οἳ πολλοὶ περὶ βόθρον ἐφοίτων ἄλλοθεν ἄλλος θεσπεσίῃ ἰαχῇ· ἐμὲ δὲ χλωρὸν δέος ᾕρει. δὴ τότʼ ἔπειθʼ ἑτάροισιν ἐποτρύνας ἐκέλευσα μῆλα, τὰ δὴ κατέκειτʼ ἐσφαγμένα νηλέι χαλκῷ, δείραντας κατακῆαι, ἐπεύξασθαι δὲ θεοῖσιν, ἰφθίμῳ τʼ Ἀΐδῃ καὶ ἐπαινῇ Περσεφονείῃ· αὐτὸς δὲ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ ἥμην, οὐδʼ εἴων νεκύων ἀμενηνὰ κάρηνα αἵματος ἆσσον ἴμεν, πρὶν Τειρεσίαο πυθέσθαι. πρώτη δὲ ψυχὴ Ἐλπήνορος ἦλθεν ἑταίρου· οὐ γάρ πω ἐτέθαπτο ὑπὸ χθονὸς εὐρυοδείης· σῶμα γὰρ ἐν Κίρκης μεγάρῳ κατελείπομεν ἡμεῖς ἄκλαυτον καὶ ἄθαπτον, ἐπεὶ πόνος ἄλλος ἔπειγε. τὸν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε θυμῷ, καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων· Ἐλπῆνορ, πῶς ἦλθες ὑπὸ ζόφον ἠερόεντα; ἔφθης πεζὸς ἰὼν ἢ ἐγὼ σὺν νηὶ μελαίνῃ. ὣς ἐφάμην, ὁ δέ μʼ οἰμώξας ἠμείβετο μύθῳ· διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ, ἆσέ με δαίμονος αἶσα κακὴ καὶ ἀθέσφατος οἶνος. Κίρκης δʼ ἐν μεγάρῳ καταλέγμενος οὐκ ἐνόησα ἄψορρον καταβῆναι ἰὼν ἐς κλίμακα μακρήν, ἀλλὰ καταντικρὺ τέγεος πέσον· ἐκ δέ μοι αὐχὴν ἀστραγάλων ἐάγη, ψυχὴ δʼ Ἄϊδόσδε κατῆλθε. νῦν δέ σε τῶν ὄπιθεν γουνάζομαι, οὐ παρεόντων, πρός τʼ ἀλόχου καὶ πατρός, ὅ σʼ ἔτρεφε τυτθὸν ἐόντα, Τηλεμάχου θʼ, ὃν μοῦνον ἐνὶ μεγάροισιν ἔλειπες· οἶδα γὰρ ὡς ἐνθένδε κιὼν δόμου ἐξ Ἀίδαο νῆσον ἐς Αἰαίην σχήσεις ἐυεργέα νῆα· ἔνθα σʼ ἔπειτα, ἄναξ, κέλομαι μνήσασθαι ἐμεῖο. μή μʼ ἄκλαυτον ἄθαπτον ἰὼν ὄπιθεν καταλείπειν νοσφισθείς, μή τοί τι θεῶν μήνιμα γένωμαι, ἀλλά με κακκῆαι σὺν τεύχεσιν, ἅσσα μοι ἔστιν, σῆμά τέ μοι χεῦαι πολιῆς ἐπὶ θινὶ θαλάσσης, ἀνδρὸς δυστήνοιο καὶ ἐσσομένοισι πυθέσθαι. ταῦτά τέ μοι τελέσαι πῆξαί τʼ ἐπὶ τύμβῳ ἐρετμόν, τῷ καὶ ζωὸς ἔρεσσον ἐὼν μετʼ ἐμοῖς ἑτάροισιν. ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον· ταῦτά τοι, ὦ δύστηνε, τελευτήσω τε καὶ ἔρξω. νῶι μὲν ὣς ἐπέεσσιν ἀμειβομένω στυγεροῖσιν ἥμεθʼ, ἐγὼ μὲν ἄνευθεν ἐφʼ αἵματι φάσγανον ἴσχων, εἴδωλον δʼ ἑτέρωθεν ἑταίρου πόλλʼ ἀγόρευεν· ἦλθε δʼ ἐπὶ ψυχὴ μητρὸς κατατεθνηυίης, Αὐτολύκου θυγάτηρ μεγαλήτορος Ἀντίκλεια, τὴν ζωὴν κατέλειπον ἰὼν εἰς Ἴλιον ἱρήν. τὴν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε θυμῷ· ἀλλʼ οὐδʼ ὣς εἴων προτέρην, πυκινόν περ ἀχεύων, αἵματος ἆσσον ἴμεν, πρὶν Τειρεσίαο πυθέσθαι. ἦλθε δʼ ἐπὶ ψυχὴ Θηβαίου Τειρεσίαο χρύσεον σκῆπτρον ἔχων, ἐμὲ δʼ ἔγνω καὶ προσέειπεν· διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ, τίπτʼ αὖτʼ, ὦ δύστηνε, λιπὼν φάος ἠελίοιο ἤλυθες, ὄφρα ἴδῃ νέκυας καὶ ἀτερπέα χῶρον; ἀλλʼ ἀποχάζεο βόθρου, ἄπισχε δὲ φάσγανον ὀξύ, αἵματος ὄφρα πίω καί τοι νημερτέα εἴπω. ὣς φάτʼ, ἐγὼ δʼ ἀναχασσάμενος ξίφος ἀργυρόηλον κουλεῷ ἐγκατέπηξʼ. ὁ δʼ ἐπεὶ πίεν αἷμα κελαινόν, καὶ τότε δή μʼ ἐπέεσσι προσηύδα μάντις ἀμύμων· νόστον δίζηαι μελιηδέα, φαίδιμʼ Ὀδυσσεῦ· τὸν δέ τοι ἀργαλέον θήσει θεός· οὐ γὰρ ὀίω λήσειν ἐννοσίγαιον, ὅ τοι κότον ἔνθετο θυμῷ χωόμενος ὅτι οἱ υἱὸν φίλον ἐξαλάωσας. ἀλλʼ ἔτι μέν κε καὶ ὣς κακά περ πάσχοντες ἵκοισθε, αἴ κʼ ἐθέλῃς σὸν θυμὸν ἐρυκακέειν καὶ ἑταίρων, ὁππότε κε πρῶτον πελάσῃς ἐυεργέα νῆα Θρινακίῃ νήσῳ, προφυγὼν ἰοειδέα πόντον, βοσκομένας δʼ εὕρητε βόας καὶ ἴφια μῆλα Ἠελίου, ὃς πάντʼ ἐφορᾷ καὶ πάντʼ ἐπακούει. τὰς εἰ μέν κʼ ἀσινέας ἐάᾳς νόστου τε μέδηαι, καί κεν ἔτʼ εἰς Ἰθάκην κακά περ πάσχοντες ἵκοισθε· εἰ δέ κε σίνηαι, τότε τοι τεκμαίρομʼ ὄλεθρον, νηί τε καὶ ἑτάροις. αὐτὸς δʼ εἴ πέρ κεν ἀλύξῃς,