<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="10" type="textpart" subtype="book"><q type="unspecified"><q type="unspecified"><l n="327">οὐδὲ γὰρ οὐδέ τις ἄλλος ἀνὴρ τάδε φάρμακʼ ἀνέτλη,</l><l n="328">ὅς κε πίῃ καὶ πρῶτον ἀμείψεται ἕρκος ὀδόντων.</l><l n="329">σοὶ δέ τις ἐν στήθεσσιν ἀκήλητος νόος ἐστίν.</l><l n="330">ἦ σύ γʼ Ὀδυσσεύς ἐσσι πολύτροπος, ὅν τέ μοι αἰεὶ</l><l n="331">φάσκεν ἐλεύσεσθαι χρυσόρραπις ἀργεϊφόντης,</l><l n="332">ἐκ Τροίης ἀνιόντα θοῇ σὺν νηὶ μελαίνῃ.</l><l n="333">ἀλλʼ ἄγε δὴ κολεῷ μὲν ἄορ θέο, νῶι δʼ ἔπειτα</l><l n="334">εὐνῆς ἡμετέρης ἐπιβείομεν, ὄφρα μιγέντε</l><l n="335">εὐνῇ καὶ φιλότητι πεποίθομεν ἀλλήλοισιν.</l></q><l n="336"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος
                     προσέειπον·</l><q type="unspecified"><l n="337">ὦ Κίρκη, πῶς γάρ με κέλεαι σοὶ ἤπιον εἶναι,</l><l n="338">ἥ μοι σῦς μὲν ἔθηκας ἐνὶ μεγάροισιν ἑταίρους,</l><l n="339">αὐτὸν δʼ ἐνθάδʼ ἔχουσα δολοφρονέουσα κελεύεις</l><l n="340">ἐς θάλαμόν τʼ ἰέναι καὶ σῆς ἐπιβήμεναι εὐνῆς,</l><l n="341">ὄφρα με γυμνωθέντα κακὸν καὶ ἀνήνορα θήῃς.</l><l n="342">οὐδʼ ἂν ἐγώ γʼ ἐθέλοιμι τεῆς ἐπιβήμεναι εὐνῆς,</l><l n="343">εἰ μή μοι τλαίης γε, θεά, μέγαν ὅρκον ὀμόσσαι</l><l n="344">μή τί μοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο.</l></q><milestone n="345" unit="card" ed="p"/><l n="345"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀπώμνυεν, ὡς
                     ἐκέλευον.</l><l n="346">αὐτὰρ ἐπεί ῥʼ ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον,</l><l n="347">καὶ τότʼ ἐγὼ Κίρκης ἐπέβην περικαλλέος εὐνῆς.</l><l n="348"><milestone unit="para" ed="P"/>ἀμφίπολοι δʼ ἄρα τέως μὲν ἐνὶ μεγάροισι
                     πένοντο</l><l n="349">τέσσαρες, αἵ οἱ δῶμα κάτα δρήστειραι ἔασι·</l><l n="350">γίγνονται δʼ ἄρα ταί γʼ ἔκ τε κρηνέων ἀπό τʼ ἀλσέων</l><l n="351">ἔκ θʼ ἱερῶν ποταμῶν, οἵ τʼ εἰς ἅλαδε προρέουσι.</l><l n="352">τάων ἡ μὲν ἔβαλλε θρόνοις ἔνι ῥήγεα καλὰ</l><l n="353">πορφύρεα καθύπερθʼ, ὑπένερθε δὲ λῖθʼ ὑπέβαλλεν·</l><l n="354">ἡ δʼ ἑτέρη προπάροιθε θρόνων ἐτίταινε τραπέζας</l><l n="355">ἀργυρέας, ἐπὶ δέ σφι τίθει χρύσεια κάνεια·</l><l n="356">ἡ δὲ τρίτη κρητῆρι μελίφρονα οἶνον ἐκίρνα</l><l n="357">ἡδὺν ἐν ἀργυρέῳ, νέμε δὲ χρύσεια κύπελλα·</l><l n="358">ἡ δὲ τετάρτη ὕδωρ ἐφόρει καὶ πῦρ ἀνέκαιε</l><l n="359">πολλὸν ὑπὸ τρίποδι μεγάλῳ· ἰαίνετο δʼ ὕδωρ.</l><l n="360">αὐτὰρ ἐπεὶ δὴ ζέσσεν ὕδωρ ἐνὶ ἤνοπι χαλκῷ,</l><l n="361">ἔς ῥʼ ἀσάμινθον ἕσασα λόʼ ἐκ τρίποδος μεγάλοιο,</l><l n="362">θυμῆρες κεράσασα, κατὰ κρατός τε καὶ ὤμων,</l><l n="363">ὄφρα μοι ἐκ κάματον θυμοφθόρον εἵλετο γυίων.