵκοντο, ἀλλʼ οὔ πώ τινά φημι ἐοικότα ὧδε ἰδέσθαι ὡς σὺ δέμας φωνήν τε πόδας τʼ Ὀδυσῆϊ ἔοικας. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· ὦ γρηῦ, οὕτω φασὶν ὅσοι ἴδον ὀφθαλμοῖσιν ἡμέας ἀμφοτέρους, μάλα εἰκέλω ἀλλήλοιϊν ἔμμεναι, ὡς σύ περ αὐτὴ ἐπιφρονέουσʼ ἀγορεύεις. ὣς ἄρʼ ἔφη, γρηῢς δὲ λέβηθʼ ἕλε παμφανόωντα τοῦ πόδας ἐξαπένιζεν, ὕδωρ δʼ ἐνεχεύατο πουλὺ ψυχρόν, ἔπειτα δὲ θερμὸν ἐπήφυσεν. αὐτὰρ Ὀδυσσεὺς ἷζεν ἐπʼ ἐσχαρόφιν, ποτὶ δὲ σκότον ἐτράπετʼ αἶψα· αὐτίκα γὰρ κατὰ θυμὸν ὀΐσατο, μή ἑ λαβοῦσα οὐλὴν ἀμφράσσαιτο καὶ ἀμφαδὰ ἔργα γένοιτο. νίζε δʼ ἄρʼ ἆσσον ἰοῦσα ἄναχθʼ ἑόν· αὐτίκα δʼ ἔγνω οὐλήν, τήν ποτέ μιν σῦς ἤλασε λευκῷ ὀδόντι Παρνησόνδʼ ἐλθόντα μετʼ Αὐτόλυκόν τε καὶ υἷας, μητρὸς ἑῆς πάτερʼ ἐσθλόν, ὃς ἀνθρώπους ἐκέκαστο κλεπτοσύνῃ θʼ ὅρκῳ τε· θεὸς δέ οἱ αὐτὸς ἔδωκεν Ἑρμείας· τῷ γὰρ κεχαρισμένα μηρία καῖεν ἀρνῶν ἠδʼ ἐρίφων· ὁ δέ οἱ πρόφρων ἅμʼ ὀπήδει. Αὐτόλυκος δʼ ἐλθὼν Ἰθάκης ἐς πίονα δῆμον παῖδα νέον γεγαῶτα κιχήσατο θυγατέρος ἧς· τόν ῥά οἱ Εὐρύκλεια φίλοις ἐπὶ γούνασι θῆκε παυομένῳ δόρποιο, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν· Αὐτόλυκʼ, αὐτὸς νῦν ὄνομʼ εὕρεο ὅττι κε θῆαι παιδὸς παιδὶ φίλῳ· πολυάρητος δέ τοί ἐστιν. τὴν δʼ αὖτʼ Αὐτόλυκος ἀπαμείβετο φώνησέν τε· γαμβρὸς ἐμὸς θυγάτηρ τε, τίθεσθʼ ὄνομʼ ὅττι κεν εἴπω· πολλοῖσιν γὰρ ἐγώ γε ὀδυσσάμενος τόδʼ ἱκάνω, ἀνδράσιν ἠδὲ γυναιξὶν ἀνὰ χθόνα πουλυβότειραν· τῷ δʼ Ὀδυσεὺς ὄνομʼ ἔστω ἐπώνυμον· αὐτὰρ ἐγώ γε, ὁππότʼ ἂν ἡβήσας μητρώϊον ἐς μέγα δῶμα ἔλθῃ Παρνησόνδʼ, ὅθι πού μοι κτήματʼ ἔασι, τῶν οἱ ἐγὼ δώσω καί μιν χαίροντʼ ἀποπέμψω. τῶν ἕνεκʼ ἦλθʼ Ὀδυσεύς, ἵνα οἱ πόροι ἀγλαὰ δῶρα. τὸν μὲν ἄρʼ Αὐτόλυκός τε καὶ υἱέες Αὐτολύκοιο χερσίν τʼ ἠσπάζοντο ἔπεσσί τε μειλιχίοισι· μήτηρ δʼ Ἀμφιθέη μητρὸς περιφῦσʼ Ὀδυσῆϊ κύσσʼ ἄρα μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλά. Αὐτόλυκος δʼ υἱοῖσιν ἐκέκλετο κυδαλίμοισι δεῖπνον ἐφοπλίσσαι· τοὶ δʼ ὀτρύνοντος ἄκουσαν, αὐτίκα δʼ εἰσάγαγον βοῦν ἄρσενα πενταέτηρον· τὸν δέρον ἀμφί θʼ ἕπον, καί μιν διέχευαν ἅπαντα, μίστυλλόν τʼ ἄρʼ ἐπισταμένως πεῖράν τʼ ὀβελοῖσιν, ὤπτησάν τε περιφραδέως, δάσσαντό τε μοίρας. ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης· ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθεν, δὴ τότε κοιμήσαντο καὶ ὕπνου δῶρον ἕλοντο. ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, βάν ῥʼ ἴμεν ἐς θήρην, ἠμὲν κύνες ἠδὲ καὶ αὐτοὶ υἱέες Αὐτολύκου· μετὰ τοῖσι δὲ δῖος Ὀδυσσεὺς ἤϊεν· αἰπὺ δʼ ὄρος προσέβαν καταειμένον ὕλῃ Παρνησοῦ, τάχα δʼ ἵκανον πτύχας ἠνεμοέσσας. Ἠέλιος μὲν ἔπειτα νέον προσέβαλλεν ἀρούρας ἐξ ἀκαλαρρείταο βαθυρρόου Ὠκεανοῖο, οἱ δʼ ἐς βῆσσαν ἵκανον ἐπακτῆρες· πρὸ δʼ ἄρʼ αὐτῶν ἴχνιʼ ἐρευνῶντες κύνες ἤϊσαν, αὐτὰρ ὄπισθεν υἱέες Αὐτολύκου· μετὰ τοῖσι δὲ δῖος Ὀδυσσεὺς ἤϊεν ἄγχι κυνῶν, κραδάων δολιχόσκιον ἔγχος. ἔνθα δʼ ἄρʼ ἐν λόχμῃ πυκινῇ κατέκειτο μέγας σῦς· τὴν μὲν ἄρʼ οὔτʼ ἀνέμων διάει μένος ὑγρὸν ἀέντων, οὔτε μιν Ἠέλιος φαέθων ἀκτῖσιν ἔβαλλεν, οὔτʼ ὄμβρος περάασκε διαμπερές· ὣς ἄρα πυκνὴ ἦεν, ἀτὰρ φύλλων ἐνέην χύσις ἤλιθα πολλή. τὸν δʼ ἀνδρῶν τε κυνῶν τε περὶ κτύπος ἦλθε ποδοῖϊν, ὡς ἐπάγοντες ἐπῇσαν· ὁ δʼ ἀντίος ἐκ ξυλόχοιο φρίξας εὖ λοφιήν, πῦρ δʼ ὀφθαλμοῖσι δεδορκώς, στῆ ῥʼ αὐτῶν σχεδόθεν· ὁ δʼ ἄρα πρώτιστος Ὀδυσσεὺς ἔσσυτʼ ἀνασχόμενος δολιχὸν δόρυ χειρὶ παχείῃ, οὐτάμεναι μεμαώς· ὁ δέ μιν φθάμενος ἔλασεν σῦς γουνὸς ὕπερ, πολλὸν δὲ διήφυσε σαρκὸς ὀδόντι λικριφὶς ἀΐξας, οὐδʼ ὀστέον ἵκετο φωτός. τὸν δʼ Ὀδυσεὺς οὔτησε τυχὼν κατὰ δεξιὸν ὦμον, ἀντικρὺ δὲ διῆλθε φαεινοῦ δουρὸς ἀκωκή· κὰδ δʼ ἔπεσʼ ἐν κονίῃσι μακών, ἀπὸ δʼ ἔπτατο θυμός. τὸν μὲν ἄρʼ Αὐτολύκου παῖδες φίλοι ἀμφεπένοντο, ὠτειλὴν δʼ Ὀδυσῆος ἀμύμονος ἀντιθέοιο δῆσαν ἐπισταμένως, ἐπαοιδῇ δʼ αἷμα κελαινὸν ἔσχεθον, αἶψα δʼ ἵκοντο φίλου πρὸς δώματα πατρός. τὸν μὲν ἄρʼ Αὐτόλυκός τε καὶ υἱέες Αὐτολύκοιο εὖ ἰησάμενοι ἠδʼ ἀγλαὰ δῶρα πορόντες καρπαλίμως χαίροντα φίλην ἐς πατρίδʼ ἔπεμπον εἰς Ἰθάκην. τῷ μέν ῥα πατὴρ καὶ πότνια μήτηρ χαῖρον νοστήσαντι καὶ ἐξερέεινον ἕκαστα, οὐλὴν ὅττι πάθοι· ὁ δʼ ἄρα σφίσιν εὖ κατέλεξεν ὥς μιν θηρεύοντʼ ἔλασεν σῦς λευκῷ ὀδόντι, Παρνησόνδʼ ἐλθόντα σὺν υἱάσιν Αὐτολύκοιο. τὴν γρηῢς χείρεσσι καταπρηνέσσι λαβοῦσα γνῶ ῥʼ ἐπιμασσαμένη, πόδα δὲ προέηκε φέρεσθαι· ἐν δὲ λέβητι πέσε κνήμη, κανάχησε δὲ χαλκός, ἂψ δʼ ἑτέρωσʼ ἐκλίθη· τὸ δʼ ἐπὶ χθονὸς ἐξέχυθʼ ὕδωρ. τὴν δʼ ἅμα χάρμα καὶ ἄλγος ἕλε φρένα, τὼ δέ οἱ ὄσσε δακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή. ἁψαμένη δὲ γενείου Ὀδυσσῆα προσέειπεν· ἦ μάλʼ Ὀδυσσεύς ἐσσι, φίλον τέκος· οὐδέ σʼ ἐγώ γε πρὶν ἔγνων, πρὶν πάντα ἄνακτʼ ἐμὸν ἀμφαφάασθαι. ἦ καὶ Πηνελόπειαν ἐσέδρακεν ὀφθαλμοῖσι, πεφραδέειν ἐθέλουσα φίλον πόσιν ἔνδον ἐόντα. ἡ δʼ οὔτʼ ἀθρῆσαι δύνατʼ ἀντίη οὔτε νοῆσαι· τῇ γὰρ Ἀθηναίη νόον ἔτραπεν· αὐτὰρ Ὀδυσσεὺς χεῖρʼ ἐπιμασσάμενος φάρυγος λάβε δεξιτερῆφι, τῇ δʼ ἑτέρῃ ἕθεν ἆσσον ἐρύσσατο φώνησέν τε. μαῖα, τίη μʼ ἐθέλεις ὀλέσαι; σὺ δέ μʼ ἔτρεφες αὐτὴ τῷ σῷ ἐπὶ μαζῷ· νῦν δʼ ἄλγεα πολλὰ μογήσας ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν. ἀλλʼ ἐπεὶ ἐφράσθης καί τοι θεὸς ἔμβαλε θυμῷ, σίγα, μή τίς τʼ ἄλλος ἐνὶ μεγάροισι πύθηται. ὧδε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται· εἴ χʼ ὑπʼ ἐμοί γε θεὸς δαμάσῃ μνηστῆρας ἀγαυούς, οὐδὲ τροφοῦ οὔσης σεῦ ἀφέξομαι, ὁππότʼ ἂν ἄλλας δμῳὰς ἐν μεγάροισιν ἐμοῖς κτείνωμι γυναῖκας. τὸν δʼ αὖτε προσέειπε περίφρων Εὐρύκλεια· τέκνον ἐμόν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων. οἶσθα μὲν οἷον ἐμὸν μένος ἔμπεδον οὐδʼ ἐπιεικτόν, ἕξω δʼ ὡς ὅτε τις στερεὴ λίθος ἠὲ σίδηρος. ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν· εἴ χʼ ὑπό σοι γε θεὸς δαμάσῃ μνηστῆρας ἀγαυούς, δὴ τότε τοι καταλέξω ἐνὶ μεγάροισι γυναῖκας, αἵ τέ σʼ ἀτιμάζουσι καὶ αἳ νηλείτιδές εἰσι. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς μαῖα, τίη δὲ σὺ τὰς μυθήσεαι; οὐδέ τί σε χρή. εὖ νυ καὶ αὐτὸς ἐγὼ φράσομαι καὶ εἴσομʼ ἑκάστην· ἀλλʼ ἔχε σιγῇ μῦθον, ἐπίτρεψον δὲ θεοῖσιν. ὣς ἄρʼ ἔφη, γρηῢς δὲ διὲκ μεγάροιο βεβήκει οἰσομένη ποδάνιπτρα· τὰ γὰρ πρότερʼ ἔκχυτο πάντα. αὐτὰρ ἐπεὶ νίψεν τε καὶ ἤλειψεν λίπʼ ἐλαίῳ, αὖτις ἄρʼ ἀσσοτέρω πυρὸς ἕλκετο δίφρον Ὀδυσσεὺς θερσόμενος, οὐλὴν δὲ κατὰ ῥακέεσσι κάλυψε. τοῖσι δὲ μύθων ἦρχε περίφρων Πηνελόπεια· ξεῖνε, τὸ μέν σʼ ἔτι τυτθὸν ἐγὼν εἰρήσομαι αὐτή· καὶ γὰρ δὴ κοίτοιο τάχʼ ἔσσεται ἡδέος ὥρη, ὅν τινά γʼ ὕπνος ἕλοι γλυκερός, καὶ κηδόμενόν περ. αὐτὰρ ἐμοὶ καὶ πένθος ἀμέτρητον πόρε δαίμων· ἤματα μὲν γὰρ τέρπομʼ ὀδυρομένη, γοόωσα, ἔς τʼ ἐμὰ ἔργʼ ὁρόωσα καὶ ἀμφιπόλων ἐνὶ οἴκῳ· αὐτὰρ ἐπὴν νὺξ ἔλθῃ, ἕλῃσί τε κοῖτος ἅπαντας, κεῖμαι ἐνὶ λέκτρῳ, πυκιναὶ δέ μοι ἀμφʼ ἀδινὸν κῆρ ὀξεῖαι μελεδῶνες ὀδυρομένην ἐρέθουσιν. ὡς δʼ ὅτε Πανδαρέου κούρη, χλωρηῒς ἀηδών, καλὸν ἀείδῃσιν ἔαρος νέον ἱσταμένοιο, δενδρέων ἐν πετάλοισι καθεζομένη πυκινοῖσιν, ἥ τε θαμὰ τρωπῶσα χέει πολυηχέα φωνήν, παῖδʼ ὀλοφυρομένη Ἴτυλον φίλον, ὅν ποτε χαλκῷ κτεῖνε διʼ ἀφραδίας, κοῦρον Ζήθοιο ἄνακτος, ὣς καὶ ἐμοὶ δίχα θυμὸς ὀρώρεται ἔνθα καὶ ἔνθα, ἠὲ μένω παρὰ παιδὶ καὶ ἔμπεδα πάντα φυλάσσω, κτῆσιν ἐμήν, δμῶάς τε καὶ ὑψερεφὲς μέγα δῶμα, εὐνήν τʼ αἰδομένη πόσιος δήμοιό τε φῆμιν, ἦ ἤδη ἅμʼ ἕπωμαι Ἀχαιῶν ὅς τις ἄριστος μνᾶται ἐνὶ μεγάροισι, πορὼν ἀπερείσια ἕδνα. παῖς δʼ ἐμὸς ἧος ἔην ἔτι νήπιος ἠδὲ χαλίφρων, γήμασθʼ οὔ μʼ εἴα πόσιος κατὰ δῶμα λιποῦσαν· νῦν δʼ ὅτε δὴ μέγας ἐστὶ καὶ ἥβης μέτρον ἱκάνει, καὶ δή μʼ ἀρᾶται πάλιν ἐλθέμεν ἐκ μεγάροιο, κτήσιος ἀσχαλόων, τήν οἱ κατέδουσιν Ἀχαιοί. ἀλλʼ ἄγε μοι τὸν ὄνειρον ὑπόκριναι καὶ ἄκουσον. χῆνές μοι κατὰ οἶκον ἐείκοσι πυρὸν ἔδουσιν ἐξ ὕδατος, καί τέ σφιν ἰαίνομαι εἰσορόωσα· ἐλθὼν δʼ ἐξ ὄρεος μέγας αἰετὸς ἀγκυλοχείλης πᾶσι κατʼ αὐχένας ἦξε καὶ ἔκτανεν· οἱ δʼ ἐκέχυντο ἀθρόοι ἐν μεγάροις, ὁ δʼ ἐς αἰθέρα δῖαν ἀέρθη. αὐτὰρ ἐγὼ κλαῖον καὶ ἐκώκυον ἔν περ ὀνείρῳ, ἀμφὶ δʼ ἔμʼ ἠγερέθοντο ἐϋπλοκαμῖδες Ἀχαιαί, οἴκτρʼ ὀλοφυρομένην ὅ μοι αἰετὸς ἔκτανε χῆνας. ἂψ δʼ ἐλθὼν κατʼ ἄρʼ ἕζετʼ ἐπὶ προὔχοντι μελάθρῳ, φωνῇ δὲ βροτέῃ κατερήτυε φώνησέν τε· θάρσει, Ἰκαρίου κούρη τηλεκλειτοῖο· οὐκ ὄναρ, ἀλλʼ ὕπαρ ἐσθλόν, ὅ τοι τετελεσμένον ἔσται. χῆνες μὲν μνηστῆρες, ἐγὼ δέ τοι αἰετὸς ὄρνις ἦα πάρος, νῦν αὖτε τεὸς πόσις εἰλήλουθα, ὃς πᾶσι μνηστῆρσιν ἀεικέα πότμον ἐφήσω. ὣς ἔφατʼ, αὐτὰρ ἐμὲ μελιηδὴς ὕπνος ἀνῆκε· παπτήνασα δὲ χῆνας ἐνὶ μεγάροισι νόησα πυρὸν ἐρεπτομένους παρὰ πύελον, ἧχι πάρος περ. