<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="1" type="textpart" subtype="book"><l n="1">ἄνδρα μοι ἔννεπε, μοῦσα, πολύτροπον, ὃς μάλα πολλὰ</l><l n="2">πλάγχθη, ἐπεὶ Τροίης ἱερὸν πτολίεθρον ἔπερσεν·</l><l n="3">πολλῶν δʼ ἀνθρώπων ἴδεν ἄστεα καὶ νόον ἔγνω,</l><l n="4">πολλὰ δʼ ὅ γʼ ἐν πόντῳ πάθεν ἄλγεα ὃν κατὰ θυμόν,</l><l n="5">ἀρνύμενος ἥν τε ψυχὴν καὶ νόστον ἑταίρων.</l><l n="6">ἀλλʼ οὐδʼ ὣς ἑτάρους ἐρρύσατο, ἱέμενός περ·</l><l n="7">αὐτῶν γὰρ σφετέρῃσιν ἀτασθαλίῃσιν ὄλοντο,</l><l n="8">νήπιοι, οἳ κατὰ βοῦς Ὑπερίονος Ἠελίοιο</l><l n="9">ἤσθιον· αὐτὰρ ὁ τοῖσιν ἀφείλετο νόστιμον ἦμαρ.</l><l n="10">τῶν ἁμόθεν γε, θεά, θύγατερ Διός, εἰπὲ καὶ ἡμῖν.</l><l n="11"><milestone unit="para" ed="P"/>ἔνθʼ ἄλλοι μὲν πάντες, ὅσοι φύγον αἰπὺν
                  ὄλεθρον,</l><l n="12">οἴκοι ἔσαν, πόλεμόν τε πεφευγότες ἠδὲ θάλασσαν·</l><l n="13">τὸν δʼ οἶον νόστου κεχρημένον ἠδὲ γυναικὸς</l><l n="14">νύμφη πότνιʼ ἔρυκε Καλυψὼ δῖα θεάων</l><l n="15">ἐν σπέσσι γλαφυροῖσι, λιλαιομένη πόσιν εἶναι.</l><l n="16">ἀλλʼ ὅτε δὴ ἔτος ἦλθε περιπλομένων ἐνιαυτῶν,</l><l n="17">τῷ οἱ ἐπεκλώσαντο θεοὶ οἶκόνδε νέεσθαι</l><l n="18">εἰς Ἰθάκην, οὐδʼ ἔνθα πεφυγμένος ἦεν ἀέθλων</l><l n="19">καὶ μετὰ οἷσι φίλοισι. θεοὶ δʼ ἐλέαιρον ἅπαντες</l><l n="20">νόσφι Ποσειδάωνος· ὁ δʼ ἀσπερχὲς μενέαινεν</l><l n="21">ἀντιθέῳ Ὀδυσῆι πάρος ἣν γαῖαν ἱκέσθαι.</l><l n="22"><milestone unit="para" ed="P"/>ἀλλʼ ὁ μὲν Αἰθίοπας μετεκίαθε τηλόθʼ ἐόντας,</l><l n="23">Αἰθίοπας τοὶ διχθὰ δεδαίαται, ἔσχατοι ἀνδρῶν,</l><l n="24">οἱ μὲν δυσομένου Ὑπερίονος οἱ δʼ ἀνιόντος,</l><l n="25">ἀντιόων ταύρων τε καὶ ἀρνειῶν ἑκατόμβης.</l><l n="26">ἔνθʼ ὅ γʼ ἐτέρπετο δαιτὶ παρήμενος· οἱ δὲ δὴ ἄλλοι</l><l n="27">Ζηνὸς ἐνὶ μεγάροισιν Ὀλυμπίου ἁθρόοι ἦσαν.</l><l n="28">τοῖσι δὲ μύθων ἦρχε πατὴρ ἀνδρῶν τε θεῶν τε·</l><l n="29">μνήσατο γὰρ κατὰ θυμὸν ἀμύμονος Αἰγίσθοιο,</l><l n="30">τόν ῥʼ Ἀγαμεμνονίδης τηλεκλυτὸς ἔκτανʼ Ὀρέστης·</l><l n="31">τοῦ ὅ γʼ ἐπιμνησθεὶς ἔπεʼ ἀθανάτοισι μετηύδα·</l><q type="unspecified"><l n="32"><milestone unit="para" ed="P"/>ὢ πόποι, οἷον δή νυ θεοὺς βροτοὶ αἰτιόωνται·</l><l n="33">ἐξ ἡμέων γάρ φασι κάκʼ ἔμμεναι, οἱ δὲ καὶ αὐτοὶ</l><l n="34">σφῇσιν ἀτασθαλίῃσιν ὑπὲρ μόρον ἄλγεʼ ἔχουσιν,</l><l n="35">ὡς καὶ νῦν Αἴγισθος ὑπὲρ μόρον Ἀτρεΐδαο</l><l n="36">γῆμʼ ἄλοχον μνηστήν, τὸν δʼ ἔκτανε νοστήσαντα,</l><l n="37">εἰδὼς αἰπὺν ὄλεθρον, ἐπεὶ πρό οἱ εἴπομεν ἡμεῖς,</l><l n="38">Ἑρμείαν πέμψαντες, ἐύσκοπον ἀργεϊφόντην,</l><l n="39">μήτʼ αὐτὸν κτείνειν μήτε μνάασθαι ἄκοιτιν·</l><l n="40">ἐκ γὰρ Ὀρέσταο τίσις ἔσσεται Ἀτρεΐδαο,</l><l n="41">ὁππότʼ ἂν ἡβήσῃ τε καὶ ἧς ἱμείρεται αἴης.</l><l n="42">ὣς ἔφαθʼ Ἑρμείας, ἀλλʼ οὐ φρένας Αἰγίσθοιο</l><l n="43">πεῖθʼ ἀγαθὰ φρονέων· νῦν δʼ ἁθρόα πάντʼ ἀπέτισεν.</l></q><milestone n="44" unit="card" ed="p"/><l n="44"><milestone unit="para" ed="P"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα θεά, γλαυκῶπις Ἀθήνη·</l><q type="unspecified"><l n="45">ὦ πάτερ ἡμέτερε Κρονίδη, ὕπατε κρειόντων,</l><l n="46">καὶ λίην κεῖνός γε ἐοικότι κεῖται ὀλέθρῳ·</l><l n="47">ὡς ἀπόλοιτο καὶ ἄλλος, ὅτις τοιαῦτά γε ῥέζοι·</l></q></div></div></body></text></TEI>