ἀλλʼ ἤτοι κεῖνον μὲν ἐάσομεν ἤ κεν ἴῃσιν ἦ κε μένῃ· τότε δʼ αὖτε μαχήσεται ὁππότε κέν μιν θυμὸς ἐνὶ στήθεσσιν ἀνώγῃ καὶ θεὸς ὄρσῃ. ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες· νῦν μὲν κοιμήσασθε τεταρπόμενοι φίλον ἦτορ σίτου καὶ οἴνοιο· τὸ γὰρ μένος ἐστὶ καὶ ἀλκή· αὐτὰρ ἐπεί κε φανῇ καλὴ ῥοδοδάκτυλος Ἠώς, καρπαλίμως πρὸ νεῶν ἐχέμεν λαόν τε καὶ ἵππους ὀτρύνων, καὶ δʼ αὐτὸς ἐνὶ πρώτοισι μάχεσθαι. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἐπῄνησαν βασιλῆες μῦθον ἀγασσάμενοι Διομήδεος ἱπποδάμοιο. καὶ τότε δὴ σπείσαντες ἔβαν κλισίην δὲ ἕκαστος, ἔνθα δὲ κοιμήσαντο καὶ ὕπνου δῶρον ἕλοντο. ἄλλοι μὲν παρὰ νηυσὶν ἀριστῆες Παναχαιῶν εὗδον παννύχιοι μαλακῷ δεδμημένοι ὕπνῳ· ἀλλʼ οὐκ Ἀτρεΐδην Ἀγαμέμνονα ποιμένα λαῶν ὕπνος ἔχε γλυκερὸς πολλὰ φρεσὶν ὁρμαίνοντα. ὡς δʼ ὅτʼ ἂν ἀστράπτῃ πόσις Ἥρης ἠϋκόμοιο τεύχων ἢ πολὺν ὄμβρον ἀθέσφατον ἠὲ χάλαζαν ἢ νιφετόν, ὅτε πέρ τε χιὼν ἐπάλυνεν ἀρούρας, ἠέ ποθι πτολέμοιο μέγα στόμα πευκεδανοῖο, ὣς πυκίνʼ ἐν στήθεσσιν ἀνεστενάχιζʼ Ἀγαμέμνων νειόθεν ἐκ κραδίης, τρομέοντο δέ οἱ φρένες ἐντός. ἤτοι ὅτʼ ἐς πεδίον τὸ Τρωϊκὸν ἀθρήσειε, θαύμαζεν πυρὰ πολλὰ τὰ καίετο Ἰλιόθι πρὸ αὐλῶν συρίγγων τʼ ἐνοπὴν ὅμαδόν τʼ ἀνθρώπων. αὐτὰρ ὅτʼ ἐς νῆάς τε ἴδοι καὶ λαὸν Ἀχαιῶν, πολλὰς ἐκ κεφαλῆς προθελύμνους ἕλκετο χαίτας ὑψόθʼ ἐόντι Διί, μέγα δʼ ἔστενε κυδάλιμον κῆρ. ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλὴ Νέστορʼ ἔπι πρῶτον Νηλήϊον ἐλθέμεν ἀνδρῶν, εἴ τινά οἱ σὺν μῆτιν ἀμύμονα τεκτήναιτο, ἥ τις ἀλεξίκακος πᾶσιν Δαναοῖσι γένοιτο. ὀρθωθεὶς δʼ ἔνδυνε περὶ στήθεσσι χιτῶνα, ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα, ἀμφὶ δʼ ἔπειτα δαφοινὸν ἑέσσατο δέρμα λέοντος αἴθωνος μεγάλοιο ποδηνεκές, εἵλετο δʼ ἔγχος.