<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="9"><q><l n="697">Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον</l><l n="698">μὴ ὄφελες λίσσεσθαι ἀμύμονα Πηλεΐωνα</l><l n="699">μυρία δῶρα διδούς· ὃ δʼ ἀγήνωρ ἐστὶ καὶ ἄλλως·</l><l n="700">νῦν αὖ μιν πολὺ μᾶλλον ἀγηνορίῃσιν ἐνῆκας.</l><l n="701">ἀλλʼ ἤτοι κεῖνον μὲν ἐάσομεν ἤ κεν ἴῃσιν</l><l n="702">ἦ κε μένῃ· τότε δʼ αὖτε μαχήσεται ὁππότε κέν μιν</l><l n="703">θυμὸς ἐνὶ στήθεσσιν ἀνώγῃ καὶ θεὸς ὄρσῃ.</l><l n="704">ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες·</l><l n="705">νῦν μὲν κοιμήσασθε τεταρπόμενοι φίλον ἦτορ</l><l n="706">σίτου καὶ οἴνοιο· τὸ γὰρ μένος ἐστὶ καὶ ἀλκή·</l><l n="707">αὐτὰρ ἐπεί κε φανῇ καλὴ ῥοδοδάκτυλος Ἠώς,</l><l n="708">καρπαλίμως πρὸ νεῶν ἐχέμεν λαόν τε καὶ ἵππους</l><l n="709">ὀτρύνων, καὶ δʼ αὐτὸς ἐνὶ πρώτοισι μάχεσθαι.</l></q><l n="710"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἐπῄνησαν βασιλῆες</l><l n="711">μῦθον ἀγασσάμενοι Διομήδεος ἱπποδάμοιο.</l><l n="712">καὶ τότε δὴ σπείσαντες ἔβαν κλισίην δὲ ἕκαστος,</l><l n="713">ἔνθα δὲ κοιμήσαντο καὶ ὕπνου δῶρον ἕλοντο.</l></div><div type="textpart" subtype="Book" n="10"><milestone ed="p" n="1" unit="card"/><l n="1"><milestone ed="P" unit="para"/>ἄλλοι μὲν παρὰ νηυσὶν ἀριστῆες Παναχαιῶν</l><l n="2">εὗδον παννύχιοι μαλακῷ δεδμημένοι ὕπνῳ·</l><l n="3">ἀλλʼ οὐκ Ἀτρεΐδην Ἀγαμέμνονα ποιμένα λαῶν</l><l n="4">ὕπνος ἔχε γλυκερὸς πολλὰ φρεσὶν ὁρμαίνοντα.</l><l n="5">ὡς δʼ ὅτʼ ἂν ἀστράπτῃ πόσις Ἥρης ἠϋκόμοιο</l><l n="6">τεύχων ἢ πολὺν ὄμβρον ἀθέσφατον ἠὲ χάλαζαν</l><l n="7">ἢ νιφετόν, ὅτε πέρ τε χιὼν ἐπάλυνεν ἀρούρας,</l><l n="8">ἠέ ποθι πτολέμοιο μέγα στόμα πευκεδανοῖο,</l><l n="9">ὣς πυκίνʼ ἐν στήθεσσιν ἀνεστενάχιζʼ Ἀγαμέμνων</l><l n="10">νειόθεν ἐκ κραδίης, τρομέοντο δέ οἱ φρένες ἐντός.</l><l n="11">ἤτοι ὅτʼ ἐς πεδίον τὸ Τρωϊκὸν ἀθρήσειε,</l><l n="12">θαύμαζεν πυρὰ πολλὰ τὰ καίετο Ἰλιόθι πρὸ</l><l n="13">αὐλῶν συρίγγων τʼ ἐνοπὴν ὅμαδόν τʼ ἀνθρώπων.</l><l n="14">αὐτὰρ ὅτʼ ἐς νῆάς τε ἴδοι καὶ λαὸν Ἀχαιῶν,</l><l n="15">πολλὰς ἐκ κεφαλῆς προθελύμνους ἕλκετο χαίτας</l><l n="16">ὑψόθʼ ἐόντι Διί, μέγα δʼ ἔστενε κυδάλιμον κῆρ.</l><l n="17">ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλὴ</l><l n="18">Νέστορʼ ἔπι πρῶτον Νηλήϊον ἐλθέμεν ἀνδρῶν,</l><l n="19">εἴ τινά οἱ σὺν μῆτιν ἀμύμονα τεκτήναιτο,</l><l n="20">ἥ τις ἀλεξίκακος πᾶσιν Δαναοῖσι γένοιτο.