<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="1" type="textpart" subtype="book"><q type="unspecified"><l n="236">ἀνθρώπων, ἐπεὶ οὔ κε θανόντι περ ὧδʼ ἀκαχοίμην,</l><l n="237">εἰ μετὰ οἷς ἑτάροισι δάμη Τρώων ἐνὶ δήμῳ,</l><l n="238">ἠὲ φίλων ἐν χερσίν, ἐπεὶ πόλεμον τολύπευσεν.</l><l n="239">τῷ κέν οἱ τύμβον μὲν ἐποίησαν Παναχαιοί,</l><l n="240">ἠδέ κε καὶ ᾧ παιδὶ μέγα κλέος ἤρατʼ ὀπίσσω.</l><l n="241">νῦν δέ μιν ἀκλειῶς ἅρπυιαι ἀνηρείψαντο·</l><l n="242">οἴχετʼ ἄιστος ἄπυστος, ἐμοὶ δʼ ὀδύνας τε γόους τε</l><l n="243">κάλλιπεν. οὐδέ τι κεῖνον ὀδυρόμενος στεναχίζω</l><l n="244">οἶον, ἐπεί νύ μοι ἄλλα θεοὶ κακὰ κήδεʼ ἔτευξαν.</l><l n="245">ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι,</l><l n="246">Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνθῳ,</l><l n="247">ἠδʼ ὅσσοι κραναὴν Ἰθάκην κάτα κοιρανέουσιν,</l><l n="248">τόσσοι μητέρʼ ἐμὴν μνῶνται, τρύχουσι δὲ οἶκον.</l><l n="249">ἡ δʼ οὔτʼ ἀρνεῖται στυγερὸν γάμον οὔτε τελευτὴν</l><l n="250">ποιῆσαι δύναται· τοὶ δὲ φθινύθουσιν ἔδοντες</l><l n="251">οἶκον ἐμόν· τάχα δή με διαρραίσουσι καὶ αὐτόν.</l></q><l n="252"><milestone unit="para" ed="P"/>τὸν δʼ ἐπαλαστήσασα προσηύδα Παλλὰς Ἀθήνη·</l><q type="unspecified"><l n="253">ὢ πόποι, ἦ δὴ πολλὸν ἀποιχομένου Ὀδυσῆος</l><l n="254">δεύῃ, ὅ κε μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφείη.</l><l n="255">εἰ γὰρ νῦν ἐλθὼν δόμου ἐν πρώτῃσι θύρῃσι</l><l n="256">σταίη, ἔχων πήληκα καὶ ἀσπίδα καὶ δύο δοῦρε,</l><l n="257">τοῖος ἐὼν οἷόν μιν ἐγὼ τὰ πρῶτʼ ἐνόησα</l><l n="258">οἴκῳ ἐν ἡμετέρῳ πίνοντά τε τερπόμενόν τε,</l><l n="259">ἐξ Ἐφύρης ἀνιόντα παρʼ Ἴλου Μερμερίδαο—</l><l n="260">ᾤχετο γὰρ καὶ κεῖσε θοῆς ἐπὶ νηὸς Ὀδυσσεὺς</l><l n="261">φάρμακον ἀνδροφόνον διζήμενος, ὄφρα οἱ εἴη</l><l n="262">ἰοὺς χρίεσθαι χαλκήρεας· ἀλλʼ ὁ μὲν οὔ οἱ</l><l n="263">δῶκεν, ἐπεί ῥα θεοὺς νεμεσίζετο αἰὲν ἐόντας,</l><l n="264">ἀλλὰ πατήρ οἱ δῶκεν ἐμός· φιλέεσκε γὰρ αἰνῶς—</l><l n="265">τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς·</l><l n="266">πάντες κʼ ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε.</l><l n="267">ἀλλʼ ἦ τοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται,</l><l n="268">ἤ κεν νοστήσας ἀποτίσεται, ἦε καὶ οὐκί,</l><l n="269">οἷσιν ἐνὶ μεγάροισι· σὲ δὲ φράζεσθαι ἄνωγα,</l><l n="270">ὅππως κε μνηστῆρας ἀπώσεαι ἐκ μεγάροιο.</l><l n="271">εἰ δʼ ἄγε νῦν ξυνίει καὶ ἐμῶν ἐμπάζεο μύθων·</l><l n="272">αὔριον εἰς ἀγορὴν καλέσας ἥρωας Ἀχαιοὺς</l><l n="273">μῦθον πέφραδε πᾶσι, θεοὶ δʼ ἐπὶ μάρτυροι ἔστων.</l><l n="274">μνηστῆρας μὲν ἐπὶ σφέτερα σκίδνασθαι ἄνωχθι,</l><l n="275">μητέρα δʼ, εἴ οἱ θυμὸς ἐφορμᾶται γαμέεσθαι,</l><l n="276">ἂψ ἴτω ἐς μέγαρον πατρὸς μέγα δυναμένοιο·</l><l n="277">οἱ δὲ γάμον τεύξουσι καὶ ἀρτυνέουσιν ἔεδνα</l><l n="278">πολλὰ μάλʼ, ὅσσα ἔοικε φίλης ἐπὶ παιδὸς ἕπεσθαι.</l><l n="279">σοὶ δʼ αὐτῷ πυκινῶς ὑποθήσομαι, αἴ κε πίθηαι·</l><milestone n="280" unit="card" ed="p"/><l n="280">νῆʼ ἄρσας ἐρέτῃσιν ἐείκοσιν, ἥ τις ἀρίστη,</l><l n="281">ἔρχεο πευσόμενος πατρὸς δὴν οἰχομένοιο,</l><l n="282">ἤν τίς τοι εἴπῃσι βροτῶν, ἢ ὄσσαν ἀκούσῃς</l></q></div></div></body></text></TEI>