<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="10" type="textpart" subtype="book"><q type="unspecified"><l n="399">σμερδαλέον κονάβιζε· θεὰ δʼ ἐλέαιρε καὶ αὐτή.</l><l n="400"><milestone unit="para" ed="P"/>ἡ δέ μευ ἄγχι στᾶσα προσηύδα δῖα θεάων·</l><q type="unspecified"><l n="401">διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,</l><l n="402">ἔρχεο νῦν ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.</l><l n="403">νῆα μὲν ἂρ πάμπρωτον ἐρύσσατε ἤπειρόνδε,</l><l n="404">κτήματα δʼ ἐν σπήεσσι πελάσσατε ὅπλα τε πάντα·</l><l n="405">αὐτὸς δʼ ἂψ ἰέναι καὶ ἄγειν ἐρίηρας ἑταίρους.</l></q><l n="406"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, αὐτὰρ ἐμοί γʼ ἐπεπείθετο θυμὸς
                     ἀγήνωρ,</l><l n="407">βῆν δʼ ἰέναι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.</l><l n="408">εὗρον ἔπειτʼ ἐπὶ νηὶ θοῇ ἐρίηρας ἑταίρους</l><l n="409">οἴκτρʼ ὀλοφυρομένους, θαλερὸν κατὰ δάκρυ χέοντας.</l><l n="410">ὡς δʼ ὅτʼ ἂν ἄγραυλοι πόριες περὶ βοῦς ἀγελαίας,</l><l n="411">ἐλθούσας ἐς κόπρον, ἐπὴν βοτάνης κορέσωνται,</l><l n="412">πᾶσαι ἅμα σκαίρουσιν ἐναντίαι· οὐδʼ ἔτι σηκοὶ</l><l n="413">ἴσχουσʼ, ἀλλʼ ἁδινὸν μυκώμεναι ἀμφιθέουσι·</l><l n="414">μητέρας· ὣς ἔμʼ ἐκεῖνοι ἐπεὶ ἴδον ὀφθαλμοῖσι,</l><l n="415">δακρυόεντες ἔχυντο· δόκησε δʼ ἄρα σφίσι θυμὸς</l><l n="416">ὣς ἔμεν, ὡς εἰ πατρίδʼ ἱκοίατο καὶ πόλιν αὐτὴν</l><l n="417">τρηχείης Ἰθάκης, ἵνα τʼ ἔτραφεν ἠδʼ ἐγένοντο.</l><l n="418">καί μʼ ὀλοφυρόμενοι ἔπεα πτερόεντα προσηύδων·</l><q type="unspecified"><l n="419"><milestone unit="para" ed="P"/> σοὶ μὲν νοστήσαντι, διοτρεφές, ὣς
                        ἐχάρημεν,</l><l n="420">ὡς εἴ τʼ εἰς Ἰθάκην ἀφικοίμεθα πατρίδα γαῖαν·</l><l n="421">ἀλλʼ ἄγε, τῶν ἄλλων ἑτάρων κατάλεξον ὄλεθρον.</l></q><l n="422"><milestone unit="para" ed="P"/>ὣς ἔφαν, αὐτὰρ ἐγὼ προσέφην μαλακοῖς
                     ἐπέεσσι·</l><q type="unspecified"><l n="423">νῆα μὲν ἂρ πάμπρωτον ἐρύσσομεν ἤπειρόνδε,</l><l n="424">κτήματα δʼ ἐν σπήεσσι πελάσσομεν ὅπλα τε πάντα·</l><l n="425">αὐτοὶ δʼ ὀτρύνεσθε ἐμοὶ ἅμα πάντες ἕπεσθαι,</l><l n="426">ὄφρα ἴδηθʼ ἑτάρους ἱεροῖς ἐν δώμασι Κίρκης</l><l n="427">πίνοντας καὶ ἔδοντας· ἐπηετανὸν γὰρ ἔχουσιν.</l></q><milestone n="428" unit="card" ed="p"/><l n="428"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, οἱ δʼ ὦκα ἐμοῖς ἐπέεσσι πίθοντο.</l><l n="429">Εὐρύλοχος δέ μοι οἶος ἐρύκανε πάντας ἑταίρους·</l><l n="430">καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="431"><milestone unit="para" ed="P"/>ἆ δειλοί, πόσʼ ἴμεν; τί κακῶν ἱμείρετε
