ἡ δὲ μάλʼ αὐτίκα πατρὸς ἐπέφραδεν ὑψερεφὲς δῶ. οἱ δʼ ἐπεὶ εἰσῆλθον κλυτὰ δώματα, τὴν δὲ γυναῖκα εὗρον, ὅσην τʼ ὄρεος κορυφήν, κατὰ δʼ ἔστυγον αὐτήν. ἡ δʼ αἶψʼ ἐξ ἀγορῆς ἐκάλει κλυτὸν Ἀντιφατῆα, ὃν πόσιν, ὃς δὴ τοῖσιν ἐμήσατο λυγρὸν ὄλεθρον. αὐτίχʼ ἕνα μάρψας ἑτάρων ὡπλίσσατο δεῖπνον· τὼ δὲ δύʼ ἀίξαντε φυγῇ ἐπὶ νῆας ἱκέσθην. αὐτὰρ ὁ τεῦχε βοὴν διὰ ἄστεος· οἱ δʼ ἀίοντες φοίτων ἴφθιμοι Λαιστρυγόνες ἄλλοθεν ἄλλος, μυρίοι, οὐκ ἄνδρεσσιν ἐοικότες, ἀλλὰ Γίγασιν. οἵ ῥʼ ἀπὸ πετράων ἀνδραχθέσι χερμαδίοισιν βάλλον· ἄφαρ δὲ κακὸς κόναβος κατὰ νῆας ὀρώρει ἀνδρῶν τʼ ὀλλυμένων νηῶν θʼ ἅμα ἀγνυμενάων· ἰχθῦς δʼ ὣς πείροντες ἀτερπέα δαῖτα φέροντο. ὄφρʼ οἱ τοὺς ὄλεκον λιμένος πολυβενθέος ἐντός, τόφρα δʼ ἐγὼ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ τῷ ἀπὸ πείσματʼ ἔκοψα νεὸς κυανοπρῴροιο. αἶψα δʼ ἐμοῖς ἑτάροισιν ἐποτρύνας ἐκέλευσα ἐμβαλέειν κώπῃς, ἵνʼ ὑπὲκ κακότητα φύγοιμεν· οἱ δʼ ἅλα πάντες ἀνέρριψαν, δείσαντες ὄλεθρον. ἀσπασίως δʼ ἐς πόντον ἐπηρεφέας φύγε πέτρας νηῦς ἐμή· αὐτὰρ αἱ ἄλλαι ἀολλέες αὐτόθʼ ὄλοντο. ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ, ἄσμενοι ἐκ θανάτοιο, φίλους ὀλέσαντες ἑταίρους. Αἰαίην δʼ ἐς νῆσον ἀφικόμεθʼ· ἔνθα δʼ ἔναιε Κίρκη ἐυπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα, αὐτοκασιγνήτη ὀλοόφρονος Αἰήταο· ἄμφω δʼ ἐκγεγάτην φαεσιμβρότου Ἠελίοιο μητρός τʼ ἐκ Πέρσης, τὴν Ὠκεανὸς τέκε παῖδα. ἔνθα δʼ ἐπʼ ἀκτῆς νηὶ κατηγαγόμεσθα σιωπῇ ναύλοχον ἐς λιμένα, καί τις θεὸς ἡγεμόνευεν. ἔνθα τότʼ ἐκβάντες δύο τʼ ἤματα καὶ δύο νύκτας κείμεθʼ ὁμοῦ καμάτῳ τε καὶ ἄλγεσι θυμὸν ἔδοντες. ἀλλʼ ὅτε δὴ τρίτον ἦμαρ ἐυπλόκαμος τέλεσʼ Ἠώς, καὶ τότʼ ἐγὼν ἐμὸν ἔγχος ἑλὼν καὶ φάσγανον ὀξὺ καρπαλίμως παρὰ νηὸς ἀνήιον ἐς περιωπήν, εἴ πως ἔργα ἴδοιμι βροτῶν ἐνοπήν τε πυθοίμην. ἔστην δὲ σκοπιὴν ἐς παιπαλόεσσαν ἀνελθών, καί μοι ἐείσατο καπνὸς ἀπὸ χθονὸς εὐρυοδείης, Κίρκης ἐν μεγάροισι, διὰ δρυμὰ πυκνὰ καὶ ὕλην. μερμήριξα δʼ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν ἐλθεῖν ἠδὲ πυθέσθαι, ἐπεὶ ἴδον αἴθοπα καπνόν. ὧδε δέ μοι φρονέοντι δοάσσατο κέρδιον εἶναι, πρῶτʼ ἐλθόντʼ ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης δεῖπνον ἑταίροισιν δόμεναι προέμεν τε πυθέσθαι. ἀλλʼ ὅτε δὴ σχεδὸν ἦα κιὼν νεὸς ἀμφιελίσσης, καὶ τότε τίς με θεῶν ὀλοφύρατο μοῦνον ἐόντα, ὅς ῥά μοι ὑψίκερων ἔλαφον μέγαν εἰς ὁδὸν αὐτὴν ἧκεν. ὁ μὲν ποταμόνδε κατήιεν ἐκ νομοῦ ὕλης πιόμενος· δὴ γάρ μιν ἔχεν μένος ἠελίοιο. τὸν δʼ ἐγὼ ἐκβαίνοντα κατʼ ἄκνηστιν μέσα νῶτα πλῆξα· τὸ δʼ ἀντικρὺ δόρυ χάλκεον ἐξεπέρησε, κὰδ δʼ ἔπεσʼ ἐν κονίῃσι μακών, ἀπὸ δʼ ἔπτατο θυμός. τῷ δʼ ἐγὼ ἐμβαίνων δόρυ χάλκεον ἐξ ὠτειλῆς εἰρυσάμην· τὸ μὲν αὖθι κατακλίνας ἐπὶ γαίῃ εἴασʼ· αὐτὰρ ἐγὼ σπασάμην ῥῶπάς τε λύγους τε, πεῖσμα δʼ, ὅσον τʼ ὄργυιαν, ἐυστρεφὲς ἀμφοτέρωθεν πλεξάμενος συνέδησα πόδας δεινοῖο πελώρου, βῆν δὲ καταλοφάδεια φέρων ἐπὶ νῆα μέλαιναν ἔγχει ἐρειδόμενος, ἐπεὶ οὔ πως ἦεν ἐπʼ ὤμου χειρὶ φέρειν ἑτέρῃ· μάλα γὰρ μέγα θηρίον ἦεν. κὰδʼ δʼ ἔβαλον προπάροιθε νεός, ἀνέγειρα δʼ ἑταίρους μειλιχίοις ἐπέεσσι παρασταδὸν ἄνδρα ἕκαστον· ὦ φίλοι, οὐ γάρ πω καταδυσόμεθʼ ἀχνύμενοί περ εἰς Ἀίδαο δόμους, πρὶν μόρσιμον ἦμαρ ἐπέλθῃ· ἀλλʼ ἄγετʼ, ὄφρʼ ἐν νηὶ θοῇ βρῶσίς τε πόσις τε, μνησόμεθα βρώμης, μηδὲ τρυχώμεθα λιμῷ. ὣς ἐφάμην, οἱ δʼ ὦκα ἐμοῖς ἐπέεσσι πίθοντο, ἐκ δὲ καλυψάμενοι παρὰ θῖνʼ ἁλὸς ἀτρυγέτοιο θηήσαντʼ ἔλαφον· μάλα γὰρ μέγα θηρίον ἦεν. αὐτὰρ ἐπεὶ τάρπησαν ὁρώμενοι ὀφθαλμοῖσιν, χεῖρας νιψάμενοι τεύχοντʼ ἐρικυδέα δαῖτα.