<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="9"><q><l n="701">ἀλλʼ ἤτοι κεῖνον μὲν ἐάσομεν ἤ κεν ἴῃσιν</l><l n="702">ἦ κε μένῃ· τότε δʼ αὖτε μαχήσεται ὁππότε κέν μιν</l><l n="703">θυμὸς ἐνὶ στήθεσσιν ἀνώγῃ καὶ θεὸς ὄρσῃ.</l><l n="704">ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες·</l><l n="705">νῦν μὲν κοιμήσασθε τεταρπόμενοι φίλον ἦτορ</l><l n="706">σίτου καὶ οἴνοιο· τὸ γὰρ μένος ἐστὶ καὶ ἀλκή·</l><l n="707">αὐτὰρ ἐπεί κε φανῇ καλὴ ῥοδοδάκτυλος Ἠώς,</l><l n="708">καρπαλίμως πρὸ νεῶν ἐχέμεν λαόν τε καὶ ἵππους</l><l n="709">ὀτρύνων, καὶ δʼ αὐτὸς ἐνὶ πρώτοισι μάχεσθαι.</l></q><l n="710"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἐπῄνησαν βασιλῆες</l><l n="711">μῦθον ἀγασσάμενοι Διομήδεος ἱπποδάμοιο.</l><l n="712">καὶ τότε δὴ σπείσαντες ἔβαν κλισίην δὲ ἕκαστος,</l><l n="713">ἔνθα δὲ κοιμήσαντο καὶ ὕπνου δῶρον ἕλοντο.</l></div><div type="textpart" subtype="Book" n="10"><milestone ed="p" n="1" unit="card"/><l n="1"><milestone ed="P" unit="para"/>ἄλλοι μὲν παρὰ νηυσὶν ἀριστῆες Παναχαιῶν</l><l n="2">εὗδον παννύχιοι μαλακῷ δεδμημένοι ὕπνῳ·</l><l n="3">ἀλλʼ οὐκ Ἀτρεΐδην Ἀγαμέμνονα ποιμένα λαῶν</l><l n="4">ὕπνος ἔχε γλυκερὸς πολλὰ φρεσὶν ὁρμαίνοντα.</l><l n="5">ὡς δʼ ὅτʼ ἂν ἀστράπτῃ πόσις Ἥρης ἠϋκόμοιο</l><l n="6">τεύχων ἢ πολὺν ὄμβρον ἀθέσφατον ἠὲ χάλαζαν</l><l n="7">ἢ νιφετόν, ὅτε πέρ τε χιὼν ἐπάλυνεν ἀρούρας,</l><l n="8">ἠέ ποθι πτολέμοιο μέγα στόμα πευκεδανοῖο,</l><l n="9">ὣς πυκίνʼ ἐν στήθεσσιν ἀνεστενάχιζʼ Ἀγαμέμνων</l><l n="10">νειόθεν ἐκ κραδίης, τρομέοντο δέ οἱ φρένες ἐντός.</l><l n="11">ἤτοι ὅτʼ ἐς πεδίον τὸ Τρωϊκὸν ἀθρήσειε,</l><l n="12">θαύμαζεν πυρὰ πολλὰ τὰ καίετο Ἰλιόθι πρὸ</l><l n="13">αὐλῶν συρίγγων τʼ ἐνοπὴν ὅμαδόν τʼ ἀνθρώπων.</l><l n="14">αὐτὰρ ὅτʼ ἐς νῆάς τε ἴδοι καὶ λαὸν Ἀχαιῶν,</l><l n="15">πολλὰς ἐκ κεφαλῆς προθελύμνους ἕλκετο χαίτας</l><l n="16">ὑψόθʼ ἐόντι Διί, μέγα δʼ ἔστενε κυδάλιμον κῆρ.</l><l n="17">ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλὴ</l><l n="18">Νέστορʼ ἔπι πρῶτον Νηλήϊον ἐλθέμεν ἀνδρῶν,</l><l n="19">εἴ τινά οἱ σὺν μῆτιν ἀμύμονα τεκτήναιτο,</l><l n="20">ἥ τις ἀλεξίκακος πᾶσιν Δαναοῖσι γένοιτο.</l><l n="21">ὀρθωθεὶς δʼ ἔνδυνε περὶ στήθεσσι χιτῶνα,</l><l n="22">ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,</l><l n="23">ἀμφὶ δʼ ἔπειτα δαφοινὸν ἑέσσατο δέρμα λέοντος</l><l n="178">αἴθωνος μεγάλοιο ποδηνεκές, εἵλετο δʼ ἔγχος.</l></div></div></body></text></TEI>