ξεῖνον δηθὰ θύρῃσιν ἐφεστάμεν· ἐγγύθι δὲ στὰς χεῖρʼ ἕλε δεξιτερὴν καὶ ἐδέξατο χάλκεον ἔγχος, καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· χαῖρε, ξεῖνε, παρʼ ἄμμι φιλήσεαι· αὐτὰρ ἔπειτα δείπνου πασσάμενος μυθήσεαι ὅττεό σε χρή. ὣς εἰπὼν ἡγεῖθʼ, ἡ δʼ ἕσπετο Παλλὰς Ἀθήνη. οἱ δʼ ὅτε δή ῥʼ ἔντοσθεν ἔσαν δόμου ὑψηλοῖο, ἔγχος μέν ῥʼ ἔστησε φέρων πρὸς κίονα μακρὴν δουροδόκης ἔντοσθεν ἐυξόου, ἔνθα περ ἄλλα ἔγχεʼ Ὀδυσσῆος ταλασίφρονος ἵστατο πολλά, αὐτὴν δʼ ἐς θρόνον εἷσεν ἄγων, ὑπὸ λῖτα πετάσσας, καλὸν δαιδάλεον· ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν. πὰρ δʼ αὐτὸς κλισμὸν θέτο ποικίλον, ἔκτοθεν ἄλλων μνηστήρων, μὴ ξεῖνος ἀνιηθεὶς ὀρυμαγδῷ δείπνῳ ἁδήσειεν, ὑπερφιάλοισι μετελθών, ἠδʼ ἵνα μιν περὶ πατρὸς ἀποιχομένοιο ἔροιτο. χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος, νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν. σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα, εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων· δαιτρὸς δὲ κρειῶν πίνακας παρέθηκεν ἀείρας παντοίων, παρὰ δέ σφι τίθει χρύσεια κύπελλα· κῆρυξ δʼ αὐτοῖσιν θάμʼ ἐπῴχετο οἰνοχοεύων. ἐς δʼ ἦλθον μνηστῆρες ἀγήνορες. οἱ μὲν ἔπειτα ἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε, τοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν, σῖτον δὲ δμῳαὶ παρενήνεον ἐν κανέοισιν, κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο. οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο μνηστῆρες, τοῖσιν μὲν ἐνὶ φρεσὶν ἄλλα μεμήλει, μολπή τʼ ὀρχηστύς τε· τὰ γάρ τʼ ἀναθήματα δαιτός· κῆρυξ δʼ ἐν χερσὶν κίθαριν περικαλλέα θῆκεν Φημίῳ, ὅς ῥʼ ἤειδε παρὰ μνηστῆρσιν ἀνάγκῃ. ἦ τοι ὁ φορμίζων ἀνεβάλλετο καλὸν ἀείδειν. αὐτὰρ Τηλέμαχος προσέφη γλαυκῶπιν Ἀθήνην, ἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθʼ οἱ ἄλλοι· ξεῖνε φίλʼ, ἦ καί μοι νεμεσήσεαι ὅττι κεν εἴπω; τούτοισιν μὲν ταῦτα μέλει, κίθαρις καὶ ἀοιδή, ῥεῖʼ, ἐπεὶ ἀλλότριον βίοτον νήποινον ἔδουσιν, ἀνέρος, οὗ δή που λεύκʼ ὀστέα πύθεται ὄμβρῳ κείμενʼ ἐπʼ ἠπείρου, ἢ εἰν ἁλὶ κῦμα κυλίνδει. εἰ κεῖνόν γʼ Ἰθάκηνδε ἰδοίατο νοστήσαντα, πάντες κʼ ἀρησαίατʼ ἐλαφρότεροι πόδας εἶναι ἢ ἀφνειότεροι χρυσοῖό τε ἐσθῆτός τε. νῦν δʼ ὁ μὲν ὣς ἀπόλωλε κακὸν μόρον, οὐδέ τις ἡμῖν θαλπωρή, εἴ πέρ τις ἐπιχθονίων ἀνθρώπων φῇσιν ἐλεύσεσθαι· τοῦ δʼ ὤλετο νόστιμον ἦμαρ. ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον· τίς πόθεν εἰς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες; ὁπποίης τʼ ἐπὶ νηὸς ἀφίκεο· πῶς δέ σε ναῦται ἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο; οὐ μὲν γάρ τί σε πεζὸν ὀίομαι ἐνθάδʼ ἱκέσθαι. καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐὺ εἰδῶ, ἠὲ νέον μεθέπεις ἦ καὶ πατρώιός ἐσσι ξεῖνος, ἐπεὶ πολλοὶ ἴσαν ἀνέρες ἡμέτερον δῶ ἄλλοι, ἐπεὶ καὶ κεῖνος ἐπίστροφος ἦν ἀνθρώπων. τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη· τοιγὰρ ἐγώ τοι ταῦτα μάλʼ ἀτρεκέως ἀγορεύσω. Μέντης Ἀγχιάλοιο δαΐφρονος εὔχομαι εἶναι υἱός, ἀτὰρ Ταφίοισι φιληρέτμοισιν ἀνάσσω. νῦν δʼ ὧδε ξὺν νηὶ κατήλυθον ἠδʼ ἑτάροισιν πλέων ἐπὶ οἴνοπα πόντον ἐπʼ ἀλλοθρόους ἀνθρώπους, ἐς Τεμέσην μετὰ χαλκόν, ἄγω δʼ αἴθωνα σίδηρον. νηῦς δέ μοι ἥδʼ ἕστηκεν ἐπʼ ἀγροῦ νόσφι πόληος, ἐν λιμένι Ῥείθρῳ ὑπὸ Νηίῳ ὑλήεντι. ξεῖνοι δʼ ἀλλήλων πατρώιοι εὐχόμεθʼ εἶναι ἐξ ἀρχῆς, εἴ πέρ τε γέροντʼ εἴρηαι ἐπελθὼν Λαέρτην ἥρωα, τὸν οὐκέτι φασὶ πόλινδε ἔρχεσθʼ, ἀλλʼ ἀπάνευθεν ἐπʼ ἀγροῦ πήματα πάσχειν γρηὶ σὺν ἀμφιπόλῳ, ἥ οἱ βρῶσίν τε πόσιν τε