ἢ θεὸς ἠὲ γυνή· τοὶ δὲ φθέγγοντο καλεῦντες. ἡ δʼ αἶψʼ ἐξελθοῦσα θύρας ὤιξε φαεινὰς καὶ κάλει· οἱ δʼ ἅμα πάντες ἀιδρείῃσιν ἕποντο· αὐτὰρ ἐγὼν ὑπέμεινα, ὀισάμενος δόλον εἶναι. οἱ δʼ ἅμʼ ἀιστώθησαν ἀολλέες, οὐδέ τις αὐτῶν ἐξεφάνη· δηρὸν δὲ καθήμενος ἐσκοπίαζον. ὣς ἔφατʼ, αὐτὰρ ἐγὼ περὶ μὲν ξίφος ἀργυρόηλον ὤμοιιν βαλόμην, μέγα χάλκεον, ἀμφὶ δὲ τόξα· τὸν δʼ ἂψ ἠνώγεα αὐτὴν ὁδὸν ἡγήσασθαι. αὐτὰρ ὅ γʼ ἀμφοτέρῃσι λαβὼν ἐλλίσσετο γούνων καί μʼ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα· μή μʼ ἄγε κεῖσʼ ἀέκοντα, διοτρεφές, ἀλλὰ λίπʼ αὐτοῦ. οἶδα γάρ, ὡς οὔτʼ αὐτὸς ἐλεύσεαι οὔτε τινʼ ἄλλον ἄξεις σῶν ἑτάρων. ἀλλὰ ξὺν τοίσδεσι θᾶσσον φεύγωμεν· ἔτι γάρ κεν ἀλύξαιμεν κακὸν ἦμαρ. ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον· Εὐρύλοχʼ, ἦ τοι μὲν σὺ μένʼ αὐτοῦ τῷδʼ ἐνὶ χώρῳ ἔσθων καὶ πίνων κοίλῃ παρὰ νηὶ μελαίνῃ· αὐτὰρ ἐγὼν εἶμι, κρατερὴ δέ μοι ἔπλετʼ ἀνάγκη. ὣς εἰπὼν παρὰ νηὸς ἀνήιον ἠδὲ θαλάσσης. ἀλλʼ ὅτε δὴ ἄρʼ ἔμελλον ἰὼν ἱερὰς ἀνὰ βήσσας Κίρκης ἵξεσθαι πολυφαρμάκου ἐς μέγα δῶμα, ἔνθα μοι Ἑρμείας χρυσόρραπις ἀντεβόλησεν ἐρχομένῳ πρὸς δῶμα, νεηνίῃ ἀνδρὶ ἐοικώς, πρῶτον ὑπηνήτῃ, τοῦ περ χαριεστάτη ἥβη· ἔν τʼ ἄρα μοι φῦ χειρί, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε· πῇ δὴ αὖτʼ, ὦ δύστηνε, διʼ ἄκριας ἔρχεαι οἶος, χώρου ἄιδρις ἐών; ἕταροι δέ τοι οἵδʼ ἐνὶ Κίρκης ἔρχαται ὥς τε σύες πυκινοὺς κευθμῶνας ἔχοντες. ἦ τοὺς λυσόμενος δεῦρʼ ἔρχεαι; οὐδέ σέ φημι αὐτὸν νοστήσειν, μενέεις δὲ σύ γʼ, ἔνθα περ ἄλλοι. ἀλλʼ ἄγε δή σε κακῶν ἐκλύσομαι ἠδὲ σαώσω. τῆ, τόδε φάρμακον ἐσθλὸν ἔχων ἐς δώματα Κίρκης ἔρχευ, ὅ κέν τοι κρατὸς ἀλάλκῃσιν κακὸν ἦμαρ. πάντα δέ τοι ἐρέω ὀλοφώια δήνεα Κίρκης. τεύξει τοι κυκεῶ, βαλέει δʼ ἐν φάρμακα σίτῳ. ἀλλʼ οὐδʼ ὣς θέλξαι σε δυνήσεται· οὐ γὰρ ἐάσει φάρμακον ἐσθλόν, ὅ τοι δώσω, ἐρέω δὲ ἕκαστα. ὁππότε κεν Κίρκη σʼ ἐλάσῃ περιμήκεϊ ῥάβδῳ, δὴ τότε σὺ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ Κίρκῃ ἐπαῖξαι, ὥς τε κτάμεναι μενεαίνων. ἡ δέ σʼ ὑποδείσασα κελήσεται εὐνηθῆναι· ἔνθα σὺ μηκέτʼ ἔπειτʼ ἀπανήνασθαι θεοῦ εὐνήν, ὄφρα κέ τοι λύσῃ θʼ ἑτάρους αὐτόν τε κομίσσῃ· ἀλλὰ κέλεσθαί μιν μακάρων μέγαν ὅρκον ὀμόσσαι, μή τί τοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο, μή σʼ ἀπογυμνωθέντα κακὸν καὶ ἀνήνορα θήῃ. ὣς ἄρα φωνήσας πόρε φάρμακον ἀργεϊφόντης ἐκ γαίης ἐρύσας, καί μοι φύσιν αὐτοῦ ἔδειξε. ῥίζῃ μὲν μέλαν ἔσκε, γάλακτι δὲ εἴκελον ἄνθος· μῶλυ δέ μιν καλέουσι θεοί· χαλεπὸν δέ τʼ ὀρύσσειν ἀνδράσι γε θνητοῖσι, θεοὶ δέ τε πάντα δύνανται. Ἑρμείας μὲν ἔπειτʼ ἀπέβη πρὸς μακρὸν Ὄλυμπον νῆσον ἀνʼ ὑλήεσσαν, ἐγὼ δʼ ἐς δώματα Κίρκης ἤια, πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι. ἔστην δʼ εἰνὶ θύρῃσι θεᾶς καλλιπλοκάμοιο· ἔνθα στὰς ἐβόησα, θεὰ δέ μευ ἔκλυεν αὐδῆς. ἡ δʼ αἶψʼ ἐξελθοῦσα θύρας ὤιξε φαεινὰς καὶ κάλει· αὐτὰρ ἐγὼν ἑπόμην ἀκαχήμενος ἦτορ. εἷσε δέ μʼ εἰσαγαγοῦσα ἐπὶ θρόνου ἀργυροήλου καλοῦ δαιδαλέου· ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν· τεῦχε δέ μοι κυκεῶ χρυσέῳ δέπαι, ὄφρα πίοιμι, ἐν δέ τε φάρμακον ἧκε, κακὰ φρονέουσʼ ἐνὶ θυμῷ. αὐτὰρ ἐπεὶ δῶκέν τε καὶ ἔκπιον, οὐδέ μʼ ἔθελξε, ῥάβδῳ πεπληγυῖα ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν· ἔρχεο νῦν συφεόνδε, μετʼ ἄλλων λέξο ἑταίρων. ὣς φάτʼ, ἐγὼ δʼ ἄορ ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ Κίρκῃ ἐπήιξα ὥς τε κτάμεναι μενεαίνων. ἡ δὲ μέγα ἰάχουσα ὑπέδραμε καὶ λάβε γούνων, καί μʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα· τίς πόθεν εἰς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες; θαῦμά μʼ ἔχει ὡς οὔ τι πιὼν τάδε φάρμακʼ ἐθέλχθης·