δαίνυται, ἃς ἐπέοικε δικασπόλον ἄνδρʼ ἀλεγύνειν· πάντες γὰρ καλέουσι. πατὴρ δὲ σὸς αὐτόθι μίμνει ἀγρῷ, οὐδὲ πόλινδε κατέρχεται. οὐδέ οἱ εὐναὶ δέμνια καὶ χλαῖναι καὶ ῥήγεα σιγαλόεντα, ἀλλʼ ὅ γε χεῖμα μὲν εὕδει ὅθι δμῶες ἐνὶ οἴκῳ, ἐν κόνι ἄγχι πυρός, κακὰ δὲ χροῒ εἵματα εἷται· αὐτὰρ ἐπὴν ἔλθῃσι θέρος τεθαλυῖά τʼ ὀπώρη, πάντῃ οἱ κατὰ γουνὸν ἀλωῆς οἰνοπέδοιο φύλλων κεκλιμένων χθαμαλαὶ βεβλήαται εὐναί. ἔνθʼ ὅ γε κεῖτʼ ἀχέων, μέγα δὲ φρεσὶ πένθος ἀέξει σὸν νόστον ποθέων, χαλεπὸν δʼ ἐπὶ γῆρας ἱκάνει. οὕτω γὰρ καὶ ἐγὼν ὀλόμην καὶ πότμον ἐπέσπον· οὔτʼ ἐμέ γʼ ἐν μεγάροισιν ἐύσκοπος ἰοχέαιρα οἷς ἀγανοῖς βελέεσσιν ἐποιχομένη κατέπεφνεν, οὔτε τις οὖν μοι νοῦσος ἐπήλυθεν, ἥ τε μάλιστα τηκεδόνι στυγερῇ μελέων ἐξείλετο θυμόν· ἀλλά με σός τε πόθος σά τε μήδεα, φαίδιμʼ Ὀδυσσεῦ, σή τʼ ἀγανοφροσύνη μελιηδέα θυμὸν ἀπηύρα. ὣς ἔφατʼ, αὐτὰρ ἐγώ γʼ ἔθελον φρεσὶ μερμηρίξας μητρὸς ἐμῆς ψυχὴν ἑλέειν κατατεθνηυίης. τρὶς μὲν ἐφωρμήθην, ἑλέειν τέ με θυμὸς ἀνώγει, τρὶς δέ μοι ἐκ χειρῶν σκιῇ εἴκελον ἢ καὶ ὀνείρῳ ἔπτατʼ. ἐμοὶ δʼ ἄχος ὀξὺ γενέσκετο κηρόθι μᾶλλον, καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων· μῆτερ ἐμή, τί νύ μʼ οὐ μίμνεις ἑλέειν μεμαῶτα, ὄφρα καὶ εἰν Ἀίδαο φίλας περὶ χεῖρε βαλόντε ἀμφοτέρω κρυεροῖο τεταρπώμεσθα γόοιο; ἦ τί μοι εἴδωλον τόδʼ ἀγαυὴ Περσεφόνεια ὤτρυνʼ, ὄφρʼ ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω; ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο πότνια μήτηρ· ὤ μοι, τέκνον ἐμόν, περὶ πάντων κάμμορε φωτῶν, οὔ τί σε Περσεφόνεια Διὸς θυγάτηρ ἀπαφίσκει, ἀλλʼ αὕτη δίκη ἐστὶ βροτῶν, ὅτε τίς κε θάνῃσιν· οὐ γὰρ ἔτι σάρκας τε καὶ ὀστέα ἶνες ἔχουσιν, ἀλλὰ τὰ μέν τε πυρὸς κρατερὸν μένος αἰθομένοιο δαμνᾷ, ἐπεί κε πρῶτα λίπῃ λεύκʼ ὀστέα θυμός, ψυχὴ δʼ ἠύτʼ ὄνειρος ἀποπταμένη πεπότηται. ἀλλὰ φόωσδε τάχιστα λιλαίεο· ταῦτα δὲ πάντα ἴσθʼ, ἵνα καὶ μετόπισθε τεῇ εἴπῃσθα γυναικί. νῶι μὲν ὣς ἐπέεσσιν ἀμειβόμεθʼ, αἱ δὲ γυναῖκες ἤλυθον, ὤτρυνεν γὰρ ἀγαυὴ Περσεφόνεια, ὅσσαι ἀριστήων ἄλοχοι ἔσαν ἠδὲ θύγατρες. αἱ δʼ ἀμφʼ αἷμα κελαινὸν ἀολλέες ἠγερέθοντο, αὐτὰρ ἐγὼ βούλευον ὅπως ἐρέοιμι ἑκάστην. ἥδε δέ μοι κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή· σπασσάμενος τανύηκες ἄορ παχέος παρὰ μηροῦ οὐκ εἴων πίνειν ἅμα πάσας αἷμα κελαινόν. αἱ δὲ προμνηστῖναι ἐπήισαν, ἠδὲ ἑκάστη ὃν γόνον ἐξαγόρευεν· ἐγὼ δʼ ἐρέεινον ἁπάσας. ἔνθʼ ἦ τοι πρώτην Τυρὼ ἴδον εὐπατέρειαν, ἣ φάτο Σαλμωνῆος ἀμύμονος ἔκγονος εἶναι, φῆ δὲ Κρηθῆος γυνὴ ἔμμεναι Αἰολίδαο· ἣ ποταμοῦ ἠράσσατʼ Ἐνιπῆος θείοιο, ὃς πολὺ κάλλιστος ποταμῶν ἐπὶ γαῖαν ἵησι, καί ῥʼ ἐπʼ Ἐνιπῆος πωλέσκετο καλὰ ῥέεθρα. τῷ δʼ ἄρα εἰσάμενος γαιήοχος ἐννοσίγαιος ἐν προχοῇς ποταμοῦ παρελέξατο δινήεντος· πορφύρεον δʼ ἄρα κῦμα περιστάθη, οὔρεϊ ἶσον, κυρτωθέν, κρύψεν δὲ θεὸν θνητήν τε γυναῖκα. λῦσε δὲ παρθενίην ζώνην, κατὰ δʼ ὕπνον ἔχευεν. αὐτὰρ ἐπεί ῥʼ ἐτέλεσσε θεὸς φιλοτήσια ἔργα, ἔν τʼ ἄρα οἱ φῦ χειρί, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε· χαῖρε, γύναι, φιλότητι· περιπλομένου δʼ ἐνιαυτοῦ τέξεις ἀγλαὰ τέκνα, ἐπεὶ οὐκ ἀποφώλιοι εὐναὶ ἀθανάτων· σὺ δὲ τοὺς κομέειν ἀτιταλλέμεναί τε. νῦν δʼ ἔρχευ πρὸς δῶμα, καὶ ἴσχεο μηδʼ ὀνομήνῃς· αὐτὰρ ἐγώ τοί εἰμι Ποσειδάων ἐνοσίχθων. ὣς εἰπὼν ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα. ἡ δʼ ὑποκυσαμένη Πελίην τέκε καὶ Νηλῆα, τὼ κρατερὼ θεράποντε Διὸς μεγάλοιο γενέσθην ἀμφοτέρω· Πελίης μὲν ἐν εὐρυχόρῳ Ἰαωλκῷ ναῖε πολύρρηνος, ὁ δʼ ἄρʼ ἐν Πύλῳ ἠμαθόεντι.