<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="1" type="textpart" subtype="book"><q type="unspecified"><l n="48">ἀλλά μοι ἀμφʼ Ὀδυσῆι δαΐφρονι δαίεται ἦτορ,</l><l n="49">δυσμόρῳ, ὃς δὴ δηθὰ φίλων ἄπο πήματα πάσχει</l><l n="50">νήσῳ ἐν ἀμφιρύτῃ, ὅθι τʼ ὀμφαλός ἐστι θαλάσσης.</l><l n="51">νῆσος δενδρήεσσα, θεὰ δʼ ἐν δώματα ναίει,</l><l n="52">Ἄτλαντος θυγάτηρ ὀλοόφρονος, ὅς τε θαλάσσης</l><l n="53">πάσης βένθεα οἶδεν, ἔχει δέ τε κίονας αὐτὸς</l><l n="54">μακράς, αἳ γαῖάν τε καὶ οὐρανὸν ἀμφὶς ἔχουσιν.</l><l n="55">τοῦ θυγάτηρ δύστηνον ὀδυρόμενον κατερύκει,</l><l n="56">αἰεὶ δὲ μαλακοῖσι καὶ αἱμυλίοισι λόγοισιν</l><l n="57">θέλγει, ὅπως Ἰθάκης ἐπιλήσεται· αὐτὰρ Ὀδυσσεύς,</l><l n="58">ἱέμενος καὶ καπνὸν ἀποθρῴσκοντα νοῆσαι</l><l n="59">ἧς γαίης, θανέειν ἱμείρεται. οὐδέ νυ σοί περ</l><l n="60">ἐντρέπεται φίλον ἦτορ, Ὀλύμπιε. οὔ νύ τʼ Ὀδυσσεὺς</l><l n="61">Ἀργείων παρὰ νηυσὶ χαρίζετο ἱερὰ ῥέζων</l><l n="62">Τροίῃ ἐν εὐρείῃ; τί νύ οἱ τόσον ὠδύσαο, Ζεῦ;</l></q><l n="63"><milestone unit="para" ed="P"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·</l><q type="unspecified"><l n="64">τέκνον ἐμόν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων.</l><l n="65">πῶς ἂν ἔπειτʼ Ὀδυσῆος ἐγὼ θείοιο λαθοίμην,</l><l n="66">ὃς περὶ μὲν νόον ἐστὶ βροτῶν, περὶ δʼ ἱρὰ θεοῖσιν</l><l n="67">ἀθανάτοισιν ἔδωκε, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν;</l><l n="68">ἀλλὰ Ποσειδάων γαιήοχος ἀσκελὲς αἰεὶ</l><l n="69">Κύκλωπος κεχόλωται, ὃν ὀφθαλμοῦ ἀλάωσεν,</l><l n="70">ἀντίθεον Πολύφημον, ὅου κράτος ἐστὶ μέγιστον</l><l n="71">πᾶσιν Κυκλώπεσσι· Θόωσα δέ μιν τέκε νύμφη,</l><l n="72">Φόρκυνος θυγάτηρ ἁλὸς ἀτρυγέτοιο μέδοντος,</l><l n="73">ἐν σπέσσι γλαφυροῖσι Ποσειδάωνι μιγεῖσα.</l><l n="74">ἐκ τοῦ δὴ Ὀδυσῆα Ποσειδάων ἐνοσίχθων</l><l n="75">οὔ τι κατακτείνει, πλάζει δʼ ἀπὸ πατρίδος αἴης.</l><l n="76">ἀλλʼ ἄγεθʼ, ἡμεῖς οἵδε περιφραζώμεθα πάντες</l><l n="77">νόστον, ὅπως ἔλθῃσι· Ποσειδάων δὲ μεθήσει</l><l n="78">ὃν χόλον· οὐ μὲν γάρ τι δυνήσεται ἀντία πάντων</l><l n="79">ἀθανάτων ἀέκητι θεῶν ἐριδαινέμεν οἶος.</l></q><milestone n="80" unit="card" ed="p"/><l n="80"><milestone unit="para" ed="P"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα θεά, γλαυκῶπις Ἀθήνη·</l><q type="unspecified"><l n="81">ὦ πάτερ ἡμέτερε Κρονίδη, ὕπατε κρειόντων,</l><l n="82">εἰ μὲν δὴ νῦν τοῦτο φίλον μακάρεσσι θεοῖσιν,</l><l n="83">νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε,</l><l n="84">Ἑρμείαν μὲν ἔπειτα διάκτορον ἀργεϊφόντην</l><l n="85">νῆσον ἐς Ὠγυγίην ὀτρύνομεν, ὄφρα τάχιστα</l><l n="86">νύμφῃ ἐυπλοκάμῳ εἴπῃ νημερτέα βουλήν,</l><l n="87">νόστον Ὀδυσσῆος ταλασίφρονος, ὥς κε νέηται·</l><l n="88">αὐτὰρ ἐγὼν Ἰθάκηνδʼ ἐσελεύσομαι, ὄφρα οἱ υἱὸν</l><l n="89">μᾶλλον ἐποτρύνω καί οἱ μένος ἐν φρεσὶ θείω,</l><l n="90">εἰς ἀγορὴν καλέσαντα κάρη κομόωντας Ἀχαιοὺς</l><l n="91">πᾶσι μνηστήρεσσιν ἀπειπέμεν, οἵ τέ οἱ αἰεὶ</l><l n="92">μῆλʼ ἁδινὰ σφάζουσι καὶ εἰλίποδας ἕλικας βοῦς.</l><l n="93">πέμψω δʼ ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠμαθόεντα</l><l n="94">νόστον πευσόμενον πατρὸς φίλου, ἤν που ἀκούσῃ,</l></q></div></div></body></text></TEI>