<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="9"><l n="695">δὴν δʼ ἄνεῳ ἦσαν τετιηότες υἷες Ἀχαιῶν·</l><l n="31">ὀψὲ δὲ δὴ μετέειπε βοὴν ἀγαθὸς Διομήδης·</l><q><l n="32">Ἀτρεΐδη σοὶ πρῶτα μαχήσομαι ἀφραδέοντι,</l><l n="33">ἣ θέμις ἐστὶν ἄναξ ἀγορῇ· σὺ δὲ μή τι χολωθῇς.</l><l n="34">ἀλκὴν μέν μοι πρῶτον ὀνείδισας ἐν Δαναοῖσι</l><l n="35">φὰς ἔμεν ἀπτόλεμον καὶ ἀνάλκιδα· ταῦτα δὲ πάντα</l><l n="36">ἴσασʼ Ἀργείων ἠμὲν νέοι ἠδὲ γέροντες.</l><l n="37">σοὶ δὲ διάνδιχα δῶκε Κρόνου πάϊς ἀγκυλομήτεω·</l><l n="38">σκήπτρῳ μέν τοι δῶκε τετιμῆσθαι περὶ πάντων,</l><l n="39">ἀλκὴν δʼ οὔ τοι δῶκεν, ὅ τε κράτος ἐστὶ μέγιστον.</l><l n="40">δαιμόνιʼ οὕτω που μάλα ἔλπεαι υἷας Ἀχαιῶν</l><l n="41">ἀπτολέμους τʼ ἔμεναι καὶ ἀνάλκιδας ὡς ἀγορεύεις;</l><l n="42">εἰ δέ τοι αὐτῷ θυμὸς ἐπέσσυται ὥς τε νέεσθαι</l><l n="43">ἔρχεο· πάρ τοι ὁδός, νῆες δέ τοι ἄγχι θαλάσσης</l><l n="44">ἑστᾶσʼ, αἵ τοι ἕποντο Μυκήνηθεν μάλα πολλαί.</l><l n="45">ἀλλʼ ἄλλοι μενέουσι κάρη κομόωντες Ἀχαιοὶ</l><l n="46">εἰς ὅ κέ περ Τροίην διαπέρσομεν. εἰ δὲ καὶ αὐτοὶ</l><l n="47">φευγόντων σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν·</l><l n="48">νῶϊ δʼ ἐγὼ Σθένελός τε μαχησόμεθʼ εἰς ὅ κε τέκμωρ</l><l n="49">Ἰλίου εὕρωμεν· σὺν γὰρ θεῷ εἰλήλουθμεν.</l><milestone ed="p" n="50" unit="card"/></q><l n="50"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἐπίαχον υἷες Ἀχαιῶν</l><l n="51">μῦθον ἀγασσάμενοι Διομήδεος ἱπποδάμοιο.</l><l n="52">τοῖσι δʼ ἀνιστάμενος μετεφώνεεν ἱππότα Νέστωρ·</l><q><l n="53">Τυδεΐδη περὶ μὲν πολέμῳ ἔνι καρτερός ἐσσι,</l><l n="54">καὶ βουλῇ μετὰ πάντας ὁμήλικας ἔπλευ ἄριστος.</l><l n="55">οὔ τίς τοι τὸν μῦθον ὀνόσσεται ὅσσοι Ἀχαιοί,</l><l n="56">οὐδὲ πάλιν ἐρέει· ἀτὰρ οὐ τέλος ἵκεο μύθων.</l><l n="57">ἦ μὲν καὶ νέος ἐσσί, ἐμὸς δέ κε καὶ πάϊς εἴης</l><l n="58">ὁπλότατος γενεῆφιν· ἀτὰρ πεπνυμένα βάζεις</l><l n="59">Ἀργείων βασιλῆας, ἐπεὶ κατὰ μοῖραν ἔειπες.</l><l n="60">ἀλλʼ ἄγʼ ἐγών, ὃς σεῖο γεραίτερος εὔχομαι εἶναι,</l><l n="61">ἐξείπω καὶ πάντα διίξομαι· οὐδέ κέ τίς μοι</l><l n="62">μῦθον ἀτιμήσειʼ, οὐδὲ κρείων Ἀγαμέμνων.</l><l n="63">ἀφρήτωρ ἀθέμιστος ἀνέστιός ἐστιν ἐκεῖνος</l><l n="64">ὃς πολέμου ἔραται ἐπιδημίου ὀκρυόεντος.</l><l n="65">ἀλλʼ ἤτοι νῦν μὲν πειθώμεθα νυκτὶ μελαίνῃ</l><l n="66">δόρπά τʼ ἐφοπλισόμεσθα· φυλακτῆρες δὲ ἕκαστοι</l><l n="67">λεξάσθων παρὰ τάφρον ὀρυκτὴν τείχεος ἐκτός.</l><l n="68">κούροισιν μὲν ταῦτʼ ἐπιτέλλομαι· αὐτὰρ ἔπειτα</l><l n="69">Ἀτρεΐδη σὺ μὲν ἄρχε· σὺ γὰρ βασιλεύτατός ἐσσι.</l><l n="70">δαίνυ δαῖτα γέρουσιν· ἔοικέ τοι, οὔ τοι ἀεικές.</l><l n="71">πλεῖαί τοι οἴνου κλισίαι, τὸν νῆες Ἀχαιῶν</l><l n="72">ἠμάτιαι Θρῄκηθεν ἐπʼ εὐρέα πόντον ἄγουσι·</l><l n="73">πᾶσά τοί ἐσθʼ ὑποδεξίη, πολέεσσι δʼ ἀνάσσεις.</l><l n="74">πολλῶν δʼ ἀγρομένων τῷ πείσεαι ὅς κεν ἀρίστην</l><l n="75">βουλὴν βουλεύσῃ· μάλα δὲ χρεὼ πάντας Ἀχαιοὺς</l><l n="76">ἐσθλῆς καὶ πυκινῆς, ὅτι δήϊοι ἐγγύθι νηῶν</l><l n="77">καίουσιν πυρὰ πολλά· τίς ἂν τάδε γηθήσειε;</l><l n="78">νὺξ δʼ ἧδʼ ἠὲ διαρραίσει στρατὸν ἠὲ σαώσει.</l></q><l n="79"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο.</l><l n="80">ἐκ δὲ φυλακτῆρες σὺν τεύχεσιν ἐσσεύοντο</l><l n="81">ἀμφί τε Νεστορίδην Θρασυμήδεα ποιμένα λαῶν,</l><l n="82">ἠδʼ ἀμφʼ Ἀσκάλαφον καὶ Ἰάλμενον υἷας Ἄρηος</l><l n="83">ἀμφί τε Μηριόνην Ἀφαρῆά τε Δηΐπυρόν τε,</l><l n="84">ἠδʼ ἀμφὶ Κρείοντος υἱὸν Λυκομήδεα δῖον.</l><l n="85">ἕπτʼ ἔσαν ἡγεμόνες φυλάκων, ἑκατὸν δὲ ἑκάστῳ</l><l n="86">κοῦροι ἅμα στεῖχον δολίχʼ ἔγχεα χερσὶν ἔχοντες·</l><l n="87">κὰδ δὲ μέσον τάφρου καὶ τείχεος ἷζον ἰόντες·</l><l n="88">ἔνθα δὲ πῦρ κήαντο, τίθεντο δὲ δόρπα ἕκαστος.</l><milestone ed="p" n="89" unit="card"/><l n="89"><milestone ed="P" unit="para"/>Ἀτρεΐδης δὲ γέροντας ἀολλέας ἦγεν Ἀχαιῶν</l><l n="90">ἐς κλισίην, παρὰ δέ σφι τίθει μενοεικέα δαῖτα.</l><l n="91">οἳ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.</l><l n="92">αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,</l><l n="93">τοῖς ὁ γέρων πάμπρωτος ὑφαίνειν ἤρχετο μῆτιν</l><l n="94">Νέστωρ, οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλή·</l><l n="95">ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·</l><q><l n="96">Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον</l><l n="97">ἐν σοὶ μὲν λήξω, σέο δʼ ἄρξομαι, οὕνεκα πολλῶν</l><l n="98">λαῶν ἐσσι ἄναξ καί τοι Ζεὺς ἐγγυάλιξε</l><l n="99">σκῆπτρόν τʼ ἠδὲ θέμιστας, ἵνά σφισι βουλεύῃσθα.</l><l n="100">τώ σε χρὴ περὶ μὲν φάσθαι ἔπος ἠδʼ ἐπακοῦσαι,</l><l n="101">κρηῆναι δὲ καὶ ἄλλῳ, ὅτʼ ἄν τινα θυμὸς ἀνώγῃ</l><l n="102">εἰπεῖν εἰς ἀγαθόν· σέο δʼ ἕξεται ὅττί κεν ἄρχῃ.</l><l n="103">αὐτὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα.</l><l n="104">οὐ γάρ τις νόον ἄλλος ἀμείνονα τοῦδε νοήσει</l><l n="105">οἷον ἐγὼ νοέω ἠμὲν πάλαι ἠδʼ ἔτι καὶ νῦν</l><l n="106">ἐξ ἔτι τοῦ ὅτε διογενὲς Βρισηΐδα κούρην</l><l n="107">χωομένου Ἀχιλῆος ἔβης κλισίηθεν ἀπούρας</l><l n="108">οὔ τι καθʼ ἡμέτερόν γε νόον· μάλα γάρ τοι ἔγωγε</l><l n="109">πόλλʼ ἀπεμυθεόμην· σὺ δὲ σῷ μεγαλήτορι θυμῷ</l><l n="110">εἴξας ἄνδρα φέριστον, ὃν ἀθάνατοί περ ἔτισαν,</l><l n="111">ἠτίμησας, ἑλὼν γὰρ ἔχεις γέρας· ἀλλʼ ἔτι καὶ νῦν</l><l n="112">φραζώμεσθʼ ὥς κέν μιν ἀρεσσάμενοι πεπίθωμεν</l><l n="113">δώροισίν τʼ ἀγανοῖσιν ἔπεσσί τε μειλιχίοισι.</l></q><milestone ed="p" n="114" unit="card"/><l n="114"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·</l><q><l n="115">ὦ γέρον οὔ τι ψεῦδος ἐμὰς ἄτας κατέλεξας·</l><l n="116">ἀασάμην, οὐδʼ αὐτὸς ἀναίνομαι. ἀντί νυ πολλῶν</l><l n="117">λαῶν ἐστὶν ἀνὴρ ὅν τε Ζεὺς κῆρι φιλήσῃ,</l><l n="118">ὡς νῦν τοῦτον ἔτισε, δάμασσε δὲ λαὸν Ἀχαιῶν.</l><l n="119">ἀλλʼ ἐπεὶ ἀασάμην φρεσὶ λευγαλέῃσι πιθήσας,</l><l n="120">ἂψ ἐθέλω ἀρέσαι δόμεναί τʼ ἀπερείσιʼ ἄποινα.</l><l n="121">ὑμῖν δʼ ἐν πάντεσσι περικλυτὰ δῶρʼ ὀνομήνω</l><l n="122">ἕπτʼ ἀπύρους τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα,</l><l n="123">αἴθωνας δὲ λέβητας ἐείκοσι, δώδεκα δʼ ἵππους</l><l n="124">πηγοὺς ἀθλοφόρους, οἳ ἀέθλια ποσσὶν ἄροντο.</l><l n="125">οὔ κεν ἀλήϊος εἴη ἀνὴρ ᾧ τόσσα γένοιτο,</l><l n="126">οὐδέ κεν ἀκτήμων ἐριτίμοιο χρυσοῖο,</l><l n="127">ὅσσά μοι ἠνείκαντο ἀέθλια μώνυχες ἵπποι.</l><l n="128">δώσω δʼ ἑπτὰ γυναῖκας ἀμύμονα ἔργα ἰδυίας</l><l n="129">Λεσβίδας, ἃς ὅτε Λέσβον ἐϋκτιμένην ἕλεν αὐτὸς</l><l n="130">ἐξελόμην, αἳ κάλλει ἐνίκων φῦλα γυναικῶν.</l><l n="131">τὰς μέν οἱ δώσω, μετὰ δʼ ἔσσεται ἣν τότʼ ἀπηύρων</l><l n="132">κούρη Βρισῆος· ἐπὶ δὲ μέγαν ὅρκον ὀμοῦμαι</l><l n="133">μή ποτε τῆς εὐνῆς ἐπιβήμεναι ἠδὲ μιγῆναι,</l><l n="134">ἣ θέμις ἀνθρώπων πέλει ἀνδρῶν ἠδὲ γυναικῶν.</l><l n="135">ταῦτα μὲν αὐτίκα πάντα παρέσσεται· εἰ δέ κεν αὖτε</l><l n="136">ἄστυ μέγα Πριάμοιο θεοὶ δώωσʼ ἀλαπάξαι,</l><l n="137">νῆα ἅλις χρυσοῦ καὶ χαλκοῦ νηησάσθω</l><l n="138">εἰσελθών, ὅτε κεν δατεώμεθα ληΐδʼ Ἀχαιοί,</l><l n="139">Τρωϊάδας δὲ γυναῖκας ἐείκοσιν αὐτὸς ἑλέσθω,</l><l n="140">αἴ κε μετʼ Ἀργείην Ἑλένην κάλλισται ἔωσιν.</l><l n="141">εἰ δέ κεν Ἄργος ἱκοίμεθʼ Ἀχαιϊκὸν οὖθαρ ἀρούρης</l><l n="142">γαμβρός κέν μοι ἔοι· τίσω δέ μιν ἶσον Ὀρέστῃ,</l><l n="143">ὅς μοι τηλύγετος τρέφεται θαλίῃ ἔνι πολλῇ.</l><l n="144">τρεῖς δέ μοί εἰσι θύγατρες ἐνὶ μεγάρῳ εὐπήκτῳ</l><l n="145">Χρυσόθεμις καὶ Λαοδίκη καὶ Ἰφιάνασσα,</l><l n="146">τάων ἥν κʼ ἐθέλῃσι φίλην ἀνάεδνον ἀγέσθω</l><l n="147">πρὸς οἶκον Πηλῆος· ἐγὼ δʼ ἐπὶ μείλια δώσω</l><l n="148">πολλὰ μάλʼ, ὅσσʼ οὔ πώ τις ἑῇ ἐπέδωκε θυγατρί·</l><l n="149">ἑπτὰ δέ οἱ δώσω εὖ ναιόμενα πτολίεθρα</l><l n="150">Καρδαμύλην Ἐνόπην τε καὶ Ἱρὴν ποιήεσσαν</l><l n="151">Φηράς τε ζαθέας ἠδʼ Ἄνθειαν βαθύλειμον</l><l n="152">καλήν τʼ Αἴπειαν καὶ Πήδασον ἀμπελόεσσαν.</l><l n="153">πᾶσαι δʼ ἐγγὺς ἁλός, νέαται Πύλου ἠμαθόεντος·</l><l n="154">ἐν δʼ ἄνδρες ναίουσι πολύρρηνες πολυβοῦται,</l><l n="155">οἵ κέ ἑ δωτίνῃσι θεὸν ὣς τιμήσουσι</l><l n="156">καί οἱ ὑπὸ σκήπτρῳ λιπαρὰς τελέουσι θέμιστας.</l><l n="157">ταῦτά κέ οἱ τελέσαιμι μεταλήξαντι χόλοιο.</l><l n="158">δμηθήτω· Ἀΐδης τοι ἀμείλιχος ἠδʼ ἀδάμαστος,</l><l n="159">τοὔνεκα καί τε βροτοῖσι θεῶν ἔχθιστος ἁπάντων·</l><l n="160">καί μοι ὑποστήτω ὅσσον βασιλεύτερός εἰμι</l><l n="161">ἠδʼ ὅσσον γενεῇ προγενέστερος εὔχομαι εἶναι.</l><milestone ed="p" n="162" unit="card"/></q><l n="162"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·</l><q><l n="163">Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον</l><l n="164">δῶρα μὲν οὐκέτʼ ὀνοστὰ διδοῖς Ἀχιλῆϊ ἄνακτι·</l><l n="165">ἀλλʼ ἄγετε κλητοὺς ὀτρύνομεν, οἵ κε τάχιστα</l><l n="166">ἔλθωσʼ ἐς κλισίην Πηληϊάδεω Ἀχιλῆος.</l><l n="167">εἰ δʼ ἄγε τοὺς ἂν ἐγὼ ἐπιόψομαι οἳ δὲ πιθέσθων.</l><l n="168">Φοῖνιξ μὲν πρώτιστα Διῒ φίλος ἡγησάσθω,</l><l n="169">αὐτὰρ ἔπειτʼ Αἴας τε μέγας καὶ δῖος Ὀδυσσεύς·</l><l n="170">κηρύκων δʼ Ὀδίος τε καὶ Εὐρυβάτης ἅμʼ ἑπέσθων.</l><l n="171">φέρτε δὲ χερσὶν ὕδωρ, εὐφημῆσαί τε κέλεσθε,</l><l n="172">ὄφρα Διὶ Κρονίδῃ ἀρησόμεθʼ, αἴ κʼ ἐλεήσῃ.</l></q><l n="173"><milestone ed="P" unit="para"/>ὣς φάτο, τοῖσι δὲ πᾶσιν ἑαδότα μῦθον ἔειπεν.</l><l n="174">αὐτίκα κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν,</l><l n="175">κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο,</l><l n="176">νώμησαν δʼ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν.</l><l n="177">αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιόν θʼ ὅσον ἤθελε θυμός,</l><l n="178">ὁρμῶντʼ ἐκ κλισίης Ἀγαμέμνονος Ἀτρεΐδαο.</l><l n="179">τοῖσι δὲ πόλλʼ ἐπέτελλε Γερήνιος ἱππότα Νέστωρ</l><l n="180">δενδίλλων ἐς ἕκαστον, Ὀδυσσῆϊ δὲ μάλιστα,</l><l n="181">πειρᾶν ὡς πεπίθοιεν ἀμύμονα Πηλεΐωνα.