</l><l n="21">ὀρθωθεὶς δʼ ἔνδυνε περὶ στήθεσσι χιτῶνα,</l><l n="22">ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,</l><l n="23">ἀμφὶ δʼ ἔπειτα δαφοινὸν ἑέσσατο δέρμα λέοντος</l><l n="24">αἴθωνος μεγάλοιο ποδηνεκές, εἵλετο δʼ ἔγχος.</l><l n="25"><milestone ed="P" unit="para"/>ὣς δʼ αὔτως Μενέλαον ἔχε τρόμος· οὐδὲ γὰρ αὐτῷ</l><l n="26">ὕπνος ἐπὶ βλεφάροισιν ἐφίζανε· μή τι πάθοιεν</l><l n="27">Ἀργεῖοι, τοὶ δὴ ἕθεν εἵνεκα πουλὺν ἐφʼ ὑγρὴν</l><l n="28">ἤλυθον ἐς Τροίην πόλεμον θρασὺν ὁρμαίνοντες.</l><l n="29">παρδαλέῃ μὲν πρῶτα μετάφρενον εὐρὺ κάλυψε</l><l n="30">ποικίλῃ, αὐτὰρ ἐπὶ στεφάνην κεφαλῆφιν ἀείρας</l><l n="31">θήκατο χαλκείην, δόρυ δʼ εἵλετο χειρὶ παχείῃ.</l><l n="32">βῆ δʼ ἴμεν ἀνστήσων ὃν ἀδελφεόν, ὃς μέγα πάντων</l><l n="33">Ἀργείων ἤνασσε, θεὸς δʼ ὣς τίετο δήμῳ.</l><l n="34">τὸν δʼ εὗρʼ ἀμφʼ ὤμοισι τιθήμενον ἔντεα καλὰ</l><l n="35">νηῒ πάρα πρύμνῃ· τῷ δʼ ἀσπάσιος γένετʼ ἐλθών.</l><l n="36">τὸν πρότερος προσέειπε βοὴν ἀγαθὸς Μενέλαος·</l><q><l n="37">τίφθʼ οὕτως ἠθεῖε κορύσσεαι; ἦ τινʼ ἑταίρων</l><l n="38">ὀτρυνέεις Τρώεσσιν ἐπίσκοπον; ἀλλὰ μάλʼ αἰνῶς</l><l n="39">δείδω μὴ οὔ τίς τοι ὑπόσχηται τόδε ἔργον</l><l n="40">ἄνδρας δυσμενέας σκοπιαζέμεν οἶος ἐπελθὼν</l><l n="41">νύκτα διʼ ἀμβροσίην· μάλα τις θρασυκάρδιος ἔσται.</l></q><milestone ed="p" n="42" unit="card"/><l n="42"><milestone ed="P" unit="para"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων·</l><q><l n="43">χρεὼ βουλῆς ἐμὲ καὶ σὲ διοτρεφὲς ὦ Μενέλαε</l><l n="44">κερδαλέης, ἥ τίς κεν ἐρύσσεται ἠδὲ σαώσει</l><l n="45">Ἀργείους καὶ νῆας, ἐπεὶ Διὸς ἐτράπετο φρήν.</l><l n="46">Ἑκτορέοις ἄρα μᾶλλον ἐπὶ φρένα θῆχʼ ἱεροῖσιν·</l><l n="47">οὐ γάρ πω ἰδόμην, οὐδʼ ἔκλυον αὐδήσαντος</l><l n="48">ἄνδρʼ ἕνα τοσσάδε μέρμερʼ ἐπʼ ἤματι μητίσασθαι,</l><l n="49">ὅσσʼ Ἕκτωρ ἔρρεξε Διῒ φίλος υἷας Ἀχαιῶν</l><l n="50">αὔτως, οὔτε θεᾶς υἱὸς φίλος οὔτε θεοῖο.</l><l n="51">ἔργα δʼ ἔρεξʼ ὅσα φημὶ μελησέμεν Ἀργείοισι</l><l n="52">δηθά τε καὶ δολιχόν· τόσα γὰρ κακὰ μήσατʼ Ἀχαιούς.</l><l n="53">ἀλλʼ ἴθι νῦν Αἴαντα καὶ Ἰδομενῆα κάλεσσον</l><l n="54">ῥίμφα θέων παρὰ νῆας· ἐγὼ δʼ ἐπὶ Νέστορα δῖον</l></q></div></div></body></text></TEI>