<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="1" type="textpart" subtype="book"><l n="142">παντοίων, παρὰ δέ σφι τίθει χρύσεια κύπελλα·</l><l n="143">κῆρυξ δʼ αὐτοῖσιν θάμʼ ἐπῴχετο οἰνοχοεύων.</l><l n="144"><milestone unit="para" ed="P"/>ἐς δʼ ἦλθον μνηστῆρες ἀγήνορες. οἱ μὲν ἔπειτα</l><l n="145">ἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε,</l><l n="146">τοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν,</l><l n="147">σῖτον δὲ δμῳαὶ παρενήνεον ἐν κανέοισιν,</l><l n="148">κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο.</l><l n="149">οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.</l><l n="150">αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο</l><l n="151">μνηστῆρες, τοῖσιν μὲν ἐνὶ φρεσὶν ἄλλα μεμήλει,</l><l n="152">μολπή τʼ ὀρχηστύς τε· τὰ γάρ τʼ ἀναθήματα δαιτός·</l><l n="153">κῆρυξ δʼ ἐν χερσὶν κίθαριν περικαλλέα θῆκεν</l><l n="154">Φημίῳ, ὅς ῥʼ ἤειδε παρὰ μνηστῆρσιν ἀνάγκῃ.</l><l n="155">ἦ τοι ὁ φορμίζων ἀνεβάλλετο καλὸν ἀείδειν.</l><l n="156"><milestone unit="para" ed="P"/>αὐτὰρ Τηλέμαχος προσέφη γλαυκῶπιν Ἀθήνην,</l><l n="157">ἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθʼ οἱ ἄλλοι·</l><q type="unspecified"><l n="158">ξεῖνε φίλʼ, ἦ καί μοι νεμεσήσεαι ὅττι κεν εἴπω;</l><l n="159">τούτοισιν μὲν ταῦτα μέλει, κίθαρις καὶ ἀοιδή,</l><l n="160">ῥεῖʼ, ἐπεὶ ἀλλότριον βίοτον νήποινον ἔδουσιν,</l><l n="161">ἀνέρος, οὗ δή που λεύκʼ ὀστέα πύθεται ὄμβρῳ</l><l n="162">κείμενʼ ἐπʼ ἠπείρου, ἢ εἰν ἁλὶ κῦμα κυλίνδει.</l><l n="163">εἰ κεῖνόν γʼ Ἰθάκηνδε ἰδοίατο νοστήσαντα,</l><l n="164">πάντες κʼ ἀρησαίατʼ ἐλαφρότεροι πόδας εἶναι</l><l n="165">ἢ ἀφνειότεροι χρυσοῖό τε ἐσθῆτός τε.</l><l n="166">νῦν δʼ ὁ μὲν ὣς ἀπόλωλε κακὸν μόρον, οὐδέ τις ἡμῖν</l><l n="167">θαλπωρή, εἴ πέρ τις ἐπιχθονίων ἀνθρώπων</l><l n="168">φῇσιν ἐλεύσεσθαι· τοῦ δʼ ὤλετο νόστιμον ἦμαρ.</l><l n="169">ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·</l><l n="170">τίς πόθεν εἰς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;</l><l n="171">ὁπποίης τʼ ἐπὶ νηὸς ἀφίκεο· πῶς δέ σε ναῦται</l><l n="172">ἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο;</l><l n="173">οὐ μὲν γάρ τί σε πεζὸν ὀίομαι ἐνθάδʼ ἱκέσθαι.</l><l n="174">καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐὺ εἰδῶ,</l><l n="175">ἠὲ νέον μεθέπεις ἦ καὶ πατρώιός ἐσσι</l><l n="176">ξεῖνος, ἐπεὶ πολλοὶ ἴσαν ἀνέρες ἡμέτερον δῶ</l><l n="177">ἄλλοι, ἐπεὶ καὶ κεῖνος ἐπίστροφος ἦν ἀνθρώπων.</l></q><milestone n="178" unit="card" ed="p"/><l n="178"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·</l><q type="unspecified"><l n="179">τοιγὰρ ἐγώ τοι ταῦτα μάλʼ ἀτρεκέως ἀγορεύσω.</l><l n="180">Μέντης Ἀγχιάλοιο δαΐφρονος εὔχομαι εἶναι</l><l n="181">υἱός, ἀτὰρ Ταφίοισι φιληρέτμοισιν ἀνάσσω.</l><l n="182">νῦν δʼ ὧδε ξὺν νηὶ κατήλυθον ἠδʼ ἑτάροισιν</l><l n="183">πλέων ἐπὶ οἴνοπα πόντον ἐπʼ ἀλλοθρόους ἀνθρώπους,</l><l n="184">ἐς Τεμέσην μετὰ χαλκόν, ἄγω δʼ αἴθωνα σίδηρον.</l><l n="185">νηῦς δέ μοι ἥδʼ ἕστηκεν ἐπʼ ἀγροῦ νόσφι πόληος,</l><l n="186">ἐν λιμένι Ῥείθρῳ ὑπὸ Νηίῳ ὑλήεντι.</l><l n="187">ξεῖνοι δʼ ἀλλήλων πατρώιοι εὐχόμεθʼ εἶναι</l><l n="188">ἐξ ἀρχῆς, εἴ πέρ τε γέροντʼ εἴρηαι ἐπελθὼν</l></q></div></div></body></text></TEI>