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· ὦ γύναι, οὔ πως ἔστιν ὑποκρίνασθαι ὄνειρον ἄλλῃ ἀποκλίναντʼ, ἐπεὶ ἦ ῥά τοι αὐτὸς Ὀδυσσεὺς πέφραδʼ ὅπως τελέει· μνηστῆρσι δὲ φαίνετʼ ὄλεθρος πᾶσι μάλʼ, οὐδέ κέ τις θάνατον καὶ κῆρας ἀλύξει. τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια· ξεῖνʼ, ἦ τοι μὲν ὄνειροι ἀμήχανοι ἀκριτόμυθοι γίγνοντʼ, οὐδέ τι πάντα τελείεται ἀνθρώποισι. δοιαὶ γάρ τε πύλαι ἀμενηνῶν εἰσὶν ὀνείρων· αἱ μὲν γὰρ κεράεσσι τετεύχαται, αἱ δʼ ἐλέφαντι· τῶν οἳ μέν κʼ ἔλθωσι διὰ πριστοῦ ἐλέφαντος, οἵ ῥʼ ἐλεφαίρονται, ἔπεʼ ἀκράαντα φέροντες· οἱ δὲ διὰ ξεστῶν κεράων ἔλθωσι θύραζε, οἵ ῥʼ ἔτυμα κραίνουσι, βροτῶν ὅτε κέν τις ἴδηται. ἀλλʼ ἐμοὶ οὐκ ἐντεῦθεν ὀΐομαι αἰνὸν ὄνειρον ἐλθέμεν· ἦ κʼ ἀσπαστὸν ἐμοὶ καὶ παιδὶ γένοιτο. ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν· ἥδε δὴ ἠὼς εἶσι δυσώνυμος, ἥ μʼ Ὀδυσῆος οἴκου ἀποσχήσει· νῦν γὰρ καταθήσω ἄεθλον, τοὺς πελέκεας, τοὺς κεῖνος ἐνὶ μεγάροισιν ἑοῖσιν ἵστασχʼ ἑξείης, δρυόχους ὥς, δώδεκα πάντας· στὰς δʼ ὅ γε πολλὸν ἄνευθε διαρρίπτασκεν ὀϊστόν. νῦν δὲ μνηστήρεσσιν ἄεθλον τοῦτον ἐφήσω· ὃς δέ κε ῥηΐτατʼ ἐντανύσῃ βιὸν ἐν παλάμῃσι καὶ διοϊστεύσῃ πελέκεων δυοκαίδεκα πάντων, τῷ κεν ἅμʼ ἑσποίμην, νοσφισσαμένη τόδε δῶμα κουρίδιον, μάλα καλόν, ἐνίπλειον βιότοιο· τοῦ ποτὲ μεμνήσεσθαι ὀΐομαι ἔν περ ὀνείρῳ. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος, μηκέτι νῦν ἀνάβαλλε δόμοις ἔνι τοῦτον ἄεθλον· πρὶν γάρ τοι πολύμητις ἐλεύσεται ἐνθάδʼ Ὀδυσσεύς, πρὶν τούτους τόδε τόξον ἐΰξοον ἀμφαφόωντας νευρήν τʼ ἐντανύσαι διοϊστεῦσαί τε σιδήρου. τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια· εἴ κʼ ἐθέλοις μοι, ξεῖνε, παρήμενος ἐν μεγάροισι τέρπειν, οὔ κέ μοι ὕπνος ἐπὶ βλεφάροισι χυθείη. ἀλλʼ οὐ γάρ πως ἔστιν ἀΰπνους ἔμμεναι αἰεὶ ἀνθρώπους· ἐπὶ γάρ τοι ἑκάστῳ μοῖραν ἔθηκαν ἀθάνατοι θνητοῖσιν ἐπὶ ζείδωρον ἄρουραν. ἀλλʼ ἦ τοι μὲν ἐγὼν ὑπερώϊον εἰσαναβᾶσα λέξομαι εἰς εὐνήν, ἥ μοι στονόεσσα τέτυκται, αἰεὶ δάκρυσʼ ἐμοῖσι πεφυρμένη, ἐξ οὗ Ὀδυσσεὺς ᾤχετʼ ἐποψόμενος Κακοΐλιον οὐκ ὀνομαστήν. ἔνθα κε λεξαίμην· σὺ δὲ λέξεο τῷδʼ ἐνὶ οἴκῳ, ἢ χαμάδις στορέσας ἤ τοι κατὰ δέμνια θέντων. ὣς εἰποῦσʼ ἀνέβαινʼ ὑπερώϊα σιγαλόεντα, οὐκ οἴη, ἅμα τῇ γε καὶ ἀμφίπολοι κίον ἄλλαι. ἐς δʼ ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶ κλαῖεν ἔπειτʼ Ὀδυσῆα, φίλον πόσιν, ὄφρα οἱ ὕπνον ἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη. αὐτὰρ ὁ ἐν προδόμῳ εὐνάζετο δῖος Ὀδυσσεύς· κὰμ μὲν ἀδέψητον βοέην στόρεσʼ, αὐτὰρ ὕπερθε κώεα πόλλʼ ὀΐων, τοὺς ἱρεύεσκον Ἀχαιοί· Εὐρυνόμη δʼ ἄρʼ ἐπὶ χλαῖναν βάλε κοιμηθέντι. ἔνθʼ Ὀδυσεὺς μνηστῆρσι κακὰ φρονέων ἐνὶ θυμῷ κεῖτʼ ἐγρηγορόων· ταὶ δʼ ἐκ μεγάροιο γυναῖκες ἤϊσαν, αἳ μνηστῆρσιν ἐμισγέσκοντο πάρος περ, ἀλλήλῃσι γέλω τε καὶ εὐφροσύνην παρέχουσαι. τοῦ δʼ ὠρίνετο θυμὸς ἐνὶ στήθεσσι φίλοισι· πολλὰ δὲ μερμήριζε κατὰ φρένα καὶ κατὰ θυμόν, ἠὲ μεταΐξας θάνατον τεύξειεν ἑκάστῃ, ἦ ἔτʼ ἐῷ μνηστῆρσιν ὑπερφιάλοισι μιγῆναι ὕστατα καὶ πύματα, κραδίη δέ οἱ ἔνδον ὑλάκτει. ὡς δὲ κύων ἀμαλῇσι περὶ σκυλάκεσσι βεβῶσα ἄνδρʼ ἀγνοιήσασʼ ὑλάει μέμονέν τε μάχεσθαι, ὥς ῥα τοῦ ἔνδον ὑλάκτει ἀγαιομένου κακὰ ἔργα· στῆθος δὲ πλήξας κραδίην ἠνίπαπε μύθῳ· τέτλαθι δή, κραδίη· καὶ κύντερον ἄλλο ποτʼ ἔτλης. ἤματι τῷ ὅτε μοι μένος ἄσχετος ἤσθιε Κύκλωψ ἰφθίμους ἑτάρους· σὺ δʼ ἐτόλμας, ὄφρα σε μῆτις ἐξάγαγʼ ἐξ ἄντροιο ὀϊόμενον θανέεσθαι. ὣς ἔφατʼ, ἐν στήθεσσι καθαπτόμενος φίλον ἦτορ· τῷ δὲ μάλʼ ἐν πείσῃ κραδίη μένε τετληυῖα νωλεμέως· ἀτὰρ αὐτὸς ἑλίσσετο ἔνθα καὶ ἔνθα. ὡς δʼ ὅτε γαστέρʼ ἀνὴρ πολέος πυρὸς αἰθομένοιο, ἐμπλείην κνίσης τε καὶ αἵματος, ἔνθα καὶ ἔνθα αἰόλλῃ, μάλα δʼ ὦκα λιλαίεται ὀπτηθῆναι, ὣς ἄρʼ ὅ γʼ ἔνθα καὶ ἔνθα ἑλίσσετο, μερμηρίζων ὅππως δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσει μοῦνος ἐὼν πολέσι. σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη οὐρανόθεν καταβᾶσα· δέμας δʼ ἤϊκτο γυναικί· στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπε· τίπτʼ αὖτʼ ἐγρήσσεις, πάντων περὶ κάμμορε φωτῶν; οἶκος μέν τοι ὅδʼ ἐστί, γυνὴ δέ τοι ἥδʼ ἐνὶ οἴκῳ καὶ, πάϊς, οἷόν πού τις ἐέλδεται ἔμμεναι υἷα. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· ναὶ δὴ ταῦτά γε πάντα, θεά, κατὰ μοῖραν ἔειπες· ἀλλά τί μοι τόδε θυμὸς ἐνὶ φρεσὶ μερμηρίζει, ὅππως δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσω, μοῦνος ἐών· οἱ δʼ αἰὲν ἀολλέες ἔνδον ἔασι. πρὸς δʼ ἔτι καὶ τόδε μεῖζον ἐνὶ φρεσὶ μερμηρίζω· εἴ περ γὰρ κτείναιμι Διός τε σέθεν τε ἕκητι, πῆ κεν ὑπεκπροφύγοιμι; τά σε φράζεσθαι ἄνωγα. τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη· σχέτλιε, καὶ μέν τίς τε χερείονι πείθεθʼ ἑταίρῳ, ὅς περ θνητός τʼ ἐστὶ καὶ οὐ τόσα μήδεα οἶδεν· αὐτὰρ ἐγὼ θεός εἰμι, διαμπερὲς ἥ σε φυλάσσω ἐν πάντεσσι πόνοις. ἐρέω δέ τοι ἐξαναφανδόν· εἴ περ πεντήκοντα λόχοι μερόπων ἀνθρώπων νῶϊ περισταῖεν, κτεῖναι μεμαῶτες Ἄρηϊ, καί κεν τῶν ἐλάσαιο βόας καὶ ἴφια μῆλα. ἀλλʼ ἑλέτω σε καὶ ὕπνος· ἀνίη καὶ τὸ φυλάσσειν πάννυχον ἐγρήσσοντα, κακῶν δʼ ὑποδύσεαι ἤδη. ὣς φάτο, καί ῥά οἱ ὕπνον ἐπὶ βλεφάροισιν ἔχευεν, αὐτὴ δʼ ἂψ ἐς Ὄλυμπον ἀφίκετο δῖα θεάων. εὖτε τὸν ὕπνος ἔμαρπτε, λύων μελεδήματα θυμοῦ, λυσιμελής, ἄλοχος δʼ ἄρʼ ἐπέγρετο κεδνὰ ἰδυῖα· κλαῖε δʼ ἄρʼ ἐν λέκτροισι καθεζομένη μαλακοῖσιν. αὐτὰρ ἐπεὶ κλαίουσα κορέσσατο ὃν κατὰ θυμόν, Ἀρτέμιδι πρώτιστον ἐπεύξατο δῖα γυναικῶν· Ἄρτεμι, πότνα θεά, θύγατερ Διός, αἴθε μοι ἤδη ἰὸν ἐνὶ στήθεσσι βαλοῦσʼ ἐκ θυμὸν ἕλοιο αὐτίκα νῦν, ἢ ἔπειτα μʼ ἀναρπάξασα θύελλα οἴχοιτο προφέρουσα κατʼ ἠερόεντα κέλευθα, ἐν προχοῇς δὲ βάλοι ἀψορρόου Ὠκεανοῖο. ὡς δʼ ὅτε Πανδαρέου κούρας ἀνέλοντο θύελλαι· τῇσι τοκῆας μὲν φθῖσαν θεοί, αἱ δʼ ἐλίποντο ὀρφαναὶ ἐν μεγάροισι, κόμισσε δὲ δῖʼ Ἀφροδίτη τυρῷ καὶ μέλιτι γλυκερῷ καὶ ἡδέϊ οἴνῳ· Ἥρη δʼ αὐτῇσιν περὶ πασέων δῶκε γυναικῶν εἶδος καὶ πινυτήν, μῆκος δʼ ἔπορʼ Ἄρτεμις ἁγνή, ἔργα δʼ Ἀθηναίη δέδαε κλυτὰ ἐργάζεσθαι. εὖτʼ Ἀφροδίτη δῖα προσέστιχε μακρὸν Ὄλυμπον, κούρῃς αἰτήσουσα τέλος θαλεροῖο γάμοιο— ἐς Δία τερπικέραυνον, ὁ γάρ τʼ εὖ οἶδεν ἅπαντα, μοῖράν τʼ ἀμμορίην τε καταθνητῶν ἀνθρώπων— τόφρα δὲ τὰς κούρας ἅρπυιαι ἀνηρείψαντο καί ῥʼ ἔδοσαν στυγερῇσιν ἐρινύσιν ἀμφιπολεύειν· ὣς ἔμʼ ἀϊστώσειαν Ὀλύμπια δώματʼ ἔχοντες, ἠέ μʼ ἐϋπλόκαμος βάλοι Ἄρτεμις, ὄφρʼ Ὀδυσῆα ὀσσομένη καὶ γαῖαν ὕπο στυγερὴν ἀφικοίμην, μηδέ τι χείρονος ἀνδρὸς ἐϋφραίνοιμι νόημα. ἀλλὰ τὸ μὲν καὶ ἀνεκτὸν ἔχει κακόν, ὁππότε κέν τις ἤματα μὲν κλαίῃ, πυκινῶς ἀκαχήμενος ἦτορ, νύκτας δʼ ὕπνος ἔχῃσιν—ὁ γάρ τʼ ἐπέλησεν ἁπάντων, ἐσθλῶν ἠδὲ κακῶν, ἐπεὶ ἄρ βλέφαρʼ ἀμφικαλύψῃ— αὐτὰρ ἐμοὶ καὶ ὀνείρατʼ ἐπέσσευεν κακὰ δαίμων. τῇδε γὰρ αὖ μοι νυκτὶ παρέδραθεν εἴκελος αὐτῷ, τοῖος ἐὼν οἷος ᾖεν ἅμα στρατῷ· αὐτὰρ ἐμὸν κῆρ χαῖρʼ, ἐπεὶ οὐκ ἐφάμην ὄναρ ἔμμεναι, ἀλλʼ ὕπαρ ἤδη. ὣς ἔφατʼ, αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς. τῆς δʼ ἄρα κλαιούσης ὄπα σύνθετο δῖος Ὀδυσσεύς· μερμήριζε δʼ ἔπειτα, δόκησε δέ οἱ κατὰ θυμὸν ἤδη γιγνώσκουσα παρεστάμεναι κεφαλῆφι. χλαῖναν μὲν συνελὼν καὶ κώεα, τοῖσιν ἐνεῦδεν, ἐς μέγαρον κατέθηκεν ἐπὶ θρόνου, ἐκ δὲ βοείην θῆκε θύραζε φέρων, Διὶ δʼ εὔξατο χεῖρας ἀνασχών· Ζεῦ πάτερ, εἴ μʼ ἐθέλοντες ἐπὶ τραφερήν τε καὶ ὑγρὴν ἤγετʼ ἐμὴν ἐς γαῖαν, ἐπεί μʼ ἐκακώσατε λίην, φήμην τίς μοι φάσθω ἐγειρομένων ἀνθρώπων ἔνδοθεν, ἔκτοσθεν δὲ Διὸς τέρας ἄλλο φανήτω. ὣς ἔφατʼ εὐχόμενος· τοῦ δʼ ἔκλυε μητίετα Ζεύς, αὐτίκα δʼ ἐβρόντησεν ἀπʼ αἰγλήεντος Ὀλύμπου, ὑψόθεν ἐκ νεφέων· γήθησε δὲ δῖος Ὀδυσσεύς. φήμην δʼ ἐξ οἴκοιο γυνὴ προέηκεν ἀλετρὶς πλησίον, ἔνθʼ ἄρα οἱ μύλαι ἥατο ποιμένι λαῶν, τῇσιν δώδεκα πᾶσαι ἐπερρώοντο γυναῖκες ἄλφιτα τεύχουσαι καὶ ἀλείατα, μυελὸν ἀνδρῶν. αἱ μὲν ἄρʼ ἄλλαι εὗδον, ἐπεὶ κατὰ πυρὸν ἄλεσσαν, ἡ δὲ μίʼ οὔπω παύετʼ, ἀφαυροτάτη δʼ ἐτέτυκτο· ἥ ῥα μύλην στήσασα ἔπος φάτο, σῆμα ἄνακτι· Ζεῦ πάτερ, ὅς τε θεοῖσι καὶ ἀνθρώποισιν ἀνάσσεις, ἦ μεγάλʼ ἐβρόντησας ἀπʼ οὐρανοῦ ἀστερόεντος, οὐδέ ποθι νέφος ἐστί· τέρας νύ τεῳ τόδε φαίνεις. κρῆνον νῦν καὶ ἐμοὶ δειλῇ ἔπος, ὅττι κεν εἴπω· μνηστῆρες πύματόν τε καὶ ὕστατον ἤματι τῷδε ἐν μεγάροις Ὀδυσῆος ἑλοίατο δαῖτʼ ἐρατεινήν, οἳ δή μοι καμάτῳ θυμαλγέι· γούνατʼ ἔλυσαν ἄλφιτα τευχούσῃ· νῦν ὕστατα δειπνήσειαν. ὣς ἄρʼ ἔφη, χαῖρεν δὲ κλεηδόνι δῖος Ὀδυσσεὺς Ζηνός τε βροντῇ· φάτο γὰρ τίσασθαι ἀλείτας. αἱ δʼ ἄλλαι δμῳαὶ κατὰ δώματα κάλʼ Ὀδυσῆος ἀγρόμεναι ἀνέκαιον ἐπʼ ἐσχάρῃ ἀκάματον πῦρ. Τηλέμαχος δʼ εὐνῆθεν ἀνίστατο, ἰσόθεος φώς, εἵματα ἑσσάμενος· περὶ δὲ ξίφος ὀξὺ θέτʼ ὤμῳ· ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα, εἵλετο δʼ ἄλκιμον ἔγχος, ἀκαχμένον ὀξέι· χαλκῷ· στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰών, πρὸς δʼ Εὐρύκλειαν ἔειπε· μαῖα φίλη, τὸν ξεῖνον ἐτιμήσασθʼ ἐνὶ οἴκῳ εὐνῇ καὶ σίτῳ, ἦ αὔτως κεῖται ἀκηδής; τοιαύτη γὰρ ἐμὴ μήτηρ, πινυτή περ ἐοῦσα· ἐμπλήγδην ἕτερόν γε τίει μερόπων ἀνθρώπων χείρονα, τὸν δέ τʼ ἀρείονʼ ἀτιμήσασʼ ἀποπέμπει. τὸν δʼ αὖτε προσέειπε περίφρων Εὐρύκλεια· οὐκ ἄν μιν νῦν, τέκνον, ἀναίτιον αἰτιόῳο. οἶνον μὲν γὰρ πῖνε καθήμενος, ὄφρʼ ἔθελʼ αὐτός, σίτου δʼ οὐκέτʼ ἔφη πεινήμεναι· εἴρετο γάρ μιν. ἀλλʼ ὅτε δὴ κοίτοιο καὶ ὕπνου μιμνήσκοιτο, ἡ μὲν δέμνιʼ ἄνωγεν ὑποστορέσαι δμῳῇσιν, αὐτὰρ ὅ γʼ, ὥς τις πάμπαν ὀϊζυρὸς καὶ ἄποτμος, οὐκ ἔθελʼ ἐν λέκτροισι καὶ ἐν ῥήγεσσι καθεύδειν, ἀλλʼ ἐν ἀδεψήτῳ βοέῃ καὶ κώεσιν οἰῶν ἔδραθʼ ἐνὶ προδόμῳ· χλαῖναν δʼ ἐπιέσσαμεν ἡμεῖς. ὣς φάτο, Τηλέμαχος δὲ διὲκ μεγάροιο βεβήκει ἔγχος ἔχων, ἅμα τῷ γε δύω κύνες ἀργοὶ ἕποντο. βῆ δʼ ἴμεν εἰς ἀγορὴν μετʼ ἐϋκνήμιδας Ἀχαιούς. ἡ δʼ αὖτε δμῳῇσιν ἐκέκλετο δῖα γυναικῶν, Εὐρύκλειʼ, Ὦπος θυγάτηρ Πεισηνορίδαο· ἀγρεῖθʼ, αἱ μὲν δῶμα κορήσατε ποιπνύσασαι, ῥάσσατέ τʼ, ἔν τε θρόνοις εὐποιήτοισι τάπητας βάλλετε πορφυρέους· αἱ δὲ σπόγγοισι τραπέζας πάσας ἀμφιμάσασθε, καθήρατε δὲ κρητῆρας καὶ δέπα ἀμφικύπελλα τετυγμένα· ταὶ δὲ μεθʼ ὕδωρ ἔρχεσθε κρήνηνδε, καὶ οἴσετε θᾶσσον ἰοῦσαι. οὐ γὰρ δὴν μνηστῆρες ἀπέσσονται μεγάροιο, ἀλλὰ μάλʼ ἦρι νέονται, ἐπεὶ καὶ πᾶσιν ἑορτή. ὣς ἔφαθʼ, αἱ δʼ ἄρα τῆς μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο. αἱ μὲν ἐείκοσι βῆσαν ἐπὶ κρήνην μελάνυδρον, αἱ δʼ αὐτοῦ κατὰ δώματʼ ἐπισταμένως πονέοντο. ἐς δʼ ἦλθον δρηστῆρες Ἀχαιῶν. οἱ μὲν ἔπειτα εὖ καὶ ἐπισταμένως κέασαν ξύλα, ταὶ δὲ γυναῖκες ἦλθον ἀπὸ κρήνης· ἐπὶ δέ σφισιν ἦλθε συβώτης τρεῖς σιάλους κατάγων, οἳ ἔσαν μετὰ πᾶσιν ἄριστοι. καὶ τοὺς μέν ῥʼ εἴασε καθʼ ἕρκεα καλὰ νέμεσθαι, αὐτὸς δʼ αὖτʼ Ὀδυσῆα προσηύδα μειλιχίοισι· ξεῖνʼ, ἦ ἄρ τί σε μᾶλλον Ἀχαιοὶ εἰσορόωσιν, ἦέ σʼ ἀτιμάζουσι κατὰ μέγαρʼ, ὡς τὸ πάρος περ; τὸν δʼ ἀπαμειβόμενος προσέφη πολυμήτις Ὀδυσσεύς· αἲ γὰρ δή, Εὔμαιε, θεοὶ τισαίατο λώβην, ἣν οἵδʼ ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται οἴκῳ ἐν ἀλλοτρίῳ, οὐδʼ αἰδοῦς μοῖραν ἔχουσιν. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον, ἀγχίμολον δέ σφʼ ἦλθε Μελάνθιος, αἰπόλος αἰγῶν. αἶγας ἄγων αἳ πᾶσι μετέρεπον αἰπολίοισι, δεῖπνον μνηστήρεσσι. δύω δʼ ἅμʼ ἕποντο νομῆες. καὶ τὰς μὲν κατέδησεν ὑπʼ αἰθούσῃ ἐριδούπῳ, αὐτὸς δʼ αὖτʼ Ὀδυσῆα προσηύδα κερτομίοισι· ξεῖνʼ, ἔτι καὶ νῦν ἐνθάδʼ ἀνιήσεις κατὰ δῶμα ἀνέρας αἰτίζων, ἀτὰρ οὐκ ἔξεισθα θύραζε; πάντως οὐκέτι νῶϊ διακρινέεσθαι ὀΐω πρὶν χειρῶν γεύσασθαι, ἐπεὶ σύ περ οὐ κατὰ κόσμον αἰτίζεις· εἰσὶν δὲ καὶ ἄλλαι δαῖτες Ἀχαιῶν. ὣς φάτο, τὸν δʼ οὔ τι προσέφη πολύμητις Ὀδυσσεύς, ἀλλʼ ἀκέων κίνησε κάρη, κακὰ βυσσοδομεύων. τοῖσι δʼ ἐπὶ τρίτος ἦλθε Φιλοίτιος, ὄρχαμος ἀνδρῶν, βοῦν στεῖραν μνηστῆρσιν ἄγων καὶ πίονας αἶγας. πορθμῆες δʼ ἄρα τούς γε διήγαγον, οἵ τε καὶ ἄλλους ἀνθρώπους πέμπουσιν, ὅτις σφέας εἰσαφίκηται. καὶ τὰ μὲν εὖ κατέδησεν ὑπʼ αἰθούσῃ ἐριδούπῳ, αὐτὸς δʼ αὖτʼ ἐρέεινε συβώτην ἄγχι παραστάς· τίς δὴ ὅδε ξεῖνος νέον εἰλήλουθε, συβῶτα, ἡμέτερον πρὸς δῶμα; τέων δʼ ἐξ εὔχεται εἶναι ἀνδρῶν; ποῦ δέ νύ οἱ γενεὴ καὶ πατρὶς ἄρουρα; δύσμορος, ἦ τε ἔοικε δέμας βασιλῆϊ ἄνακτι· ἀλλὰ θεοὶ δυόωσι πολυπλάγκτους ἀνθρώπους, ὁππότε καὶ βασιλεῦσιν ἐπικλώσωνται ὀϊζύν. ἦ καὶ δεξιτερῇ δειδίσκετο χειρὶ παραστάς, καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· χαῖρε, πάτερ ὦ ξεῖνε· γένοιτό τοι ἔς περ ὀπίσσω ὄλβος· ἀτὰρ μὲν νῦν γε κακοῖς ἔχεαι πολέεσσι. Ζεῦ πάτερ, οὔ τις σεῖο θεῶν ὀλοώτερος ἄλλος· οὐκ ἐλεαίρεις ἄνδρας, ἐπὴν δὴ γείνεαι αὐτός, μισγέμεναι κακότητι καὶ ἄλγεσι λευγαλέοισιν. ἴδιον, ὡς ἐνόησα, δεδάκρυνται δέ μοι ὄσσε μνησαμένῳ Ὀδυσῆος, ἐπεὶ καὶ κεῖνον