<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="10" type="textpart" subtype="book"><q type="unspecified"><l n="544">λεπτὸν καὶ χαρίεν, περὶ δὲ ζώνην βάλετʼ ἰξυῖ</l><l n="545">καλὴν χρυσείην, κεφαλῇ δʼ ἐπέθηκε καλύπτρην.</l><milestone n="546" unit="card" ed="p"/><l n="546">αὐτὰρ ἐγὼ διὰ δώματʼ ἰὼν ὤτρυνον ἑταίρους</l><l n="547">μειλιχίοις ἐπέεσσι παρασταδὸν ἄνδρα ἕκαστον·</l><q type="unspecified"><l n="548"><milestone unit="para" ed="P"/>μηκέτι νῦν εὕδοντες ἀωτεῖτε γλυκὺν ὕπνον,</l><l n="549">ἀλλʼ ἴομεν· δὴ γάρ μοι ἐπέφραδε πότνια Κίρκη.</l></q><l n="550"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, τοῖσιν δʼ ἐπεπείθετο θυμὸς
                     ἀγήνωρ.</l><l n="551">οὐδὲ μὲν οὐδʼ ἔνθεν περ ἀπήμονας ἦγον ἑταίρους.</l><l n="552">Ἐλπήνωρ δέ τις ἔσκε νεώτατος, οὔτε τι λίην</l><l n="553">ἄλκιμος ἐν πολέμῳ οὔτε φρεσὶν ᾗσιν ἀρηρώς·</l><l n="554">ὅς μοι ἄνευθʼ ἑτάρων ἱεροῖς ἐν δώμασι Κίρκης,</l><l n="555">ψύχεος ἱμείρων, κατελέξατο οἰνοβαρείων.</l><l n="556">κινυμένων δʼ ἑτάρων ὅμαδον καὶ δοῦπον ἀκούσας</l><l n="557">ἐξαπίνης ἀνόρουσε καὶ ἐκλάθετο φρεσὶν ᾗσιν</l><l n="558">ἄψορρον καταβῆναι ἰὼν ἐς κλίμακα μακρήν,</l><l n="559">ἀλλὰ καταντικρὺ τέγεος πέσεν· ἐκ δέ οἱ αὐχὴν</l><l n="560">ἀστραγάλων ἐάγη, ψυχὴ δʼ Ἄϊδόσδε κατῆλθεν.</l><l n="561"><milestone unit="para" ed="P"/>ἐρχομένοισι δὲ τοῖσιν ἐγὼ μετὰ μῦθον ἔειπον·</l><q type="unspecified"><l n="562">φάσθε νύ που οἶκόνδε φίλην ἐς πατρίδα γαῖαν</l><l n="563">ἔρχεσθʼ· ἄλλην δʼ ἧμιν ὁδὸν τεκμήρατο Κίρκη,</l><l n="564">εἰς Ἀίδαο δόμους καὶ ἐπαινῆς Περσεφονείης</l><l n="565">ψυχῇ χρησομένους Θηβαίου Τειρεσίαο.</l></q><l n="566"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, τοῖσιν δὲ κατεκλάσθη φίλον ἦτορ,</l><l n="567">ἑζόμενοι δὲ κατʼ αὖθι γόων τίλλοντό τε χαίτας·</l><l n="568">ἀλλʼ οὐ γάρ τις πρῆξις ἐγίγνετο μυρομένοισιν.</l><l n="569"><milestone unit="para" ed="P"/>ἀλλʼ ὅτε δή ῥʼ ἐπὶ νῆα θοὴν καὶ θῖνα
                     θαλάσσης</l><l n="570">ᾔομεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες,</l><l n="571">τόφρα δʼ ἄρʼ οἰχομένη Κίρκη παρὰ νηὶ μελαίνῃ</l><l n="572">ἀρνειὸν κατέδησεν ὄιν θῆλύν τε μέλαιναν,</l><l n="573">ῥεῖα παρεξελθοῦσα· τίς ἂν θεὸν οὐκ ἐθέλοντα</l><l n="574">ὀφθαλμοῖσιν ἴδοιτʼ ἢ ἔνθʼ ἢ ἔνθα κιόντα;</l></q></div><div n="11" type="textpart" subtype="book"><milestone n="1" unit="card" ed="p"/><q type="unspecified"><l n="1">αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλθομεν ἠδὲ θάλασσαν,</l><l n="2">νῆα μὲν ἂρ πάμπρωτον ἐρύσσαμεν εἰς ἅλα δῖαν,</l><l n="3">ἐν δʼ ἱστὸν τιθέμεσθα καὶ ἱστία νηὶ μελαίνῃ,</l><l n="4">ἐν δὲ τὰ μῆλα λαβόντες ἐβήσαμεν, ἂν δὲ καὶ αὐτοὶ</l><l n="5">βαίνομεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες.</l><l n="6">ἡμῖν δʼ αὖ κατόπισθε νεὸς κυανοπρῴροιο</l><l n="7">ἴκμενον οὖρον ἵει πλησίστιον, ἐσθλὸν ἑταῖρον,</l><l n="8">Κίρκη εὐπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα.</l><l n="9">ἡμεῖς δʼ ὅπλα ἕκαστα πονησάμενοι κατὰ νῆα</l><l n="10">ἥμεθα· τὴν δʼ ἄνεμός τε κυβερνήτης τʼ ἴθυνε.</l><l n="11">τῆς δὲ πανημερίης τέταθʼ ἱστία ποντοπορούσης·</l><l n="12">δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί.</l><l n="13"><milestone unit="para" ed="P"/>ἡ δʼ ἐς πείραθʼ ἵκανε βαθυρρόου Ὠκεανοῖο.</l><l n="14">ἔνθα δὲ Κιμμερίων ἀνδρῶν δῆμός τε πόλις τε,</l><l n="15">ἠέρι καὶ νεφέλῃ κεκαλυμμένοι· οὐδέ ποτʼ αὐτοὺς</l><l n="16">ἠέλιος φαέθων καταδέρκεται ἀκτίνεσσιν,</l><l n="17">οὔθʼ ὁπότʼ ἂν στείχῃσι πρὸς οὐρανὸν ἀστερόεντα,</l><l n="18">οὔθʼ ὅτʼ ἂν ἂψ ἐπὶ γαῖαν ἀπʼ οὐρανόθεν προτράπηται,</l><l n="19">ἀλλʼ ἐπὶ νὺξ ὀλοὴ τέταται δειλοῖσι βροτοῖσι.</l><l n="20">νῆα μὲν ἔνθʼ ἐλθόντες ἐκέλσαμεν, ἐκ δὲ τὰ μῆλα</l><l n="21">εἱλόμεθʼ· αὐτοὶ δʼ αὖτε παρὰ ῥόον Ὠκεανοῖο</l><l n="22">ᾔομεν, ὄφρʼ ἐς χῶρον ἀφικόμεθʼ, ὃν φράσε Κίρκη.</l><l n="23"><milestone unit="para" ed="P"/>ἔνθʼ ἱερήια μὲν Περιμήδης Εὐρύλοχός τε</l><l n="24">ἔσχον· ἐγὼ δʼ ἄορ ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ</l><l n="25">βόθρον ὄρυξʼ ὅσσον τε πυγούσιον ἔνθα καὶ ἔνθα,</l><l n="26">ἀμφʼ αὐτῷ δὲ χοὴν χεόμην πᾶσιν νεκύεσσι,</l><l n="27">πρῶτα μελικρήτῳ, μετέπειτα δὲ ἡδέι οἴνῳ,</l><l n="28">τὸ τρίτον αὖθʼ ὕδατι· ἐπὶ δʼ ἄλφιτα λευκὰ πάλυνον.</l><l n="29">πολλὰ δὲ γουνούμην νεκύων ἀμενηνὰ κάρηνα,</l><l n="30">ἐλθὼν εἰς Ἰθάκην στεῖραν βοῦν, ἥ τις ἀρίστη,</l><l n="31">ῥέξειν ἐν μεγάροισι πυρήν τʼ ἐμπλησέμεν ἐσθλῶν,</l><l n="32">Τειρεσίῃ δʼ ἀπάνευθεν ὄιν ἱερευσέμεν οἴῳ</l><l n="33">παμμέλανʼ, ὃς μήλοισι μεταπρέπει ἡμετέροισι.</l><l n="34">τοὺς δʼ ἐπεὶ εὐχωλῇσι λιτῇσί τε, ἔθνεα νεκρῶν,</l><l n="35">ἐλλισάμην, τὰ δὲ μῆλα λαβὼν ἀπεδειροτόμησα</l><l n="36">ἐς βόθρον, ῥέε δʼ αἷμα κελαινεφές· αἱ δʼ ἀγέροντο</l><l n="37">ψυχαὶ ὑπὲξ Ἐρέβευς νεκύων κατατεθνηώτων.</l><l n="38">νύμφαι τʼ ἠίθεοί τε πολύτλητοί τε γέροντες</l><l n="39">παρθενικαί τʼ ἀταλαὶ νεοπενθέα θυμὸν ἔχουσαι,</l><l n="40">πολλοὶ δʼ οὐτάμενοι χαλκήρεσιν ἐγχείῃσιν,</l><l n="41">ἄνδρες ἀρηίφατοι βεβροτωμένα τεύχεʼ ἔχοντες·</l></q></div></div></body></text></TEI>