</l><l n="182"><milestone ed="P" unit="para"/>τὼ δὲ βάτην παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης</l><l n="183">πολλὰ μάλʼ εὐχομένω γαιηόχῳ ἐννοσιγαίῳ</l><l n="184">ῥηϊδίως πεπιθεῖν μεγάλας φρένας Αἰακίδαο.</l><l n="185">Μυρμιδόνων δʼ ἐπί τε κλισίας καὶ νῆας ἱκέσθην,</l><l n="186">τὸν δʼ εὗρον φρένα τερπόμενον φόρμιγγι λιγείῃ</l><l n="187">καλῇ δαιδαλέῃ, ἐπὶ δʼ ἀργύρεον ζυγὸν ἦεν,</l><l n="188">τὴν ἄρετʼ ἐξ ἐνάρων πόλιν Ἠετίωνος ὀλέσσας·</l><l n="189">τῇ ὅ γε θυμὸν ἔτερπεν, ἄειδε δʼ ἄρα κλέα ἀνδρῶν.</l><l n="190">Πάτροκλος δέ οἱ οἶος ἐναντίος ἧστο σιωπῇ,</l><l n="191">δέγμενος Αἰακίδην ὁπότε λήξειεν ἀείδων,</l><l n="192">τὼ δὲ βάτην προτέρω, ἡγεῖτο δὲ δῖος Ὀδυσσεύς,</l><l n="193">στὰν δὲ πρόσθʼ αὐτοῖο· ταφὼν δʼ ἀνόρουσεν Ἀχιλλεὺς</l><l n="194">αὐτῇ σὺν φόρμιγγι λιπὼν ἕδος ἔνθα θάασσεν.</l><l n="195">ὣς δʼ αὔτως Πάτροκλος, ἐπεὶ ἴδε φῶτας, ἀνέστη.</l><l n="196">τὼ καὶ δεικνύμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·</l><q><l n="197">χαίρετον· ἦ φίλοι ἄνδρες ἱκάνετον ἦ τι μάλα χρεώ,</l><l n="198">οἵ μοι σκυζομένῳ περ Ἀχαιῶν φίλτατοί ἐστον.</l></q><l n="199"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσας προτέρω ἄγε δῖος Ἀχιλλεύς,</l><l n="200">εἷσεν δʼ ἐν κλισμοῖσι τάπησί τε πορφυρέοισιν.</l><l n="201">αἶψα δὲ Πάτροκλον προσεφώνεεν ἐγγὺς ἐόντα·</l><q><l n="202">μείζονα δὴ κρητῆρα Μενοιτίου υἱὲ καθίστα,</l><l n="203">ζωρότερον δὲ κέραιε, δέπας δʼ ἔντυνον ἑκάστῳ·</l><l n="204">οἳ γὰρ φίλτατοι ἄνδρες ἐμῷ ὑπέασι μελάθρῳ.</l><milestone ed="p" n="205" unit="card"/></q><l n="205"><milestone ed="P" unit="para"/>ὣς φάτο, Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθʼ ἑταίρῳ.</l><l n="206">αὐτὰρ ὅ γε κρεῖον μέγα κάββαλεν ἐν πυρὸς αὐγῇ,</l><l n="207">ἐν δʼ ἄρα νῶτον ἔθηκʼ ὄϊος καὶ πίονος αἰγός,</l><l n="208">ἐν δὲ συὸς σιάλοιο ῥάχιν τεθαλυῖαν ἀλοιφῇ.</l><l n="209">τῷ δʼ ἔχεν Αὐτομέδων, τάμνεν δʼ ἄρα δῖος Ἀχιλλεύς.</l><l n="210">καὶ τὰ μὲν εὖ μίστυλλε καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειρε,</l><l n="211">πῦρ δὲ Μενοιτιάδης δαῖεν μέγα ἰσόθεος φώς.</l><l n="212">αὐτὰρ ἐπεὶ κατὰ πῦρ ἐκάη καὶ φλὸξ ἐμαράνθη,</l><l n="213">ἀνθρακιὴν στορέσας ὀβελοὺς ἐφύπερθε τάνυσσε,</l><l n="214">πάσσε δʼ ἁλὸς θείοιο κρατευτάων ἐπαείρας.</l><l n="215">αὐτὰρ ἐπεί ῥʼ ὤπτησε καὶ εἰν ἐλεοῖσιν ἔχευε,</l><l n="216">Πάτροκλος μὲν σῖτον ἑλὼν ἐπένειμε τραπέζῃ</l><l n="217">καλοῖς ἐν κανέοισιν, ἀτὰρ κρέα νεῖμεν Ἀχιλλεύς.</l><l n="218">αὐτὸς δʼ ἀντίον ἷζεν Ὀδυσσῆος θείοιο</l><l n="219">τοίχου τοῦ ἑτέροιο, θεοῖσι δὲ θῦσαι ἀνώγει</l><l n="220">Πάτροκλον ὃν ἑταῖρον· ὃ δʼ ἐν πυρὶ βάλλε θυηλάς.</l><l n="221">οἳ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.</l><l n="222">αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,</l><l n="223">νεῦσʼ Αἴας Φοίνικι· νόησε δὲ δῖος Ὀδυσσεύς,</l><l n="224">πλησάμενος δʼ οἴνοιο δέπας δείδεκτʼ Ἀχιλῆα·</l><q><l n="225">χαῖρʼ Ἀχιλεῦ· δαιτὸς μὲν ἐΐσης οὐκ ἐπιδευεῖς</l><l n="226">ἠμὲν ἐνὶ κλισίῃ Ἀγαμέμνονος Ἀτρεΐδαο</l><l n="227">ἠδὲ καὶ ἐνθάδε νῦν, πάρα γὰρ μενοεικέα πολλὰ</l><l n="228">δαίνυσθʼ· ἀλλʼ οὐ δαιτὸς ἐπηράτου ἔργα μέμηλεν,</l><l n="229">ἀλλὰ λίην μέγα πῆμα διοτρεφὲς εἰσορόωντες</l><l n="230">δείδιμεν· ἐν δοιῇ δὲ σαωσέμεν ἢ ἀπολέσθαι</l><l n="231">νῆας ἐϋσσέλμους, εἰ μὴ σύ γε δύσεαι ἀλκήν.</l><l n="232">ἐγγὺς γὰρ νηῶν καὶ τείχεος αὖλιν ἔθεντο</l><l n="233">Τρῶες ὑπέρθυμοι τηλεκλειτοί τʼ ἐπίκουροι</l><l n="234">κηάμενοι πυρὰ πολλὰ κατὰ στρατόν, οὐδʼ ἔτι φασὶ</l><l n="235">σχήσεσθʼ, ἀλλʼ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι.</l><l n="236">Ζεὺς δέ σφι Κρονίδης ἐνδέξια σήματα φαίνων</l><l n="237">ἀστράπτει· Ἕκτωρ δὲ μέγα σθένεϊ βλεμεαίνων</l><l n="238">μαίνεται ἐκπάγλως πίσυνος Διί, οὐδέ τι τίει</l><l n="239">ἀνέρας οὐδὲ θεούς· κρατερὴ δέ ἑ λύσσα δέδυκεν.</l><l n="240">ἀρᾶται δὲ τάχιστα φανήμεναι Ἠῶ δῖαν·</l><l n="241">στεῦται γὰρ νηῶν ἀποκόψειν ἄκρα κόρυμβα</l><l n="242">αὐτάς τʼ ἐμπρήσειν μαλεροῦ πυρός, αὐτὰρ Ἀχαιοὺς</l><l n="243">δῃώσειν παρὰ τῇσιν ὀρινομένους ὑπὸ καπνοῦ.</l><milestone ed="p" n="244" unit="card"/><l n="244">ταῦτʼ αἰνῶς δείδοικα κατὰ φρένα, μή οἱ ἀπειλὰς</l><l n="245">ἐκτελέσωσι θεοί, ἡμῖν δὲ δὴ αἴσιμον εἴη</l><l n="246">φθίσθαι ἐνὶ Τροίῃ ἑκὰς Ἄργεος ἱπποβότοιο.</l><l n="247">ἀλλʼ ἄνα εἰ μέμονάς γε καὶ ὀψέ περ υἷας Ἀχαιῶν</l><l n="248">τειρομένους ἐρύεσθαι ὑπὸ Τρώων ὀρυμαγδοῦ.</l><l n="249">αὐτῷ τοι μετόπισθʼ ἄχος ἔσσεται, οὐδέ τι μῆχος</l><l n="250">ῥεχθέντος κακοῦ ἔστʼ ἄκος εὑρεῖν· ἀλλὰ πολὺ πρὶν</l><l n="251">φράζευ ὅπως Δαναοῖσιν ἀλεξήσεις κακὸν ἦμαρ.</l><l n="252">ὦ πέπον ἦ μὲν σοί γε πατὴρ ἐπετέλλετο Πηλεὺς</l><l n="253">ἤματι τῷ ὅτε σʼ ἐκ Φθίης Ἀγαμέμνονι πέμπε·</l><q><l n="254">τέκνον ἐμὸν κάρτος μὲν Ἀθηναίη τε καὶ Ἥρη</l><l n="255">δώσουσʼ αἴ κʼ ἐθέλωσι, σὺ δὲ μεγαλήτορα θυμὸν</l><l n="256">ἴσχειν ἐν στήθεσσι· φιλοφροσύνη γὰρ ἀμείνων·</l><l n="257">ληγέμεναι δʼ ἔριδος κακομηχάνου, ὄφρά σε μᾶλλον</l><l n="258">τίωσʼ Ἀργείων ἠμὲν νέοι ἠδὲ γέροντες.</l></q><l n="259">ὣς ἐπέτελλʼ ὃ γέρων, σὺ δὲ λήθεαι· ἀλλʼ ἔτι καὶ νῦν</l><l n="260">παύεʼ, ἔα δὲ χόλον θυμαλγέα· σοὶ δʼ Ἀγαμέμνων</l><l n="261">ἄξια δῶρα δίδωσι μεταλήξαντι χόλοιο.</l><l n="262">εἰ δὲ σὺ μέν μευ ἄκουσον, ἐγὼ δέ κέ τοι καταλέξω</l><l n="263">ὅσσά τοι ἐν κλισίῃσιν ὑπέσχετο δῶρʼ Ἀγαμέμνων·</l><l n="264">ἕπτʼ ἀπύρους τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα,</l><l n="265">αἴθωνας δὲ λέβητας ἐείκοσι, δώδεκα δʼ ἵππους</l><l n="266">πηγοὺς ἀθλοφόρους, οἳ ἀέθλια ποσσὶν ἄροντο.</l><l n="267">οὔ κεν ἀλήϊος εἴη ἀνὴρ ᾧ τόσσα γένοιτο</l><l n="268">οὐδέ κεν ἀκτήμων ἐριτίμοιο χρυσοῖο,</l><l n="269">ὅσσʼ Ἀγαμέμνονος ἵπποι ἀέθλια ποσσὶν ἄροντο.</l><l n="270">δώσει δʼ ἑπτὰ γυναῖκας ἀμύμονα ἔργα ἰδυίας</l><l n="271">Λεσβίδας, ἃς ὅτε Λέσβον ἐϋκτιμένην ἕλες αὐτὸς</l><l n="272">ἐξέλεθʼ, αἳ τότε κάλλει ἐνίκων φῦλα γυναικῶν.</l><l n="273">τὰς μέν τοι δώσει, μετὰ δʼ ἔσσεται ἣν τότʼ ἀπηύρα</l><l n="274">κούρη Βρισῆος· ἐπὶ δὲ μέγαν ὅρκον ὀμεῖται</l><l n="275">μή ποτε τῆς εὐνῆς ἐπιβήμεναι ἠδὲ μιγῆναι</l><l n="276">ἣ θέμις ἐστὶν ἄναξ ἤτʼ ἀνδρῶν ἤτε γυναικῶν.</l><l n="277">ταῦτα μὲν αὐτίκα πάντα παρέσσεται· εἰ δέ κεν αὖτε</l><l n="278">ἄστυ μέγα Πριάμοιο θεοὶ δώωσʼ ἀλαπάξαι,</l><l n="279">νῆα ἅλις χρυσοῦ καὶ χαλκοῦ νηήσασθαι</l><l n="280">εἰσελθών, ὅτε κεν δατεώμεθα ληΐδʼ Ἀχαιοί,</l><l n="281">Τρωϊάδας δὲ γυναῖκας ἐείκοσιν αὐτὸς ἑλέσθαι,</l><l n="282">αἵ κε μετʼ Ἀργείην Ἑλένην κάλλισται ἔωσιν.</l><l n="283">εἰ δέ κεν Ἄργος ἱκοίμεθʼ Ἀχαιϊκὸν οὖθαρ ἀρούρης</l><l n="284">γαμβρός κέν οἱ ἔοις· τίσει δέ σε ἶσον Ὀρέστῃ,</l><l n="285">ὅς οἱ τηλύγετος τρέφεται θαλίῃ ἔνι πολλῇ.</l><milestone ed="p" n="286" unit="card"/><l n="286">τρεῖς δέ οἵ εἰσι θύγατρες ἐνὶ μεγάρῳ εὐπήκτῳ</l><l n="287">Χρυσόθεμις καὶ Λαοδίκη καὶ Ἰφιάνασσα,</l><l n="288">τάων ἥν κʼ ἐθέλῃσθα φίλην ἀνάεδνον ἄγεσθαι</l><l n="289">πρὸς οἶκον Πηλῆος· ὃ δʼ αὖτʼ ἐπὶ μείλια δώσει</l><l n="290">πολλὰ μάλʼ, ὅσσʼ οὔ πώ τις ἑῇ ἐπέδωκε θυγατρί·</l><l n="291">ἑπτὰ δέ τοι δώσει εὖ ναιόμενα πτολίεθρα</l><l n="292">Καρδαμύλην Ἐνόπην τε καὶ Ἱρὴν ποιήεσσαν</l><l n="293">Φηράς τε ζαθέας ἠδʼ Ἄνθειαν βαθύλειμον</l><l n="294">καλήν τʼ Αἴπειαν καὶ Πήδασον ἀμπελόεσσαν.</l><l n="295">πᾶσαι δʼ ἐγγὺς ἁλός, νέαται Πύλου ἠμαθόεντος·</l><l n="296">ἐν δʼ ἄνδρες ναίουσι πολύρρηνες πολυβοῦται,</l><l n="297">οἵ κέ σε δωτίνῃσι θεὸν ὣς τιμήσουσι</l><l n="298">καί τοι ὑπὸ σκήπτρῳ λιπαρὰς τελέουσι θέμιστας.</l><l n="299">ταῦτά κέ τοι τελέσειε μεταλήξαντι χόλοιο.</l><l n="300">εἰ δέ τοι Ἀτρεΐδης μὲν ἀπήχθετο κηρόθι μᾶλλον</l><l n="301">αὐτὸς καὶ τοῦ δῶρα, σὺ δʼ ἄλλους περ Παναχαιοὺς</l><l n="302">τειρομένους ἐλέαιρε κατὰ στρατόν, οἵ σε θεὸν ὣς</l><l n="303">τίσουσʼ· ἦ γάρ κέ σφι μάλα μέγα κῦδος ἄροιο·</l><l n="304">νῦν γάρ χʼ Ἕκτορʼ ἕλοις, ἐπεὶ ἂν μάλα τοι σχεδὸν ἔλθοι</l><l n="305">λύσσαν ἔχων ὀλοήν, ἐπεὶ οὔ τινά φησιν ὁμοῖον</l><l n="306">οἷ ἔμεναι Δαναῶν οὓς ἐνθάδε νῆες ἔνεικαν.</l></q><l n="307"><milestone ed="P" unit="para"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·</l><q><l n="308">διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ</l><l n="309">χρὴ μὲν δὴ τὸν μῦθον ἀπηλεγέως ἀποειπεῖν,</l><l n="310">ᾗ περ δὴ φρονέω τε καὶ ὡς τετελεσμένον ἔσται,</l><l n="311">ὡς μή μοι τρύζητε παρήμενοι ἄλλοθεν ἄλλος.</l><l n="312">ἐχθρὸς γάρ μοι κεῖνος ὁμῶς Ἀΐδαο πύλῃσιν</l><l n="313">ὅς χʼ ἕτερον μὲν κεύθῃ ἐνὶ φρεσίν, ἄλλο δὲ εἴπῃ.</l><l n="314">αὐτὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα·</l><l n="315">οὔτʼ ἔμεγʼ Ἀτρεΐδην Ἀγαμέμνονα πεισέμεν οἴω</l><l n="316">οὔτʼ ἄλλους Δαναούς, ἐπεὶ οὐκ ἄρα τις χάρις ἦεν</l><l n="317">μάρνασθαι δηΐοισιν ἐπʼ ἀνδράσι νωλεμὲς αἰεί.</l><l n="318">ἴση μοῖρα μένοντι καὶ εἰ μάλα τις πολεμίζοι·</l><l n="319">ἐν δὲ ἰῇ τιμῇ ἠμὲν κακὸς ἠδὲ καὶ ἐσθλός·</l><l n="320">κάτθανʼ ὁμῶς ὅ τʼ ἀεργὸς ἀνὴρ ὅ τε πολλὰ ἐοργώς.</l><l n="321">οὐδέ τί μοι περίκειται, ἐπεὶ πάθον ἄλγεα θυμῷ</l><l n="322">αἰεὶ ἐμὴν ψυχὴν παραβαλλόμενος πολεμίζειν.</l><l n="323">ὡς δʼ ὄρνις ἀπτῆσι νεοσσοῖσι προφέρῃσι</l><l n="324">μάστακʼ ἐπεί κε λάβῃσι, κακῶς δʼ ἄρα οἱ πέλει αὐτῇ,</l><l n="325">ὣς καὶ ἐγὼ πολλὰς μὲν ἀΰπνους νύκτας ἴαυον,</l><l n="326">ἤματα δʼ αἱματόεντα διέπρησσον πολεμίζων</l><l n="327">ἀνδράσι μαρνάμενος ὀάρων ἕνεκα σφετεράων.</l><milestone ed="p" n="328" unit="card"/><l n="328">δώδεκα δὴ σὺν νηυσὶ πόλεις ἀλάπαξʼ ἀνθρώπων,</l><l n="329">πεζὸς δʼ ἕνδεκά φημι κατὰ Τροίην ἐρίβωλον·</l><l n="330">τάων ἐκ πασέων κειμήλια πολλὰ καὶ ἐσθλὰ</l><l n="331">ἐξελόμην, καὶ πάντα φέρων Ἀγαμέμνονι δόσκον</l><l n="332">Ἀτρεΐδῃ· ὃ δʼ ὄπισθε μένων παρὰ νηυσὶ θοῇσι</l><l n="333">δεξάμενος διὰ παῦρα δασάσκετο, πολλὰ δʼ ἔχεσκεν.