ὀΐω τοιάδε λαίφεʼ ἔχοντα κατʼ ἀνθρώπους ἀλάλησθαι, εἴ που ἔτι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο. εἰ δʼ ἤδη τέθνηκε καὶ εἰν Ἀΐδαο δόμοισιν, ὤ μοι ἔπειτʼ Ὀδυσῆος ἀμύμονος, ὅς μʼ ἐπὶ βουσὶν εἷσʼ ἔτι τυτθὸν ἐόντα Κεφαλλήνων ἐνὶ δήμῳ. νῦν δʼ αἱ μὲν γίγνονται ἀθέσφατοι, οὐδέ κεν ἄλλως ἀνδρί γʼ ὑποσταχύοιτο βοῶν γένος εὐρυμετώπων· τὰς δʼ ἄλλοι με κέλονται ἀγινέμεναί σφισιν αὐτοῖς ἔδμεναι· οὐδέ τι παιδὸς ἐνὶ μεγάροις ἀλέγουσιν, οὐδʼ ὄπιδα τρομέουσι θεῶν· μεμάασι γὰρ ἤδη κτήματα δάσσασθαι δὴν οἰχομένοιο ἄνακτος. αὐτὰρ ἐμοὶ τόδε θυμὸς ἐνὶ στήθεσσι φίλοισι πόλλʼ ἐπιδινεῖται· μάλα μὲν κακὸν υἷος ἐόντος ἄλλων δῆμον ἱκέσθαι ἰόντʼ αὐτῇσι βόεσσιν, ἄνδρας ἐς ἀλλοδαπούς· τὸ δὲ ῥίγιον, αὖθι μένοντα βουσὶν ἐπʼ ἀλλοτρίῃσι καθήμενον ἄλγεα πάσχειν. καί κεν δὴ πάλαι ἄλλον ὑπερμενέων βασιλήων ἐξικόμην φεύγων, ἐπεὶ οὐκέτʼ ἀνεκτὰ πέλονται· ἀλλʼ ἔτι τὸν δύστηνον ὀΐομαι, εἴ ποθεν ἐλθὼν ἀνδρῶν μνηστήρων σκέδασιν κατὰ δώματα θείῃ. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· βουκόλʼ, ἐπεὶ οὔτε κακῷ οὔτʼ ἄφρονι φωτὶ ἔοικας, γιγνώσκω δὲ καὶ αὐτὸς ὅ τοι πινυτὴ φρένας ἵκει, τοὔνεκά τοι ἐρέω καὶ ἐπὶ μέγαν ὅρκον ὀμοῦμαι· ἴστω νῦν Ζεὺς πρῶτα θεῶν ξενίη τε τράπεζα ἱστίη τʼ Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω, ἦ σέθεν ἐνθάδʼ ἐόντος ἐλεύσεται οἴκαδʼ Ὀδυσσεύς· σοῖσιν δʼ ὀφθαλμοῖσιν ἐπόψεαι, αἴ κʼ ἐθέλῃσθα, κτεινομένους μνηστῆρας, οἳ ἐνθάδε κοιρανέουσιν. τὸν δʼ αὖτε προσέειπε βοῶν ἐπιβουκόλος ἀνήρ· αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τελέσειε Κρονίων· γνοίης χʼ οἵη ἐμὴ δύναμις καὶ χεῖρες ἕπονται. ὣς δʼ αὔτως Εὔμαιος ἐπεύξατο πᾶσι θεοῖσι νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον, μνηστῆρες δʼ ἄρα Τηλεμάχῳ θάνατόν τε μόρον τε ἤρτυον· αὐτὰρ ὁ τοῖσιν ἀριστερὸς ἤλυθεν ὄρνις, αἰετὸς ὑψιπέτης, ἔχε δὲ τρήρωνα πέλειαν. τοῖσιν δʼ Ἀμφίνομος ἀγορήσατο καὶ μετέειπεν· ὦ φίλοι, οὐχ ἡμῖν συνθεύσεται ἥδε γε βουλή, Τηλεμάχοιο φόνος· ἀλλὰ μνησώμεθα δαιτός. ὣς ἔφατʼ Ἀμφίνομος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος. ἐλθόντες δʼ ἐς δώματʼ Ὀδυσσῆος θείοιο χλαίνας μὲν κατέθεντο κατὰ κλισμούς τε θρόνους τε, οἱ δʼ ἱέρευον ὄϊς μεγάλους καὶ πίονας αἶγας, ἵρευον δὲ σύας σιάλους καὶ βοῦν ἀγελαίην· σπλάγχνα δʼ ἄρʼ ὀπτήσαντες ἐνώμων, ἐν δέ τε οἶνον κρητῆρσιν κερόωντο· κύπελλα δὲ νεῖμε συβώτης. σῖτον δέ σφʼ ἐπένειμε Φιλοίτιος, ὄρχαμος ἀνδρῶν, καλοῖς ἐν κανέοισιν, ἐῳνοχόει δὲ Μελανθεύς. οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον. Τηλέμαχος δʼ Ὀδυσῆα καθίδρυε, κέρδεα νωμῶν, ἐντὸς ἐϋσταθέος μεγάρου, παρὰ λάϊνον οὐδόν, δίφρον ἀεικέλιον καταθεὶς ὀλίγην τε τράπεζαν· πὰρ δʼ ἐτίθει σπλάγχνων μοίρας, ἐν δʼ οἶνον ἔχευεν ἐν δέπαϊ χρυσέῳ, καί μιν πρὸς μῦθον ἔειπεν· ἐνταυθοῖ νῦν ἧσο μετʼ ἀνδράσιν οἰνοποτάζων· κερτομίας δέ τοι αὐτὸς ἐγὼ καὶ χεῖρας ἀφέξω πάντων μνηστήρων, ἐπεὶ οὔ τοι δήμιός ἐστιν οἶκος ὅδʼ, ἀλλʼ Ὀδυσῆος, ἐμοὶ δʼ ἐκτήσατο κεῖνος. ὑμεῖς δέ, μνηστῆρες, ἐπίσχετε θυμὸν ἐνιπῆς καὶ χειρῶν, ἵνα μή τις ἔρις καὶ νεῖκος ὄρηται. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὀδὰξ ἐν χείλεσι φύντες Τηλέμαχον θαύμαζον, ὃ θαρσαλέως ἀγόρευε. τοῖσιν δʼ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός· καὶ χαλεπόν περ ἐόντα δεχώμεθα μῦθον, Ἀχαιοί, Τηλεμάχου· μάλα δʼ ἧμιν ἀπειλήσας ἀγορεύει. οὐ γὰρ Ζεὺς εἴασε Κρονίων· τῷ κέ μιν ἤδη παύσαμεν ἐν μεγάροισι, λιγύν περ ἐόντʼ ἀγορητήν. ὣς ἔφατʼ Ἀντίνοος· ὁ δʼ ἄρʼ οὐκ ἐμπάζετο μύθων. κήρυκες δʼ ἀνὰ ἄστυ θεῶν ἱερὴν ἑκατόμβην ἦγον· τοὶ δʼ ἀγέροντο κάρη κομόωντες Ἀχαιοὶ ἄλσος ὕπο σκιερὸν ἑκατηβόλου Ἀπόλλωνος. οἱ δʼ ἐπεὶ ὤπτησαν κρέʼ ὑπέρτερα καὶ ἐρύσαντο, μοίρας δασσάμενοι δαίνυντʼ ἐρικυδέα δαῖτα· πὰρ δʼ ἄρʼ Ὀδυσσῆϊ μοῖραν θέσαν οἳ πονέοντο ἴσην, ὡς αὐτοί περ ἐλάγχανον· ὣς γὰρ ἀνώγει Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο. μνηστῆρας δʼ οὐ πάμπαν ἀγήνορας εἴα Ἀθήνη λώβης ἴσχεσθαι θυμαλγέος, ὄφρʼ ἔτι μᾶλλον δύη ἄχος κραδίην Λαερτιάδην Ὀδυσῆα. ἦν δέ τις ἐν μνηστῆρσιν ἀνὴρ ἀθεμίστια εἰδώς, Κτήσιππος δʼ ὄνομʼ ἔσκε, Σάμῃ δʼ ἐνὶ οἰκία ναῖεν· ὃς δή τοι κτεάτεσσι πεποιθὼς θεσπεσίοισι μνάσκετʼ Ὀδυσσῆος δὴν οἰχομένοιο δάμαρτα. ὅς ῥα τότε μνηστῆρσιν ὑπερφιάλοισι μετηύδα· κέκλυτέ μευ, μνηστῆρες ἀγήνορες, ὄφρα τι εἴπω· μοῖραν μὲν δὴ ξεῖνος ἔχει πάλαι, ὡς ἐπέοικεν, ἴσην· οὐ γὰρ καλὸν ἀτέμβειν οὐδὲ δίκαιον ξείνους Τηλεμάχου, ὅς κεν τάδε δώμαθʼ ἵκηται. ἀλλʼ ἄγε οἱ καὶ ἐγὼ δῶ ξείνιον, ὄφρα καὶ αὐτὸς ἠὲ λοετροχόῳ δώῃ γέρας ἠέ τῳ ἄλλῳ δμώων, οἳ κατὰ δώματʼ Ὀδυσσῆος θείοιο. ὣς εἰπὼν ἔρριψε βοὸς πόδα χειρὶ παχείῃ. κείμενον ἐκ κανέοιο λαβών· ὁ δʼ ἀλεύατʼ Ὀδυσσεὺς ἦκα παρακλίνας κεφαλήν, μείδησε δὲ θυμῷ σαρδάνιον μάλα τοῖον· ὁ δʼ εὔδμητον βάλε τοῖχον. Κτήσιππον δʼ ἄρα Τηλέμαχος ἠνίπαπε μύθῳ· Κτήσιππʼ, ἦ μάλα τοι τόδε κέρδιον ἔπλετο θυμῷ· οὐκ ἔβαλες τὸν ξεῖνον· ἀλεύατο γὰρ βέλος αὐτός. ἦ γάρ κέν σε μέσον βάλον ἔγχεϊ ὀξυόεντι, καί κέ τοι ἀντὶ γάμοιο πατὴρ τάφον ἀμφεπονεῖτο ἐνθάδε. τῷ μή τίς μοι ἀεικείας ἐνὶ οἴκῳ φαινέτω· ἤδη γὰρ νοέω καὶ οἶδα ἕκαστα, ἐσθλά τε καὶ τὰ χέρηα· πάρος δʼ ἔτι νήπιος ἦα. ἀλλʼ ἔμπης τάδε μὲν καὶ τέτλαμεν εἰσορόωντες, μήλων σφαζομένων οἴνοιό τε πινομένοιο καὶ σίτου· χαλεπὸν γὰρ ἐρυκακέειν ἕνα πολλούς. ἀλλʼ ἄγε μηκέτι μοι κακὰ ῥέζετε δυσμενέοντες· εἰ δʼ ἤδη μʼ αὐτὸν κτεῖναι μενεαίνετε χαλκῷ, καί κε τὸ βουλοίμην, καί κεν πολὺ κέρδιον εἴη τεθνάμεν ἢ τάδε γʼ αἰὲν ἀεικέα ἔργʼ ὁράασθαι, ξείνους τε στυφελιζομένους δμῳάς τε γυναῖκας ῥυστάζοντας ἀεικελίως κατὰ δώματα καλά. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ· ὀψὲ δὲ δὴ μετέειπε Δαμαστορίδης Ἀγέλαος· ὦ φίλοι, οὐκ ἂν δή τις ἐπὶ ῥηθέντι δικαίῳ ἀντιβίοις ἐπέεσσι καθαπτόμενος χαλεπαίνοι· μήτε τι τὸν ξεῖνον στυφελίζετε μήτε τινʼ ἄλλον δμώων, οἳ κατὰ δώματʼ Ὀδυσσῆος θείοιο. Τηλεμάχῳ δέ κε μῦθον ἐγὼ καὶ μητέρι φαίην ἤπιον, εἴ σφωϊν κραδίῃ ἅδοι ἀμφοτέροιϊν. ὄφρα μὲν ὑμῖν θυμὸς ἐνὶ στήθεσσιν ἐώλπει νοστήσειν Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε, τόφρʼ οὔ τις νέμεσις μενέμεν τʼ ἦν ἰσχέμεναί τε μνηστῆρας κατὰ δώματʼ, ἐπεὶ τόδε κέρδιον ἦεν, εἰ νόστησʼ Ὀδυσεὺς καὶ ὑπότροπος ἵκετο δῶμα· νῦν δʼ ἤδη τόδε δῆλον, ὅ τʼ οὐκέτι νόστιμός ἐστιν. ἀλλʼ ἄγε, σῇ τάδε μητρὶ παρεζόμενος κατάλεξον, γήμασθʼ ὅς τις ἄριστος ἀνὴρ καὶ πλεῖστα πόρῃσιν, ὄφρα σὺ μὲν χαίρων πατρώϊα πάντα νέμηαι, ἔσθων καὶ πίνων, ἡ δʼ ἄλλου δῶμα κομίζῃ. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· οὐ μὰ Ζῆνʼ, Ἀγέλαε, καὶ ἄλγεα πατρὸς ἐμοῖο, ὅς που τῆλʼ Ἰθάκης ἢ ἔφθιται ἢ ἀλάληται, οὔ τι διατρίβω μητρὸς γάμον, ἀλλὰ κελεύω γήμασθʼ ᾧ κʼ ἐθέλῃ, ποτὶ δʼ ἄσπετα δῶρα δίδωμι. αἰδέομαι δʼ ἀέκουσαν ἀπὸ μεγάροιο δίεσθαι μύθῳ ἀναγκαίῳ· μὴ τοῦτο θεὸς τελέσειεν. ὣς φάτο Τηλέμαχος· μνηστῆρσι δὲ Παλλὰς Ἀθήνη ἄσβεστον γέλω ὦρσε, παρέπλαγξεν δὲ νόημα. οἱ δʼ ἤδη γναθμοῖσι γελοίων ἀλλοτρίοισιν, αἱμοφόρυκτα δὲ δὴ κρέα ἤσθιον· ὄσσε δʼ ἄρα σφέων δακρυόφιν πίμπλαντο, γόον δʼ ὠΐετο θυμός. τοῖσι δὲ καὶ μετέειπε Θεοκλύμενος θεοειδής· ἆ δειλοί, τί κακὸν τόδε πάσχετε; νυκτὶ μὲν ὑμέων εἰλύαται κεφαλαί τε πρόσωπά τε νέρθε τε γοῦνα. οἰμωγὴ δὲ δέδηε, δεδάκρυνται δὲ παρειαί, αἵματι δʼ ἐρράδαται τοῖχοι καλαί τε μεσόδμαι· εἰδώλων δὲ πλέον πρόθυρον, πλείη δὲ καὶ αὐλή, ἱεμένων Ἔρεβόσδε ὑπὸ ζόφον· ἠέλιος δὲ οὐρανοῦ ἐξαπόλωλε, κακὴ δʼ ἐπιδέδρομεν ἀχλύς. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπʼ αὐτῷ ἡδὺ γέλασσαν. τοῖσιν δʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἦρχʼ ἀγορεύειν· ἀφραίνει ξεῖνος νέον ἄλλοθεν εἰληλουθώς. ἀλλά μιν αἶψα, νέοι, δόμου ἐκπέμψασθε θύραζε εἰς ἀγορὴν ἔρχεσθαι, ἐπεὶ τάδε νυκτὶ ἐΐσκει. τὸν δʼ αὖτε προσέειπε Θεοκλύμενος θεοειδής· Εὐρύμαχʼ, οὔ τί σʼ ἄνωγα ἐμοὶ πομπῆας ὀπάζειν· εἰσί μοι ὀφθαλμοί τε καὶ οὔατα καὶ πόδες ἄμφω καὶ νόος ἐν στήθεσσι τετυγμένος οὐδὲν ἀεικής. τοῖς ἔξειμι θύραζε, ἐπεὶ νοέω κακὸν ὔμμιν ἐρχόμενον, τό κεν οὔ τις ὑπεκφύγοι οὐδʼ ἀλέαιτο μνηστήρων, οἳ δῶμα κάτʼ ἀντιθέου Ὀδυσῆος ἀνέρας ὑβρίζοντες ἀτάσθαλα μηχανάασθε. ὣς εἰπὼν ἐξῆλθε δόμων εὖ ναιεταόντων, ἵκετο δʼ ἐς Πείραιον, ὅ μιν πρόφρων ὑπέδεκτο. μνηστῆρες δʼ ἄρα πάντες ἐς ἀλλήλους ὁρόωντες Τηλέμαχον ἐρέθιζον, ἐπὶ ξείνοις γελόωντες· ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων· Τηλέμαχʼ, οὔ τις σεῖο κακοξεινώτερος ἄλλος· οἷον μέν τινα