<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="11" type="textpart" subtype="book"><q type="unspecified"><q type="unspecified"><l n="114">ὀψὲ κακῶς νεῖαι, ὀλέσας ἄπο πάντας ἑταίρους,</l><l n="115">νηὸς ἐπʼ ἀλλοτρίης· δήεις δʼ ἐν πήματα οἴκῳ,</l><l n="116">ἄνδρας ὑπερφιάλους, οἵ τοι βίοτον κατέδουσι</l><l n="117">μνώμενοι ἀντιθέην ἄλοχον καὶ ἕδνα διδόντες.</l><l n="118">ἀλλʼ ἦ τοι κείνων γε βίας ἀποτίσεαι ἐλθών·</l><l n="119">αὐτὰρ ἐπὴν μνηστῆρας ἐνὶ μεγάροισι τεοῖσι</l><l n="120">κτείνῃς ἠὲ δόλῳ ἢ ἀμφαδὸν ὀξέι χαλκῷ,</l><l n="121">ἔρχεσθαι δὴ ἔπειτα λαβὼν ἐυῆρες ἐρετμόν,</l><l n="122">εἰς ὅ κε τοὺς ἀφίκηαι οἳ οὐκ ἴσασι θάλασσαν</l><l n="123">ἀνέρες, οὐδέ θʼ ἅλεσσι μεμιγμένον εἶδαρ ἔδουσιν·</l><l n="124">οὐδʼ ἄρα τοί γʼ ἴσασι νέας φοινικοπαρῄους</l><l n="125">οὐδʼ ἐυήρεʼ ἐρετμά, τά τε πτερὰ νηυσὶ πέλονται.</l><l n="126">σῆμα δέ τοι ἐρέω μάλʼ ἀριφραδές, οὐδέ σε λήσει·</l><l n="127">ὁππότε κεν δή τοι συμβλήμενος ἄλλος ὁδίτης</l><l n="128">φήῃ ἀθηρηλοιγὸν ἔχειν ἀνὰ φαιδίμῳ ὤμῳ,</l><l n="129">καὶ τότε δὴ γαίῃ πήξας ἐυῆρες ἐρετμόν,</l><l n="130">ῥέξας ἱερὰ καλὰ Ποσειδάωνι ἄνακτι,</l><l n="131">ἀρνειὸν ταῦρόν τε συῶν τʼ ἐπιβήτορα κάπρον,</l><l n="132">οἴκαδʼ ἀποστείχειν ἔρδειν θʼ ἱερᾶς ἑκατόμβας</l><l n="133">ἀθανάτοισι θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι,</l><l n="134">πᾶσι μάλʼ ἑξείης. θάνατος δέ τοι ἐξ ἁλὸς αὐτῷ</l><l n="135">ἀβληχρὸς μάλα τοῖος ἐλεύσεται, ὅς κέ σε πέφνῃ</l><l n="136">γήραι ὕπο λιπαρῷ ἀρημένον· ἀμφὶ δὲ λαοὶ</l><l n="137">ὄλβιοι ἔσσονται. τὰ δέ τοι νημερτέα εἴρω.</l></q><milestone n="138" unit="card" ed="p"/><l n="138"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος
                     προσέειπον·</l><q type="unspecified"><l n="139">Τειρεσίη, τὰ μὲν ἄρ που ἐπέκλωσαν θεοὶ αὐτοί.</l><l n="140">ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·</l><l n="141">μητρὸς τήνδʼ ὁρόω ψυχὴν κατατεθνηυίης·</l><l n="142">ἡ δʼ ἀκέουσʼ ἧσται σχεδὸν αἵματος, οὐδʼ ἑὸν υἱὸν</l><l n="143">ἔτλη ἐσάντα ἰδεῖν οὐδὲ προτιμυθήσασθαι.</l><l n="144">εἰπέ, ἄναξ, πῶς κέν με ἀναγνοίη τὸν ἐόντα;</l></q><l n="145"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος
