<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="1" type="textpart" subtype="book"><l n="336">δακρύσασα δʼ ἔπειτα προσηύδα θεῖον ἀοιδόν·</l><q type="unspecified"><l n="337"><milestone unit="para" ed="P"/>Φήμιε, πολλὰ γὰρ ἄλλα βροτῶν θελκτήρια
                     οἶδας,</l><l n="338">ἔργʼ ἀνδρῶν τε θεῶν τε, τά τε κλείουσιν ἀοιδοί·</l><l n="339">τῶν ἕν γέ σφιν ἄειδε παρήμενος, οἱ δὲ σιωπῇ</l><l n="340">οἶνον πινόντων· ταύτης δʼ ἀποπαύεʼ ἀοιδῆς</l><l n="341">λυγρῆς, ἥ τέ μοι αἰεὶ ἐνὶ στήθεσσι φίλον κῆρ</l><l n="342">τείρει, ἐπεί με μάλιστα καθίκετο πένθος ἄλαστον.</l><l n="343">τοίην γὰρ κεφαλὴν ποθέω μεμνημένη αἰεί,</l><l n="344">ἀνδρός, τοῦ κλέος εὐρὺ καθʼ Ἑλλάδα καὶ μέσον Ἄργος.</l></q><l n="345"><milestone unit="para" ed="P"/>τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="346">μῆτερ ἐμή, τί τʼ ἄρα φθονέεις ἐρίηρον ἀοιδὸν</l><l n="347">τέρπειν ὅππῃ οἱ νόος ὄρνυται; οὔ νύ τʼ ἀοιδοὶ</l><l n="348">αἴτιοι, ἀλλά ποθι Ζεὺς αἴτιος, ὅς τε δίδωσιν</l><l n="349">ἀνδράσιν ἀλφηστῇσιν, ὅπως ἐθέλῃσιν, ἑκάστῳ.</l><l n="350">τούτῳ δʼ οὐ νέμεσις Δαναῶν κακὸν οἶτον ἀείδειν·</l><l n="351">τὴν γὰρ ἀοιδὴν μᾶλλον ἐπικλείουσʼ ἄνθρωποι,</l><l n="352">ἥ τις ἀκουόντεσσι νεωτάτη ἀμφιπέληται.</l><l n="353">σοὶ δʼ ἐπιτολμάτω κραδίη καὶ θυμὸς ἀκούειν·</l><l n="354">οὐ γὰρ Ὀδυσσεὺς οἶος ἀπώλεσε νόστιμον ἦμαρ</l><l n="355">ἐν Τροίῃ, πολλοὶ δὲ καὶ ἄλλοι φῶτες ὄλοντο.</l><l n="356">ἀλλʼ εἰς οἶκον ἰοῦσα τὰ σʼ αὐτῆς ἔργα κόμιζε,</l><l n="357">ἱστόν τʼ ἠλακάτην τε, καὶ ἀμφιπόλοισι κέλευε</l><l n="358">ἔργον ἐποίχεσθαι· μῦθος δʼ ἄνδρεσσι μελήσει</l><l n="359">πᾶσι, μάλιστα δʼ ἐμοί· τοῦ γὰρ κράτος ἔστʼ ἐνὶ οἴκῳ.</l></q><l n="360"><milestone unit="para" ed="P"/>ἡ μὲν θαμβήσασα πάλιν οἶκόνδε βεβήκει·</l><l n="361">παιδὸς γὰρ μῦθον πεπνυμένον ἔνθετο θυμῷ.</l><l n="362">ἐς δʼ ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶ</l><l n="363">κλαῖεν ἔπειτʼ Ὀδυσῆα φίλον πόσιν, ὄφρα οἱ ὕπνον</l><l n="364">ἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη.</l><milestone n="365" unit="card" ed="p"/><l n="365"><milestone unit="para" ed="P"/>μνηστῆρες δʼ ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα,</l><l n="366">πάντες δʼ ἠρήσαντο παραὶ λεχέεσσι κλιθῆναι.</l><l n="367">τοῖσι δὲ Τηλέμαχος πεπνυμένος ἤρχετο μύθων·</l><q type="unspecified"><l n="368"><milestone unit="para" ed="P"/>μητρὸς ἐμῆς μνηστῆρες ὑπέρβιον ὕβριν