</l><l n="364">αὐτὰρ ἐπεὶ λοῦσέν τε καὶ ἔχρισεν λίπʼ ἐλαίῳ,</l><l n="365">ἀμφὶ δέ με χλαῖναν καλὴν βάλεν ἠδὲ χιτῶνα,</l><l n="366">εἷσε δέ μʼ εἰσαγαγοῦσα ἐπὶ θρόνου ἀργυροήλου</l><l n="367">καλοῦ δαιδαλέου, ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν·</l><l n="368">χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα</l><l n="369">καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος,</l><l n="370">νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.</l><l n="371">σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα,</l><l n="372">εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων.</l><l n="373">ἐσθέμεναι δʼ ἐκέλευεν· ἐμῷ δʼ οὐχ ἥνδανε θυμῷ,</l><l n="374">ἀλλʼ ἥμην ἀλλοφρονέων, κακὰ δʼ ὄσσετο θυμός.</l><l n="375"><milestone unit="para" ed="P"/>Κίρκη δʼ ὡς ἐνόησεν ἔμʼ ἥμενον οὐδʼ ἐπὶ σίτῳ</l><l n="376">χεῖρας ἰάλλοντα, κρατερὸν δέ με πένθος ἔχοντα,</l><l n="377">ἄγχι παρισταμένη ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="378"><milestone unit="para" ed="P"/> τίφθʼ οὕτως, Ὀδυσεῦ, κατʼ ἄρʼ ἕζεαι ἶσος
                        ἀναύδῳ,</l><l n="379">θυμὸν ἔδων, βρώμης δʼ οὐχ ἅπτεαι οὐδὲ ποτῆτος;</l><l n="380">ἦ τινά που δόλον ἄλλον ὀίεαι· οὐδέ τί σε χρὴ</l><l n="381">δειδίμεν· ἤδη γάρ τοι ἀπώμοσα καρτερὸν ὅρκον.</l></q><l n="382"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος
                     προσέειπον·</l><q type="unspecified"><l n="383">ὦ Κίρκη, τίς γάρ κεν ἀνήρ, ὃς ἐναίσιμος εἴη,</l><l n="384">πρὶν τλαίη πάσσασθαι ἐδητύος ἠδὲ ποτῆτος,</l><l n="385">πρὶν λύσασθʼ ἑτάρους καὶ ἐν ὀφθαλμοῖσιν ἰδέσθαι;</l><l n="386">ἀλλʼ εἰ δὴ πρόφρασσα πιεῖν φαγέμεν τε κελεύεις,</l><l n="387">λῦσον, ἵνʼ ὀφθαλμοῖσιν ἴδω ἐρίηρας ἑταίρους.</l></q><milestone n="388" unit="card" ed="p"/><l n="388"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, Κίρκη δὲ διὲκ μεγάροιο βεβήκει</l><l n="389">ῥάβδον ἔχουσʼ ἐν χειρί, θύρας δʼ ἀνέῳξε συφειοῦ,</l><l n="390">ἐκ δʼ ἔλασεν σιάλοισιν ἐοικότας ἐννεώροισιν.</l><l n="391">οἱ μὲν ἔπειτʼ ἔστησαν ἐναντίοι, ἡ δὲ διʼ αὐτῶν</l><l n="392">ἐρχομένη προσάλειφεν ἑκάστῳ φάρμακον ἄλλο.</l><l n="393">τῶν δʼ ἐκ μὲν μελέων τρίχες ἔρρεον, ἃς πρὶν ἔφυσε</l><l n="394">φάρμακον οὐλόμενον, τό σφιν πόρε πότνια Κίρκη·</l><l n="395">ἄνδρες δʼ ἂψ ἐγένοντο νεώτεροι ἢ πάρος ἦσαν,</l><l n="396">καὶ πολὺ καλλίονες καὶ μείζονες εἰσοράασθαι.</l><l n="397">ἔγνωσαν δέ μʼ ἐκεῖνοι ἔφυν τʼ ἐν χερσὶν ἕκαστος.</l><l n="398">πᾶσιν δʼ ἱμερόεις ὑπέδυ γόος, ἀμφὶ δὲ δῶμα</l></q></div></div></body></text></TEI>