                     προσέειπεν·</l><q type="unspecified"><l n="146">ῥηΐδιόν τοι ἔπος ἐρέω καὶ ἐπὶ φρεσὶ θήσω.</l><l n="147">ὅν τινα μέν κεν ἐᾷς νεκύων κατατεθνηώτων</l><l n="148">αἵματος ἆσσον ἴμεν, ὁ δέ τοι νημερτὲς ἐνίψει·</l><l n="149">ᾧ δέ κʼ ἐπιφθονέῃς, ὁ δέ τοι πάλιν εἶσιν ὀπίσσω.</l></q><l n="150"><milestone unit="para" ed="P"/>ὣς φαμένη ψυχὴ μὲν ἔβη δόμον Ἄϊδος εἴσω</l><l n="151">Τειρεσίαο ἄνακτος, ἐπεὶ κατὰ θέσφατʼ ἔλεξεν·</l><l n="152">αὐτὰρ ἐγὼν αὐτοῦ μένον ἔμπεδον, ὄφρʼ ἐπὶ μήτηρ</l><l n="153">ἤλυθε καὶ πίεν αἷμα κελαινεφές· αὐτίκα δʼ ἔγνω,</l><l n="154">καί μʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="155"><milestone unit="para" ed="P"/>τέκνον ἐμόν, πῶς ἦλθες ὑπὸ ζόφον ἠερόεντα</l><l n="156">ζωὸς ἐών; χαλεπὸν δὲ τάδε ζωοῖσιν ὁρᾶσθαι.</l><l n="157">μέσσῳ γὰρ μεγάλοι ποταμοὶ καὶ δεινὰ ῥέεθρα,</l><l n="158">Ὠκεανὸς μὲν πρῶτα, τὸν οὔ πως ἔστι περῆσαι</l><l n="159">πεζὸν ἐόντʼ, ἢν μή τις ἔχῃ ἐυεργέα νῆα.</l><l n="160">ἦ νῦν δὴ Τροίηθεν ἀλώμενος ἐνθάδʼ ἱκάνεις</l><l n="161">νηί τε καὶ ἑτάροισι πολὺν χρόνον; οὐδέ πω ἦλθες</l><l n="162">εἰς Ἰθάκην, οὐδʼ εἶδες ἐνὶ μεγάροισι γυναῖκα;</l></q><l n="163"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος
                     προσέειπον·</l><q type="unspecified"><l n="164">μῆτερ ἐμή, χρειώ με κατήγαγεν εἰς Ἀίδαο</l><l n="165">ψυχῇ χρησόμενον Θηβαίου Τειρεσίαο·</l><l n="166">οὐ γάρ πω σχεδὸν ἦλθον Ἀχαιΐδος, οὐδέ πω ἁμῆς</l><l n="167">γῆς ἐπέβην, ἀλλʼ αἰὲν ἔχων ἀλάλημαι ὀιζύν,</l><l n="168">ἐξ οὗ τὰ πρώτισθʼ ἑπόμην Ἀγαμέμνονι δίῳ</l><l n="169">Ἴλιον εἰς ἐύπωλον, ἵνα Τρώεσσι μαχοίμην.</l><l n="170">ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·</l><l n="171">τίς νύ σε κὴρ ἐδάμασσε τανηλεγέος θανάτοιο;</l><l n="172">ἦ δολιχὴ νοῦσος, ἦ Ἄρτεμις ἰοχέαιρα</l><l n="173">οἷς ἀγανοῖς βελέεσσιν ἐποιχομένη κατέπεφνεν;</l><l n="174">εἰπὲ δέ μοι πατρός τε καὶ υἱέος, ὃν κατέλειπον,</l><l n="175">ἢ ἔτι πὰρ κείνοισιν ἐμὸν γέρας, ἦέ τις ἤδη</l><l n="176">ἀνδρῶν ἄλλος ἔχει, ἐμὲ δʼ οὐκέτι φασὶ νέεσθαι.</l><l n="177">εἰπὲ δέ μοι μνηστῆς ἀλόχου βουλήν τε νόον τε,</l><l n="178">ἠὲ μένει παρὰ παιδὶ καὶ ἔμπεδα πάντα φυλάσσει</l><l n="179">ἦ ἤδη μιν ἔγημεν Ἀχαιῶν ὅς τις ἄριστος.</l></q><milestone n="180" unit="card" ed="p"/><l n="180"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο πότνια
                     μήτηρ·</l><q type="unspecified"><l n="181">καὶ λίην κείνη γε μένει τετληότι θυμῷ</l><l n="182">σοῖσιν ἐνὶ μεγάροισιν· ὀιζυραὶ δέ οἱ αἰεὶ</l><l n="183">φθίνουσιν νύκτες τε καὶ ἤματα δάκρυ χεούσῃ.</l><l n="184">σὸν δʼ οὔ πώ τις ἔχει καλὸν γέρας, ἀλλὰ ἕκηλος</l><l n="185">Τηλέμαχος τεμένεα νέμεται καὶ δαῖτας ἐίσας</l></q></q></div></div></body></text></TEI>