<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="1" type="textpart" subtype="book"><q type="unspecified"><l n="264">ἀλλὰ πατήρ οἱ δῶκεν ἐμός· φιλέεσκε γὰρ αἰνῶς—</l><l n="265">τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς·</l><l n="266">πάντες κʼ ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε.</l><l n="267">ἀλλʼ ἦ τοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται,</l><l n="268">ἤ κεν νοστήσας ἀποτίσεται, ἦε καὶ οὐκί,</l><l n="269">οἷσιν ἐνὶ μεγάροισι· σὲ δὲ φράζεσθαι ἄνωγα,</l><l n="270">ὅππως κε μνηστῆρας ἀπώσεαι ἐκ μεγάροιο.</l><l n="271">εἰ δʼ ἄγε νῦν ξυνίει καὶ ἐμῶν ἐμπάζεο μύθων·</l><l n="272">αὔριον εἰς ἀγορὴν καλέσας ἥρωας Ἀχαιοὺς</l><l n="273">μῦθον πέφραδε πᾶσι, θεοὶ δʼ ἐπὶ μάρτυροι ἔστων.</l><l n="274">μνηστῆρας μὲν ἐπὶ σφέτερα σκίδνασθαι ἄνωχθι,</l><l n="275">μητέρα δʼ, εἴ οἱ θυμὸς ἐφορμᾶται γαμέεσθαι,</l><l n="276">ἂψ ἴτω ἐς μέγαρον πατρὸς μέγα δυναμένοιο·</l><l n="277">οἱ δὲ γάμον τεύξουσι καὶ ἀρτυνέουσιν ἔεδνα</l><l n="278">πολλὰ μάλʼ, ὅσσα ἔοικε φίλης ἐπὶ παιδὸς ἕπεσθαι.</l><l n="279">σοὶ δʼ αὐτῷ πυκινῶς ὑποθήσομαι, αἴ κε πίθηαι·</l><milestone n="280" unit="card" ed="p"/><l n="280">νῆʼ ἄρσας ἐρέτῃσιν ἐείκοσιν, ἥ τις ἀρίστη,</l><l n="281">ἔρχεο πευσόμενος πατρὸς δὴν οἰχομένοιο,</l><l n="282">ἤν τίς τοι εἴπῃσι βροτῶν, ἢ ὄσσαν ἀκούσῃς</l><l n="283">ἐκ Διός, ἥ τε μάλιστα φέρει κλέος ἀνθρώποισι.</l><l n="284">πρῶτα μὲν ἐς Πύλον ἐλθὲ καὶ εἴρεο Νέστορα δῖον,</l><l n="285">κεῖθεν δὲ Σπάρτηνδε παρὰ ξανθὸν Μενέλαον·</l><l n="286">ὃς γὰρ δεύτατος ἦλθεν Ἀχαιῶν χαλκοχιτώνων.</l><l n="287">εἰ μέν κεν πατρὸς βίοτον καὶ νόστον ἀκούσῃς,</l><l n="288">ἦ τʼ ἂν τρυχόμενός περ ἔτι τλαίης ἐνιαυτόν·</l><l n="289">εἰ δέ κε τεθνηῶτος ἀκούσῃς μηδʼ ἔτʼ ἐόντος,</l><l n="290">νοστήσας δὴ ἔπειτα φίλην ἐς πατρίδα γαῖαν</l><l n="291">σῆμά τέ οἱ χεῦαι καὶ ἐπὶ κτέρεα κτερεΐξαι</l><l n="292">πολλὰ μάλʼ, ὅσσα ἔοικε, καὶ ἀνέρι μητέρα δοῦναι.</l><l n="293">αὐτὰρ ἐπὴν δὴ ταῦτα τελευτήσῃς τε καὶ ἔρξῃς,</l><l n="294">φράζεσθαι δὴ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν</l><l n="295">ὅππως κε μνηστῆρας ἐνὶ μεγάροισι τεοῖσι</l><l n="296">κτείνῃς ἠὲ δόλῳ ἢ ἀμφαδόν· οὐδέ τί σε χρὴ</l><l n="297">νηπιάας ὀχέειν, ἐπεὶ οὐκέτι τηλίκος ἐσσι.</l><l n="298">ἢ οὐκ ἀίεις οἷον κλέος ἔλλαβε δῖος Ὀρέστης</l><l n="299">πάντας ἐπʼ ἀνθρώπους, ἐπεὶ ἔκτανε πατροφονῆα,</l><l n="300">Αἴγισθον δολόμητιν, ὅ οἱ πατέρα κλυτὸν ἔκτα;</l><l n="301">καὶ σύ, φίλος, μάλα γάρ σʼ ὁρόω καλόν τε μέγαν τε,</l><l n="302">ἄλκιμος ἔσσʼ, ἵνα τίς σε καὶ ὀψιγόνων ἐὺ εἴπῃ.