τοῦτον ἔχεις ἐπίμαστον ἀλήτην, σίτου καὶ οἴνου κεχρημένον, οὐδέ τι ἔργων ἔμπαιον οὐδὲ βίης, ἀλλʼ αὔτως ἄχθος ἀρούρης. ἄλλος δʼ αὖτέ τις οὗτος ἀνέστη μαντεύεσθαι. ἀλλʼ εἴ μοί τι πίθοιο, τό κεν πολὺ κέρδιον εἴη· τοὺς ξείνους ἐν νηῒ πολυκληῗδι βαλόντες ἐς Σικελοὺς πέμψωμεν, ὅθεν κέ τοι ἄξιον ἄλφοι. ὣς ἔφασαν μνηστῆρες· ὁ δʼ οὐκ ἐμπάζετο μύθων, ἀλλʼ ἀκέων πατέρα προσεδέρκετο, δέγμενος αἰεί, ὁππότε δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσει. ἡ δὲ κατʼ ἄντηστιν θεμένη περικαλλέα δίφρον κούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια, ἀνδρῶν ἐν μεγάροισιν ἑκάστου μῦθον ἄκουεν. δεῖπνον μὲν γάρ τοί γε γελοίωντες τετύκοντο ἡδὺ τε καὶ μενοεικές, ἐπεὶ μάλα πόλλʼ ἱέρευσαν· δόρπου δʼ οὐκ ἄν πως ἀχαρίστερον ἄλλο γένοιτο, οἷον δὴ τάχʼ ἔμελλε θεὰ καὶ καρτερὸς ἀνὴρ θησέμεναι· πρότεροι γὰρ ἀεικέα μηχανόωντο. τῇ δʼ ἄρʼ ἐπὶ φρεσὶ θῆκε θεὰ γλαυκῶπις Ἀθήνη, κούρῃ Ἰκαρίοιο, περίφρονι Πηνελοπείῃ, τόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον ἐν μεγάροις Ὀδυσῆος, ἀέθλια καὶ φόνου ἀρχήν. κλίμακα δʼ ὑψηλὴν προσεβήσετο οἷο δόμοιο, εἵλετο δὲ κληῗδʼ εὐκαμπέα χειρὶ παχείῃ καλὴν χαλκείην· κώπη δʼ ἐλέφαντος ἐπῆεν. βῆ δʼ ἴμεναι θάλαμόνδε σὺν ἀμφιπόλοισι γυναιξὶν ἔσχατον· ἔνθα δέ οἱ κειμήλια κεῖτο ἄνακτος, χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος. ἔνθα δὲ τόξον κεῖτο παλίντονον ἠδὲ φαρέτρη ἰοδόκος, πολλοὶ δʼ ἔνεσαν στονόεντες ὀϊστοί, δῶρα τά οἱ ξεῖνος Λακεδαίμονι δῶκε τυχήσας Ἴφιτος Εὐρυτίδης, ἐπιείκελος ἀθανάτοισι. τὼ δʼ ἐν Μεσσήνῃ ξυμβλήτην ἀλλήλοιϊν οἴκῳ ἐν Ὀρτιλόχοιο δαΐφρονος. ἦ τοι Ὀδυσσεὺς ἦλθε μετὰ χρεῖος, τό ῥά οἱ πᾶς δῆμος ὄφελλε· μῆλα γὰρ ἐξ Ἰθάκης Μεσσήνιοι ἄνδρες ἄειραν νηυσὶ πολυκλήϊσι τριηκόσιʼ ἠδὲ νομῆας. τῶν ἕνεκʼ ἐξεσίην πολλὴν ὁδὸν ἦλθεν Ὀδυσσεὺς παιδνὸς ἐών· πρὸ γὰρ ἧκε πατὴρ ἄλλοι τε γέροντες. Ἴφιτος αὖθʼ ἵππους διζήμενος, αἵ οἱ ὄλοντο δώδεκα θήλειαι, ὑπὸ δʼ ἡμίονοι ταλαεργοί· αἳ δή οἱ καὶ ἔπειτα φόνος καὶ μοῖρα γένοντο, ἐπεὶ δὴ Διὸς υἱὸν ἀφίκετο καρτερόθυμον, φῶθʼ Ἡρακλῆα, μεγάλων ἐπιίστορα ἔργων, ὅς μιν ξεῖνον ἐόντα κατέκτανεν ᾧ ἐνὶ οἴκῳ, σχέτλιος, οὐδὲ θεῶν ὄπιν ᾐδέσατʼ οὐδὲ τράπεζαν, τὴν ἥν οἱ παρέθηκεν· ἔπειτα δὲ πέφνε καὶ αὐτόν, ἵππους δʼ αὐτὸς ἔχε κρατερώνυχας ἐν μεγάροισι. τὰς ἐρέων Ὀδυσῆϊ συνήντετο, δῶκε δὲ τόξον, τὸ πρὶν μέν ῥʼ ἐφόρει μέγας Εὔρυτος, αὐτὰρ ὁ παιδὶ κάλλιπʼ ἀποθνῄσκων ἐν δώμασιν ὑψηλοῖσι. τῷ δʼ Ὀδυσεὺς ξίφος ὀξὺ καὶ ἄλκιμον ἔγχος ἔδωκεν, ἀρχὴν ξεινοσύνης προσκηδέος· οὐδὲ τραπέζῃ γνώτην ἀλλήλων· πρὶν γὰρ Διὸς υἱὸς ἔπεφνεν Ἴφιτον Εὐρυτίδην, ἐπιείκελον ἀθανάτοισιν, ὅς οἱ τόξον ἔδωκε. τὸ δʼ οὔ ποτε δῖος Ὀδυσσεὺς ἐρχόμενος πόλεμόνδε μελαινάων ἐπὶ νηῶν ᾑρεῖτʼ, ἀλλʼ αὐτοῦ μνῆμα ξείνοιο φίλοιο κέσκετʼ ἐνὶ μεγάροισι, φόρει δέ μιν ἧς ἐπὶ γαίης. ἡ δʼ ὅτε δὴ θάλαμον τὸν ἀφίκετο δῖα γυναικῶν οὐδόν τε δρύϊνον προσεβήσετο, τόν ποτε τέκτων ξέσσεν ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνεν, ἐν δὲ σταθμοὺς ἄρσε, θύρας δʼ ἐπέθηκε φαεινάς, αὐτίκʼ ἄρʼ ἥ γʼ ἱμάντα θοῶς ἀπέλυσε κορώνης, ἐν δὲ κληῗδʼ ἧκε, θυρέων δʼ ἀνέκοπτεν ὀχῆας ἄντα τιτυσκομένη· τὰ δʼ ἀνέβραχεν ἠΰτε ταῦρος βοσκόμενος λειμῶνι· τόσʼ ἔβραχε καλὰ θύρετρα πληγέντα κληΐδι, πετάσθησαν δέ οἱ ὦκα. ἡ δʼ ἄρʼ ἐφʼ ὑψηλῆς σανίδος βῆ· ἔνθα δὲ χηλοὶ ἕστασαν, ἐν δʼ ἄρα τῇσι θυώδεα εἵματʼ ἔκειτο. ἔνθεν ὀρεξαμένη ἀπὸ πασσάλου αἴνυτο τόξον αὐτῷ γωρυτῷ, ὅς οἱ περίκειτο φαεινός. ἑζομένη δὲ κατʼ αὖθι, φίλοις ἐπὶ γούνασι θεῖσα, κλαῖε μάλα λιγέως, ἐκ δʼ ᾕρεε τόξον ἄνακτος. ἡ δʼ ἐπεὶ οὖν τάρφθη πολυδακρύτοιο γόοιο, βῆ ῥʼ ἴμεναι μέγαρόνδε μετὰ μνηστῆρας ἀγαυοὺς τόξον ἔχουσʼ ἐν χειρὶ παλίντονον ἠδὲ φαρέτρην ἰοδόκον· πολλοὶ δʼ ἔνεσαν στονόεντες ὀϊστοί. τῇ δʼ ἄρʼ ἅμʼ ἀμφίπολοι φέρον ὄγκιον, ἔνθα σίδηρος κεῖτο πολὺς καὶ χαλκός, ἀέθλια τοῖο ἄνακτος. ἡ δʼ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν, στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο, ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα. ἀμφίπολος δʼ ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη. αὐτίκα δὲ μνηστῆρσι μετηύδα καὶ φάτο μῦθον· κέκλυτέ μευ, μνηστῆρες ἀγήνορες, οἳ τόδε δῶμα