<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="11" type="textpart" subtype="book"><q type="unspecified"><l n="258">τοὺς δʼ ἑτέρους Κρηθῆι τέκεν βασίλεια γυναικῶν,</l><l n="259">Αἴσονά τʼ ἠδὲ Φέρητʼ Ἀμυθάονά θʼ ἱππιοχάρμην.</l><l n="260"><milestone unit="para" ed="P"/>τὴν δὲ μετʼ Ἀντιόπην ἴδον, Ἀσωποῖο θύγατρα,</l><l n="261">ἣ δὴ καὶ Διὸς εὔχετʼ ἐν ἀγκοίνῃσιν ἰαῦσαι,</l><l n="262">καί ῥʼ ἔτεκεν δύο παῖδʼ, Ἀμφίονά τε Ζῆθόν τε,</l><l n="263">οἳ πρῶτοι Θήβης ἕδος ἔκτισαν ἑπταπύλοιο,</l><l n="264">πύργωσάν τʼ, ἐπεὶ οὐ μὲν ἀπύργωτόν γʼ ἐδύναντο</l><l n="265">ναιέμεν εὐρύχορον Θήβην, κρατερώ περ ἐόντε.</l><l n="266"><milestone unit="para" ed="P"/>τὴν δὲ μετʼ Ἀλκμήνην ἴδον, Ἀμφιτρύωνος
                     ἄκοιτιν,</l><l n="267">ἥ ῥʼ Ἡρακλῆα θρασυμέμνονα θυμολέοντα</l><l n="268">γείνατʼ ἐν ἀγκοίνῃσι Διὸς μεγάλοιο μιγεῖσα·</l><l n="269">καὶ Μεγάρην, Κρείοντος ὑπερθύμοιο θύγατρα,</l><l n="270">τὴν ἔχεν Ἀμφιτρύωνος υἱὸς μένος αἰὲν ἀτειρής.</l><milestone n="271" unit="card" ed="p"/><l n="271"><milestone unit="para" ed="P"/>μητέρα τʼ Οἰδιπόδαο ἴδον, καλὴν Ἐπικάστην,</l><l n="272">ἣ μέγα ἔργον ἔρεξεν ἀιδρείῃσι νόοιο</l><l n="273">γημαμένη ᾧ υἷι· ὁ δʼ ὃν πατέρʼ ἐξεναρίξας</l><l n="274">γῆμεν· ἄφαρ δʼ ἀνάπυστα θεοὶ θέσαν ἀνθρώποισιν.</l><l n="275">ἀλλʼ ὁ μὲν ἐν Θήβῃ πολυηράτῳ ἄλγεα πάσχων</l><l n="276">Καδμείων ἤνασσε θεῶν ὀλοὰς διὰ βουλάς·</l><l n="277">ἡ δʼ ἔβη εἰς Ἀίδαο πυλάρταο κρατεροῖο,</l><l n="278">ἁψαμένη βρόχον αἰπὺν ἀφʼ ὑψηλοῖο μελάθρου,</l><l n="279">ᾧ ἄχεϊ σχομένη· τῷ δʼ ἄλγεα κάλλιπʼ ὀπίσσω</l><l n="280">πολλὰ μάλʼ, ὅσσα τε μητρὸς Ἐρινύες ἐκτελέουσιν.</l><l n="281"><milestone unit="para" ed="P"/>καὶ Χλῶριν εἶδον περικαλλέα, τήν ποτε Νηλεὺς</l><l n="282">γῆμεν ἑὸν διὰ κάλλος, ἐπεὶ πόρε μυρία ἕδνα,</l><l n="283">ὁπλοτάτην κούρην Ἀμφίονος Ἰασίδαο,</l><l n="284">ὅς ποτʼ ἐν Ὀρχομενῷ Μινυείῳ ἶφι ἄνασσεν·</l><l n="285">ἡ δὲ Πύλου βασίλευε, τέκεν δέ οἱ ἀγλαὰ τέκνα,</l><l n="286">Νέστορά τε Χρόνιον τε Περικλύμενόν τʼ ἀγέρωχον.</l><l n="287">τοῖσι δʼ ἐπʼ ἰφθίμην Πηρὼ τέκε, θαῦμα βροτοῖσι,</l><l n="288">τὴν πάντες μνώοντο περικτίται· οὐδʼ ἄρα Νηλεὺς</l><l n="289">τῷ ἐδίδου ὃς μὴ ἕλικας βόας εὐρυμετώπους</l><l n="290">ἐκ Φυλάκης ἐλάσειε βίης Ἰφικληείης</l><l n="291">ἀργαλέας· τὰς δʼ οἶος ὑπέσχετο μάντις ἀμύμων</l><l n="292">ἐξελάαν· χαλεπὴ δὲ θεοῦ κατὰ μοῖρα πέδησε,</l><l n="293">δεσμοί τʼ ἀργαλέοι καὶ βουκόλοι ἀγροιῶται.