<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="9"><q><l n="73">πᾶσά τοί ἐσθʼ ὑποδεξίη, πολέεσσι δʼ ἀνάσσεις.</l><l n="74">πολλῶν δʼ ἀγρομένων τῷ πείσεαι ὅς κεν ἀρίστην</l><l n="75">βουλὴν βουλεύσῃ· μάλα δὲ χρεὼ πάντας Ἀχαιοὺς</l><l n="76">ἐσθλῆς καὶ πυκινῆς, ὅτι δήϊοι ἐγγύθι νηῶν</l><l n="77">καίουσιν πυρὰ πολλά· τίς ἂν τάδε γηθήσειε;</l><l n="78">νὺξ δʼ ἧδʼ ἠὲ διαρραίσει στρατὸν ἠὲ σαώσει.</l></q><l n="79"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο.</l><l n="80">ἐκ δὲ φυλακτῆρες σὺν τεύχεσιν ἐσσεύοντο</l><l n="81">ἀμφί τε Νεστορίδην Θρασυμήδεα ποιμένα λαῶν,</l><l n="82">ἠδʼ ἀμφʼ Ἀσκάλαφον καὶ Ἰάλμενον υἷας Ἄρηος</l></div></div></body></text></TEI>