</l><l n="334">ἄλλα δʼ ἀριστήεσσι δίδου γέρα καὶ βασιλεῦσι·</l><l n="335">τοῖσι μὲν ἔμπεδα κεῖται, ἐμεῦ δʼ ἀπὸ μούνου Ἀχαιῶν</l><l n="336">εἵλετʼ, ἔχει δʼ ἄλοχον θυμαρέα· τῇ παριαύων</l><l n="337">τερπέσθω. τί δὲ δεῖ πολεμιζέμεναι Τρώεσσιν</l><l n="338">Ἀργείους; τί δὲ λαὸν ἀνήγαγεν ἐνθάδʼ ἀγείρας</l><l n="339">Ἀτρεΐδης; ἦ οὐχ Ἑλένης ἕνεκʼ ἠϋκόμοιο;</l><l n="340">ἦ μοῦνοι φιλέουσʼ ἀλόχους μερόπων ἀνθρώπων</l><l n="341">Ἀτρεΐδαι; ἐπεὶ ὅς τις ἀνὴρ ἀγαθὸς καὶ ἐχέφρων</l><l n="342">τὴν αὐτοῦ φιλέει καὶ κήδεται, ὡς καὶ ἐγὼ τὴν</l><l n="343">ἐκ θυμοῦ φίλεον δουρικτητήν περ ἐοῦσαν.</l><l n="344">νῦν δʼ ἐπεὶ ἐκ χειρῶν γέρας εἵλετο καί μʼ ἀπάτησε</l><l n="345">μή μευ πειράτω εὖ εἰδότος· οὐδέ με πείσει.</l><l n="346">ἀλλʼ Ὀδυσεῦ σὺν σοί τε καὶ ἄλλοισιν βασιλεῦσι</l><l n="347">φραζέσθω νήεσσιν ἀλεξέμεναι δήϊον πῦρ.</l><l n="348">ἦ μὲν δὴ μάλα πολλὰ πονήσατο νόσφιν ἐμεῖο,</l><l n="349">καὶ δὴ τεῖχος ἔδειμε, καὶ ἤλασε τάφρον ἐπʼ αὐτῷ</l><l n="350">εὐρεῖαν μεγάλην, ἐν δὲ σκόλοπας κατέπηξεν·</l><l n="351">ἀλλʼ οὐδʼ ὧς δύναται σθένος Ἕκτορος ἀνδροφόνοιο</l><l n="352">ἴσχειν· ὄφρα δʼ ἐγὼ μετʼ Ἀχαιοῖσιν πολέμιζον</l><l n="353">οὐκ ἐθέλεσκε μάχην ἀπὸ τείχεος ὀρνύμεν Ἕκτωρ,</l><l n="354">ἀλλʼ ὅσον ἐς Σκαιάς τε πύλας καὶ φηγὸν ἵκανεν·</l><l n="355">ἔνθά ποτʼ οἶον ἔμιμνε, μόγις δέ μευ ἔκφυγεν ὁρμήν.</l><l n="356">νῦν δʼ ἐπεὶ οὐκ ἐθέλω πολεμιζέμεν Ἕκτορι δίῳ</l><l n="357">αὔριον ἱρὰ Διὶ ῥέξας καὶ πᾶσι θεοῖσι</l><l n="358">νηήσας εὖ νῆας, ἐπὴν ἅλα δὲ προερύσσω,</l><l n="359">ὄψεαι, αἴ κʼ ἐθέλῃσθα καὶ αἴ κέν τοι τὰ μεμήλῃ,</l><l n="360">ἦρι μάλʼ Ἑλλήσποντον ἐπʼ ἰχθυόεντα πλεούσας</l><l n="361">νῆας ἐμάς, ἐν δʼ ἄνδρας ἐρεσσέμεναι μεμαῶτας·</l><l n="362">εἰ δέ κεν εὐπλοίην δώῃ κλυτὸς ἐννοσίγαιος</l><l n="363">ἤματί κε τριτάτῳ Φθίην ἐρίβωλον ἱκοίμην.</l><l n="364">ἔστι δέ μοι μάλα πολλά, τὰ κάλλιπον ἐνθάδε ἔρρων·</l><l n="365">ἄλλον δʼ ἐνθένδε χρυσὸν καὶ χαλκὸν ἐρυθρὸν</l><l n="366">ἠδὲ γυναῖκας ἐϋζώνους πολιόν τε σίδηρον</l><l n="367">ἄξομαι, ἅσσʼ ἔλαχόν γε· γέρας δέ μοι, ὅς περ ἔδωκεν,</l><l n="368">αὖτις ἐφυβρίζων ἕλετο κρείων Ἀγαμέμνων</l><l n="369">Ἀτρεΐδης· τῷ πάντʼ ἀγορευέμεν ὡς ἐπιτέλλω</l><l n="370">ἀμφαδόν, ὄφρα καὶ ἄλλοι ἐπισκύζωνται Ἀχαιοὶ</l><l n="371">εἴ τινά που Δαναῶν ἔτι ἔλπεται ἐξαπατήσειν</l><l n="372">αἰὲν ἀναιδείην ἐπιειμένος· οὐδʼ ἂν ἔμοιγε</l><l n="373">τετλαίη κύνεός περ ἐὼν εἰς ὦπα ἰδέσθαι·</l><milestone ed="p" n="374" unit="card"/><l n="374">οὐδέ τί οἱ βουλὰς συμφράσσομαι, οὐδὲ μὲν ἔργον·</l><l n="375">ἐκ γὰρ δή μʼ ἀπάτησε καὶ ἤλιτεν· οὐδʼ ἂν ἔτʼ αὖτις</l><l n="376">ἐξαπάφοιτʼ ἐπέεσσιν· ἅλις δέ οἱ· ἀλλὰ ἕκηλος</l><l n="377">ἐρρέτω· ἐκ γάρ εὑ φρένας εἵλετο μητίετα Ζεύς.</l><l n="378">ἐχθρὰ δέ μοι τοῦ δῶρα, τίω δέ μιν ἐν καρὸς αἴσῃ.</l><l n="379">οὐδʼ εἴ μοι δεκάκις τε καὶ εἰκοσάκις τόσα δοίη</l><l n="380">ὅσσά τέ οἱ νῦν ἔστι, καὶ εἴ ποθεν ἄλλα γένοιτο,</l><l n="381">οὐδʼ ὅσʼ ἐς Ὀρχομενὸν ποτινίσεται, οὐδʼ ὅσα Θήβας</l><l n="382">Αἰγυπτίας, ὅθι πλεῖστα δόμοις ἐν κτήματα κεῖται,</l><l n="383">αἵ θʼ ἑκατόμπυλοί εἰσι, διηκόσιοι δʼ ἀνʼ ἑκάστας</l><l n="384">ἀνέρες ἐξοιχνεῦσι σὺν ἵπποισιν καὶ ὄχεσφιν·</l><l n="385">οὐδʼ εἴ μοι τόσα δοίη ὅσα ψάμαθός τε κόνις τε,</l><l n="386">οὐδέ κεν ὧς ἔτι θυμὸν ἐμὸν πείσειʼ Ἀγαμέμνων</l><l n="387">πρίν γʼ ἀπὸ πᾶσαν ἐμοὶ δόμεναι θυμαλγέα λώβην.</l><l n="388">κούρην δʼ οὐ γαμέω Ἀγαμέμνονος Ἀτρεΐδαο,</l><l n="389">οὐδʼ εἰ χρυσείῃ Ἀφροδίτῃ κάλλος ἐρίζοι,</l><l n="390">ἔργα δʼ Ἀθηναίῃ γλαυκώπιδι ἰσοφαρίζοι·</l><l n="391">οὐδέ μιν ὧς γαμέω· ὃ δʼ Ἀχαιῶν ἄλλον ἑλέσθω,</l><l n="392">ὅς τις οἷ τʼ ἐπέοικε καὶ ὃς βασιλεύτερός ἐστιν.</l><l n="393">ἢν γὰρ δή με σαῶσι θεοὶ καὶ οἴκαδʼ ἵκωμαι,</l><l n="394">Πηλεύς θήν μοι ἔπειτα γυναῖκά γε μάσσεται αὐτός.</l><l n="395">πολλαὶ Ἀχαιΐδες εἰσὶν ἀνʼ Ἑλλάδα τε Φθίην τε</l><l n="396">κοῦραι ἀριστήων, οἵ τε πτολίεθρα ῥύονται,</l><l n="397">τάων ἥν κʼ ἐθέλωμι φίλην ποιήσομʼ ἄκοιτιν.</l><l n="398">ἔνθα δέ μοι μάλα πολλὸν ἐπέσσυτο θυμὸς ἀγήνωρ</l><l n="399">γήμαντα μνηστὴν ἄλοχον ἐϊκυῖαν ἄκοιτιν</l><l n="400">κτήμασι τέρπεσθαι τὰ γέρων ἐκτήσατο Πηλεύς·</l><l n="401">οὐ γὰρ ἐμοὶ ψυχῆς ἀντάξιον οὐδʼ ὅσα φασὶν</l><l n="402">Ἴλιον ἐκτῆσθαι εὖ ναιόμενον πτολίεθρον</l><l n="403">τὸ πρὶν ἐπʼ εἰρήνης, πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν,</l><l n="404">οὐδʼ ὅσα λάϊνος οὐδὸς ἀφήτορος ἐντὸς ἐέργει</l><l n="405">Φοίβου Ἀπόλλωνος Πυθοῖ ἔνι πετρηέσσῃ.</l><l n="406">ληϊστοὶ μὲν γάρ τε βόες καὶ ἴφια μῆλα,</l><l n="407">κτητοὶ δὲ τρίποδές τε καὶ ἵππων ξανθὰ κάρηνα,</l><l n="408">ἀνδρὸς δὲ ψυχὴ πάλιν ἐλθεῖν οὔτε λεϊστὴ</l><l n="409">οὔθʼ ἑλετή, ἐπεὶ ἄρ κεν ἀμείψεται ἕρκος ὀδόντων.</l><l n="410">μήτηρ γάρ τέ μέ φησι θεὰ Θέτις ἀργυρόπεζα</l><l n="411">διχθαδίας κῆρας φερέμεν θανάτοιο τέλος δέ.</l><l n="412">εἰ μέν κʼ αὖθι μένων Τρώων πόλιν ἀμφιμάχωμαι,</l><l n="413">ὤλετο μέν μοι νόστος, ἀτὰρ κλέος ἄφθιτον ἔσται·</l><l n="414">εἰ δέ κεν οἴκαδʼ ἵκωμι φίλην ἐς πατρίδα γαῖαν,</l><l n="415">ὤλετό μοι κλέος ἐσθλόν, ἐπὶ δηρὸν δέ μοι αἰὼν</l><l n="416">ἔσσεται, οὐδέ κέ μʼ ὦκα τέλος θανάτοιο κιχείη.</l><milestone ed="p" n="417" unit="card"/><l n="417">καὶ δʼ ἂν τοῖς ἄλλοισιν ἐγὼ παραμυθησαίμην</l><l n="418">οἴκαδʼ ἀποπλείειν, ἐπεὶ οὐκέτι δήετε τέκμωρ</l><l n="419">Ἰλίου αἰπεινῆς· μάλα γάρ ἑθεν εὐρύοπα Ζεὺς</l><l n="420">χεῖρα ἑὴν ὑπερέσχε, τεθαρσήκασι δὲ λαοί.</l><l n="421">ἀλλʼ ὑμεῖς μὲν ἰόντες ἀριστήεσσιν Ἀχαιῶν</l><l n="422">ἀγγελίην ἀπόφασθε· τὸ γὰρ γέρας ἐστὶ γερόντων·</l><l n="423">ὄφρʼ ἄλλην φράζωνται ἐνὶ φρεσὶ μῆτιν ἀμείνω,</l><l n="424">ἥ κέ σφιν νῆάς τε σαῷ καὶ λαὸν Ἀχαιῶν</l><l n="425">νηυσὶν ἔπι γλαφυρῇς, ἐπεὶ οὔ σφισιν ἥδέ γʼ ἑτοίμη</l><l n="426">ἣν νῦν ἐφράσσαντο ἐμεῦ ἀπομηνίσαντος·</l><l n="427">Φοῖνιξ δʼ αὖθι παρʼ ἄμμι μένων κατακοιμηθήτω,</l><l n="428">ὄφρά μοι ἐν νήεσσι φίλην ἐς πατρίδʼ ἕπηται</l><l n="429">αὔριον ἢν ἐθέλῃσιν· ἀνάγκῃ δʼ οὔ τί μιν ἄξω.</l></q><l n="430"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ</l><l n="431">μῦθον ἀγασσάμενοι· μάλα γὰρ κρατερῶς ἀπέειπεν·</l><l n="432">ὀψὲ δὲ δὴ μετέειπε γέρων ἱππηλάτα Φοῖνιξ</l><l n="433">δάκρυʼ ἀναπρήσας· περὶ γὰρ δίε νηυσὶν Ἀχαιῶν·</l><q><l n="434">εἰ μὲν δὴ νόστόν γε μετὰ φρεσὶ φαίδιμʼ Ἀχιλλεῦ</l><l n="435">βάλλεαι, οὐδέ τι πάμπαν ἀμύνειν νηυσὶ θοῇσι</l><l n="436">πῦρ ἐθέλεις ἀΐδηλον, ἐπεὶ χόλος ἔμπεσε θυμῷ,</l><l n="437">πῶς ἂν ἔπειτʼ ἀπὸ σεῖο φίλον τέκος αὖθι λιποίμην</l><l n="438">οἶος; σοὶ δέ μʼ ἔπεμπε γέρων ἱππηλάτα Πηλεὺς</l><l n="439">ἤματι τῷ ὅτε σʼ ἐκ Φθίης Ἀγαμέμνονι πέμπε</l><l n="440">νήπιον οὔ πω εἰδόθʼ ὁμοιΐου πολέμοιο</l><l n="441">οὐδʼ ἀγορέων, ἵνα τʼ ἄνδρες ἀριπρεπέες τελέθουσι.</l><l n="442">τοὔνεκά με προέηκε διδασκέμεναι τάδε πάντα,</l><l n="443">μύθων τε ῥητῆρʼ ἔμεναι πρηκτῆρά τε ἔργων.</l><l n="444">ὡς ἂν ἔπειτʼ ἀπὸ σεῖο φίλον τέκος οὐκ ἐθέλοιμι</l><l n="445">λείπεσθʼ, οὐδʼ εἴ κέν μοι ὑποσταίη θεὸς αὐτὸς</l><l n="446">γῆρας ἀποξύσας θήσειν νέον ἡβώοντα,</l><l n="447">οἷον ὅτε πρῶτον λίπον Ἑλλάδα καλλιγύναικα</l><l n="448">φεύγων νείκεα πατρὸς Ἀμύντορος Ὀρμενίδαο,</l><l n="449">ὅς μοι παλλακίδος περιχώσατο καλλικόμοιο,</l><l n="450">τὴν αὐτὸς φιλέεσκεν, ἀτιμάζεσκε δʼ ἄκοιτιν</l><l n="451">μητέρʼ ἐμήν· ἣ δʼ αἰὲν ἐμὲ λισσέσκετο γούνων</l><l n="452">παλλακίδι προμιγῆναι, ἵνʼ ἐχθήρειε γέροντα.</l><milestone ed="p" n="453" unit="card"/><l n="453">τῇ πιθόμην καὶ ἔρεξα· πατὴρ δʼ ἐμὸς αὐτίκʼ ὀϊσθεὶς</l><l n="454">πολλὰ κατηρᾶτο, στυγερὰς δʼ ἐπεκέκλετʼ Ἐρινῦς,</l><l n="455">μή ποτε γούνασιν οἷσιν ἐφέσσεσθαι φίλον υἱὸν</l><l n="456">ἐξ ἐμέθεν γεγαῶτα· θεοὶ δʼ ἐτέλειον ἐπαρὰς</l><l n="457">Ζεύς τε καταχθόνιος καὶ ἐπαινὴ Περσεφόνεια.</l><note resp="perseus">This edition omits lines 458-461.</note><l n="462">ἔνθʼ ἐμοὶ οὐκέτι πάμπαν ἐρητύετʼ ἐν φρεσὶ θυμὸς</l><l n="463">πατρὸς χωομένοιο κατὰ μέγαρα στρωφᾶσθαι.</l><l n="464">ἦ μὲν πολλὰ ἔται καὶ ἀνεψιοὶ ἀμφὶς ἐόντες</l><l n="465">αὐτοῦ λισσόμενοι κατερήτυον ἐν μεγάροισι,</l><l n="466">πολλὰ δὲ ἴφια μῆλα καὶ εἰλίποδας ἕλικας βοῦς</l><l n="467">ἔσφαζον, πολλοὶ δὲ σύες θαλέθοντες ἀλοιφῇ</l><l n="468">εὑόμενοι τανύοντο διὰ φλογὸς Ἡφαίστοιο,</l><l n="469">πολλὸν δʼ ἐκ κεράμων μέθυ πίνετο τοῖο γέροντος.</l><l n="470">εἰνάνυχες δέ μοι ἀμφʼ αὐτῷ παρὰ νύκτας ἴαυον·</l><l n="471">οἳ μὲν ἀμειβόμενοι φυλακὰς ἔχον, οὐδέ ποτʼ ἔσβη</l><l n="472">πῦρ, ἕτερον μὲν ὑπʼ αἰθούσῃ εὐερκέος αὐλῆς,</l><l n="473">ἄλλο δʼ ἐνὶ προδόμῳ, πρόσθεν θαλάμοιο θυράων.</l><l n="474">ἀλλʼ ὅτε δὴ δεκάτη μοι ἐπήλυθε νὺξ ἐρεβεννή,</l><l n="475">καὶ τότʼ ἐγὼ θαλάμοιο θύρας πυκινῶς ἀραρυίας</l><l n="476">ῥήξας ἐξῆλθον, καὶ ὑπέρθορον ἑρκίον αὐλῆς</l><l n="477">ῥεῖα, λαθὼν φύλακάς τʼ ἄνδρας δμῳάς τε γυναῖκας.</l><l n="478">φεῦγον ἔπειτʼ ἀπάνευθε διʼ Ἑλλάδος εὐρυχόροιο,</l><l n="479">Φθίην δʼ ἐξικόμην ἐριβώλακα μητέρα μήλων</l><l n="480">ἐς Πηλῆα ἄναχθʼ· ὃ δέ με πρόφρων ὑπέδεκτο,</l><l n="481">καί μʼ ἐφίλησʼ ὡς εἴ τε πατὴρ ὃν παῖδα φιλήσῃ</l><l n="482">μοῦνον τηλύγετον πολλοῖσιν ἐπὶ κτεάτεσσι,</l><l n="483">καί μʼ ἀφνειὸν ἔθηκε, πολὺν δέ μοι ὤπασε λαόν·</l><l n="484">ναῖον δʼ ἐσχατιὴν Φθίης Δολόπεσσιν ἀνάσσων.</l><l n="485">καί σε τοσοῦτον ἔθηκα θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ,</l><l n="486">ἐκ θυμοῦ φιλέων, ἐπεὶ οὐκ ἐθέλεσκες ἅμʼ ἄλλῳ</l><l n="487">οὔτʼ ἐς δαῖτʼ ἰέναι οὔτʼ ἐν μεγάροισι πάσασθαι,</l><l n="488">πρίν γʼ ὅτε δή σʼ ἐπʼ ἐμοῖσιν ἐγὼ γούνεσσι καθίσσας</l><l n="489">ὄψου τʼ ἄσαιμι προταμὼν καὶ οἶνον ἐπισχών.</l><l n="490">πολλάκι μοι κατέδευσας ἐπὶ στήθεσσι χιτῶνα</l><l n="491">οἴνου ἀποβλύζων ἐν νηπιέῃ ἀλεγεινῇ.</l><milestone ed="p" n="492" unit="card"/><l n="492">ὣς ἐπὶ σοὶ μάλα πολλὰ πάθον καὶ πολλὰ μόγησα,</l><l n="493">τὰ φρονέων ὅ μοι οὔ τι θεοὶ γόνον ἐξετέλειον</l><l n="494">ἐξ ἐμεῦ· ἀλλὰ σὲ παῖδα θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ</l><l n="495">ποιεύμην, ἵνα μοί ποτʼ ἀεικέα λοιγὸν ἀμύνῃς.