<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="11" type="textpart" subtype="book"><q type="unspecified"><q type="unspecified"><l n="186">δαίνυται, ἃς ἐπέοικε δικασπόλον ἄνδρʼ ἀλεγύνειν·</l><l n="187">πάντες γὰρ καλέουσι. πατὴρ δὲ σὸς αὐτόθι μίμνει</l><l n="188">ἀγρῷ, οὐδὲ πόλινδε κατέρχεται. οὐδέ οἱ εὐναὶ</l><l n="189">δέμνια καὶ χλαῖναι καὶ ῥήγεα σιγαλόεντα,</l><l n="190">ἀλλʼ ὅ γε χεῖμα μὲν εὕδει ὅθι δμῶες ἐνὶ οἴκῳ,</l><l n="191">ἐν κόνι ἄγχι πυρός, κακὰ δὲ χροῒ εἵματα εἷται·</l><l n="192">αὐτὰρ ἐπὴν ἔλθῃσι θέρος τεθαλυῖά τʼ ὀπώρη,</l><l n="193">πάντῃ οἱ κατὰ γουνὸν ἀλωῆς οἰνοπέδοιο</l><l n="194">φύλλων κεκλιμένων χθαμαλαὶ βεβλήαται εὐναί.</l><l n="195">ἔνθʼ ὅ γε κεῖτʼ ἀχέων, μέγα δὲ φρεσὶ πένθος ἀέξει</l><l n="196">σὸν νόστον ποθέων, χαλεπὸν δʼ ἐπὶ γῆρας ἱκάνει.</l><l n="197">οὕτω γὰρ καὶ ἐγὼν ὀλόμην καὶ πότμον ἐπέσπον·</l><l n="198">οὔτʼ ἐμέ γʼ ἐν μεγάροισιν ἐύσκοπος ἰοχέαιρα</l><l n="199">οἷς ἀγανοῖς βελέεσσιν ἐποιχομένη κατέπεφνεν,</l><l n="200">οὔτε τις οὖν μοι νοῦσος ἐπήλυθεν, ἥ τε μάλιστα</l><l n="201">τηκεδόνι στυγερῇ μελέων ἐξείλετο θυμόν·</l><l n="202">ἀλλά με σός τε πόθος σά τε μήδεα, φαίδιμʼ Ὀδυσσεῦ,</l><l n="203">σή τʼ ἀγανοφροσύνη μελιηδέα θυμὸν ἀπηύρα.</l></q><l n="204"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, αὐτὰρ ἐγώ γʼ ἔθελον φρεσὶ
                     μερμηρίξας</l><l n="205">μητρὸς ἐμῆς ψυχὴν ἑλέειν κατατεθνηυίης.</l><l n="206">τρὶς μὲν ἐφωρμήθην, ἑλέειν τέ με θυμὸς ἀνώγει,</l><l n="207">τρὶς δέ μοι ἐκ χειρῶν σκιῇ εἴκελον ἢ καὶ ὀνείρῳ</l><l n="208">ἔπτατʼ. ἐμοὶ δʼ ἄχος ὀξὺ γενέσκετο κηρόθι μᾶλλον,</l><l n="209">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·</l><q type="unspecified"><l n="210"><milestone unit="para" ed="P"/>μῆτερ ἐμή, τί νύ μʼ οὐ μίμνεις ἑλέειν
                        μεμαῶτα,</l><l n="211">ὄφρα καὶ εἰν Ἀίδαο φίλας περὶ χεῖρε βαλόντε</l><l n="212">ἀμφοτέρω κρυεροῖο τεταρπώμεσθα γόοιο;</l><l n="213">ἦ τί μοι εἴδωλον τόδʼ ἀγαυὴ Περσεφόνεια</l><l n="214">ὤτρυνʼ, ὄφρʼ ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω;</l></q><l n="215"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο πότνια
