λεπτὸν καὶ χαρίεν, περὶ δὲ ζώνην βάλετʼ ἰξυῖ καλὴν χρυσείην, κεφαλῇ δʼ ἐπέθηκε καλύπτρην. αὐτὰρ ἐγὼ διὰ δώματʼ ἰὼν ὤτρυνον ἑταίρους μειλιχίοις ἐπέεσσι παρασταδὸν ἄνδρα ἕκαστον· μηκέτι νῦν εὕδοντες ἀωτεῖτε γλυκὺν ὕπνον, ἀλλʼ ἴομεν· δὴ γάρ μοι ἐπέφραδε πότνια Κίρκη. ὣς ἐφάμην, τοῖσιν δʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ. οὐδὲ μὲν οὐδʼ ἔνθεν περ ἀπήμονας ἦγον ἑταίρους. Ἐλπήνωρ δέ τις ἔσκε νεώτατος, οὔτε τι λίην ἄλκιμος ἐν πολέμῳ οὔτε φρεσὶν ᾗσιν ἀρηρώς· ὅς μοι ἄνευθʼ ἑτάρων ἱεροῖς ἐν δώμασι Κίρκης, ψύχεος ἱμείρων, κατελέξατο οἰνοβαρείων. κινυμένων δʼ ἑτάρων ὅμαδον καὶ δοῦπον ἀκούσας ἐξαπίνης ἀνόρουσε καὶ ἐκλάθετο φρεσὶν ᾗσιν ἄψορρον καταβῆναι ἰὼν ἐς κλίμακα μακρήν, ἀλλὰ καταντικρὺ τέγεος πέσεν· ἐκ δέ οἱ αὐχὴν ἀστραγάλων ἐάγη, ψυχὴ δʼ Ἄϊδόσδε κατῆλθεν. ἐρχομένοισι δὲ τοῖσιν ἐγὼ μετὰ μῦθον ἔειπον· φάσθε νύ που οἶκόνδε φίλην ἐς πατρίδα γαῖαν ἔρχεσθʼ· ἄλλην δʼ ἧμιν ὁδὸν τεκμήρατο Κίρκη, εἰς Ἀίδαο δόμους καὶ ἐπαινῆς Περσεφονείης ψυχῇ χρησομένους Θηβαίου Τειρεσίαο. ὣς ἐφάμην, τοῖσιν δὲ κατεκλάσθη φίλον ἦτορ, ἑζόμενοι δὲ κατʼ αὖθι γόων τίλλοντό τε χαίτας· ἀλλʼ οὐ γάρ τις πρῆξις ἐγίγνετο μυρομένοισιν. ἀλλʼ ὅτε δή ῥʼ ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης ᾔομεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες, τόφρα δʼ ἄρʼ οἰχομένη Κίρκη παρὰ νηὶ μελαίνῃ ἀρνειὸν κατέδησεν ὄιν θῆλύν τε μέλαιναν, ῥεῖα παρεξελθοῦσα· τίς ἂν θεὸν οὐκ ἐθέλοντα ὀφθαλμοῖσιν ἴδοιτʼ ἢ ἔνθʼ ἢ ἔνθα κιόντα; αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλθομεν ἠδὲ θάλασσαν, νῆα μὲν ἂρ πάμπρωτον ἐρύσσαμεν εἰς ἅλα δῖαν, ἐν δʼ ἱστὸν τιθέμεσθα καὶ ἱστία νηὶ μελαίνῃ, ἐν δὲ τὰ μῆλα λαβόντες ἐβήσαμεν, ἂν δὲ καὶ αὐτοὶ βαίνομεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες. ἡμῖν δʼ αὖ κατόπισθε νεὸς κυανοπρῴροιο ἴκμενον οὖρον ἵει πλησίστιον, ἐσθλὸν ἑταῖρον, Κίρκη εὐπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα. ἡμεῖς δʼ ὅπλα ἕκαστα πονησάμενοι κατὰ νῆα ἥμεθα· τὴν δʼ ἄνεμός τε κυβερνήτης τʼ ἴθυνε. τῆς δὲ πανημερίης τέταθʼ ἱστία ποντοπορούσης· δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί. ἡ δʼ ἐς πείραθʼ ἵκανε βαθυρρόου Ὠκεανοῖο. ἔνθα δὲ Κιμμερίων ἀνδρῶν δῆμός τε πόλις τε, ἠέρι καὶ νεφέλῃ κεκαλυμμένοι· οὐδέ ποτʼ αὐτοὺς ἠέλιος φαέθων καταδέρκεται ἀκτίνεσσιν, οὔθʼ ὁπότʼ ἂν στείχῃσι πρὸς οὐρανὸν ἀστερόεντα, οὔθʼ ὅτʼ ἂν ἂψ ἐπὶ γαῖαν ἀπʼ οὐρανόθεν προτράπηται, ἀλλʼ ἐπὶ νὺξ ὀλοὴ τέταται δειλοῖσι βροτοῖσι. νῆα μὲν ἔνθʼ ἐλθόντες ἐκέλσαμεν, ἐκ δὲ τὰ μῆλα εἱλόμεθʼ· αὐτοὶ δʼ αὖτε παρὰ ῥόον Ὠκεανοῖο ᾔομεν, ὄφρʼ ἐς χῶρον ἀφικόμεθʼ, ὃν φράσε Κίρκη. ἔνθʼ ἱερήια μὲν Περιμήδης Εὐρύλοχός τε ἔσχον· ἐγὼ δʼ ἄορ ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ βόθρον ὄρυξʼ ὅσσον τε πυγούσιον ἔνθα καὶ ἔνθα, ἀμφʼ αὐτῷ δὲ χοὴν χεόμην πᾶσιν νεκύεσσι, πρῶτα μελικρήτῳ, μετέπειτα δὲ ἡδέι οἴνῳ, τὸ τρίτον αὖθʼ ὕδατι· ἐπὶ δʼ ἄλφιτα λευκὰ πάλυνον. πολλὰ δὲ γουνούμην νεκύων ἀμενηνὰ κάρηνα, ἐλθὼν εἰς Ἰθάκην στεῖραν βοῦν, ἥ τις ἀρίστη, ῥέξειν ἐν μεγάροισι πυρήν τʼ ἐμπλησέμεν ἐσθλῶν, Τειρεσίῃ δʼ ἀπάνευθεν ὄιν ἱερευσέμεν οἴῳ παμμέλανʼ, ὃς μήλοισι μεταπρέπει ἡμετέροισι. τοὺς δʼ ἐπεὶ εὐχωλῇσι λιτῇσί τε, ἔθνεα νεκρῶν, ἐλλισάμην, τὰ δὲ μῆλα λαβὼν ἀπεδειροτόμησα ἐς βόθρον, ῥέε δʼ αἷμα κελαινεφές· αἱ δʼ ἀγέροντο ψυχαὶ ὑπὲξ Ἐρέβευς νεκύων κατατεθνηώτων. νύμφαι τʼ ἠίθεοί τε πολύτλητοί τε γέροντες παρθενικαί τʼ ἀταλαὶ νεοπενθέα θυμὸν ἔχουσαι, πολλοὶ δʼ οὐτάμενοι χαλκήρεσιν ἐγχείῃσιν, ἄνδρες ἀρηίφατοι βεβροτωμένα τεύχεʼ ἔχοντες·