<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="10" type="textpart" subtype="book"><q type="unspecified"><l n="111">ἡ δὲ μάλʼ αὐτίκα πατρὸς ἐπέφραδεν ὑψερεφὲς δῶ.</l><l n="112">οἱ δʼ ἐπεὶ εἰσῆλθον κλυτὰ δώματα, τὴν δὲ γυναῖκα</l><l n="113">εὗρον, ὅσην τʼ ὄρεος κορυφήν, κατὰ δʼ ἔστυγον αὐτήν.</l><l n="114">ἡ δʼ αἶψʼ ἐξ ἀγορῆς ἐκάλει κλυτὸν Ἀντιφατῆα,</l><l n="115">ὃν πόσιν, ὃς δὴ τοῖσιν ἐμήσατο λυγρὸν ὄλεθρον.</l><l n="116">αὐτίχʼ ἕνα μάρψας ἑτάρων ὡπλίσσατο δεῖπνον·</l><l n="117">τὼ δὲ δύʼ ἀίξαντε φυγῇ ἐπὶ νῆας ἱκέσθην.</l><l n="118">αὐτὰρ ὁ τεῦχε βοὴν διὰ ἄστεος· οἱ δʼ ἀίοντες</l><l n="119">φοίτων ἴφθιμοι Λαιστρυγόνες ἄλλοθεν ἄλλος,</l><l n="120">μυρίοι, οὐκ ἄνδρεσσιν ἐοικότες, ἀλλὰ Γίγασιν.</l><l n="121">οἵ ῥʼ ἀπὸ πετράων ἀνδραχθέσι χερμαδίοισιν</l><l n="122">βάλλον· ἄφαρ δὲ κακὸς κόναβος κατὰ νῆας ὀρώρει</l><l n="123">ἀνδρῶν τʼ ὀλλυμένων νηῶν θʼ ἅμα ἀγνυμενάων·</l><l n="124">ἰχθῦς δʼ ὣς πείροντες ἀτερπέα δαῖτα φέροντο.</l><l n="125">ὄφρʼ οἱ τοὺς ὄλεκον λιμένος πολυβενθέος ἐντός,</l><l n="126">τόφρα δʼ ἐγὼ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ</l><l n="127">τῷ ἀπὸ πείσματʼ ἔκοψα νεὸς κυανοπρῴροιο.</l><l n="128">αἶψα δʼ ἐμοῖς ἑτάροισιν ἐποτρύνας ἐκέλευσα</l><l n="129">ἐμβαλέειν κώπῃς, ἵνʼ ὑπὲκ κακότητα φύγοιμεν·</l><l n="130">οἱ δʼ ἅλα πάντες ἀνέρριψαν, δείσαντες ὄλεθρον.</l><l n="131">ἀσπασίως δʼ ἐς πόντον ἐπηρεφέας φύγε πέτρας</l><l n="132">νηῦς ἐμή· αὐτὰρ αἱ ἄλλαι ἀολλέες αὐτόθʼ ὄλοντο.</l><milestone n="133" unit="card" ed="p"/><l n="133"><milestone unit="para" ed="P"/>ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ,</l><l n="134">ἄσμενοι ἐκ θανάτοιο, φίλους ὀλέσαντες ἑταίρους.</l><l n="135">Αἰαίην δʼ ἐς νῆσον ἀφικόμεθʼ· ἔνθα δʼ ἔναιε</l><l n="136">Κίρκη ἐυπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα,</l><l n="137">αὐτοκασιγνήτη ὀλοόφρονος Αἰήταο·</l><l n="138">ἄμφω δʼ ἐκγεγάτην φαεσιμβρότου Ἠελίοιο</l><l n="139">μητρός τʼ ἐκ Πέρσης, τὴν Ὠκεανὸς τέκε παῖδα.</l><l n="140">ἔνθα δʼ ἐπʼ ἀκτῆς νηὶ κατηγαγόμεσθα σιωπῇ</l><l n="141">ναύλοχον ἐς λιμένα, καί τις θεὸς ἡγεμόνευεν.</l><l n="142">ἔνθα τότʼ ἐκβάντες δύο τʼ ἤματα καὶ δύο νύκτας</l><l n="143">κείμεθʼ ὁμοῦ καμάτῳ τε καὶ ἄλγεσι θυμὸν ἔδοντες.</l><l n="144">ἀλλʼ ὅτε δὴ τρίτον ἦμαρ ἐυπλόκαμος τέλεσʼ Ἠώς,</l><l n="145">καὶ τότʼ ἐγὼν ἐμὸν ἔγχος ἑλὼν καὶ φάσγανον ὀξὺ</l><l n="146">καρπαλίμως παρὰ νηὸς ἀνήιον ἐς περιωπήν,</l><l n="147">εἴ πως ἔργα ἴδοιμι βροτῶν ἐνοπήν τε πυθοίμην.