</l><l n="496">ἀλλʼ Ἀχιλεῦ δάμασον θυμὸν μέγαν· οὐδέ τί σε χρὴ</l><l n="497">νηλεὲς ἦτορ ἔχειν· στρεπτοὶ δέ τε καὶ θεοὶ αὐτοί,</l><l n="498">τῶν περ καὶ μείζων ἀρετὴ τιμή τε βίη τε.</l><l n="499">καὶ μὲν τοὺς θυέεσσι καὶ εὐχωλῇς ἀγανῇσι</l><l n="500">λοιβῇ τε κνίσῃ τε παρατρωπῶσʼ ἄνθρωποι</l><l n="501">λισσόμενοι, ὅτε κέν τις ὑπερβήῃ καὶ ἁμάρτῃ.</l><l n="502">καὶ γάρ τε λιταί εἰσι Διὸς κοῦραι μεγάλοιο</l><l n="503">χωλαί τε ῥυσαί τε παραβλῶπές τʼ ὀφθαλμώ,</l><l n="504">αἵ ῥά τε καὶ μετόπισθʼ ἄτης ἀλέγουσι κιοῦσαι.</l><l n="505">ἣ δʼ ἄτη σθεναρή τε καὶ ἀρτίπος, οὕνεκα πάσας</l><l n="506">πολλὸν ὑπεκπροθέει, φθάνει δέ τε πᾶσαν ἐπʼ αἶαν</l><l n="507">βλάπτουσʼ ἀνθρώπους· αἳ δʼ ἐξακέονται ὀπίσσω.</l><l n="508">ὃς μέν τʼ αἰδέσεται κούρας Διὸς ἆσσον ἰούσας,</l><l n="509">τὸν δὲ μέγʼ ὤνησαν καί τʼ ἔκλυον εὐχομένοιο·</l><l n="510">ὃς δέ κʼ ἀνήνηται καί τε στερεῶς ἀποείπῃ,</l><l n="511">λίσσονται δʼ ἄρα ταί γε Δία Κρονίωνα κιοῦσαι</l><l n="512">τῷ ἄτην ἅμʼ ἕπεσθαι, ἵνα βλαφθεὶς ἀποτίσῃ.</l><l n="513">ἀλλʼ Ἀχιλεῦ πόρε καὶ σὺ Διὸς κούρῃσιν ἕπεσθαι</l><l n="514">τιμήν, ἥ τʼ ἄλλων περ ἐπιγνάμπτει νόον ἐσθλῶν.</l><l n="515">εἰ μὲν γὰρ μὴ δῶρα φέροι τὰ δʼ ὄπισθʼ ὀνομάζοι</l><l n="516">Ἀτρεΐδης, ἀλλʼ αἰὲν ἐπιζαφελῶς χαλεπαίνοι,</l><l n="517">οὐκ ἂν ἔγωγέ σε μῆνιν ἀπορρίψαντα κελοίμην</l><l n="518">Ἀργείοισιν ἀμυνέμεναι χατέουσί περ ἔμπης·</l><l n="519">νῦν δʼ ἅμα τʼ αὐτίκα πολλὰ διδοῖ τὰ δʼ ὄπισθεν ὑπέστη,</l><l n="520">ἄνδρας δὲ λίσσεσθαι ἐπιπροέηκεν ἀρίστους</l><l n="521">κρινάμενος κατὰ λαὸν Ἀχαιϊκόν, οἵ τε σοὶ αὐτῷ</l><l n="522">φίλτατοι Ἀργείων· τῶν μὴ σύ γε μῦθον ἐλέγξῃς</l><l n="523">μηδὲ πόδας· πρὶν δʼ οὔ τι νεμεσσητὸν κεχολῶσθαι.</l><l n="524">οὕτω καὶ τῶν πρόσθεν ἐπευθόμεθα κλέα ἀνδρῶν</l><l n="525">ἡρώων, ὅτε κέν τινʼ ἐπιζάφελος χόλος ἵκοι·</l><l n="526">δωρητοί τε πέλοντο παράρρητοί τʼ ἐπέεσσι.</l><l n="527">μέμνημαι τόδε ἔργον ἐγὼ πάλαι οὔ τι νέον γε</l><l n="528">ὡς ἦν· ἐν δʼ ὑμῖν ἐρέω πάντεσσι φίλοισι.</l><l n="529">Κουρῆτές τʼ ἐμάχοντο καὶ Αἰτωλοὶ μενεχάρμαι</l><l n="530">ἀμφὶ πόλιν Καλυδῶνα καὶ ἀλλήλους ἐνάριζον,</l><l n="531">Αἰτωλοὶ μὲν ἀμυνόμενοι Καλυδῶνος ἐραννῆς,</l><l n="532">Κουρῆτες δὲ διαπραθέειν μεμαῶτες Ἄρηϊ.</l><l n="533">καὶ γὰρ τοῖσι κακὸν χρυσόθρονος Ἄρτεμις ὦρσε</l><l n="534">χωσαμένη ὅ οἱ οὔ τι θαλύσια γουνῷ ἀλωῆς</l><l n="535">Οἰνεὺς ῥέξʼ· ἄλλοι δὲ θεοὶ δαίνυνθʼ ἑκατόμβας,</l><l n="536">οἴῃ δʼ οὐκ ἔρρεξε Διὸς κούρῃ μεγάλοιο.</l><l n="537">ἢ λάθετʼ ἢ οὐκ ἐνόησεν· ἀάσατο δὲ μέγα θυμῷ.</l><milestone ed="p" n="538" unit="card"/><l n="538">ἣ δὲ χολωσαμένη δῖον γένος ἰοχέαιρα</l><l n="539">ὦρσεν ἔπι χλούνην σῦν ἄγριον ἀργιόδοντα,</l><l n="540">ὃς κακὰ πόλλʼ ἕρδεσκεν ἔθων Οἰνῆος ἀλωήν·</l><l n="541">πολλὰ δʼ ὅ γε προθέλυμνα χαμαὶ βάλε δένδρεα μακρὰ</l><l n="542">αὐτῇσιν ῥίζῃσι καὶ αὐτοῖς ἄνθεσι μήλων.</l><l n="543">τὸν δʼ υἱὸς Οἰνῆος ἀπέκτεινεν Μελέαγρος</l><l n="544">πολλέων ἐκ πολίων θηρήτορας ἄνδρας ἀγείρας</l><l n="545">καὶ κύνας· οὐ μὲν γάρ κε δάμη παύροισι βροτοῖσι·</l><l n="546">τόσσος ἔην, πολλοὺς δὲ πυρῆς ἐπέβησʼ ἀλεγεινῆς.</l><l n="547">ἣ δʼ ἀμφʼ αὐτῷ θῆκε πολὺν κέλαδον καὶ ἀϋτὴν</l><l n="548">ἀμφὶ συὸς κεφαλῇ καὶ δέρματι λαχνήεντι,</l><l n="549">Κουρήτων τε μεσηγὺ καὶ Αἰτωλῶν μεγαθύμων.</l><l n="550">ὄφρα μὲν οὖν Μελέαγρος ἄρηι φίλος πολέμιζε,</l><l n="551">τόφρα δὲ Κουρήτεσσι κακῶς ἦν, οὐδὲ δύναντο</l><l n="552">τείχεος ἔκτοσθεν μίμνειν πολέες περ ἐόντες·</l><l n="553">ἀλλʼ ὅτε δὴ Μελέαγρον ἔδυ χόλος, ὅς τε καὶ ἄλλων</l><l n="554">οἰδάνει ἐν στήθεσσι νόον πύκα περ φρονεόντων,</l><l n="555">ἤτοι ὃ μητρὶ φίλῃ Ἀλθαίῃ χωόμενος κῆρ</l><l n="556">κεῖτο παρὰ μνηστῇ ἀλόχῳ καλῇ Κλεοπάτρῃ</l><l n="557">κούρῃ Μαρπήσσης καλλισφύρου Εὐηνίνης</l><l n="558">Ἴδεώ θʼ, ὃς κάρτιστος ἐπιχθονίων γένετʼ ἀνδρῶν</l><l n="559">τῶν τότε· καί ῥα ἄνακτος ἐναντίον εἵλετο τόξον</l><l n="560">Φοίβου Ἀπόλλωνος καλλισφύρου εἵνεκα νύμφης,</l><l n="561">τὴν δὲ τότʼ ἐν μεγάροισι πατὴρ καὶ πότνια μήτηρ</l><l n="562">Ἀλκυόνην καλέεσκον ἐπώνυμον, οὕνεκʼ ἄρʼ αὐτῆς</l><l n="563">μήτηρ ἀλκυόνος πολυπενθέος οἶτον ἔχουσα</l><l n="564">κλαῖεν ὅ μιν ἑκάεργος ἀνήρπασε Φοῖβος Ἀπόλλων·</l><l n="565">τῇ ὅ γε παρκατέλεκτο χόλον θυμαλγέα πέσσων</l><l n="566">ἐξ ἀρέων μητρὸς κεχολωμένος, ἥ ῥα θεοῖσι</l><l n="567">πόλλʼ ἀχέουσʼ ἠρᾶτο κασιγνήτοιο φόνοιο,</l><l n="568">πολλὰ δὲ καὶ γαῖαν πολυφόρβην χερσὶν ἀλοία</l><l n="569">κικλήσκουσʼ Ἀΐδην καὶ ἐπαινὴν Περσεφόνειαν</l><l n="570">πρόχνυ καθεζομένη, δεύοντο δὲ δάκρυσι κόλποι,</l><l n="571">παιδὶ δόμεν θάνατον· τῆς δʼ ἠεροφοῖτις Ἐρινὺς</l><l n="572">ἔκλυεν ἐξ Ἐρέβεσφιν ἀμείλιχον ἦτορ ἔχουσα.</l><l n="573">τῶν δὲ τάχʼ ἀμφὶ πύλας ὅμαδος καὶ δοῦπος ὀρώρει</l><l n="574">πύργων βαλλομένων· τὸν δὲ λίσσοντο γέροντες</l><l n="575">Αἰτωλῶν, πέμπον δὲ θεῶν ἱερῆας ἀρίστους,</l><l n="576">ἐξελθεῖν καὶ ἀμῦναι ὑποσχόμενοι μέγα δῶρον·</l><l n="577">ὁππόθι πιότατον πεδίον Καλυδῶνος ἐραννῆς,</l><l n="578">ἔνθά μιν ἤνωγον τέμενος περικαλλὲς ἑλέσθαι</l><l n="579">πεντηκοντόγυον, τὸ μὲν ἥμισυ οἰνοπέδοιο,</l><l n="580">ἥμισυ δὲ ψιλὴν ἄροσιν πεδίοιο ταμέσθαι.</l><milestone ed="p" n="581" unit="card"/><l n="581">πολλὰ δέ μιν λιτάνευε γέρων ἱππηλάτα Οἰνεὺς</l><l n="582">οὐδοῦ ἐπεμβεβαὼς ὑψηρεφέος θαλάμοιο</l><l n="583">σείων κολλητὰς σανίδας γουνούμενος υἱόν·</l><l n="584">πολλὰ δὲ τόν γε κασίγνηται καὶ πότνια μήτηρ</l><l n="585">ἐλλίσσονθʼ· ὃ δὲ μᾶλλον ἀναίνετο· πολλὰ δʼ ἑταῖροι,</l><l n="586">οἵ οἱ κεδνότατοι καὶ φίλτατοι ἦσαν ἁπάντων·</l><l n="587">ἀλλʼ οὐδʼ ὧς τοῦ θυμὸν ἐνὶ στήθεσσιν ἔπειθον,</l><l n="588">πρίν γʼ ὅτε δὴ θάλαμος πύκʼ ἐβάλλετο, τοὶ δʼ ἐπὶ πύργων</l><l n="589">βαῖνον Κουρῆτες καὶ ἐνέπρηθον μέγα ἄστυ.</l><l n="590">καὶ τότε δὴ Μελέαγρον ἐΰζωνος παράκοιτις</l><l n="591">λίσσετʼ ὀδυρομένη, καί οἱ κατέλεξεν ἅπαντα</l><l n="592">κήδεʼ, ὅσʼ ἀνθρώποισι πέλει τῶν ἄστυ ἁλώῃ·</l><l n="593">ἄνδρας μὲν κτείνουσι, πόλιν δέ τε πῦρ ἀμαθύνει,</l><l n="594">τέκνα δέ τʼ ἄλλοι ἄγουσι βαθυζώνους τε γυναῖκας.</l><l n="595">τοῦ δʼ ὠρίνετο θυμὸς ἀκούοντος κακὰ ἔργα,</l><l n="596">βῆ δʼ ἰέναι, χροῒ δʼ ἔντεʼ ἐδύσετο παμφανόωντα.</l><l n="597">ὣς ὃ μὲν Αἰτωλοῖσιν ἀπήμυνεν κακὸν ἦμαρ</l><l n="598">εἴξας ᾧ θυμῷ· τῷ δʼ οὐκέτι δῶρα τέλεσσαν</l><l n="599">πολλά τε καὶ χαρίεντα, κακὸν δʼ ἤμυνε καὶ αὔτως.</l><l n="600">ἀλλὰ σὺ μή μοι ταῦτα νόει φρεσί, μὴ δέ σε δαίμων</l><l n="601">ἐνταῦθα τρέψειε φίλος· κάκιον δέ κεν εἴη</l><l n="602">νηυσὶν καιομένῃσιν ἀμυνέμεν· ἀλλʼ ἐπὶ δώρων</l><l n="603">ἔρχεο· ἶσον γάρ σε θεῷ τίσουσιν Ἀχαιοί.</l><l n="604">εἰ δέ κʼ ἄτερ δώρων πόλεμον φθισήνορα δύῃς</l><l n="605">οὐκέθʼ ὁμῶς τιμῆς ἔσεαι πόλεμόν περ ἀλαλκών.</l></q><l n="606"><milestone ed="P" unit="para"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·</l><q><l n="607">Φοῖνιξ ἄττα γεραιὲ διοτρεφὲς οὔ τί με ταύτης</l><l n="608">χρεὼ τιμῆς· φρονέω δὲ τετιμῆσθαι Διὸς αἴσῃ,</l><l n="609">ἥ μʼ ἕξει παρὰ νηυσὶ κορωνίσιν εἰς ὅ κʼ ἀϋτμὴ</l><l n="610">ἐν στήθεσσι μένῃ καί μοι φίλα γούνατʼ ὀρώρῃ.</l><l n="611">ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσι·</l><l n="612">μή μοι σύγχει θυμὸν ὀδυρόμενος καὶ ἀχεύων</l><l n="613">Ἀτρεΐδῃ ἥρωϊ φέρων χάριν· οὐδέ τί σε χρὴ</l><l n="614">τὸν φιλέειν, ἵνα μή μοι ἀπέχθηαι φιλέοντι.</l><l n="615">καλόν τοι σὺν ἐμοὶ τὸν κήδειν ὅς κʼ ἐμὲ κήδῃ·</l><l n="616">ἶσον ἐμοὶ βασίλευε καὶ ἥμισυ μείρεο τιμῆς.</l><l n="617">οὗτοι δʼ ἀγγελέουσι, σὺ δʼ αὐτόθι λέξεο μίμνων</l><l n="618">εὐνῇ ἔνι μαλακῇ· ἅμα δʼ ἠοῖ φαινομένηφι</l><l n="619">φρασσόμεθʼ ἤ κε νεώμεθʼ ἐφʼ ἡμέτερʼ ἦ κε μένωμεν.</l></q><milestone ed="p" n="620" unit="card"/><l n="620"><milestone ed="P" unit="para"/>ἦ καὶ Πατρόκλῳ ὅ γʼ ἐπʼ ὀφρύσι νεῦσε σιωπῇ</l><l n="621">Φοίνικι στορέσαι πυκινὸν λέχος, ὄφρα τάχιστα</l><l n="622">ἐκ κλισίης νόστοιο μεδοίατο· τοῖσι δʼ ἄρʼ Αἴας</l><l n="623">ἀντίθεος Τελαμωνιάδης μετὰ μῦθον ἔειπε·</l><q><l n="624">διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ</l><l n="625">ἴομεν· οὐ γάρ μοι δοκέει μύθοιο τελευτὴ</l><l n="626">τῇδέ γʼ ὁδῷ κρανέεσθαι· ἀπαγγεῖλαι δὲ τάχιστα</l><l n="627">χρὴ μῦθον Δαναοῖσι καὶ οὐκ ἀγαθόν περ ἐόντα</l><l n="628">οἵ που νῦν ἕαται ποτιδέγμενοι. αὐτάρ Ἀχιλλεὺς</l><l n="629">ἄγριον ἐν στήθεσσι θέτο μεγαλήτορα θυμὸν</l><l n="630">σχέτλιος, οὐδὲ μετατρέπεται φιλότητος ἑταίρων</l><l n="631">τῆς ᾗ μιν παρὰ νηυσὶν ἐτίομεν ἔξοχον ἄλλων</l><l n="632">νηλής· καὶ μέν τίς τε κασιγνήτοιο φονῆος</l><l n="633">ποινὴν ἢ οὗ παιδὸς ἐδέξατο τεθνηῶτος·</l><l n="634">καί ῥʼ ὃ μὲν ἐν δήμῳ μένει αὐτοῦ πόλλʼ ἀποτίσας,</l><l n="635">τοῦ δέ τʼ ἐρητύεται κραδίη καὶ θυμὸς ἀγήνωρ</l><l n="636">ποινὴν δεξαμένῳ· σοὶ δʼ ἄληκτόν τε κακόν τε</l><l n="637">θυμὸν ἐνὶ στήθεσσι θεοὶ θέσαν εἵνεκα κούρης</l><l n="638">οἴης· νῦν δέ τοι ἑπτὰ παρίσχομεν ἔξοχʼ ἀρίστας,</l><l n="639">ἄλλά τε πόλλʼ ἐπὶ τῇσι· σὺ δʼ ἵλαον ἔνθεο θυμόν,</l><l n="640">αἴδεσσαι δὲ μέλαθρον· ὑπωρόφιοι δέ τοί εἰμεν</l><l n="641">πληθύος ἐκ Δαναῶν, μέμαμεν δέ τοι ἔξοχον ἄλλων</l><l n="642">κήδιστοί τʼ ἔμεναι καὶ φίλτατοι ὅσσοι Ἀχαιοί.</l></q><l n="643"><milestone ed="P" unit="para"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·</l><q><l n="644">Αἶαν διογενὲς Τελαμώνιε κοίρανε λαῶν</l><l n="645">πάντά τί μοι κατὰ θυμὸν ἐείσαο μυθήσασθαι·</l><l n="646">ἀλλά μοι οἰδάνεται κραδίη χόλῳ ὁππότε κείνων</l><l n="647">μνήσομαι ὥς μʼ ἀσύφηλον ἐν Ἀργείοισιν ἔρεξεν</l><l n="648">Ἀτρεΐδης ὡς εἴ τινʼ ἀτίμητον μετανάστην.</l><l n="649">ἀλλʼ ὑμεῖς ἔρχεσθε καὶ ἀγγελίην ἀπόφασθε·</l><l n="650">οὐ γὰρ πρὶν πολέμοιο μεδήσομαι αἱματόεντος</l><l n="651">πρίν γʼ υἱὸν Πριάμοιο δαΐφρονος Ἕκτορα δῖον</l><l n="652">Μυρμιδόνων ἐπί τε κλισίας καὶ νῆας ἱκέσθαι</l><l n="653">κτείνοντʼ Ἀργείους, κατά τε σμῦξαι πυρὶ νῆας.