<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="10" type="textpart" subtype="book"><q type="unspecified"><q type="unspecified"><l n="255">ἢ θεὸς ἠὲ γυνή· τοὶ δὲ φθέγγοντο καλεῦντες.</l><l n="256">ἡ δʼ αἶψʼ ἐξελθοῦσα θύρας ὤιξε φαεινὰς</l><l n="257">καὶ κάλει· οἱ δʼ ἅμα πάντες ἀιδρείῃσιν ἕποντο·</l><l n="258">αὐτὰρ ἐγὼν ὑπέμεινα, ὀισάμενος δόλον εἶναι.</l><l n="259">οἱ δʼ ἅμʼ ἀιστώθησαν ἀολλέες, οὐδέ τις αὐτῶν</l><l n="260">ἐξεφάνη· δηρὸν δὲ καθήμενος ἐσκοπίαζον.</l></q><milestone n="261" unit="card" ed="p"/><l n="261"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, αὐτὰρ ἐγὼ περὶ μὲν ξίφος
                     ἀργυρόηλον</l><l n="262">ὤμοιιν βαλόμην, μέγα χάλκεον, ἀμφὶ δὲ τόξα·</l><l n="263">τὸν δʼ ἂψ ἠνώγεα αὐτὴν ὁδὸν ἡγήσασθαι.</l><l n="264">αὐτὰρ ὅ γʼ ἀμφοτέρῃσι λαβὼν ἐλλίσσετο γούνων</l><l n="265">καί μʼ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="266"><milestone unit="para" ed="P"/>μή μʼ ἄγε κεῖσʼ ἀέκοντα, διοτρεφές, ἀλλὰ λίπʼ
                        αὐτοῦ.</l><l n="267">οἶδα γάρ, ὡς οὔτʼ αὐτὸς ἐλεύσεαι οὔτε τινʼ ἄλλον</l><l n="268">ἄξεις σῶν ἑτάρων. ἀλλὰ ξὺν τοίσδεσι θᾶσσον</l><l n="269">φεύγωμεν· ἔτι γάρ κεν ἀλύξαιμεν κακὸν ἦμαρ.</l></q><l n="270"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος
                     προσέειπον·</l><q type="unspecified"><l n="271">Εὐρύλοχʼ, ἦ τοι μὲν σὺ μένʼ αὐτοῦ τῷδʼ ἐνὶ χώρῳ</l><l n="272">ἔσθων καὶ πίνων κοίλῃ παρὰ νηὶ μελαίνῃ·</l><l n="273">αὐτὰρ ἐγὼν εἶμι, κρατερὴ δέ μοι ἔπλετʼ ἀνάγκη.</l></q><l n="274"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν παρὰ νηὸς ἀνήιον ἠδὲ θαλάσσης.</l><l n="275">ἀλλʼ ὅτε δὴ ἄρʼ ἔμελλον ἰὼν ἱερὰς ἀνὰ βήσσας</l><l n="276">Κίρκης ἵξεσθαι πολυφαρμάκου ἐς μέγα δῶμα,</l><l n="277">ἔνθα μοι Ἑρμείας χρυσόρραπις ἀντεβόλησεν</l><l n="278">ἐρχομένῳ πρὸς δῶμα, νεηνίῃ ἀνδρὶ ἐοικώς,</l><l n="279">πρῶτον ὑπηνήτῃ, τοῦ περ χαριεστάτη ἥβη·</l><l n="280">ἔν τʼ ἄρα μοι φῦ χειρί, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·</l><q type="unspecified"><l n="281"><milestone unit="para" ed="P"/>πῇ δὴ αὖτʼ, ὦ δύστηνε, διʼ ἄκριας ἔρχεαι
                        οἶος,</l><l n="282">χώρου ἄιδρις ἐών; ἕταροι δέ τοι οἵδʼ ἐνὶ Κίρκης</l><l n="283">ἔρχαται ὥς τε σύες πυκινοὺς κευθμῶνας ἔχοντες.</l><l n="284">ἦ τοὺς λυσόμενος δεῦρʼ ἔρχεαι; οὐδέ σέ φημι</l><l n="285">αὐτὸν νοστήσειν, μενέεις δὲ σύ γʼ, ἔνθα περ ἄλλοι.</l><l n="286">ἀλλʼ ἄγε δή σε κακῶν ἐκλύσομαι ἠδὲ σαώσω.</l><l n="287">τῆ, τόδε φάρμακον ἐσθλὸν ἔχων ἐς δώματα Κίρκης</l><l n="288">ἔρχευ, ὅ κέν τοι κρατὸς ἀλάλκῃσιν κακὸν ἦμαρ.</l><l n="289">πάντα δέ τοι ἐρέω ὀλοφώια δήνεα Κίρκης.