</l><l n="148">ἔστην δὲ σκοπιὴν ἐς παιπαλόεσσαν ἀνελθών,</l><l n="149">καί μοι ἐείσατο καπνὸς ἀπὸ χθονὸς εὐρυοδείης,</l><l n="150">Κίρκης ἐν μεγάροισι, διὰ δρυμὰ πυκνὰ καὶ ὕλην.</l><l n="151">μερμήριξα δʼ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν</l><l n="152">ἐλθεῖν ἠδὲ πυθέσθαι, ἐπεὶ ἴδον αἴθοπα καπνόν.</l><l n="153">ὧδε δέ μοι φρονέοντι δοάσσατο κέρδιον εἶναι,</l><l n="154">πρῶτʼ ἐλθόντʼ ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης</l><l n="155">δεῖπνον ἑταίροισιν δόμεναι προέμεν τε πυθέσθαι.</l><l n="156">ἀλλʼ ὅτε δὴ σχεδὸν ἦα κιὼν νεὸς ἀμφιελίσσης,</l><l n="157">καὶ τότε τίς με θεῶν ὀλοφύρατο μοῦνον ἐόντα,</l><l n="158">ὅς ῥά μοι ὑψίκερων ἔλαφον μέγαν εἰς ὁδὸν αὐτὴν</l><l n="159">ἧκεν. ὁ μὲν ποταμόνδε κατήιεν ἐκ νομοῦ ὕλης</l><l n="160">πιόμενος· δὴ γάρ μιν ἔχεν μένος ἠελίοιο.</l><l n="161">τὸν δʼ ἐγὼ ἐκβαίνοντα κατʼ ἄκνηστιν μέσα νῶτα</l><l n="162">πλῆξα· τὸ δʼ ἀντικρὺ δόρυ χάλκεον ἐξεπέρησε,</l><l n="163">κὰδ δʼ ἔπεσʼ ἐν κονίῃσι μακών, ἀπὸ δʼ ἔπτατο θυμός.</l><l n="164">τῷ δʼ ἐγὼ ἐμβαίνων δόρυ χάλκεον ἐξ ὠτειλῆς</l><l n="165">εἰρυσάμην· τὸ μὲν αὖθι κατακλίνας ἐπὶ γαίῃ</l><l n="166">εἴασʼ· αὐτὰρ ἐγὼ σπασάμην ῥῶπάς τε λύγους τε,</l><l n="167">πεῖσμα δʼ, ὅσον τʼ ὄργυιαν, ἐυστρεφὲς ἀμφοτέρωθεν</l><l n="168">πλεξάμενος συνέδησα πόδας δεινοῖο πελώρου,</l><l n="169">βῆν δὲ καταλοφάδεια φέρων ἐπὶ νῆα μέλαιναν</l><l n="170">ἔγχει ἐρειδόμενος, ἐπεὶ οὔ πως ἦεν ἐπʼ ὤμου</l><l n="171">χειρὶ φέρειν ἑτέρῃ· μάλα γὰρ μέγα θηρίον ἦεν.</l><l n="172">κὰδʼ δʼ ἔβαλον προπάροιθε νεός, ἀνέγειρα δʼ ἑταίρους</l><l n="173">μειλιχίοις ἐπέεσσι παρασταδὸν ἄνδρα ἕκαστον·</l><q type="unspecified"><l n="174"><milestone unit="para" ed="P"/>ὦ φίλοι, οὐ γάρ πω καταδυσόμεθʼ ἀχνύμενοί
                        περ</l><l n="175">εἰς Ἀίδαο δόμους, πρὶν μόρσιμον ἦμαρ ἐπέλθῃ·</l><l n="176">ἀλλʼ ἄγετʼ, ὄφρʼ ἐν νηὶ θοῇ βρῶσίς τε πόσις τε,</l><l n="177">μνησόμεθα βρώμης, μηδὲ τρυχώμεθα λιμῷ.</l></q><milestone n="178" unit="card" ed="p"/><l n="178"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, οἱ δʼ ὦκα ἐμοῖς ἐπέεσσι πίθοντο,</l><l n="179">ἐκ δὲ καλυψάμενοι παρὰ θῖνʼ ἁλὸς ἀτρυγέτοιο</l><l n="180">θηήσαντʼ ἔλαφον· μάλα γὰρ μέγα θηρίον ἦεν.</l><l n="181">αὐτὰρ ἐπεὶ τάρπησαν ὁρώμενοι ὀφθαλμοῖσιν,</l><l n="182">χεῖρας νιψάμενοι τεύχοντʼ ἐρικυδέα δαῖτα.</l></q></div></div></body></text></TEI>