</l><l n="654">ἀμφὶ δέ τοι τῇ ἐμῇ κλισίῃ καὶ νηῒ μελαίνῃ</l><l n="655">Ἕκτορα καὶ μεμαῶτα μάχης σχήσεσθαι ὀΐω.</l></q><l n="656"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δὲ ἕκαστος ἑλὼν δέπας ἀμφικύπελλον</l><l n="657">σπείσαντες παρὰ νῆας ἴσαν πάλιν· ἦρχε δʼ Ὀδυσσεύς.</l><l n="658">Πάτροκλος δʼ ἑτάροισιν ἰδὲ δμωῇσι κέλευσε</l><l n="659">Φοίνικι στορέσαι πυκινὸν λέχος ὅττι τάχιστα.</l><l n="660">αἳ δʼ ἐπιπειθόμεναι στόρεσαν λέχος ὡς ἐκέλευσε</l><l n="661">κώεά τε ῥῆγός τε λίνοιό τε λεπτὸν ἄωτον.</l><l n="662">ἔνθʼ ὃ γέρων κατέλεκτο καὶ ἠῶ δῖαν ἔμιμνεν.</l><l n="663">αὐτὰρ Ἀχιλλεὺς εὗδε μυχῷ κλισίης εὐπήκτου·</l><l n="664">τῷ δʼ ἄρα παρκατέλεκτο γυνή, τὴν Λεσβόθεν ἦγε,</l><l n="665">Φόρβαντος θυγάτηρ Διομήδη καλλιπάρῃος.</l><l n="666">Πάτροκλος δʼ ἑτέρωθεν ἐλέξατο· πὰρ δʼ ἄρα καὶ τῷ</l><l n="667">Ἶφις ἐΰζωνος, τήν οἱ πόρε δῖος Ἀχιλλεὺς</l><l n="668">Σκῦρον ἑλὼν αἰπεῖαν Ἐνυῆος πτολίεθρον.</l><milestone ed="p" n="669" unit="card"/><l n="669"><milestone ed="P" unit="para"/>οἳ δʼ ὅτε δὴ κλισίῃσιν ἐν Ἀτρεΐδαο γένοντο.</l><l n="670">τοὺς μὲν ἄρα χρυσέοισι κυπέλλοις υἷες Ἀχαιῶν</l><l n="671">δειδέχατʼ ἄλλοθεν ἄλλος ἀνασταδόν, ἔκ τʼ ἐρέοντο·</l><l n="672">πρῶτος δʼ ἐξερέεινεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·</l><q><l n="673">εἴπʼ ἄγε μʼ ὦ πολύαινʼ Ὀδυσεῦ μέγα κῦδος Ἀχαιῶν</l><l n="674">ἤ ῥʼ ἐθέλει νήεσσιν ἀλεξέμεναι δήϊον πῦρ,</l><l n="675">ἦ ἀπέειπε, χόλος δʼ ἔτʼ ἔχει μεγαλήτορα θυμόν;</l></q><l n="676"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·</l><q><l n="677">Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον</l><l n="678">κεῖνός γʼ οὐκ ἐθέλει σβέσσαι χόλον, ἀλλʼ ἔτι μᾶλλον</l><l n="679">πιμπλάνεται μένεος, σὲ δʼ ἀναίνεται ἠδὲ σὰ δῶρα.</l><l n="680">αὐτόν σε φράζεσθαι ἐν Ἀργείοισιν ἄνωγεν</l><l n="681">ὅππως κεν νῆάς τε σαῷς καὶ λαὸν Ἀχαιῶν·</l><l n="682">αὐτὸς δʼ ἠπείλησεν ἅμʼ ἠοῖ φαινομένηφι</l><l n="683">νῆας ἐϋσσέλμους ἅλαδʼ ἑλκέμεν ἀμφιελίσσας.</l><l n="684">καὶ δʼ ἂν τοῖς ἄλλοισιν ἔφη παραμυθήσασθαι</l><l n="685">οἴκαδʼ ἀποπλείειν, ἐπεὶ οὐκέτι δήετε τέκμωρ</l><l n="686">Ἰλίου αἰπεινῆς· μάλα γάρ ἑθεν εὐρύοπα Ζεὺς</l><l n="687">χεῖρα ἑὴν ὑπερέσχε, τεθαρσήκασι δὲ λαοί.</l><l n="688">ὣς ἔφατʼ· εἰσὶ καὶ οἵδε τάδʼ εἰπέμεν, οἵ μοι ἕποντο,</l><l n="689">Αἴας καὶ κήρυκε δύω πεπνυμένω ἄμφω.</l><l n="690">Φοῖνιξ δʼ αὖθʼ ὃ γέρων κατελέξατο, ὡς γὰρ ἀνώγει,</l><l n="691">ὄφρά οἱ ἐν νήεσσι φίλην ἐς πατρίδʼ ἕπηται</l><l n="692">αὔριον, ἢν ἐθέλῃσιν· ἀνάγκῃ δʼ οὔ τί μιν ἄξει.</l></q><l n="693"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ</l><l n="694">μῦθον ἀγασσάμενοι· μάλα γὰρ κρατερῶς ἀγόρευσε.</l><l n="695">δὴν δʼ ἄνεῳ ἦσαν τετιηότες υἷες Ἀχαιῶν·</l><l n="696">ὀψὲ δὲ δὴ μετέειπε βοὴν ἀγαθὸς Διομήδης·</l><q><l n="697">Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον</l><l n="698">μὴ ὄφελες λίσσεσθαι ἀμύμονα Πηλεΐωνα</l><l n="699">μυρία δῶρα διδούς· ὃ δʼ ἀγήνωρ ἐστὶ καὶ ἄλλως·</l><l n="700">νῦν αὖ μιν πολὺ μᾶλλον ἀγηνορίῃσιν ἐνῆκας.</l><l n="701">ἀλλʼ ἤτοι κεῖνον μὲν ἐάσομεν ἤ κεν ἴῃσιν</l><l n="702">ἦ κε μένῃ· τότε δʼ αὖτε μαχήσεται ὁππότε κέν μιν</l><l n="703">θυμὸς ἐνὶ στήθεσσιν ἀνώγῃ καὶ θεὸς ὄρσῃ.</l><l n="704">ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες·</l><l n="705">νῦν μὲν κοιμήσασθε τεταρπόμενοι φίλον ἦτορ</l><l n="706">σίτου καὶ οἴνοιο· τὸ γὰρ μένος ἐστὶ καὶ ἀλκή·</l><l n="707">αὐτὰρ ἐπεί κε φανῇ καλὴ ῥοδοδάκτυλος Ἠώς,</l><l n="708">καρπαλίμως πρὸ νεῶν ἐχέμεν λαόν τε καὶ ἵππους</l><l n="709">ὀτρύνων, καὶ δʼ αὐτὸς ἐνὶ πρώτοισι μάχεσθαι.</l></q><l n="710"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἐπῄνησαν βασιλῆες</l><l n="711">μῦθον ἀγασσάμενοι Διομήδεος ἱπποδάμοιο.</l><l n="712">καὶ τότε δὴ σπείσαντες ἔβαν κλισίην δὲ ἕκαστος,</l><l n="713">ἔνθα δὲ κοιμήσαντο καὶ ὕπνου δῶρον ἕλοντο.</l></div><div type="textpart" subtype="Book" n="10"><milestone ed="p" n="1" unit="card"/><l n="1"><milestone ed="P" unit="para"/>ἄλλοι μὲν παρὰ νηυσὶν ἀριστῆες Παναχαιῶν</l><l n="2">εὗδον παννύχιοι μαλακῷ δεδμημένοι ὕπνῳ·</l><l n="3">ἀλλʼ οὐκ Ἀτρεΐδην Ἀγαμέμνονα ποιμένα λαῶν</l><l n="4">ὕπνος ἔχε γλυκερὸς πολλὰ φρεσὶν ὁρμαίνοντα.</l><l n="5">ὡς δʼ ὅτʼ ἂν ἀστράπτῃ πόσις Ἥρης ἠϋκόμοιο</l><l n="6">τεύχων ἢ πολὺν ὄμβρον ἀθέσφατον ἠὲ χάλαζαν</l><l n="7">ἢ νιφετόν, ὅτε πέρ τε χιὼν ἐπάλυνεν ἀρούρας,</l><l n="8">ἠέ ποθι πτολέμοιο μέγα στόμα πευκεδανοῖο,</l><l n="9">ὣς πυκίνʼ ἐν στήθεσσιν ἀνεστενάχιζʼ Ἀγαμέμνων</l><l n="10">νειόθεν ἐκ κραδίης, τρομέοντο δέ οἱ φρένες ἐντός.</l><l n="11">ἤτοι ὅτʼ ἐς πεδίον τὸ Τρωϊκὸν ἀθρήσειε,</l><l n="12">θαύμαζεν πυρὰ πολλὰ τὰ καίετο Ἰλιόθι πρὸ</l><l n="13">αὐλῶν συρίγγων τʼ ἐνοπὴν ὅμαδόν τʼ ἀνθρώπων.</l><l n="14">αὐτὰρ ὅτʼ ἐς νῆάς τε ἴδοι καὶ λαὸν Ἀχαιῶν,</l><l n="15">πολλὰς ἐκ κεφαλῆς προθελύμνους ἕλκετο χαίτας</l><l n="16">ὑψόθʼ ἐόντι Διί, μέγα δʼ ἔστενε κυδάλιμον κῆρ.</l><l n="17">ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλὴ</l><l n="18">Νέστορʼ ἔπι πρῶτον Νηλήϊον ἐλθέμεν ἀνδρῶν,</l><l n="19">εἴ τινά οἱ σὺν μῆτιν ἀμύμονα τεκτήναιτο,</l><l n="20">ἥ τις ἀλεξίκακος πᾶσιν Δαναοῖσι γένοιτο.</l><l n="21">ὀρθωθεὶς δʼ ἔνδυνε περὶ στήθεσσι χιτῶνα,</l><l n="22">ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,</l><l n="23">ἀμφὶ δʼ ἔπειτα δαφοινὸν ἑέσσατο δέρμα λέοντος</l><l n="24">αἴθωνος μεγάλοιο ποδηνεκές, εἵλετο δʼ ἔγχος.</l><l n="25"><milestone ed="P" unit="para"/>ὣς δʼ αὔτως Μενέλαον ἔχε τρόμος· οὐδὲ γὰρ αὐτῷ</l><l n="26">ὕπνος ἐπὶ βλεφάροισιν ἐφίζανε· μή τι πάθοιεν</l><l n="27">Ἀργεῖοι, τοὶ δὴ ἕθεν εἵνεκα πουλὺν ἐφʼ ὑγρὴν</l><l n="28">ἤλυθον ἐς Τροίην πόλεμον θρασὺν ὁρμαίνοντες.</l><l n="29">παρδαλέῃ μὲν πρῶτα μετάφρενον εὐρὺ κάλυψε</l><l n="30">ποικίλῃ, αὐτὰρ ἐπὶ στεφάνην κεφαλῆφιν ἀείρας</l><l n="31">θήκατο χαλκείην, δόρυ δʼ εἵλετο χειρὶ παχείῃ.</l><l n="32">βῆ δʼ ἴμεν ἀνστήσων ὃν ἀδελφεόν, ὃς μέγα πάντων</l><l n="33">Ἀργείων ἤνασσε, θεὸς δʼ ὣς τίετο δήμῳ.</l><l n="34">τὸν δʼ εὗρʼ ἀμφʼ ὤμοισι τιθήμενον ἔντεα καλὰ</l><l n="35">νηῒ πάρα πρύμνῃ· τῷ δʼ ἀσπάσιος γένετʼ ἐλθών.</l><l n="36">τὸν πρότερος προσέειπε βοὴν ἀγαθὸς Μενέλαος·</l><q><l n="37">τίφθʼ οὕτως ἠθεῖε κορύσσεαι; ἦ τινʼ ἑταίρων</l><l n="38">ὀτρυνέεις Τρώεσσιν ἐπίσκοπον; ἀλλὰ μάλʼ αἰνῶς</l><l n="39">δείδω μὴ οὔ τίς τοι ὑπόσχηται τόδε ἔργον</l><l n="40">ἄνδρας δυσμενέας σκοπιαζέμεν οἶος ἐπελθὼν</l><l n="41">νύκτα διʼ ἀμβροσίην· μάλα τις θρασυκάρδιος ἔσται.</l></q><milestone ed="p" n="42" unit="card"/><l n="42"><milestone ed="P" unit="para"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων·</l><q><l n="43">χρεὼ βουλῆς ἐμὲ καὶ σὲ διοτρεφὲς ὦ Μενέλαε</l><l n="44">κερδαλέης, ἥ τίς κεν ἐρύσσεται ἠδὲ σαώσει</l><l n="45">Ἀργείους καὶ νῆας, ἐπεὶ Διὸς ἐτράπετο φρήν.</l><l n="46">Ἑκτορέοις ἄρα μᾶλλον ἐπὶ φρένα θῆχʼ ἱεροῖσιν·</l><l n="47">οὐ γάρ πω ἰδόμην, οὐδʼ ἔκλυον αὐδήσαντος</l><l n="48">ἄνδρʼ ἕνα τοσσάδε μέρμερʼ ἐπʼ ἤματι μητίσασθαι,</l><l n="49">ὅσσʼ Ἕκτωρ ἔρρεξε Διῒ φίλος υἷας Ἀχαιῶν</l><l n="50">αὔτως, οὔτε θεᾶς υἱὸς φίλος οὔτε θεοῖο.</l><l n="51">ἔργα δʼ ἔρεξʼ ὅσα φημὶ μελησέμεν Ἀργείοισι</l><l n="52">δηθά τε καὶ δολιχόν· τόσα γὰρ κακὰ μήσατʼ Ἀχαιούς.</l><l n="53">ἀλλʼ ἴθι νῦν Αἴαντα καὶ Ἰδομενῆα κάλεσσον</l><l n="54">ῥίμφα θέων παρὰ νῆας· ἐγὼ δʼ ἐπὶ Νέστορα δῖον</l><l n="55">εἶμι, καὶ ὀτρυνέω ἀνστήμεναι, αἴ κʼ ἐθέλῃσιν</l><l n="56">ἐλθεῖν ἐς φυλάκων ἱερὸν τέλος ἠδʼ ἐπιτεῖλαι.</l><l n="57">κείνῳ γάρ κε μάλιστα πιθοίατο· τοῖο γὰρ υἱὸς</l><l n="58">σημαίνει φυλάκεσσι καὶ Ἰδομενῆος ὀπάων</l><l n="59">Μηριόνης· τοῖσιν γὰρ ἐπετράπομέν γε μάλιστα.</l></q><l n="60"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος·</l><q><l n="61">πῶς γάρ μοι μύθῳ ἐπιτέλλεαι ἠδὲ κελεύεις;</l><l n="62">αὖθι μένω μετὰ τοῖσι δεδεγμένος εἰς ὅ κεν ἔλθῃς,</l><l n="63">ἦε θέω μετὰ σʼ αὖτις, ἐπὴν εὖ τοῖς ἐπιτείλω;</l></q><l n="64"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,</l><q><l n="65">αὖθι μένειν, μή πως ἀβροτάξομεν ἀλλήλοιιν</l><l n="66">ἐρχομένω· πολλαὶ γὰρ ἀνὰ στρατόν εἰσι κέλευθοι.</l><l n="67">φθέγγεο δʼ ᾗ κεν ἴῃσθα καὶ ἐγρήγορθαι ἄνωχθι</l><l n="68">πατρόθεν ἐκ γενεῆς ὀνομάζων ἄνδρα ἕκαστον</l><l n="69">πάντας κυδαίνων· μηδὲ μεγαλίζεο θυμῷ,</l><l n="70">ἀλλὰ καὶ αὐτοί περ πονεώμεθα· ὧδέ που ἄμμι</l><l n="71">Ζεὺς ἐπὶ γιγνομένοισιν ἵει κακότητα βαρεῖαν.</l></q><l n="72"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ἀπέπεμπεν ἀδελφεὸν εὖ ἐπιτείλας·</l><l n="73">αὐτὰρ ὃ βῆ ῥʼ ἰέναι μετὰ Νέστορα ποιμένα λαῶν·</l><l n="74">τὸν δʼ εὗρεν παρά τε κλισίῃ καὶ νηῒ μελαίνῃ</l><l n="75">εὐνῇ ἔνι μαλακῇ· παρὰ δʼ ἔντεα ποικίλʼ ἔκειτο</l><l n="76">ἀσπὶς καὶ δύο δοῦρε φαεινή τε τρυφάλεια.</l><l n="77">πὰρ δὲ ζωστὴρ κεῖτο παναίολος, ᾧ ῥʼ ὁ γεραιὸς</l><l n="78">ζώννυθʼ ὅτʼ ἐς πόλεμον φθισήνορα θωρήσσοιτο</l><l n="79">λαὸν ἄγων, ἐπεὶ οὐ μὲν ἐπέτρεπε γήραϊ λυγρῷ.</l><l n="80">ὀρθωθεὶς δʼ ἄρʼ ἐπʼ ἀγκῶνος κεφαλὴν ἐπαείρας</l><l n="81">Ἀτρεΐδην προσέειπε καὶ ἐξερεείνετο μύθῳ·</l><q><l n="82">τίς δʼ οὗτος κατὰ νῆας ἀνὰ στρατὸν ἔρχεαι οἶος</l><l n="83">νύκτα διʼ ὀρφναίην, ὅτε θʼ εὕδουσι βροτοὶ ἄλλοι,</l><l n="84">ἠέ τινʼ οὐρήων διζήμενος, ἤ τινʼ ἑταίρων;</l><l n="85">φθέγγεο, μηδʼ ἀκέων ἐπʼ ἔμʼ ἔρχεο· τίπτε δέ σε χρεώ;</l><milestone ed="p" n="86" unit="card"/></q><l n="86"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων·</l><q><l n="87">ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν</l><l n="88">γνώσεαι Ἀτρεΐδην Ἀγαμέμνονα, τὸν περὶ πάντων</l><l n="89">Ζεὺς ἐνέηκε πόνοισι διαμπερὲς εἰς ὅ κʼ ἀϋτμὴ</l><l n="90">ἐν στήθεσσι μένῃ καί μοι φίλα γούνατʼ ὀρώρῃ.