<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="9"><l n="712">καὶ τότε δὴ σπείσαντες ἔβαν κλισίην δὲ ἕκαστος,</l><l n="713">ἔνθα δὲ κοιμήσαντο καὶ ὕπνου δῶρον ἕλοντο.</l></div><div type="textpart" subtype="Book" n="10"><milestone ed="p" n="1" unit="card"/><l n="1"><milestone ed="P" unit="para"/>ἄλλοι μὲν παρὰ νηυσὶν ἀριστῆες Παναχαιῶν</l><l n="2">εὗδον παννύχιοι μαλακῷ δεδμημένοι ὕπνῳ·</l><l n="3">ἀλλʼ οὐκ Ἀτρεΐδην Ἀγαμέμνονα ποιμένα λαῶν</l><l n="4">ὕπνος ἔχε γλυκερὸς πολλὰ φρεσὶν ὁρμαίνοντα.</l><l n="5">ὡς δʼ ὅτʼ ἂν ἀστράπτῃ πόσις Ἥρης ἠϋκόμοιο</l><l n="6">τεύχων ἢ πολὺν ὄμβρον ἀθέσφατον ἠὲ χάλαζαν</l><l n="7">ἢ νιφετόν, ὅτε πέρ τε χιὼν ἐπάλυνεν ἀρούρας,</l><l n="8">ἠέ ποθι πτολέμοιο μέγα στόμα πευκεδανοῖο,</l><l n="9">ὣς πυκίνʼ ἐν στήθεσσιν ἀνεστενάχιζʼ Ἀγαμέμνων</l><l n="10">νειόθεν ἐκ κραδίης, τρομέοντο δέ οἱ φρένες ἐντός.</l><l n="11">ἤτοι ὅτʼ ἐς πεδίον τὸ Τρωϊκὸν ἀθρήσειε,</l><l n="12">θαύμαζεν πυρὰ πολλὰ τὰ καίετο Ἰλιόθι πρὸ</l><l n="13">αὐλῶν συρίγγων τʼ ἐνοπὴν ὅμαδόν τʼ ἀνθρώπων.</l><l n="14">αὐτὰρ ὅτʼ ἐς νῆάς τε ἴδοι καὶ λαὸν Ἀχαιῶν,</l><l n="15">πολλὰς ἐκ κεφαλῆς προθελύμνους ἕλκετο χαίτας</l><l n="16">ὑψόθʼ ἐόντι Διί, μέγα δʼ ἔστενε κυδάλιμον κῆρ.</l><l n="17">ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλὴ</l><l n="18">Νέστορʼ ἔπι πρῶτον Νηλήϊον ἐλθέμεν ἀνδρῶν,</l><l n="19">εἴ τινά οἱ σὺν μῆτιν ἀμύμονα τεκτήναιτο,</l><l n="20">ἥ τις ἀλεξίκακος πᾶσιν Δαναοῖσι γένοιτο.</l><l n="21">ὀρθωθεὶς δʼ ἔνδυνε περὶ στήθεσσι χιτῶνα,</l><l n="22">ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,</l><l n="23">ἀμφὶ δʼ ἔπειτα δαφοινὸν ἑέσσατο δέρμα λέοντος</l><l n="24">αἴθωνος μεγάλοιο ποδηνεκές, εἵλετο δʼ ἔγχος.</l><l n="25"><milestone ed="P" unit="para"/>ὣς δʼ αὔτως Μενέλαον ἔχε τρόμος· οὐδὲ γὰρ αὐτῷ</l><l n="26">ὕπνος ἐπὶ βλεφάροισιν ἐφίζανε· μή τι πάθοιεν</l><l n="27">Ἀργεῖοι, τοὶ δὴ ἕθεν εἵνεκα πουλὺν ἐφʼ ὑγρὴν</l><l n="28">ἤλυθον ἐς Τροίην πόλεμον θρασὺν ὁρμαίνοντες.</l><l n="29">παρδαλέῃ μὲν πρῶτα μετάφρενον εὐρὺ κάλυψε</l><l n="30">ποικίλῃ, αὐτὰρ ἐπὶ στεφάνην κεφαλῆφιν ἀείρας</l><l n="31">θήκατο χαλκείην, δόρυ δʼ εἵλετο χειρὶ παχείῃ.</l><l n="32">βῆ δʼ ἴμεν ἀνστήσων ὃν ἀδελφεόν, ὃς μέγα πάντων</l><l n="33">Ἀργείων ἤνασσε, θεὸς δʼ ὣς τίετο δήμῳ.</l><l n="34">τὸν δʼ εὗρʼ ἀμφʼ ὤμοισι τιθήμενον ἔντεα καλὰ</l><l n="35">νηῒ πάρα πρύμνῃ· τῷ δʼ ἀσπάσιος γένετʼ ἐλθών.</l><l n="36">τὸν πρότερος προσέειπε βοὴν ἀγαθὸς Μενέλαος·</l><q><l n="37">τίφθʼ οὕτως ἠθεῖε κορύσσεαι; ἦ τινʼ ἑταίρων</l><l n="38">ὀτρυνέεις Τρώεσσιν ἐπίσκοπον; ἀλλὰ μάλʼ αἰνῶς</l><l n="39">δείδω μὴ οὔ τίς τοι ὑπόσχηται τόδε ἔργον</l><l n="40">ἄνδρας δυσμενέας σκοπιαζέμεν οἶος ἐπελθὼν</l><l n="41">νύκτα διʼ ἀμβροσίην· μάλα τις θρασυκάρδιος ἔσται.</l></q><milestone ed="p" n="42" unit="card"/><l n="42"><milestone ed="P" unit="para"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων·</l></div></div></body></text></TEI>