Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον ἐν σοὶ μὲν λήξω, σέο δʼ ἄρξομαι, οὕνεκα πολλῶν λαῶν ἐσσι ἄναξ καί τοι Ζεὺς ἐγγυάλιξε σκῆπτρόν τʼ ἠδὲ θέμιστας, ἵνά σφισι βουλεύῃσθα. τώ σε χρὴ περὶ μὲν φάσθαι ἔπος ἠδʼ ἐπακοῦσαι, κρηῆναι δὲ καὶ ἄλλῳ, ὅτʼ ἄν τινα θυμὸς ἀνώγῃ εἰπεῖν εἰς ἀγαθόν· σέο δʼ ἕξεται ὅττί κεν ἄρχῃ. αὐτὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα. οὐ γάρ τις νόον ἄλλος ἀμείνονα τοῦδε νοήσει οἷον ἐγὼ νοέω ἠμὲν πάλαι ἠδʼ ἔτι καὶ νῦν ἐξ ἔτι τοῦ ὅτε διογενὲς Βρισηΐδα κούρην χωομένου Ἀχιλῆος ἔβης κλισίηθεν ἀπούρας οὔ τι καθʼ ἡμέτερόν γε νόον· μάλα γάρ τοι ἔγωγε πόλλʼ ἀπεμυθεόμην· σὺ δὲ σῷ μεγαλήτορι θυμῷ εἴξας ἄνδρα φέριστον, ὃν ἀθάνατοί περ ἔτισαν, ἠτίμησας, ἑλὼν γὰρ ἔχεις γέρας· ἀλλʼ ἔτι καὶ νῦν φραζώμεσθʼ ὥς κέν μιν ἀρεσσάμενοι πεπίθωμεν δώροισίν τʼ ἀγανοῖσιν ἔπεσσί τε μειλιχίοισι. τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων· ὦ γέρον οὔ τι ψεῦδος ἐμὰς ἄτας κατέλεξας· ἀασάμην, οὐδʼ αὐτὸς ἀναίνομαι. ἀντί νυ πολλῶν λαῶν ἐστὶν ἀνὴρ ὅν τε Ζεὺς κῆρι φιλήσῃ, ὡς νῦν τοῦτον ἔτισε, δάμασσε δὲ λαὸν Ἀχαιῶν. ἀλλʼ ἐπεὶ ἀασάμην φρεσὶ λευγαλέῃσι πιθήσας, ἂψ ἐθέλω ἀρέσαι δόμεναί τʼ ἀπερείσιʼ ἄποινα. ὑμῖν δʼ ἐν πάντεσσι περικλυτὰ δῶρʼ ὀνομήνω ἕπτʼ ἀπύρους τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα, αἴθωνας δὲ λέβητας ἐείκοσι, δώδεκα δʼ ἵππους πηγοὺς ἀθλοφόρους, οἳ ἀέθλια ποσσὶν ἄροντο. οὔ κεν ἀλήϊος εἴη ἀνὴρ ᾧ τόσσα γένοιτο, οὐδέ κεν ἀκτήμων ἐριτίμοιο χρυσοῖο, ὅσσά μοι ἠνείκαντο ἀέθλια μώνυχες ἵπποι. δώσω δʼ ἑπτὰ γυναῖκας ἀμύμονα ἔργα ἰδυίας Λεσβίδας, ἃς ὅτε Λέσβον ἐϋκτιμένην ἕλεν αὐτὸς ἐξελόμην, αἳ κάλλει ἐνίκων φῦλα γυναικῶν. τὰς μέν οἱ δώσω, μετὰ δʼ ἔσσεται ἣν τότʼ ἀπηύρων κούρη Βρισῆος· ἐπὶ δὲ μέγαν ὅρκον ὀμοῦμαι μή ποτε τῆς εὐνῆς ἐπιβήμεναι ἠδὲ μιγῆναι, ἣ θέμις ἀνθρώπων πέλει ἀνδρῶν ἠδὲ γυναικῶν. ταῦτα μὲν αὐτίκα πάντα παρέσσεται· εἰ δέ κεν αὖτε ἄστυ μέγα Πριάμοιο θεοὶ δώωσʼ ἀλαπάξαι, νῆα ἅλις χρυσοῦ καὶ χαλκοῦ νηησάσθω εἰσελθών, ὅτε κεν δατεώμεθα ληΐδʼ Ἀχαιοί, Τρωϊάδας δὲ γυναῖκας ἐείκοσιν αὐτὸς ἑλέσθω,