</l><l n="91">πλάζομαι ὧδʼ ἐπεὶ οὔ μοι ἐπʼ ὄμμασι νήδυμος ὕπνος</l><l n="92">ἱζάνει, ἀλλὰ μέλει πόλεμος καὶ κήδεʼ Ἀχαιῶν.</l><l n="93">αἰνῶς γὰρ Δαναῶν περιδείδια, οὐδέ μοι ἦτορ</l><l n="94">ἔμπεδον, ἀλλʼ ἀλαλύκτημαι, κραδίη δέ μοι ἔξω</l><l n="95">στηθέων ἐκθρῴσκει, τρομέει δʼ ὑπὸ φαίδιμα γυῖα.</l><l n="96">ἀλλʼ εἴ τι δραίνεις, ἐπεὶ οὐδὲ σέ γʼ ὕπνος ἱκάνει,</l><l n="97">δεῦρʼ ἐς τοὺς φύλακας καταβήομεν, ὄφρα ἴδωμεν</l><l n="98">μὴ τοὶ μὲν καμάτῳ ἀδηκότες ἠδὲ καὶ ὕπνῳ</l><l n="99">κοιμήσωνται, ἀτὰρ φυλακῆς ἐπὶ πάγχυ λάθωνται.</l><l n="100">δυσμενέες δʼ ἄνδρες σχεδὸν εἵαται· οὐδέ τι ἴδμεν</l><l n="101">μή πως καὶ διὰ νύκτα μενοινήσωσι μάχεσθαι.</l></q><l n="102"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·</l><q><l n="103">Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον</l><l n="104">οὔ θην Ἕκτορι πάντα νοήματα μητίετα Ζεὺς</l><l n="105">ἐκτελέει, ὅσα πού νυν ἐέλπεται· ἀλλά μιν οἴω</l><l n="106">κήδεσι μοχθήσειν καὶ πλείοσιν, εἴ κεν Ἀχιλλεὺς</l><l n="107">ἐκ χόλου ἀργαλέοιο μεταστρέψῃ φίλον ἦτορ.</l><l n="108">σοὶ δὲ μάλʼ ἕψομʼ ἐγώ· ποτὶ δʼ αὖ καὶ ἐγείρομεν ἄλλους</l><l n="109">ἠμὲν Τυδεΐδην δουρὶ κλυτὸν ἠδʼ Ὀδυσῆα</l><l n="110">ἠδʼ Αἴαντα ταχὺν καὶ Φυλέος ἄλκιμον υἱόν.</l><l n="111">ἀλλʼ εἴ τις καὶ τούσδε μετοιχόμενος καλέσειεν</l><l n="112">ἀντίθεόν τʼ Αἴαντα καὶ Ἰδομενῆα ἄνακτα·</l><l n="113">τῶν γὰρ νῆες ἔασιν ἑκαστάτω, οὐδὲ μάλʼ ἐγγύς.</l><l n="114">ἀλλὰ φίλον περ ἐόντα καὶ αἰδοῖον Μενέλαον</l><l n="115">νεικέσω, εἴ πέρ μοι νεμεσήσεαι, οὐδʼ ἐπικεύσω</l><l n="116">ὡς εὕδει, σοὶ δʼ οἴῳ ἐπέτρεψεν πονέεσθαι.</l><l n="117">νῦν ὄφελεν κατὰ πάντας ἀριστῆας πονέεσθαι</l><l n="118">λισσόμενος· χρειὼ γὰρ ἱκάνεται οὐκέτʼ ἀνεκτός.</l></q><l n="119"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·</l><q><l n="120">ὦ γέρον ἄλλοτε μέν σε καὶ αἰτιάασθαι ἄνωγα·</l><l n="121">πολλάκι γὰρ μεθιεῖ τε καὶ οὐκ ἐθέλει πονέεσθαι</l><l n="122">οὔτʼ ὄκνῳ εἴκων οὔτʼ ἀφραδίῃσι νόοιο,</l><l n="123">ἀλλʼ ἐμέ τʼ εἰσορόων καὶ ἐμὴν ποτιδέγμενος ὁρμήν.</l><l n="124">νῦν δʼ ἐμέο πρότερος μάλʼ ἐπέγρετο καί μοι ἐπέστη·</l><l n="125">τὸν μὲν ἐγὼ προέηκα καλήμεναι οὓς σὺ μεταλλᾷς.</l><l n="126">ἀλλʼ ἴομεν· κείνους δὲ κιχησόμεθα πρὸ πυλάων</l><l n="127">ἐν φυλάκεσσʼ, ἵνα γάρ σφιν ἐπέφραδον ἠγερέθεσθαι.</l><milestone ed="p" n="128" unit="card"/></q><l n="128"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·</l><q><l n="129">οὕτως οὔ τίς οἱ νεμεσήσεται οὐδʼ ἀπιθήσει</l><l n="130">Ἀργείων, ὅτε κέν τινʼ ἐποτρύνῃ καὶ ἀνώγῃ.</l></q><l n="131"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ἔνδυνε περὶ στήθεσσι χιτῶνα,</l><l n="132">ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,</l><l n="133">ἀμφὶ δʼ ἄρα χλαῖναν περονήσατο φοινικόεσσαν</l><l n="134">διπλῆν ἐκταδίην, οὔλη δʼ ἐπενήνοθε λάχνη.</l><l n="135">εἵλετο δʼ ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ,</l><l n="136">βῆ δʼ ἰέναι κατὰ νῆας Ἀχαιῶν χαλκοχιτώνων.</l><l n="137">πρῶτον ἔπειτʼ Ὀδυσῆα Διὶ μῆτιν ἀτάλαντον</l><l n="138">ἐξ ὕπνου ἀνέγειρε Γερήνιος ἱππότα Νέστωρ</l><l n="139">φθεγξάμενος· τὸν δʼ αἶψα περὶ φρένας ἤλυθʼ ἰωή,</l><l n="140">ἐκ δʼ ἦλθε κλισίης καί σφεας πρὸς μῦθον ἔειπε·</l><q><l n="141">τίφθʼ οὕτω κατὰ νῆας ἀνὰ στρατὸν οἶοι ἀλᾶσθε</l><l n="142">νύκτα διʼ ἀμβροσίην, ὅ τι δὴ χρειὼ τόσον ἵκει;</l></q><l n="143"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·</l><q><l n="144">διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ</l><l n="145">μὴ νεμέσα· τοῖον γὰρ ἄχος βεβίηκεν Ἀχαιούς.</l><l n="146">ἀλλʼ ἕπεʼ, ὄφρα καὶ ἄλλον ἐγείρομεν ὅν τʼ ἐπέοικε</l><l n="147">βουλὰς βουλεύειν, ἢ φευγέμεν ἠὲ μάχεσθαι.</l></q><l n="148"><milestone ed="P" unit="para"/>ὣς φάθʼ, ὃ δὲ κλισίην δὲ κιὼν πολύμητις Ὀδυσσεὺς</l><l n="149">ποικίλον ἀμφʼ ὤμοισι σάκος θέτο, βῆ δὲ μετʼ αὐτούς.</l><l n="150">βὰν δʼ ἐπὶ Τυδεΐδην Διομήδεα· τὸν δὲ κίχανον</l><l n="151">ἐκτὸς ἀπὸ κλισίης σὺν τεύχεσιν· ἀμφὶ δʼ ἑταῖροι</l><l n="152">εὗδον, ὑπὸ κρασὶν δʼ ἔχον ἀσπίδας· ἔγχεα δέ σφιν</l><l n="153">ὄρθʼ ἐπὶ σαυρωτῆρος ἐλήλατο, τῆλε δὲ χαλκὸς</l><l n="154">λάμφʼ ὥς τε στεροπὴ πατρὸς Διός· αὐτὰρ ὅ γʼ ἥρως</l><l n="155">εὗδʼ, ὑπὸ δʼ ἔστρωτο ῥινὸν βοὸς ἀγραύλοιο,</l><l n="156">αὐτὰρ ὑπὸ κράτεσφι τάπης τετάνυστο φαεινός.</l><l n="157">τὸν παρστὰς ἀνέγειρε Γερήνιος ἱππότα Νέστωρ,</l><l n="158">λὰξ ποδὶ κινήσας, ὄτρυνέ τε νείκεσέ τʼ ἄντην·</l><q><l n="159">ἔγρεο Τυδέος υἱέ· τί πάννυχον ὕπνον ἀωτεῖς;</l><l n="160">οὐκ ἀΐεις ὡς Τρῶες ἐπὶ θρωσμῷ πεδίοιο</l><l n="161">εἵαται ἄγχι νεῶν, ὀλίγος δʼ ἔτι χῶρος ἐρύκει;</l></q><l n="162"><milestone ed="P" unit="para"/>ὣς φάθʼ, ὃ δʼ ἐξ ὕπνοιο μάλα κραιπνῶς ἀνόρουσε,</l><l n="163">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="164">σχέτλιός ἐσσι γεραιέ· σὺ μὲν πόνου οὔ ποτε λήγεις.</l><l n="165">οὔ νυ καὶ ἄλλοι ἔασι νεώτεροι υἷες Ἀχαιῶν</l><l n="166">οἵ κεν ἔπειτα ἕκαστον ἐγείρειαν βασιλήων</l><l n="167">πάντῃ ἐποιχόμενοι; σὺ δʼ ἀμήχανός ἐσσι γεραιέ.</l></q><milestone ed="p" n="168" unit="card"/><l n="168"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπε Γερήνιος ἱππότα Νέστωρ·</l><q><l n="169">ναὶ δὴ ταῦτά γε πάντα φίλος κατὰ μοῖραν ἔειπες.</l><l n="170">εἰσὶν μέν μοι παῖδες ἀμύμονες, εἰσὶ δὲ λαοὶ</l><l n="171">καὶ πολέες, τῶν κέν τις ἐποιχόμενος καλέσειεν·</l><l n="172">ἀλλὰ μάλα μεγάλη χρειὼ βεβίηκεν Ἀχαιούς.</l><l n="173">νῦν γὰρ δὴ πάντεσσιν ἐπὶ ξυροῦ ἵσταται ἀκμῆς</l><l n="174">ἢ μάλα λυγρὸς ὄλεθρος Ἀχαιοῖς ἠὲ βιῶναι.</l><l n="175">ἀλλʼ ἴθι νῦν Αἴαντα ταχὺν καὶ Φυλέος υἱὸν</l><l n="176">ἄνστησον· σὺ γάρ ἐσσι νεώτερος· εἴ μʼ ἐλεαίρεις.</l></q><l n="177"><milestone ed="P" unit="para"/>ὣς φάθʼ, ὃ δʼ ἀμφʼ ὤμοισιν ἑέσσατο δέρμα λέοντος</l><l n="178">αἴθωνος μεγάλοιο ποδηνεκές, εἵλετο δʼ ἔγχος.</l><l n="179">βῆ δʼ ἰέναι, τοὺς δʼ ἔνθεν ἀναστήσας ἄγεν ἥρως.</l><l n="180"><milestone ed="P" unit="para"/>οἳ δʼ ὅτε δὴ φυλάκεσσιν ἐν ἀγρομένοισιν ἔμιχθεν,</l><l n="181">οὐδὲ μὲν εὕδοντας φυλάκων ἡγήτορας εὗρον,</l><l n="182">ἀλλʼ ἐγρηγορτὶ σὺν τεύχεσιν εἵατο πάντες.</l><l n="183">ὡς δὲ κύνες περὶ μῆλα δυσωρήσωνται ἐν αὐλῇ</l><l n="184">θηρὸς ἀκούσαντες κρατερόφρονος, ὅς τε καθʼ ὕλην</l><l n="185">ἔρχηται διʼ ὄρεσφι· πολὺς δʼ ὀρυμαγδὸς ἐπʼ αὐτῷ</l><l n="186">ἀνδρῶν ἠδὲ κυνῶν, ἀπό τέ σφισιν ὕπνος ὄλωλεν·</l><l n="187">ὣς τῶν νήδυμος ὕπνος ἀπὸ βλεφάροιιν ὀλώλει</l><l n="188">νύκτα φυλασσομένοισι κακήν· πεδίον δὲ γὰρ αἰεὶ</l><l n="189">τετράφαθʼ, ὁππότʼ ἐπὶ Τρώων ἀΐοιεν ἰόντων.</l><l n="190">τοὺς δʼ ὃ γέρων γήθησεν ἰδὼν θάρσυνέ τε μύθῳ</l><l n="191">καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="192">οὕτω νῦν φίλα τέκνα φυλάσσετε· μηδέ τινʼ ὕπνος</l><l n="193">αἱρείτω, μὴ χάρμα γενώμεθα δυσμενέεσσιν.</l></q><l n="194"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν τάφροιο διέσσυτο· τοὶ δʼ ἅμʼ ἕποντο</l><l n="195">Ἀργείων βασιλῆες ὅσοι κεκλήατο βουλήν.</l><l n="196">τοῖς δʼ ἅμα Μηριόνης καὶ Νέστορος ἀγλαὸς υἱὸς</l><l n="197">ἤϊσαν· αὐτοὶ γὰρ κάλεον συμμητιάασθαι.</l><l n="198">τάφρον δʼ ἐκδιαβάντες ὀρυκτὴν ἑδριόωντο</l><l n="199">ἐν καθαρῷ, ὅθι δὴ νεκύων διεφαίνετο χῶρος</l><l n="200">πιπτόντων· ὅθεν αὖτις ἀπετράπετʼ ὄβριμος Ἕκτωρ</l><l n="201">ὀλλὺς Ἀργείους, ὅτε δὴ περὶ νὺξ ἐκάλυψεν.</l><l n="202">ἔνθα καθεζόμενοι ἔπεʼ ἀλλήλοισι πίφαυσκον·</l><l n="203">τοῖσι δὲ μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ·</l><q><l n="204">ὦ φίλοι οὐκ ἂν δή τις ἀνὴρ πεπίθοιθʼ ἑῷ αὐτοῦ</l><l n="205">θυμῷ τολμήεντι μετὰ Τρῶας μεγαθύμους</l><l n="206">ἐλθεῖν, εἴ τινά που δηΐων ἕλοι ἐσχατόωντα,</l><l n="207">ἤ τινά που καὶ φῆμιν ἐνὶ Τρώεσσι πύθοιτο,</l><l n="208">ἅσσά τε μητιόωσι μετὰ σφίσιν, ἢ μεμάασιν</l><l n="209">αὖθι μένειν παρὰ νηυσὶν ἀπόπροθεν, ἦε πόλιν δὲ</l><l n="210">ἂψ ἀναχωρήσουσιν, ἐπεὶ δαμάσαντό γʼ Ἀχαιούς.</l><l n="211">ταῦτά κε πάντα πύθοιτο, καὶ ἂψ εἰς ἡμέας ἔλθοι</l><l n="212">ἀσκηθής· μέγα κέν οἱ ὑπουράνιον κλέος εἴη</l><l n="213">πάντας ἐπʼ ἀνθρώπους, καί οἱ δόσις ἔσσεται ἐσθλή·</l><l n="214">ὅσσοι γὰρ νήεσσιν ἐπικρατέουσιν ἄριστοι</l><l n="215">τῶν πάντων οἱ ἕκαστος ὄϊν δώσουσι μέλαιναν</l><l n="216">θῆλυν ὑπόρρηνον· τῇ μὲν κτέρας οὐδὲν ὁμοῖον,</l><l n="217">αἰεὶ δʼ ἐν δαίτῃσι καὶ εἰλαπίνῃσι παρέσται.</l><milestone ed="p" n="218" unit="card"/></q><l n="218"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.</l><l n="219">τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Διομήδης·</l><q><l n="220">Νέστορ ἔμʼ ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ</l><l n="221">ἀνδρῶν δυσμενέων δῦναι στρατὸν ἐγγὺς ἐόντων</l><l n="222">Τρώων· ἀλλʼ εἴ τίς μοι ἀνὴρ ἅμʼ ἕποιτο καὶ ἄλλος</l><l n="223">μᾶλλον θαλπωρὴ καὶ θαρσαλεώτερον ἔσται.</l><l n="224">σύν τε δύʼ ἐρχομένω καί τε πρὸ ὃ τοῦ ἐνόησεν</l><l n="225">ὅππως κέρδος ἔῃ· μοῦνος δʼ εἴ πέρ τε νοήσῃ</l><l n="226">ἀλλά τέ οἱ βράσσων τε νόος, λεπτὴ δέ τε μῆτις.</l></q><l n="227"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἔθελον Διομήδεϊ πολλοὶ ἕπεσθαι.</l><l n="228">ἠθελέτην Αἴαντε δύω θεράποντες Ἄρηος,</l><l n="229">ἤθελε Μηριόνης, μάλα δʼ ἤθελε Νέστορος υἱός,</l><l n="230">ἤθελε δʼ Ἀτρεΐδης δουρικλειτὸς Μενέλαος,</l><l n="231">ἤθελε δʼ ὁ τλήμων Ὀδυσεὺς καταδῦναι ὅμιλον</l><l n="232">Τρώων· αἰεὶ γάρ οἱ ἐνὶ φρεσὶ θυμὸς ἐτόλμα.</l><l n="233">τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·</l><q><l n="234">Τυδεΐδη Διόμηδες ἐμῷ κεχαρισμένε θυμῷ</l><l n="235">τὸν μὲν δὴ ἕταρόν γʼ αἱρήσεαι ὅν κʼ ἐθέλῃσθα,</l><l n="236">φαινομένων τὸν ἄριστον, ἐπεὶ μεμάασί γε πολλοί.</l><l n="237">μηδὲ σύ γʼ αἰδόμενος σῇσι φρεσὶ τὸν μὲν ἀρείω</l><l n="238">καλλείπειν, σὺ δὲ χείρονʼ ὀπάσσεαι αἰδοῖ εἴκων</l><l n="239">ἐς γενεὴν ὁρόων, μηδʼ εἰ βασιλεύτερός ἐστιν.