                     μήτηρ·</l><q type="unspecified"><l n="216">ὤ μοι, τέκνον ἐμόν, περὶ πάντων κάμμορε φωτῶν,</l><l n="217">οὔ τί σε Περσεφόνεια Διὸς θυγάτηρ ἀπαφίσκει,</l><l n="218">ἀλλʼ αὕτη δίκη ἐστὶ βροτῶν, ὅτε τίς κε θάνῃσιν·</l><l n="219">οὐ γὰρ ἔτι σάρκας τε καὶ ὀστέα ἶνες ἔχουσιν,</l><l n="220">ἀλλὰ τὰ μέν τε πυρὸς κρατερὸν μένος αἰθομένοιο</l><l n="221">δαμνᾷ, ἐπεί κε πρῶτα λίπῃ λεύκʼ ὀστέα θυμός,</l><l n="222">ψυχὴ δʼ ἠύτʼ ὄνειρος ἀποπταμένη πεπότηται.</l><l n="223">ἀλλὰ φόωσδε τάχιστα λιλαίεο· ταῦτα δὲ πάντα</l><l n="224">ἴσθʼ, ἵνα καὶ μετόπισθε τεῇ εἴπῃσθα γυναικί.</l></q><milestone n="225" unit="card" ed="p"/><l n="225"><milestone unit="para" ed="P"/>νῶι μὲν ὣς ἐπέεσσιν ἀμειβόμεθʼ, αἱ δὲ
                     γυναῖκες</l><l n="226">ἤλυθον, ὤτρυνεν γὰρ ἀγαυὴ Περσεφόνεια,</l><l n="227">ὅσσαι ἀριστήων ἄλοχοι ἔσαν ἠδὲ θύγατρες.</l><l n="228">αἱ δʼ ἀμφʼ αἷμα κελαινὸν ἀολλέες ἠγερέθοντο,</l><l n="229">αὐτὰρ ἐγὼ βούλευον ὅπως ἐρέοιμι ἑκάστην.</l><l n="230">ἥδε δέ μοι κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή·</l><l n="231">σπασσάμενος τανύηκες ἄορ παχέος παρὰ μηροῦ</l><l n="232">οὐκ εἴων πίνειν ἅμα πάσας αἷμα κελαινόν.</l><l n="233">αἱ δὲ προμνηστῖναι ἐπήισαν, ἠδὲ ἑκάστη</l><l n="234">ὃν γόνον ἐξαγόρευεν· ἐγὼ δʼ ἐρέεινον ἁπάσας.</l><l n="235"><milestone unit="para" ed="P"/>ἔνθʼ ἦ τοι πρώτην Τυρὼ ἴδον εὐπατέρειαν,</l><l n="236">ἣ φάτο Σαλμωνῆος ἀμύμονος ἔκγονος εἶναι,</l><l n="237">φῆ δὲ Κρηθῆος γυνὴ ἔμμεναι Αἰολίδαο·</l><l n="238">ἣ ποταμοῦ ἠράσσατʼ Ἐνιπῆος θείοιο,</l><l n="239">ὃς πολὺ κάλλιστος ποταμῶν ἐπὶ γαῖαν ἵησι,</l><l n="240">καί ῥʼ ἐπʼ Ἐνιπῆος πωλέσκετο καλὰ ῥέεθρα.</l><l n="241">τῷ δʼ ἄρα εἰσάμενος γαιήοχος ἐννοσίγαιος</l><l n="242">ἐν προχοῇς ποταμοῦ παρελέξατο δινήεντος·</l><l n="243">πορφύρεον δʼ ἄρα κῦμα περιστάθη, οὔρεϊ ἶσον,</l><l n="244">κυρτωθέν, κρύψεν δὲ θεὸν θνητήν τε γυναῖκα.</l><l n="245">λῦσε δὲ παρθενίην ζώνην, κατὰ δʼ ὕπνον ἔχευεν.</l><l n="246">αὐτὰρ ἐπεί ῥʼ ἐτέλεσσε θεὸς φιλοτήσια ἔργα,</l><l n="247">ἔν τʼ ἄρα οἱ φῦ χειρί, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·</l><q type="unspecified"><l n="248"><milestone unit="para" ed="P"/>χαῖρε, γύναι, φιλότητι· περιπλομένου δʼ
                        ἐνιαυτοῦ</l><l n="249">τέξεις ἀγλαὰ τέκνα, ἐπεὶ οὐκ ἀποφώλιοι εὐναὶ</l><l n="250">ἀθανάτων· σὺ δὲ τοὺς κομέειν ἀτιταλλέμεναί τε.</l><l n="251">νῦν δʼ ἔρχευ πρὸς δῶμα, καὶ ἴσχεο μηδʼ ὀνομήνῃς·</l><l n="252">αὐτὰρ ἐγώ τοί εἰμι Ποσειδάων ἐνοσίχθων.</l></q><l n="253"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα.</l><l n="254">ἡ δʼ ὑποκυσαμένη Πελίην τέκε καὶ Νηλῆα,</l><l n="255">τὼ κρατερὼ θεράποντε Διὸς μεγάλοιο γενέσθην</l><l n="256">ἀμφοτέρω· Πελίης μὲν ἐν εὐρυχόρῳ Ἰαωλκῷ</l><l n="257">ναῖε πολύρρηνος, ὁ δʼ ἄρʼ ἐν Πύλῳ ἠμαθόεντι.</l></q></div></div></body></text></TEI>