δαιμόνιʼ, ἤδη νῦν μιμνήσκεο πατρίδος αἴης, εἴ τοι θέσφατόν ἐστι σαωθῆναι καὶ ἱκέσθαι οἶκον ἐς ὑψόροφον καὶ σὴν ἐς πατρίδα γαῖαν. ὣς ἔφαν, αὐτὰρ ἐμοί γʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ. ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα ἥμεθα, δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ· ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθεν, οἱ μὲν κοιμήσαντο κατὰ μέγαρα σκιόεντα. αὐτὰρ ἐγὼ Κίρκης ἐπιβὰς περικαλλέος εὐνῆς γούνων ἐλλιτάνευσα, θεὰ δέ μευ ἔκλυεν αὐδῆς· καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων· ὢ Κίρκη, τέλεσόν μοι ὑπόσχεσιν ἥν περ ὑπέστης, οἴκαδε πεμψέμεναι· θυμὸς δέ μοι ἔσσυται ἤδη, ἠδʼ ἄλλων ἑτάρων, οἵ μευ φθινύθουσι φίλον κῆρ ἀμφʼ ἔμʼ ὀδυρόμενοι, ὅτε που σύ γε νόσφι γένηαι. ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο δῖα θεάων· διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ, μηκέτι νῦν ἀέκοντες ἐμῷ ἐνὶ μίμνετε οἴκῳ. ἀλλʼ ἄλλην χρὴ πρῶτον ὁδὸν τελέσαι καὶ ἱκέσθαι εἰς Ἀίδαο δόμους καὶ ἐπαινῆς Περσεφονείης, ψυχῇ χρησομένους Θηβαίου Τειρεσίαο, μάντηος ἀλαοῦ, τοῦ τε φρένες ἔμπεδοί εἰσι· τῷ καὶ τεθνηῶτι νόον πόρε Περσεφόνεια, οἴῳ πεπνῦσθαι, τοὶ δὲ σκιαὶ ἀίσσουσιν. ὣς ἔφατʼ, αὐτὰρ ἐμοί γε κατεκλάσθη φίλον ἦτορ· κλαῖον δʼ ἐν λεχέεσσι καθήμενος, οὐδέ νύ μοι κῆρ ἤθελʼ ἔτι ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο. αὐτὰρ ἐπεὶ κλαίων τε κυλινδόμενος τʼ ἐκορέσθην, καὶ τότε δή μιν ἔπεσσιν ἀμειβόμενος προσέειπον· ὢ Κίρκη, τίς γὰρ ταύτην ὁδὸν ἡγεμονεύσει; εἰς Ἄϊδος δʼ οὔ πώ τις ἀφίκετο νηὶ μελαίνῃ. ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο δῖα θεάων· διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ, μή τί τοι ἡγεμόνος γε ποθὴ παρὰ νηὶ μελέσθω, ἱστὸν δὲ στήσας, ἀνά θʼ ἱστία λευκὰ πετάσσας ἧσθαι· τὴν δέ κέ τοι πνοιὴ Βορέαο φέρῃσιν. ἀλλʼ ὁπότʼ ἂν δὴ νηὶ διʼ Ὠκεανοῖο περήσῃς, ἔνθʼ ἀκτή τε λάχεια καὶ ἄλσεα Περσεφονείης, μακραί τʼ αἴγειροι καὶ ἰτέαι ὠλεσίκαρποι, νῆα μὲν αὐτοῦ κέλσαι ἐπʼ Ὠκεανῷ βαθυδίνῃ, αὐτὸς δʼ εἰς Ἀίδεω ἰέναι δόμον εὐρώεντα. ἔνθα μὲν εἰς Ἀχέροντα Πυριφλεγέθων τε ῥέουσιν Κώκυτός θʼ, ὃς δὴ Στυγὸς ὕδατός ἐστιν ἀπορρώξ, πέτρη τε ξύνεσίς τε δύω ποταμῶν ἐριδούπων· ἔνθα δʼ ἔπειθʼ, ἥρως, χριμφθεὶς πέλας, ὥς σε κελεύω, βόθρον ὀρύξαι, ὅσον τε πυγούσιον ἔνθα καὶ ἔνθα, ἀμφʼ αὐτῷ δὲ χοὴν χεῖσθαι πᾶσιν νεκύεσσιν, πρῶτα μελικρήτῳ, μετέπειτα δὲ ἡδέι οἴνῳ, τὸ τρίτον αὖθʼ ὕδατι· ἐπὶ δʼ ἄλφιτα λευκὰ παλύνειν. πολλὰ δὲ γουνοῦσθαι νεκύων ἀμενηνὰ κάρηνα, ἐλθὼν εἰς Ἰθάκην στεῖραν βοῦν, ἥ τις ἀρίστη, ῥέξειν ἐν μεγάροισι πυρήν τʼ ἐμπλησέμεν ἐσθλῶν, Τειρεσίῃ δʼ ἀπάνευθεν ὄιν ἱερευσέμεν οἴῳ παμμέλανʼ, ὃς μήλοισι μεταπρέπει ὑμετέροισιν. αὐτὰρ ἐπὴν εὐχῇσι λίσῃ κλυτὰ ἔθνεα νεκρῶν, ἔνθʼ ὄιν ἀρνειὸν ῥέζειν θῆλύν τε μέλαιναν εἰς Ἔρεβος στρέψας, αὐτὸς δʼ ἀπονόσφι τραπέσθαι ἱέμενος ποταμοῖο ῥοάων· ἔνθα δὲ πολλαὶ ψυχαὶ ἐλεύσονται νεκύων κατατεθνηώτων. δὴ τότʼ ἔπειθʼ ἑτάροισιν ἐποτρῦναι καὶ ἀνῶξαι μῆλα, τὰ δὴ κατάκειτʼ ἐσφαγμένα νηλέι χαλκῷ, δείραντας κατακῆαι, ἐπεύξασθαι δὲ θεοῖσιν, ἰφθίμῳ τʼ Ἀίδῃ καὶ ἐπαινῇ Περσεφονείῃ· αὐτὸς δὲ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ ἧσθαι, μηδὲ ἐᾶν νεκύων ἀμενηνὰ κάρηνα αἵματος ἆσσον ἴμεν, πρὶν Τειρεσίαο πυθέσθαι. ἔνθα τοι αὐτίκα μάντις ἐλεύσεται, ὄρχαμε λαῶν, ὅς κέν τοι εἴπῃσιν ὁδὸν καὶ μέτρα κελεύθου νόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσεαι ἰχθυόεντα. ὣς ἔφατʼ, αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς. ἀμφὶ δέ με χλαῖνάν τε χιτῶνά τε εἵματα ἕσσεν· αὐτὴ δʼ ἀργύφεον φᾶρος μέγα ἕννυτο νύμφη,