οὐδὲ γὰρ οὐδέ τις ἄλλος ἀνὴρ τάδε φάρμακʼ ἀνέτλη, ὅς κε πίῃ καὶ πρῶτον ἀμείψεται ἕρκος ὀδόντων. σοὶ δέ τις ἐν στήθεσσιν ἀκήλητος νόος ἐστίν. ἦ σύ γʼ Ὀδυσσεύς ἐσσι πολύτροπος, ὅν τέ μοι αἰεὶ φάσκεν ἐλεύσεσθαι χρυσόρραπις ἀργεϊφόντης, ἐκ Τροίης ἀνιόντα θοῇ σὺν νηὶ μελαίνῃ. ἀλλʼ ἄγε δὴ κολεῷ μὲν ἄορ θέο, νῶι δʼ ἔπειτα εὐνῆς ἡμετέρης ἐπιβείομεν, ὄφρα μιγέντε εὐνῇ καὶ φιλότητι πεποίθομεν ἀλλήλοισιν. ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον· ὦ Κίρκη, πῶς γάρ με κέλεαι σοὶ ἤπιον εἶναι, ἥ μοι σῦς μὲν ἔθηκας ἐνὶ μεγάροισιν ἑταίρους, αὐτὸν δʼ ἐνθάδʼ ἔχουσα δολοφρονέουσα κελεύεις ἐς θάλαμόν τʼ ἰέναι καὶ σῆς ἐπιβήμεναι εὐνῆς, ὄφρα με γυμνωθέντα κακὸν καὶ ἀνήνορα θήῃς. οὐδʼ ἂν ἐγώ γʼ ἐθέλοιμι τεῆς ἐπιβήμεναι εὐνῆς, εἰ μή μοι τλαίης γε, θεά, μέγαν ὅρκον ὀμόσσαι μή τί μοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο. ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀπώμνυεν, ὡς ἐκέλευον. αὐτὰρ ἐπεί ῥʼ ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον, καὶ τότʼ ἐγὼ Κίρκης ἐπέβην περικαλλέος εὐνῆς. ἀμφίπολοι δʼ ἄρα τέως μὲν ἐνὶ μεγάροισι πένοντο τέσσαρες, αἵ οἱ δῶμα κάτα δρήστειραι ἔασι· γίγνονται δʼ ἄρα ταί γʼ ἔκ τε κρηνέων ἀπό τʼ ἀλσέων ἔκ θʼ ἱερῶν ποταμῶν, οἵ τʼ εἰς ἅλαδε προρέουσι. τάων ἡ μὲν ἔβαλλε θρόνοις ἔνι ῥήγεα καλὰ πορφύρεα καθύπερθʼ, ὑπένερθε δὲ λῖθʼ ὑπέβαλλεν· ἡ δʼ ἑτέρη προπάροιθε θρόνων ἐτίταινε τραπέζας ἀργυρέας, ἐπὶ δέ σφι τίθει χρύσεια κάνεια· ἡ δὲ τρίτη κρητῆρι μελίφρονα οἶνον ἐκίρνα ἡδὺν ἐν ἀργυρέῳ, νέμε δὲ χρύσεια κύπελλα· ἡ δὲ τετάρτη ὕδωρ ἐφόρει καὶ πῦρ ἀνέκαιε πολλὸν ὑπὸ τρίποδι μεγάλῳ· ἰαίνετο δʼ ὕδωρ. αὐτὰρ ἐπεὶ δὴ ζέσσεν ὕδωρ ἐνὶ ἤνοπι χαλκῷ, ἔς ῥʼ ἀσάμινθον ἕσασα λόʼ ἐκ τρίποδος μεγάλοιο, θυμῆρες κεράσασα, κατὰ κρατός τε καὶ ὤμων, ὄφρα μοι ἐκ κάματον θυμοφθόρον εἵλετο γυίων. αὐτὰρ ἐπεὶ λοῦσέν τε καὶ ἔχρισεν λίπʼ ἐλαίῳ, ἀμφὶ δέ με χλαῖναν καλὴν βάλεν ἠδὲ χιτῶνα, εἷσε δέ μʼ εἰσαγαγοῦσα ἐπὶ θρόνου ἀργυροήλου καλοῦ δαιδαλέου, ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν· χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος, νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν. σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα, εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων. ἐσθέμεναι δʼ ἐκέλευεν· ἐμῷ δʼ οὐχ ἥνδανε θυμῷ, ἀλλʼ ἥμην ἀλλοφρονέων, κακὰ δʼ ὄσσετο θυμός. Κίρκη δʼ ὡς ἐνόησεν ἔμʼ ἥμενον οὐδʼ ἐπὶ σίτῳ χεῖρας ἰάλλοντα, κρατερὸν δέ με πένθος ἔχοντα, ἄγχι παρισταμένη ἔπεα πτερόεντα προσηύδα· τίφθʼ οὕτως, Ὀδυσεῦ, κατʼ ἄρʼ ἕζεαι ἶσος ἀναύδῳ, θυμὸν ἔδων, βρώμης δʼ οὐχ ἅπτεαι οὐδὲ ποτῆτος; ἦ τινά που δόλον ἄλλον ὀίεαι· οὐδέ τί σε χρὴ δειδίμεν· ἤδη γάρ τοι ἀπώμοσα καρτερὸν ὅρκον. ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον· ὦ Κίρκη, τίς γάρ κεν ἀνήρ, ὃς ἐναίσιμος εἴη, πρὶν τλαίη πάσσασθαι ἐδητύος ἠδὲ ποτῆτος, πρὶν λύσασθʼ ἑτάρους καὶ ἐν ὀφθαλμοῖσιν ἰδέσθαι; ἀλλʼ εἰ δὴ πρόφρασσα πιεῖν φαγέμεν τε κελεύεις, λῦσον, ἵνʼ ὀφθαλμοῖσιν ἴδω ἐρίηρας ἑταίρους. ὣς ἐφάμην, Κίρκη δὲ διὲκ μεγάροιο βεβήκει ῥάβδον ἔχουσʼ ἐν χειρί, θύρας δʼ ἀνέῳξε συφειοῦ, ἐκ δʼ ἔλασεν σιάλοισιν ἐοικότας ἐννεώροισιν. οἱ μὲν ἔπειτʼ ἔστησαν ἐναντίοι, ἡ δὲ διʼ αὐτῶν ἐρχομένη προσάλειφεν ἑκάστῳ φάρμακον ἄλλο. τῶν δʼ ἐκ μὲν μελέων τρίχες ἔρρεον, ἃς πρὶν ἔφυσε φάρμακον οὐλόμενον, τό σφιν πόρε πότνια Κίρκη· ἄνδρες δʼ ἂψ ἐγένοντο νεώτεροι ἢ πάρος ἦσαν, καὶ πολὺ καλλίονες καὶ μείζονες εἰσοράασθαι. ἔγνωσαν δέ μʼ ἐκεῖνοι ἔφυν τʼ ἐν χερσὶν ἕκαστος. πᾶσιν δʼ ἱμερόεις ὑπέδυ γόος, ἀμφὶ δὲ δῶμα