</l><l n="303">αὐτὰρ ἐγὼν ἐπὶ νῆα θοὴν κατελεύσομαι ἤδη</l><l n="304">ἠδʼ ἑτάρους, οἵ πού με μάλʼ ἀσχαλόωσι μένοντες·</l><l n="305">σοὶ δʼ αὐτῷ μελέτω, καὶ ἐμῶν ἐμπάζεο μύθων.</l></q><l n="306"><milestone unit="para" ed="P"/>τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="307">ξεῖνʼ, ἦ τοι μὲν ταῦτα φίλα φρονέων ἀγορεύεις,</l><l n="308">ὥς τε πατὴρ ᾧ παιδί, καὶ οὔ ποτε λήσομαι αὐτῶν.</l><l n="309">ἀλλʼ ἄγε νῦν ἐπίμεινον, ἐπειγόμενός περ ὁδοῖο,</l><l n="310">ὄφρα λοεσσάμενός τε τεταρπόμενός τε φίλον κῆρ,</l><l n="311">δῶρον ἔχων ἐπὶ νῆα κίῃς, χαίρων ἐνὶ θυμῷ,</l><l n="312">τιμῆεν, μάλα καλόν, ὅ τοι κειμήλιον ἔσται</l><l n="313">ἐξ ἐμεῦ, οἷα φίλοι ξεῖνοι ξείνοισι διδοῦσι.</l></q><l n="314"><milestone unit="para" ed="P"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα θεά, γλαυκῶπις Ἀθήνη·</l><q type="unspecified"><l n="315">μή μʼ ἔτι νῦν κατέρυκε, λιλαιόμενόν περ ὁδοῖο.</l><l n="316">δῶρον δʼ ὅττι κέ μοι δοῦναι φίλον ἦτορ ἀνώγῃ,</l><l n="317">αὖτις ἀνερχομένῳ δόμεναι οἶκόνδε φέρεσθαι,</l><l n="318">καὶ μάλα καλὸν ἑλών· σοὶ δʼ ἄξιον ἔσται ἀμοιβῆς.</l></q><l n="319"><milestone unit="para" ed="P"/>ἡ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη γλαυκῶπις Ἀθήνη,</l><l n="320">ὄρνις δʼ ὣς ἀνόπαια διέπτατο· τῷ δʼ ἐνὶ θυμῷ</l><l n="321">θῆκε μένος καὶ θάρσος, ὑπέμνησέν τέ ἑ πατρὸς</l><l n="322">μᾶλλον ἔτʼ ἢ τὸ πάροιθεν. ὁ δὲ φρεσὶν ᾗσι νοήσας</l><l n="323">θάμβησεν κατὰ θυμόν· ὀίσατο γὰρ θεὸν εἶναι.</l><l n="324">αὐτίκα δὲ μνηστῆρας ἐπῴχετο ἰσόθεος φώς.</l><milestone n="325" unit="card" ed="p"/><l n="325"><milestone unit="para" ed="P"/>τοῖσι δʼ ἀοιδὸς ἄειδε περικλυτός, οἱ δὲ σιωπῇ</l><l n="326">ἥατʼ ἀκούοντες· ὁ δʼ Ἀχαιῶν νόστον ἄειδε</l><l n="327">λυγρόν, ὃν ἐκ Τροίης ἐπετείλατο Παλλὰς Ἀθήνη.</l><l n="328">τοῦ δʼ ὑπερωιόθεν φρεσὶ σύνθετο θέσπιν ἀοιδὴν</l><l n="329">κούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια·</l><l n="330">κλίμακα δʼ ὑψηλὴν κατεβήσετο οἷο δόμοιο,</l><l n="331">οὐκ οἴη, ἅμα τῇ γε καὶ ἀμφίπολοι δύʼ ἕποντο.</l><l n="332">ἡ δʼ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,</l><l n="333">στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,</l><l n="334">ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα·</l><l n="335">ἀμφίπολος δʼ ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη.</l></div></div></body></text></TEI>