</l></q><l n="240"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, ἔδεισεν δὲ περὶ ξανθῷ Μενελάῳ.</l><l n="241">τοῖς δʼ αὖτις μετέειπε βοὴν ἀγαθὸς Διομήδης·</l><q><l n="242">εἰ μὲν δὴ ἕταρόν γε κελεύετέ μʼ αὐτὸν ἑλέσθαι,</l><l n="243">πῶς ἂν ἔπειτʼ Ὀδυσῆος ἐγὼ θείοιο λαθοίμην,</l><l n="244">οὗ πέρι μὲν πρόφρων κραδίη καὶ θυμὸς ἀγήνωρ</l><l n="245">ἐν πάντεσσι πόνοισι, φιλεῖ δέ ἑ Παλλὰς Ἀθήνη.</l><l n="246">τούτου γʼ ἑσπομένοιο καὶ ἐκ πυρὸς αἰθομένοιο</l><l n="247">ἄμφω νοστήσαιμεν, ἐπεὶ περίοιδε νοῆσαι.</l></q><l n="248"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·</l><q><l n="249">Τυδεΐδη μήτʼ ἄρ με μάλʼ αἴνεε μήτέ τι νείκει·</l><l n="250">εἰδόσι γάρ τοι ταῦτα μετʼ Ἀργείοις ἀγορεύεις.</l><l n="251">ἀλλʼ ἴομεν· μάλα γὰρ νὺξ ἄνεται, ἐγγύθι δʼ ἠώς,</l><l n="252">ἄστρα δὲ δὴ προβέβηκε, παροίχωκεν δὲ πλέων νὺξ</l><l n="253">τῶν δύο μοιράων, τριτάτη δʼ ἔτι μοῖρα λέλειπται.</l><milestone ed="p" n="254" unit="card"/></q><l n="254"><milestone ed="P" unit="para"/>ὣς εἰπόνθʼ ὅπλοισιν ἔνι δεινοῖσιν ἐδύτην.</l><l n="255">Τυδεΐδῃ μὲν δῶκε μενεπτόλεμος Θρασυμήδης</l><l n="256">φάσγανον ἄμφηκες· τὸ δʼ ἑὸν παρὰ νηῒ λέλειπτο·</l><l n="257">καὶ σάκος· ἀμφὶ δέ οἱ κυνέην κεφαλῆφιν ἔθηκε</l><l n="258">ταυρείην, ἄφαλόν τε καὶ ἄλλοφον, ἥ τε καταῖτυξ</l><l n="259">κέκληται, ῥύεται δὲ κάρη θαλερῶν αἰζηῶν.</l><l n="260">Μηριόνης δʼ Ὀδυσῆϊ δίδου βιὸν ἠδὲ φαρέτρην</l><l n="261">καὶ ξίφος, ἀμφὶ δέ οἱ κυνέην κεφαλῆφιν ἔθηκε</l><l n="262">ῥινοῦ ποιητήν· πολέσιν δʼ ἔντοσθεν ἱμᾶσιν</l><l n="263">ἐντέτατο στερεῶς· ἔκτοσθε δὲ λευκοὶ ὀδόντες</l><l n="264">ἀργιόδοντος ὑὸς θαμέες ἔχον ἔνθα καὶ ἔνθα</l><l n="265">εὖ καὶ ἐπισταμένως· μέσσῃ δʼ ἐνὶ πῖλος ἀρήρει.</l><l n="266">τήν ῥά ποτʼ ἐξ Ἐλεῶνος Ἀμύντορος Ὀρμενίδαο</l><l n="267">ἐξέλετʼ Αὐτόλυκος πυκινὸν δόμον ἀντιτορήσας,</l><l n="268">Σκάνδειαν δʼ ἄρα δῶκε Κυθηρίῳ Ἀμφιδάμαντι·</l><l n="269">Ἀμφιδάμας δὲ Μόλῳ δῶκε ξεινήϊον εἶναι,</l><l n="270">αὐτὰρ ὃ Μηριόνῃ δῶκεν ᾧ παιδὶ φορῆναι·</l><l n="271">δὴ τότʼ Ὀδυσσῆος πύκασεν κάρη ἀμφιτεθεῖσα.</l><l n="272"><milestone ed="P" unit="para"/>τὼ δʼ ἐπεὶ οὖν ὅπλοισιν ἔνι δεινοῖσιν ἐδύτην,</l><l n="273">βάν ῥʼ ἰέναι, λιπέτην δὲ κατʼ αὐτόθι πάντας ἀρίστους.</l><l n="274">τοῖσι δὲ δεξιὸν ἧκεν ἐρῳδιὸν ἐγγὺς ὁδοῖο</l><l n="275">Παλλὰς Ἀθηναίη· τοὶ δʼ οὐκ ἴδον ὀφθαλμοῖσι</l><l n="276">νύκτα διʼ ὀρφναίην, ἀλλὰ κλάγξαντος ἄκουσαν.</l><l n="277">χαῖρε δὲ τῷ ὄρνιθʼ Ὀδυσεύς, ἠρᾶτο δʼ Ἀθήνῃ·</l><q><l n="278">κλῦθί μευ αἰγιόχοιο Διὸς τέκος, ἥ τέ μοι αἰεὶ</l><l n="279">ἐν πάντεσσι πόνοισι παρίστασαι, οὐδέ σε λήθω</l><l n="280">κινύμενος· νῦν αὖτε μάλιστά με φῖλαι Ἀθήνη,</l><l n="281">δὸς δὲ πάλιν ἐπὶ νῆας ἐϋκλεῖας ἀφικέσθαι</l><l n="282">ῥέξαντας μέγα ἔργον, ὅ κε Τρώεσσι μελήσῃ.</l></q><l n="283"><milestone ed="P" unit="para"/>δεύτερος αὖτʼ ἠρᾶτο βοὴν ἀγαθὸς Διομήδης·</l><q><l n="284">κέκλυθι νῦν καὶ ἐμεῖο Διὸς τέκος Ἀτρυτώνη·</l><l n="285">σπεῖό μοι ὡς ὅτε πατρὶ ἅμʼ ἕσπεο Τυδέϊ δίῳ</l><l n="286">ἐς Θήβας, ὅτε τε πρὸ Ἀχαιῶν ἄγγελος ᾔει.</l><l n="287">τοὺς δʼ ἄρʼ ἐπʼ Ἀσωπῷ λίπε χαλκοχίτωνας Ἀχαιούς,</l><l n="288">αὐτὰρ ὃ μειλίχιον μῦθον φέρε Καδμείοισι</l><l n="289">κεῖσʼ· ἀτὰρ ἂψ ἀπιὼν μάλα μέρμερα μήσατο ἔργα</l><l n="290">σὺν σοὶ δῖα θεά, ὅτε οἱ πρόφρασσα παρέστης.</l><l n="291">ὣς νῦν μοι ἐθέλουσα παρίσταο καί με φύλασσε.</l><l n="292">σοὶ δʼ αὖ ἐγὼ ῥέξω βοῦν ἦνιν εὐρυμέτωπον</l><l n="293">ἀδμήτην, ἣν οὔ πω ὑπὸ ζυγὸν ἤγαγεν ἀνήρ·</l><l n="294">τήν τοι ἐγὼ ῥέξω χρυσὸν κέρασιν περιχεύας.</l><milestone ed="p" n="295" unit="card"/></q><l n="295"><milestone ed="P" unit="para"/>ὣς ἔφαν εὐχόμενοι, τῶν δʼ ἔκλυε Παλλὰς Ἀθήνη.</l><l n="296">οἳ δʼ ἐπεὶ ἠρήσαντο Διὸς κούρῃ μεγάλοιο,</l><l n="297">βάν ῥʼ ἴμεν ὥς τε λέοντε δύω διὰ νύκτα μέλαιναν</l><l n="298">ἂμ φόνον, ἂν νέκυας, διά τʼ ἔντεα καὶ μέλαν αἷμα.</l><l n="299"><milestone ed="P" unit="para"/>οὐδὲ μὲν οὐδὲ Τρῶας ἀγήνορας εἴασεν Ἕκτωρ</l><l n="300">εὕδειν, ἀλλʼ ἄμυδις κικλήσκετο πάντας ἀρίστους,</l><l n="301">ὅσσοι ἔσαν Τρώων ἡγήτορες ἠδὲ μέδοντες·</l><l n="302">τοὺς ὅ γε συγκαλέσας πυκινὴν ἀρτύνετο βουλήν·</l><q><l n="303">τίς κέν μοι τόδε ἔργον ὑποσχόμενος τελέσειε</l><l n="304">δώρῳ ἔπι μεγάλῳ; μισθὸς δέ οἱ ἄρκιος ἔσται.</l><l n="305">δώσω γὰρ δίφρόν τε δύω τʼ ἐριαύχενας ἵππους</l><l n="306">οἵ κεν ἄριστοι ἔωσι θοῇς ἐπὶ νηυσὶν Ἀχαιῶν</l><l n="307">ὅς τίς κε τλαίη, οἷ τʼ αὐτῷ κῦδος ἄροιτο,</l><l n="308">νηῶν ὠκυπόρων σχεδὸν ἐλθέμεν, ἔκ τε πυθέσθαι</l><l n="309">ἠέ φυλάσσονται νῆες θοαὶ ὡς τὸ πάρος περ,</l><l n="310">ἦ ἤδη χείρεσσιν ὑφʼ ἡμετέρῃσι δαμέντες</l><l n="311">φύξιν βουλεύουσι μετὰ σφίσιν, οὐδʼ ἐθέλουσι</l><l n="312">νύκτα φυλασσέμεναι, καμάτῳ ἀδηκότες αἰνῷ.</l></q><l n="313"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.</l><l n="314">ἦν δέ τις ἐν Τρώεσσι Δόλων Εὐμήδεος υἱὸς</l><l n="315">κήρυκος θείοιο πολύχρυσος πολύχαλκος,</l><l n="316">ὃς δή τοι εἶδος μὲν ἔην κακός, ἀλλὰ ποδώκης·</l><l n="317">αὐτὰρ ὃ μοῦνος ἔην μετὰ πέντε κασιγνήτῃσιν.</l><l n="318">ὅς ῥα τότε Τρωσίν τε καὶ Ἕκτορι μῦθον ἔειπεν·</l><q><l n="319">Ἕκτορ ἔμʼ ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ</l><l n="320">νηῶν ὠκυπόρων σχεδὸν ἐλθέμεν ἔκ τε πυθέσθαι.</l><l n="321">ἀλλʼ ἄγε μοι τὸ σκῆπτρον ἀνάσχεο, καί μοι ὄμοσσον</l><l n="322">ἦ μὲν τοὺς ἵππους τε καὶ ἅρματα ποικίλα χαλκῷ</l><l n="323">δωσέμεν, οἳ φορέουσιν ἀμύμονα Πηλεΐωνα,</l><l n="324">σοὶ δʼ ἐγὼ οὐχ ἅλιος σκοπὸς ἔσσομαι οὐδʼ ἀπὸ δόξης·</l><l n="325">τόφρα γὰρ ἐς στρατὸν εἶμι διαμπερὲς ὄφρʼ ἂν ἵκωμαι</l><l n="326">νῆʼ Ἀγαμεμνονέην, ὅθι που μέλλουσιν ἄριστοι</l><l n="327">βουλὰς βουλεύειν ἢ φευγέμεν ἠὲ μάχεσθαι.</l></q><l n="328"><milestone ed="P" unit="para"/>ὣς φάθʼ, ὃ δʼ ἐν χερσὶ σκῆπτρον λάβε καί οἱ ὄμοσσεν·</l><q><l n="329">ἴστω νῦν Ζεὺς αὐτὸς ἐρίγδουπος πόσις Ἥρης</l><l n="330">μὴ μὲν τοῖς ἵπποισιν ἀνὴρ ἐποχήσεται ἄλλος</l><l n="331">Τρώων, ἀλλά σέ φημι διαμπερὲς ἀγλαϊεῖσθαι.</l><milestone ed="p" n="332" unit="card"/></q><l n="332"><milestone ed="P" unit="para"/>ὣς φάτο καί ῥʼ ἐπίορκον ἐπώμοσε, τὸν δʼ ὀρόθυνεν·</l><l n="333">αὐτίκα δʼ ἀμφʼ ὤμοισιν ἐβάλλετο καμπύλα τόξα,</l><l n="334">ἕσσατο δʼ ἔκτοσθεν ῥινὸν πολιοῖο λύκοιο,</l><l n="335">κρατὶ δʼ ἐπὶ κτιδέην κυνέην, ἕλε δʼ ὀξὺν ἄκοντα,</l><l n="336">βῆ δʼ ἰέναι προτὶ νῆας ἀπὸ στρατοῦ· οὐδʼ ἄρʼ ἔμελλεν</l><l n="337">ἐλθὼν ἐκ νηῶν ἂψ Ἕκτορι μῦθον ἀποίσειν.</l><l n="338">ἀλλʼ ὅτε δή ῥʼ ἵππων τε καὶ ἀνδρῶν κάλλιφʼ ὅμιλον,</l><l n="339">βῆ ῥʼ ἀνʼ ὁδὸν μεμαώς· τὸν δὲ φράσατο προσιόντα</l><l n="340">διογενὴς Ὀδυσεύς, Διομήδεα δὲ προσέειπεν·</l><q><l n="341">οὗτός τις Διόμηδες ἀπὸ στρατοῦ ἔρχεται ἀνήρ,</l><l n="342">οὐκ οἶδʼ ἢ νήεσσιν ἐπίσκοπος ἡμετέρῃσιν,</l><l n="343">ἦ τινα συλήσων νεκύων κατατεθνηώτων.</l><l n="344">ἀλλʼ ἐῶμέν μιν πρῶτα παρεξελθεῖν πεδίοιο</l><l n="345">τυτθόν· ἔπειτα δέ κʼ αὐτὸν ἐπαΐξαντες ἕλοιμεν</l><l n="346">καρπαλίμως· εἰ δʼ ἄμμε παραφθαίησι πόδεσσιν,</l><l n="347">αἰεί μιν ἐπὶ νῆας ἀπὸ στρατόφι προτιειλεῖν</l><l n="348">ἔγχει ἐπαΐσσων, μή πως προτὶ ἄστυ ἀλύξῃ.</l></q><l n="349"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσαντε παρὲξ ὁδοῦ ἐν νεκύεσσι</l><l n="350">κλινθήτην· ὃ δʼ ἄρʼ ὦκα παρέδραμεν ἀφραδίῃσιν.</l><l n="351">ἀλλʼ ὅτε δή ῥʼ ἀπέην ὅσσόν τʼ ἐπὶ οὖρα πέλονται</l><l n="352">ἡμιόνων· αἱ γάρ τε βοῶν προφερέστεραί εἰσιν</l><l n="353">ἑλκέμεναι νειοῖο βαθείης πηκτὸν ἄροτρον·</l><l n="354">τὼ μὲν ἐπεδραμέτην, ὃ δʼ ἄρʼ ἔστη δοῦπον ἀκούσας.</l><l n="355">ἔλπετο γὰρ κατὰ θυμὸν ἀποστρέψοντας ἑταίρους</l><l n="356">ἐκ Τρώων ἰέναι πάλιν Ἕκτορος ὀτρύναντος.</l><l n="357">ἀλλʼ ὅτε δή ῥʼ ἄπεσαν δουρηνεκὲς ἢ καὶ ἔλασσον,</l><l n="358">γνῶ ῥʼ ἄνδρας δηΐους, λαιψηρὰ δὲ γούνατʼ ἐνώμα</l><l n="359">φευγέμεναι· τοὶ δʼ αἶψα διώκειν ὁρμήθησαν.</l><l n="360">ὡς δʼ ὅτε καρχαρόδοντε δύω κύνε εἰδότε θήρης</l><l n="361">ἢ κεμάδʼ ἠὲ λαγωὸν ἐπείγετον ἐμμενὲς αἰεὶ</l><l n="362">χῶρον ἀνʼ ὑλήενθʼ, ὃ δέ τε προθέῃσι μεμηκώς,</l><l n="363">ὣς τὸν Τυδεΐδης ἠδʼ ὃ πτολίπορθος Ὀδυσσεὺς</l><l n="364">λαοῦ ἀποτμήξαντε διώκετον ἐμμενὲς αἰεί.</l><l n="365">ἀλλʼ ὅτε δὴ τάχʼ ἔμελλε μιγήσεσθαι φυλάκεσσι</l><l n="366">φεύγων ἐς νῆας, τότε δὴ μένος ἔμβαλʼ Ἀθήνη</l><l n="367">Τυδεΐδῃ, ἵνα μή τις Ἀχαιῶν χαλκοχιτώνων</l><l n="368">φθαίη ἐπευξάμενος βαλέειν, ὃ δὲ δεύτερος ἔλθοι.</l><l n="369">δουρὶ δʼ ἐπαΐσσων προσέφη κρατερὸς Διομήδης·</l><q><l n="370">ἠὲ μένʼ ἠέ σε δουρὶ κιχήσομαι, οὐδέ σέ φημι</l><l n="371">δηρὸν ἐμῆς ἀπὸ χειρὸς ἀλύξειν αἰπὺν ὄλεθρον.</l></q><milestone ed="p" n="372" unit="card"/><l n="372"><milestone ed="P" unit="para"/>ἦ ῥα καὶ ἔγχος ἀφῆκεν, ἑκὼν δʼ ἡμάρτανε φωτός·</l><l n="373">δεξιτερὸν δʼ ὑπὲρ ὦμον ἐΰξου δουρὸς ἀκωκὴ</l><l n="374">ἐν γαίῃ ἐπάγη· ὃ δʼ ἄρʼ ἔστη τάρβησέν τε</l><l n="375">βαμβαίνων· ἄραβος δὲ διὰ στόμα γίγνετʼ ὀδόντων·</l><l n="376">χλωρὸς ὑπαὶ δείους· τὼ δʼ ἀσθμαίνοντε κιχήτην,</l><l n="377">χειρῶν δʼ ἁψάσθην· ὃ δὲ δακρύσας ἔπος ηὔδα·</l><q><l n="378">ζωγρεῖτʼ, αὐτὰρ ἐγὼν ἐμὲ λύσομαι· ἔστι γὰρ ἔνδον</l><l n="379">χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος,</l><l n="380">τῶν κʼ ὔμμιν χαρίσαιτο πατὴρ ἀπερείσιʼ ἄποινα</l><l n="381">εἴ κεν ἐμὲ ζωὸν πεπύθοιτʼ ἐπὶ νηυσὶν Ἀχαιῶν.</l></q><l n="382"><milestone ed="P" unit="para"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·</l><q><l n="383">θάρσει, μηδέ τί τοι θάνατος καταθύμιος ἔστω.