</l><l n="294">ἀλλʼ ὅτε δὴ μῆνές τε καὶ ἡμέραι ἐξετελεῦντο</l><l n="295">ἂψ περιτελλομένου ἔτεος καὶ ἐπήλυθον ὧραι,</l><l n="296">καὶ τότε δή μιν ἔλυσε βίη Ἰφικληείη,</l><l n="297">θέσφατα πάντʼ εἰπόντα· Διὸς δʼ ἐτελείετο βουλή.</l><l n="298"><milestone unit="para" ed="P"/>καὶ Λήδην εἶδον, τὴν Τυνδαρέου παράκοιτιν,</l><l n="299">ἥ ῥʼ ὑπὸ Τυνδαρέῳ κρατερόφρονε γείνατο παῖδε,</l><l n="300">Κάστορά θʼ ἱππόδαμον καὶ πὺξ ἀγαθὸν Πολυδεύκεα,</l><l n="301">τοὺς ἄμφω ζωοὺς κατέχει φυσίζοος αἶα·</l><l n="302">οἳ καὶ νέρθεν γῆς τιμὴν πρὸς Ζηνὸς ἔχοντες</l><l n="303">ἄλλοτε μὲν ζώουσʼ ἑτερήμεροι, ἄλλοτε δʼ αὖτε</l><l n="304">τεθνᾶσιν· τιμὴν δὲ λελόγχασιν ἶσα θεοῖσι.</l><l n="305"><milestone unit="para" ed="P"/>τὴν δὲ μετʼ Ἰφιμέδειαν, Ἀλωῆος παράκοιτιν</l><l n="306">εἴσιδον, ἣ δὴ φάσκε Ποσειδάωνι μιγῆναι,</l><l n="307">καί ῥʼ ἔτεκεν δύο παῖδε, μινυνθαδίω δʼ ἐγενέσθην,</l><l n="308">Ὦτόν τʼ ἀντίθεον τηλεκλειτόν τʼ Ἐφιάλτην,</l><l n="309">οὓς δὴ μηκίστους θρέψε ζείδωρος ἄρουρα</l><l n="310">καὶ πολὺ καλλίστους μετά γε κλυτὸν Ὠρίωνα·</l><l n="311">ἐννέωροι γὰρ τοί γε καὶ ἐννεαπήχεες ἦσαν</l><l n="312">εὖρος, ἀτὰρ μῆκός γε γενέσθην ἐννεόργυιοι.</l><l n="313">οἵ ῥα καὶ ἀθανάτοισιν ἀπειλήτην ἐν Ὀλύμπῳ</l><l n="314">φυλόπιδα στήσειν πολυάικος πολέμοιο.</l><l n="315">Ὄσσαν ἐπʼ Οὐλύμπῳ μέμασαν θέμεν, αὐτὰρ ἐπʼ Ὄσσῃ</l><l n="316">Πήλιον εἰνοσίφυλλον, ἵνʼ οὐρανὸς ἀμβατὸς εἴη.</l><l n="317">καί νύ κεν ἐξετέλεσσαν, εἰ ἥβης μέτρον ἵκοντο·</l><l n="318">ἀλλʼ ὄλεσεν Διὸς υἱός, ὃν ἠύκομος τέκε Λητώ,</l><l n="319">ἀμφοτέρω, πρίν σφωιν ὑπὸ κροτάφοισιν ἰούλους</l><l n="320">ἀνθῆσαι πυκάσαι τε γένυς ἐυανθέι λάχνῃ.</l><milestone n="321" unit="card" ed="p"/><l n="321"><milestone unit="para" ed="P"/>Φαίδρην τε Πρόκριν τε ἴδον καλήν τʼ
                     Ἀριάδνην,</l><l n="322">κούρην Μίνωος ὀλοόφρονος, ἥν ποτε Θησεὺς</l><l n="323">ἐκ Κρήτης ἐς γουνὸν Ἀθηνάων ἱεράων</l><l n="324">ἦγε μέν, οὐδʼ ἀπόνητο· πάρος δέ μιν Ἄρτεμις ἔκτα</l><l n="325">Δίῃ ἐν ἀμφιρύτῃ Διονύσου μαρτυρίῃσιν.</l><l n="326"><milestone unit="para" ed="P"/>Μαῖράν τε Κλυμένην τε ἴδον στυγερήν τʼ
                     Ἐριφύλην,</l><l n="327">ἣ χρυσὸν φίλου ἀνδρὸς ἐδέξατο τιμήεντα.</l><l n="328">πάσας δʼ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδʼ ὀνομήνω,</l><l n="329">ὅσσας ἡρώων ἀλόχους ἴδον ἠδὲ θύγατρας·</l></q></div></div></body></text></TEI>