</l><l n="290">τεύξει τοι κυκεῶ, βαλέει δʼ ἐν φάρμακα σίτῳ.</l><l n="291">ἀλλʼ οὐδʼ ὣς θέλξαι σε δυνήσεται· οὐ γὰρ ἐάσει</l><l n="292">φάρμακον ἐσθλόν, ὅ τοι δώσω, ἐρέω δὲ ἕκαστα.</l><l n="293">ὁππότε κεν Κίρκη σʼ ἐλάσῃ περιμήκεϊ ῥάβδῳ,</l><l n="294">δὴ τότε σὺ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ</l><l n="295">Κίρκῃ ἐπαῖξαι, ὥς τε κτάμεναι μενεαίνων.</l><l n="296">ἡ δέ σʼ ὑποδείσασα κελήσεται εὐνηθῆναι·</l><l n="297">ἔνθα σὺ μηκέτʼ ἔπειτʼ ἀπανήνασθαι θεοῦ εὐνήν,</l><l n="298">ὄφρα κέ τοι λύσῃ θʼ ἑτάρους αὐτόν τε κομίσσῃ·</l><l n="299">ἀλλὰ κέλεσθαί μιν μακάρων μέγαν ὅρκον ὀμόσσαι,</l><l n="300">μή τί τοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο,</l><l n="301">μή σʼ ἀπογυμνωθέντα κακὸν καὶ ἀνήνορα θήῃ.</l></q><milestone n="302" unit="card" ed="p"/><l n="302"><milestone unit="para" ed="P"/>ὣς ἄρα φωνήσας πόρε φάρμακον ἀργεϊφόντης</l><l n="303">ἐκ γαίης ἐρύσας, καί μοι φύσιν αὐτοῦ ἔδειξε.</l><l n="304">ῥίζῃ μὲν μέλαν ἔσκε, γάλακτι δὲ εἴκελον ἄνθος·</l><l n="305">μῶλυ δέ μιν καλέουσι θεοί· χαλεπὸν δέ τʼ ὀρύσσειν</l><l n="306">ἀνδράσι γε θνητοῖσι, θεοὶ δέ τε πάντα δύνανται.</l><l n="307">Ἑρμείας μὲν ἔπειτʼ ἀπέβη πρὸς μακρὸν Ὄλυμπον</l><l n="308">νῆσον ἀνʼ ὑλήεσσαν, ἐγὼ δʼ ἐς δώματα Κίρκης</l><l n="309">ἤια, πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι.</l><l n="310">ἔστην δʼ εἰνὶ θύρῃσι θεᾶς καλλιπλοκάμοιο·</l><l n="311">ἔνθα στὰς ἐβόησα, θεὰ δέ μευ ἔκλυεν αὐδῆς.</l><l n="312">ἡ δʼ αἶψʼ ἐξελθοῦσα θύρας ὤιξε φαεινὰς</l><l n="313">καὶ κάλει· αὐτὰρ ἐγὼν ἑπόμην ἀκαχήμενος ἦτορ.</l><l n="314">εἷσε δέ μʼ εἰσαγαγοῦσα ἐπὶ θρόνου ἀργυροήλου</l><l n="315">καλοῦ δαιδαλέου· ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν·</l><l n="316">τεῦχε δέ μοι κυκεῶ χρυσέῳ δέπαι, ὄφρα πίοιμι,</l><l n="317">ἐν δέ τε φάρμακον ἧκε, κακὰ φρονέουσʼ ἐνὶ θυμῷ.</l><l n="318">αὐτὰρ ἐπεὶ δῶκέν τε καὶ ἔκπιον, οὐδέ μʼ ἔθελξε,</l><l n="319">ῥάβδῳ πεπληγυῖα ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·</l><q type="unspecified"><l n="320">ἔρχεο νῦν συφεόνδε, μετʼ ἄλλων λέξο ἑταίρων.</l></q><l n="321"><milestone unit="para" ed="P"/>ὣς φάτʼ, ἐγὼ δʼ ἄορ ὀξὺ ἐρυσσάμενος παρὰ
                     μηροῦ</l><l n="322">Κίρκῃ ἐπήιξα ὥς τε κτάμεναι μενεαίνων.</l><l n="323">ἡ δὲ μέγα ἰάχουσα ὑπέδραμε καὶ λάβε γούνων,</l><l n="324">καί μʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="325"><milestone unit="para" ed="P"/>τίς πόθεν εἰς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ
                        τοκῆες;</l><l n="326">θαῦμά μʼ ἔχει ὡς οὔ τι πιὼν τάδε φάρμακʼ ἐθέλχθης·</l></q></q></div></div></body></text></TEI>