τοὺς δʼ ἑτέρους Κρηθῆι τέκεν βασίλεια γυναικῶν, Αἴσονά τʼ ἠδὲ Φέρητʼ Ἀμυθάονά θʼ ἱππιοχάρμην. τὴν δὲ μετʼ Ἀντιόπην ἴδον, Ἀσωποῖο θύγατρα, ἣ δὴ καὶ Διὸς εὔχετʼ ἐν ἀγκοίνῃσιν ἰαῦσαι, καί ῥʼ ἔτεκεν δύο παῖδʼ, Ἀμφίονά τε Ζῆθόν τε, οἳ πρῶτοι Θήβης ἕδος ἔκτισαν ἑπταπύλοιο, πύργωσάν τʼ, ἐπεὶ οὐ μὲν ἀπύργωτόν γʼ ἐδύναντο ναιέμεν εὐρύχορον Θήβην, κρατερώ περ ἐόντε. τὴν δὲ μετʼ Ἀλκμήνην ἴδον, Ἀμφιτρύωνος ἄκοιτιν, ἥ ῥʼ Ἡρακλῆα θρασυμέμνονα θυμολέοντα γείνατʼ ἐν ἀγκοίνῃσι Διὸς μεγάλοιο μιγεῖσα· καὶ Μεγάρην, Κρείοντος ὑπερθύμοιο θύγατρα, τὴν ἔχεν Ἀμφιτρύωνος υἱὸς μένος αἰὲν ἀτειρής. μητέρα τʼ Οἰδιπόδαο ἴδον, καλὴν Ἐπικάστην, ἣ μέγα ἔργον ἔρεξεν ἀιδρείῃσι νόοιο γημαμένη ᾧ υἷι· ὁ δʼ ὃν πατέρʼ ἐξεναρίξας γῆμεν· ἄφαρ δʼ ἀνάπυστα θεοὶ θέσαν ἀνθρώποισιν. ἀλλʼ ὁ μὲν ἐν Θήβῃ πολυηράτῳ ἄλγεα πάσχων Καδμείων ἤνασσε θεῶν ὀλοὰς διὰ βουλάς· ἡ δʼ ἔβη εἰς Ἀίδαο πυλάρταο κρατεροῖο, ἁψαμένη βρόχον αἰπὺν ἀφʼ ὑψηλοῖο μελάθρου, ᾧ ἄχεϊ σχομένη· τῷ δʼ ἄλγεα κάλλιπʼ ὀπίσσω πολλὰ μάλʼ, ὅσσα τε μητρὸς Ἐρινύες ἐκτελέουσιν. καὶ Χλῶριν εἶδον περικαλλέα, τήν ποτε Νηλεὺς γῆμεν ἑὸν διὰ κάλλος, ἐπεὶ πόρε μυρία ἕδνα, ὁπλοτάτην κούρην Ἀμφίονος Ἰασίδαο, ὅς ποτʼ ἐν Ὀρχομενῷ Μινυείῳ ἶφι ἄνασσεν· ἡ δὲ Πύλου βασίλευε, τέκεν δέ οἱ ἀγλαὰ τέκνα, Νέστορά τε Χρόνιον τε Περικλύμενόν τʼ ἀγέρωχον. τοῖσι δʼ ἐπʼ ἰφθίμην Πηρὼ τέκε, θαῦμα βροτοῖσι, τὴν πάντες μνώοντο περικτίται· οὐδʼ ἄρα Νηλεὺς τῷ ἐδίδου ὃς μὴ ἕλικας βόας εὐρυμετώπους ἐκ Φυλάκης ἐλάσειε βίης Ἰφικληείης ἀργαλέας· τὰς δʼ οἶος ὑπέσχετο μάντις ἀμύμων ἐξελάαν· χαλεπὴ δὲ θεοῦ κατὰ μοῖρα πέδησε, δεσμοί τʼ ἀργαλέοι καὶ βουκόλοι ἀγροιῶται. ἀλλʼ ὅτε δὴ μῆνές τε καὶ ἡμέραι ἐξετελεῦντο ἂψ περιτελλομένου ἔτεος καὶ ἐπήλυθον ὧραι, καὶ τότε δή μιν ἔλυσε βίη Ἰφικληείη, θέσφατα πάντʼ εἰπόντα· Διὸς δʼ ἐτελείετο βουλή. καὶ Λήδην εἶδον, τὴν Τυνδαρέου παράκοιτιν, ἥ ῥʼ ὑπὸ Τυνδαρέῳ κρατερόφρονε γείνατο παῖδε, Κάστορά θʼ ἱππόδαμον καὶ πὺξ ἀγαθὸν Πολυδεύκεα, τοὺς ἄμφω ζωοὺς κατέχει φυσίζοος αἶα· οἳ καὶ νέρθεν γῆς τιμὴν πρὸς Ζηνὸς ἔχοντες ἄλλοτε μὲν ζώουσʼ ἑτερήμεροι, ἄλλοτε δʼ αὖτε τεθνᾶσιν· τιμὴν δὲ λελόγχασιν ἶσα θεοῖσι. τὴν δὲ μετʼ Ἰφιμέδειαν, Ἀλωῆος παράκοιτιν εἴσιδον, ἣ δὴ φάσκε Ποσειδάωνι μιγῆναι, καί ῥʼ ἔτεκεν δύο παῖδε, μινυνθαδίω δʼ ἐγενέσθην, Ὦτόν τʼ ἀντίθεον τηλεκλειτόν τʼ Ἐφιάλτην, οὓς δὴ μηκίστους θρέψε ζείδωρος ἄρουρα καὶ πολὺ καλλίστους μετά γε κλυτὸν Ὠρίωνα· ἐννέωροι γὰρ τοί γε καὶ ἐννεαπήχεες ἦσαν εὖρος, ἀτὰρ μῆκός γε γενέσθην ἐννεόργυιοι. οἵ ῥα καὶ ἀθανάτοισιν ἀπειλήτην ἐν Ὀλύμπῳ φυλόπιδα στήσειν πολυάικος πολέμοιο. Ὄσσαν ἐπʼ Οὐλύμπῳ μέμασαν θέμεν, αὐτὰρ ἐπʼ Ὄσσῃ Πήλιον εἰνοσίφυλλον, ἵνʼ οὐρανὸς ἀμβατὸς εἴη. καί νύ κεν ἐξετέλεσσαν, εἰ ἥβης μέτρον ἵκοντο· ἀλλʼ ὄλεσεν Διὸς υἱός, ὃν ἠύκομος τέκε Λητώ, ἀμφοτέρω, πρίν σφωιν ὑπὸ κροτάφοισιν ἰούλους ἀνθῆσαι πυκάσαι τε γένυς ἐυανθέι λάχνῃ. Φαίδρην τε Πρόκριν τε ἴδον καλήν τʼ Ἀριάδνην, κούρην Μίνωος ὀλοόφρονος, ἥν ποτε Θησεὺς ἐκ Κρήτης ἐς γουνὸν Ἀθηνάων ἱεράων ἦγε μέν, οὐδʼ ἀπόνητο· πάρος δέ μιν Ἄρτεμις ἔκτα Δίῃ ἐν ἀμφιρύτῃ Διονύσου μαρτυρίῃσιν. Μαῖράν τε Κλυμένην τε ἴδον στυγερήν τʼ Ἐριφύλην, ἣ χρυσὸν φίλου ἀνδρὸς ἐδέξατο τιμήεντα. πάσας δʼ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδʼ ὀνομήνω, ὅσσας ἡρώων ἀλόχους ἴδον ἠδὲ θύγατρας·