                        τούτων;</l><l n="432">Κίρκης ἐς μέγαρον καταβήμεναι, ἥ κεν ἅπαντας</l><l n="433">ἢ σῦς ἠὲ λύκους ποιήσεται ἠὲ λέοντας,</l><l n="434">οἵ κέν οἱ μέγα δῶμα φυλάσσοιμεν καὶ ἀνάγκῃ,</l><l n="435">ὥς περ Κύκλωψ ἔρξʼ, ὅτε οἱ μέσσαυλον ἵκοντο</l><l n="436">ἡμέτεροι ἕταροι, σὺν δʼ ὁ θρασὺς εἵπετʼ Ὀδυσσεύς·</l><l n="437">τούτου γὰρ καὶ κεῖνοι ἀτασθαλίῃσιν ὄλοντο.</l></q><l n="438"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, αὐτὰρ ἐγώ γε μετὰ φρεσὶ μερμήριξα,</l><l n="439">σπασσάμενος τανύηκες ἄορ παχέος παρὰ μηροῦ,</l><l n="440">τῷ οἱ ἀποπλήξας κεφαλὴν οὖδάσδε πελάσσαι,</l><l n="441">καὶ πηῷ περ ἐόντι μάλα σχεδόν· ἀλλά μʼ ἑταῖροι</l><l n="442">μειλιχίοις ἐπέεσσιν ἐρήτυον ἄλλοθεν ἄλλος·</l><q type="unspecified"><l n="443"><milestone unit="para" ed="P"/>διογενές, τοῦτον μὲν ἐάσομεν, εἰ σὺ
                        κελεύεις,</l><l n="444">αὐτοῦ πὰρ νηί τε μένειν καὶ νῆα ἔρυσθαι·</l><l n="445">ἡμῖν δʼ ἡγεμόνευʼ ἱερὰ πρὸς δώματα Κίρκης.</l></q><l n="446"><milestone unit="para" ed="P"/>ὣς φάμενοι παρὰ νηὸς ἀνήιον ἠδὲ θαλάσσης.</l><l n="447">οὐδὲ μὲν Εὐρύλοχος κοίλῃ παρὰ νηὶ λέλειπτο,</l><l n="448">ἀλλʼ ἕπετʼ· ἔδεισεν γὰρ ἐμὴν ἔκπαγλον ἐνιπήν.</l><l n="449"><milestone unit="para" ed="P"/>τόφρα δὲ τοὺς ἄλλους ἑτάρους ἐν δώμασι Κίρκη</l><l n="450">ἐνδυκέως λοῦσέν τε καὶ ἔχρισεν λίπʼ ἐλαίῳ,</l><l n="451">ἀμφὶ δʼ ἄρα χλαίνας οὔλας βάλεν ἠδὲ χιτῶνας·</l><l n="452">δαινυμένους δʼ ἐὺ πάντας ἐφεύρομεν ἐν μεγάροισιν.</l><l n="453">οἱ δʼ ἐπεὶ ἀλλήλους εἶδον φράσσαντό τʼ ἐσάντα,</l><l n="454">κλαῖον ὀδυρόμενοι, περὶ δὲ στεναχίζετο δῶμα.</l><l n="455">ἡ δέ μευ ἄγχι στᾶσα προσηύδα δῖα θεάων·</l><q type="unspecified"><l n="457"><milestone unit="para" ed="P"/>μηκέτι νῦν θαλερὸν γόον ὄρνυτε· οἶδα καὶ
                        αὐτὴ</l><l n="458">ἠμὲν ὅσʼ ἐν πόντῳ πάθετʼ ἄλγεα ἰχθυόεντι,</l><l n="459">ἠδʼ ὅσʼ ἀνάρσιοι ἄνδρες ἐδηλήσαντʼ ἐπὶ χέρσου.</l><l n="460">ἀλλʼ ἄγετʼ ἐσθίετε βρώμην καὶ πίνετε οἶνον,</l><l n="461">εἰς ὅ κεν αὖτις θυμὸν ἐνὶ στήθεσσι λάβητε,</l><l n="462">οἷον ὅτε πρώτιστον ἐλείπετε πατρίδα γαῖαν</l><l n="463">τρηχείης Ἰθάκης. νῦν δʼ ἀσκελέες καὶ ἄθυμοι,</l><l n="464">αἰὲν ἄλης χαλεπῆς μεμνημένοι, οὐδέ ποθʼ ὕμιν</l><l n="465">θυμὸς ἐν εὐφροσύνῃ, ἐπεὶ ἦ μάλα πολλὰ πέποσθε.</l></q><l n="466"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, ἡμῖν δʼ αὖτʼ ἐπεπείθετο θυμὸς
                     ἀγήνωρ.</l><l n="467">ἔνθα μὲν ἤματα πάντα τελεσφόρον εἰς ἐνιαυτὸν</l><l n="468">ἥμεθα δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ·</l><l n="469">ἀλλʼ ὅτε δή ῥʼ ἐνιαυτὸς ἔην, περὶ δʼ ἔτραπον ὧραι</l><l n="470">μηνῶν φθινόντων, περὶ δʼ ἤματα μακρὰ τελέσθη,</l><l n="471">καὶ τότε μʼ ἐκκαλέσαντες ἔφαν ἐρίηρες ἑταῖροι·</l></q></div></div></body></text></TEI>