<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="9"><l n="93">τοῖς ὁ γέρων πάμπρωτος ὑφαίνειν ἤρχετο μῆτιν</l><l n="94">Νέστωρ, οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλή·</l><l n="95">ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·</l><q><l n="96">Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον</l><l n="97">ἐν σοὶ μὲν λήξω, σέο δʼ ἄρξομαι, οὕνεκα πολλῶν</l><l n="98">λαῶν ἐσσι ἄναξ καί τοι Ζεὺς ἐγγυάλιξε</l><l n="99">σκῆπτρόν τʼ ἠδὲ θέμιστας, ἵνά σφισι βουλεύῃσθα.</l><l n="100">τώ σε χρὴ περὶ μὲν φάσθαι ἔπος ἠδʼ ἐπακοῦσαι,</l><l n="101">κρηῆναι δὲ καὶ ἄλλῳ, ὅτʼ ἄν τινα θυμὸς ἀνώγῃ</l><l n="102">εἰπεῖν εἰς ἀγαθόν· σέο δʼ ἕξεται ὅττί κεν ἄρχῃ.</l><l n="103">αὐτὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα.</l><l n="104">οὐ γάρ τις νόον ἄλλος ἀμείνονα τοῦδε νοήσει</l><l n="105">οἷον ἐγὼ νοέω ἠμὲν πάλαι ἠδʼ ἔτι καὶ νῦν</l><l n="106">ἐξ ἔτι τοῦ ὅτε διογενὲς Βρισηΐδα κούρην</l><l n="107">χωομένου Ἀχιλῆος ἔβης κλισίηθεν ἀπούρας</l><l n="108">οὔ τι καθʼ ἡμέτερόν γε νόον· μάλα γάρ τοι ἔγωγε</l><l n="109">πόλλʼ ἀπεμυθεόμην· σὺ δὲ σῷ μεγαλήτορι θυμῷ</l><l n="110">εἴξας ἄνδρα φέριστον, ὃν ἀθάνατοί περ ἔτισαν,</l><l n="111">ἠτίμησας, ἑλὼν γὰρ ἔχεις γέρας· ἀλλʼ ἔτι καὶ νῦν</l><l n="112">φραζώμεσθʼ ὥς κέν μιν ἀρεσσάμενοι πεπίθωμεν</l><l n="113">δώροισίν τʼ ἀγανοῖσιν ἔπεσσί τε μειλιχίοισι.</l></q><milestone ed="p" n="114" unit="card"/><l n="114"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·</l><q><l n="115">ὦ γέρον οὔ τι ψεῦδος ἐμὰς ἄτας κατέλεξας·</l></q></div></div></body></text></TEI>