πᾶσά τοί ἐσθʼ ὑποδεξίη, πολέεσσι δʼ ἀνάσσεις. πολλῶν δʼ ἀγρομένων τῷ πείσεαι ὅς κεν ἀρίστην βουλὴν βουλεύσῃ· μάλα δὲ χρεὼ πάντας Ἀχαιοὺς ἐσθλῆς καὶ πυκινῆς, ὅτι δήϊοι ἐγγύθι νηῶν καίουσιν πυρὰ πολλά· τίς ἂν τάδε γηθήσειε; νὺξ δʼ ἧδʼ ἠὲ διαρραίσει στρατὸν ἠὲ σαώσει. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο. ἐκ δὲ φυλακτῆρες σὺν τεύχεσιν ἐσσεύοντο ἀμφί τε Νεστορίδην Θρασυμήδεα ποιμένα λαῶν, ἠδʼ ἀμφʼ Ἀσκάλαφον καὶ Ἰάλμενον υἷας Ἄρηος