                     ἔχοντες,</l><l n="369">νῦν μὲν δαινύμενοι τερπώμεθα, μηδὲ βοητὺς</l><l n="370">ἔστω, ἐπεὶ τόδε καλὸν ἀκουέμεν ἐστὶν ἀοιδοῦ</l><l n="371">τοιοῦδʼ οἷος ὅδʼ ἐστί, θεοῖς ἐναλίγκιος αὐδήν.</l><l n="372">ἠῶθεν δʼ ἀγορήνδε καθεζώμεσθα κιόντες</l><l n="373">πάντες, ἵνʼ ὕμιν μῦθον ἀπηλεγέως ἀποείπω,</l><l n="374">ἐξιέναι μεγάρων· ἄλλας δʼ ἀλεγύνετε δαῖτας,</l><l n="375">ὑμὰ κτήματʼ ἔδοντες, ἀμειβόμενοι κατὰ οἴκους.</l><l n="376">εἰ δʼ ὕμιν δοκέει τόδε λωίτερον καὶ ἄμεινον</l><l n="377">ἔμμεναι, ἀνδρὸς ἑνὸς βίοτον νήποινον ὀλέσθαι,</l><l n="378">κείρετʼ· ἐγὼ δὲ θεοὺς ἐπιβώσομαι αἰὲν ἐόντας,</l><l n="379">αἴ κέ ποθι Ζεὺς δῷσι παλίντιτα ἔργα γενέσθαι·</l><l n="380">νήποινοί κεν ἔπειτα δόμων ἔντοσθεν ὄλοισθε.</l></q><l n="381"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὀδὰξ ἐν χείλεσι
                  φύντες</l><l n="382">Τηλέμαχον θαύμαζον, ὃ θαρσαλέως ἀγόρευεν.</l><l n="383"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτʼ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός·</l><q type="unspecified"><l n="384">Τηλέμαχʼ, ἦ μάλα δή σε διδάσκουσιν θεοὶ αὐτοὶ</l><l n="385">ὑψαγόρην τʼ ἔμεναι καὶ θαρσαλέως ἀγορεύειν·</l><l n="386">μὴ σέ γʼ ἐν ἀμφιάλῳ Ἰθάκῃ βασιλῆα Κρονίων</l><l n="387">ποιήσειεν, ὅ τοι γενεῇ πατρώιόν ἐστιν.</l></q><l n="388"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="389">Ἀντίνοʼ, ἦ καί μοι νεμεσήσεαι ὅττι κεν εἴπω;</l><l n="390">καί κεν τοῦτʼ ἐθέλοιμι Διός γε διδόντος ἀρέσθαι.</l><l n="391">ἦ φῂς τοῦτο κάκιστον ἐν ἀνθρώποισι τετύχθαι;</l><l n="392">οὐ μὲν γάρ τι κακὸν βασιλευέμεν· αἶψά τέ οἱ δῶ</l><l n="393">ἀφνειὸν πέλεται καὶ τιμηέστερος αὐτός.</l><l n="394">ἀλλʼ ἦ τοι βασιλῆες Ἀχαιῶν εἰσὶ καὶ ἄλλοι</l><l n="395">πολλοὶ ἐν ἀμφιάλῳ Ἰθάκῃ, νέοι ἠδὲ παλαιοί,</l><l n="396">τῶν κέν τις τόδʼ ἔχῃσιν, ἐπεὶ θάνε δῖος Ὀδυσσεύς·</l><l n="397">αὐτὰρ ἐγὼν οἴκοιο ἄναξ ἔσομʼ ἡμετέροιο</l><l n="398">καὶ δμώων, οὕς μοι ληίσσατο δῖος Ὀδυσσεύς.</l></q><l n="399"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτʼ Εὐρύμαχος Πολύβου πάϊς ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="400">Τηλέμαχʼ, ἦ τοι ταῦτα θεῶν ἐν γούνασι κεῖται,</l><l n="401">ὅς τις ἐν ἀμφιάλῳ Ἰθάκῃ βασιλεύσει Ἀχαιῶν·</l><l n="402">κτήματα δʼ αὐτὸς ἔχοις καὶ δώμασιν οἷσιν ἀνάσσοις.</l><l n="403">μὴ γὰρ ὅ γʼ ἔλθοι ἀνὴρ ὅς τίς σʼ ἀέκοντα βίηφιν</l><l n="404">κτήματʼ ἀπορραίσει, Ἰθάκης ἔτι ναιετοώσης.</l><l n="405">ἀλλʼ ἐθέλω σε, φέριστε, περὶ ξείνοιο ἐρέσθαι,</l><l n="406">ὁππόθεν οὗτος ἀνήρ, ποίης δʼ ἐξ εὔχεται εἶναι</l><l n="407">γαίης, ποῦ δέ νύ οἱ γενεὴ καὶ πατρὶς ἄρουρα.</l></q></div></div></body></text></TEI>