</l><l n="384">ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·</l><l n="385">πῇ δὴ οὕτως ἐπὶ νῆας ἀπὸ στρατοῦ ἔρχεαι οἶος</l><l n="386">νύκτα διʼ ὀρφναίην, ὅτε θʼ εὕδουσι βροτοὶ ἄλλοι;</l><l n="387">ἤ τινα συλήσων νεκύων κατατεθνηώτων;</l><l n="388">ἦ σʼ Ἕκτωρ προέηκε διασκοπιᾶσθαι ἕκαστα</l><l n="389">νῆας ἔπι γλαφυράς; ἦ σʼ αὐτὸν θυμὸς ἀνῆκε;</l></q><l n="390"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα Δόλων, ὑπὸ δʼ ἔτρεμε γυῖα·</l><q><l n="391">πολλῇσίν μʼ ἄτῃσι παρὲκ νόον ἤγαγεν Ἕκτωρ,</l><l n="392">ὅς μοι Πηλεΐωνος ἀγαυοῦ μώνυχας ἵππους</l><l n="393">δωσέμεναι κατένευσε καὶ ἅρματα ποικίλα χαλκῷ,</l><l n="394">ἠνώγει δέ μʼ ἰόντα θοὴν διὰ νύκτα μέλαιναν</l><l n="395">ἀνδρῶν δυσμενέων σχεδὸν ἐλθέμεν, ἔκ τε πυθέσθαι</l><l n="396">ἠὲ φυλάσσονται νῆες θοαὶ ὡς τὸ πάρος περ,</l><l n="397">ἦ ἤδη χείρεσσιν ὑφʼ ἡμετέρῃσι δαμέντες</l><l n="398">φύξιν βουλεύουσι μετὰ σφίσιν, οὐδʼ ἐθέλουσι</l><l n="399">νύκτα φυλασσέμεναι, καμάτῳ ἀδηκότες αἰνῷ.</l></q><l n="400"><milestone ed="P" unit="para"/>τὸν δʼ ἐπιμειδήσας προσέφη πολύμητις Ὀδυσσεύς·</l><q><l n="401">ἦ ῥά νύ τοι μεγάλων δώρων ἐπεμαίετο θυμὸς</l><l n="402">ἵππων Αἰακίδαο δαΐφρονος· οἳ δʼ ἀλεγεινοὶ</l><l n="403">ἀνδράσι γε θνητοῖσι δαμήμεναι ἠδʼ ὀχέεσθαι</l><l n="404">ἄλλῳ γʼ ἢ Ἀχιλῆϊ, τὸν ἀθανάτη τέκε μήτηρ.</l><l n="405">ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·</l><l n="406">ποῦ νῦν δεῦρο κιὼν λίπες Ἕκτορα ποιμένα λαῶν;</l><l n="407">ποῦ δέ οἱ ἔντεα κεῖται ἀρήϊα, ποῦ δέ οἱ ἵπποι;</l><l n="408">πῶς δαὶ τῶν ἄλλων Τρώων φυλακαί τε καὶ εὐναί;</l><l n="409">ἅσσά τε μητιόωσι μετὰ σφίσιν, ἢ μεμάασιν</l><l n="410">αὖθι μένειν παρὰ νηυσὶν ἀπόπροθεν, ἦε πόλιν δὲ</l><l n="411">ἂψ ἀναχωρήσουσιν, ἐπεὶ δαμάσαντό γʼ Ἀχαιούς.</l></q><milestone ed="p" n="412" unit="card"/><l n="412"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπε Δόλων Εὐμήδεος υἱός·</l><q><l n="413">τοὶ γὰρ ἐγώ τοι ταῦτα μάλʼ ἀτρεκέως καταλέξω.</l><l n="414">Ἕκτωρ μὲν μετὰ τοῖσιν, ὅσοι βουληφόροι εἰσί,</l><l n="415">βουλὰς βουλεύει θείου παρὰ σήματι Ἴλου</l><l n="416">νόσφιν ἀπὸ φλοίσβου· φυλακὰς δʼ ἃς εἴρεαι ἥρως</l><l n="417">οὔ τις κεκριμένη ῥύεται στρατὸν οὐδὲ φυλάσσει.</l><l n="418">ὅσσαι μὲν Τρώων πυρὸς ἐσχάραι, οἷσιν ἀνάγκη</l><l n="419">οἷ δʼ ἐγρηγόρθασι φυλασσέμεναί τε κέλονται</l><l n="420">ἀλλήλοις· ἀτὰρ αὖτε πολύκλητοι ἐπίκουροι</l><l n="421">εὕδουσι· Τρωσὶν γὰρ ἐπιτραπέουσι φυλάσσειν·</l><l n="422">οὐ γάρ σφιν παῖδες σχεδὸν εἵαται οὐδὲ γυναῖκες.</l><l n="423"><milestone ed="P" unit="para"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·</l><q><l n="424">πῶς γὰρ νῦν Τρώεσσι μεμιγμένοι ἱπποδάμοισιν</l><l n="425">εὕδουσʼ ἦ ἀπάνευθε; δίειπέ μοι ὄφρα δαείω.</l></q><l n="426"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα Δόλων Εὐμήδεος υἱός·</l><q><l n="427">τοὶ γὰρ ἐγὼ καὶ ταῦτα μάλʼ ἀτρεκέως καταλέξω.</l><l n="428">πρὸς μὲν ἁλὸς Κᾶρες καὶ Παίονες ἀγκυλότοξοι</l><l n="429">καὶ Λέλεγες καὶ Καύκωνες δῖοί τε Πελασγοί,</l><l n="430">πρὸς Θύμβρης δʼ ἔλαχον Λύκιοι Μυσοί τʼ ἀγέρωχοι</l><l n="431">καὶ Φρύγες ἱππόμαχοι καὶ Μῄονες ἱπποκορυσταί.</l><l n="432">ἀλλὰ τί ἢ ἐμὲ ταῦτα διεξερέεσθε ἕκαστα;</l><l n="433">εἰ γὰρ δὴ μέματον Τρώων καταδῦναι ὅμιλον</l><l n="434">Θρήϊκες οἷδʼ ἀπάνευθε νεήλυδες ἔσχατοι ἄλλων·</l><l n="435">ἐν δέ σφιν Ῥῆσος βασιλεὺς πάϊς Ἠϊονῆος.</l><l n="436">τοῦ δὴ καλλίστους ἵππους ἴδον ἠδὲ μεγίστους·</l><l n="437">λευκότεροι χιόνος, θείειν δʼ ἀνέμοισιν ὁμοῖοι·</l><l n="438">ἅρμα δέ οἱ χρυσῷ τε καὶ ἀργύρῳ εὖ ἤσκηται·</l><l n="439">τεύχεα δὲ χρύσεια πελώρια θαῦμα ἰδέσθαι</l><l n="440">ἤλυθʼ ἔχων· τὰ μὲν οὔ τι καταθνητοῖσιν ἔοικεν</l><l n="441">ἄνδρεσσιν φορέειν, ἀλλʼ ἀθανάτοισι θεοῖσιν.</l><l n="442">ἀλλʼ ἐμὲ μὲν νῦν νηυσὶ πελάσσετον ὠκυπόροισιν,</l><l n="443">ἠέ με δήσαντες λίπετʼ αὐτόθι νηλέϊ δεσμῷ,</l><l n="444">ὄφρά κεν ἔλθητον καὶ πειρηθῆτον ἐμεῖο</l><l n="445">ἠὲ κατʼ αἶσαν ἔειπον ἐν ὑμῖν, ἦε καὶ οὐκί.</l></q><l n="446"><milestone ed="P" unit="para"/>τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδης·</l><q><l n="447">μὴ δή μοι φύξίν γε Δόλων ἐμβάλλεο θυμῷ·</l><l n="448">ἐσθλά περ ἀγγείλας, ἐπεὶ ἵκεο χεῖρας ἐς ἁμάς.</l><l n="449">εἰ μὲν γάρ κέ σε νῦν ἀπολύσομεν ἠὲ μεθῶμεν,</l><l n="450">ἦ τε καὶ ὕστερον εἶσθα θοὰς ἐπὶ νῆας Ἀχαιῶν</l><l n="451">ἠὲ διοπτεύσων ἢ ἐναντίβιον πολεμίξων·</l><l n="452">εἰ δέ κʼ ἐμῇς ὑπὸ χερσὶ δαμεὶς ἀπὸ θυμὸν ὀλέσσῃς,</l><l n="453">οὐκέτʼ ἔπειτα σὺ πῆμά ποτʼ ἔσσεαι Ἀργείοισιν.</l></q><milestone ed="p" n="454" unit="card"/><l n="454"><milestone ed="P" unit="para"/>ἦ, καὶ ὃ μέν μιν ἔμελλε γενείου χειρὶ παχείῃ</l><l n="455">ἁψάμενος λίσσεσθαι, ὃ δʼ αὐχένα μέσσον ἔλασσε</l><l n="456">φασγάνῳ ἀΐξας, ἀπὸ δʼ ἄμφω κέρσε τένοντε·</l><l n="457">φθεγγομένου δʼ ἄρα τοῦ γε κάρη κονίῃσιν ἐμίχθη.</l><l n="458">τοῦ δʼ ἀπὸ μὲν κτιδέην κυνέην κεφαλῆφιν ἕλοντο</l><l n="459">καὶ λυκέην καὶ τόξα παλίντονα καὶ δόρυ μακρόν·</l><l n="460">καὶ τά γʼ Ἀθηναίῃ ληΐτιδι δῖος Ὀδυσσεὺς</l><l n="461">ὑψόσʼ ἀνέσχεθε χειρὶ καὶ εὐχόμενος ἔπος ηὔδα·</l><q><l n="462">χαῖρε θεὰ τοῖσδεσσι· σὲ γὰρ πρώτην ἐν Ὀλύμπῳ</l><l n="463">πάντων ἀθανάτων ἐπιδωσόμεθʼ· ἀλλὰ καὶ αὖτις</l><l n="464">πέμψον ἐπὶ Θρῃκῶν ἀνδρῶν ἵππους τε καὶ εὐνάς.</l></q><l n="465"><milestone ed="P" unit="para"/>ὣς ἄρʼ ἐφώνησεν, καὶ ἀπὸ ἕθεν ὑψόσʼ ἀείρας</l><l n="466">θῆκεν ἀνὰ μυρίκην· δέελον δʼ ἐπὶ σῆμά τʼ ἔθηκε</l><l n="467">συμμάρψας δόνακας μυρίκης τʼ ἐριθηλέας ὄζους,</l><l n="468">μὴ λάθοι αὖτις ἰόντε θοὴν διὰ νύκτα μέλαιναν.</l><l n="469">τὼ δὲ βάτην προτέρω διά τʼ ἔντεα καὶ μέλαν αἷμα,</l><l n="470">αἶψα δʼ ἐπὶ Θρῃκῶν ἀνδρῶν τέλος ἷξον ἰόντες.</l><l n="471">οἳ δʼ εὗδον καμάτῳ ἀδηκότες, ἔντεα δέ σφιν</l><l n="472">καλὰ παρʼ αὐτοῖσι χθονὶ κέκλιτο εὖ κατὰ κόσμον</l><l n="473">τριστοιχί· παρὰ δέ σφιν ἑκάστῳ δίζυγες ἵπποι.</l><l n="474">Ῥῆσος δʼ ἐν μέσῳ εὗδε, παρʼ αὐτῷ δʼ ὠκέες ἵπποι</l><l n="475">ἐξ ἐπιδιφριάδος πυμάτης ἱμᾶσι δέδεντο.</l><l n="476">τὸν δʼ Ὀδυσεὺς προπάροιθεν ἰδὼν Διομήδεϊ δεῖξεν·</l><l n="477">οὗτός τοι Διόμηδες ἀνήρ, οὗτοι δέ τοι ἵπποι,</l><l n="478">οὓς νῶϊν πίφαυσκε Δόλων ὃν ἐπέφνομεν ἡμεῖς.</l><l n="479">ἀλλʼ ἄγε δὴ πρόφερε κρατερὸν μένος· οὐδέ τί σε χρὴ</l><l n="480">ἑστάμεναι μέλεον σὺν τεύχεσιν, ἀλλὰ λύʼ ἵππους·</l><l n="481">ἠὲ σύ γʼ ἄνδρας ἔναιρε, μελήσουσιν δʼ ἐμοὶ ἵπποι.</l></q><l n="482"><milestone ed="P" unit="para"/>ὣς φάτο, τῷ δʼ ἔμπνευσε μένος γλαυκῶπις Ἀθήνη,</l><l n="483">κτεῖνε δʼ ἐπιστροφάδην· τῶν δὲ στόνος ὄρνυτʼ ἀεικὴς</l><l n="484">ἄορι θεινομένων, ἐρυθαίνετο δʼ αἵματι γαῖα.</l><l n="485">ὡς δὲ λέων μήλοισιν ἀσημάντοισιν ἐπελθὼν</l><l n="486">αἴγεσιν ἢ ὀΐεσσι κακὰ φρονέων ἐνορούσῃ,</l><l n="487">ὣς μὲν Θρήϊκας ἄνδρας ἐπῴχετο Τυδέος υἱὸς</l><l n="488">ὄφρα δυώδεκʼ ἔπεφνεν· ἀτὰρ πολύμητις Ὀδυσσεὺς</l><l n="489">ὅν τινα Τυδεΐδης ἄορι πλήξειε παραστὰς</l><l n="490">τὸν δʼ Ὀδυσεὺς μετόπισθε λαβὼν ποδὸς ἐξερύσασκε,</l><l n="491">τὰ φρονέων κατὰ θυμὸν ὅπως καλλίτριχες ἵπποι</l><l n="492">ῥεῖα διέλθοιεν μηδὲ τρομεοίατο θυμῷ</l><l n="493">νεκροῖς ἀμβαίνοντες· ἀήθεσσον γὰρ ἔτʼ αὐτῶν.</l><l n="494">ἀλλʼ ὅτε δὴ βασιλῆα κιχήσατο Τυδέος υἱός,</l><l n="495">τὸν τρισκαιδέκατον μελιηδέα θυμὸν ἀπηύρα</l><l n="496">ἀσθμαίνοντα· κακὸν γὰρ ὄναρ κεφαλῆφιν ἐπέστη</l><l n="497">τὴν νύκτʼ Οἰνεΐδαο πάϊς διὰ μῆτιν Ἀθήνης.</l><l n="498">τόφρα δʼ ἄρʼ ὃ τλήμων Ὀδυσεὺς λύε μώνυχας ἵππους,</l><l n="499">σὺν δʼ ἤειρεν ἱμᾶσι καὶ ἐξήλαυνεν ὁμίλου</l><l n="500">τόξῳ ἐπιπλήσσων, ἐπεὶ οὐ μάστιγα φαεινὴν</l><l n="501">ποικίλου ἐκ δίφροιο νοήσατο χερσὶν ἑλέσθαι·</l><l n="502">ῥοίζησεν δʼ ἄρα πιφαύσκων Διομήδεϊ δίῳ.</l><milestone ed="p" n="503" unit="card"/><l n="503"><milestone ed="P" unit="para"/>αὐτὰρ ὃ μερμήριζε μένων ὅ τι κύντατον ἕρδοι,</l><l n="504">ἢ ὅ γε δίφρον ἑλών, ὅθι ποικίλα τεύχεʼ ἔκειτο,</l><l n="505">ῥυμοῦ ἐξερύοι ἢ ἐκφέροι ὑψόσʼ ἀείρας,</l><l n="506">ἦ ἔτι τῶν πλεόνων Θρῃκῶν ἀπὸ θυμὸν ἕλοιτο.</l><l n="507">εἷος ὃ ταῦθʼ ὥρμαινε κατὰ φρένα, τόφρα δʼ Ἀθήνη</l><l n="508">ἐγγύθεν ἱσταμένη προσέφη Διομήδεα δῖον·</l><q><l n="509">νόστου δὴ μνῆσαι μεγαθύμου Τυδέος υἱὲ</l><l n="510">νῆας ἔπι γλαφυράς, μὴ καὶ πεφοβημένος ἔλθῃς,</l><l n="511">μή πού τις καὶ Τρῶας ἐγείρῃσιν θεὸς ἄλλος.</l></q><l n="512"><milestone ed="P" unit="para"/>ὣς φάθʼ, ὃ δὲ ξυνέηκε θεᾶς ὄπα φωνησάσης,</l><l n="513">καρπαλίμως δʼ ἵππων ἐπεβήσετο· κόψε δʼ Ὀδυσσεὺς</l><l n="514">τόξῳ· τοὶ δʼ ἐπέτοντο θοὰς ἐπὶ νῆας Ἀχαιῶν.</l><l n="515"><milestone ed="P" unit="para"/>οὐδʼ ἀλαοσκοπιὴν εἶχʼ ἀργυρότοξος Ἀπόλλων</l><l n="516">ὡς ἴδʼ Ἀθηναίην μετὰ Τυδέος υἱὸν ἕπουσαν·</l><l n="517">τῇ κοτέων Τρώων κατεδύσετο πουλὺν ὅμιλον,</l><l n="518">ὦρσεν δὲ Θρῃκῶν βουληφόρον Ἱπποκόωντα</l><l n="519">Ῥήσου ἀνεψιὸν ἐσθλόν· ὃ δʼ ἐξ ὕπνου ἀνορούσας</l><l n="520">ὡς ἴδε χῶρον ἐρῆμον, ὅθʼ ἕστασαν ὠκέες ἵπποι,</l><l n="521">ἄνδράς τʼ ἀσπαίροντας ἐν ἀργαλέῃσι φονῇσιν,</l><l n="522">ᾤμωξέν τʼ ἄρʼ ἔπειτα φίλον τʼ ὀνόμηνεν ἑταῖρον.</l><l n="523">Τρώων δὲ κλαγγή τε καὶ ἄσπετος ὦρτο κυδοιμὸς</l><l n="524">θυνόντων ἄμυδις· θηεῦντο δὲ μέρμερα ἔργα</l><l n="525">ὅσσʼ ἄνδρες ῥέξαντες ἔβαν κοίλας ἐπὶ νῆας.</l><l n="526"><milestone ed="P" unit="para"/>οἳ δʼ ὅτε δή ῥʼ ἵκανον ὅθι σκοπὸν Ἕκτορος ἔκταν,</l><l n="527">ἔνθʼ Ὀδυσεὺς μὲν ἔρυξε Διῒ φίλος ὠκέας ἵππους,</l><l n="528">Τυδεΐδης δὲ χαμᾶζε θορὼν ἔναρα βροτόεντα</l><l n="529">ἐν χείρεσσʼ Ὀδυσῆϊ τίθει, ἐπεβήσετο δʼ ἵππων·</l><l n="530">μάστιξεν δʼ ἵππους, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην</l><l n="531">νῆας ἔπι γλαφυράς· τῇ γὰρ φίλον ἔπλετο θυμῷ.</l><l n="532">Νέστωρ δὲ πρῶτος κτύπον ἄϊε φώνησέν τε·</l><q><l n="533">ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες</l><l n="534">ψεύσομαι, ἦ ἔτυμον ἐρέω; κέλεται δέ με θυμός.</l><l n="535">ἵππων μʼ ὠκυπόδων ἀμφὶ κτύπος οὔατα βάλλει.</l><l n="536">αἲ γὰρ δὴ Ὀδυσεύς τε καὶ ὃ κρατερὸς Διομήδης</l><l n="537">ὧδʼ ἄφαρ ἐκ Τρώων ἐλασαίατο μώνυχας ἵππους·</l><l n="538">ἀλλʼ αἰνῶς δείδοικα κατὰ φρένα μή τι πάθωσιν</l><l n="539">Ἀργείων οἳ ἄριστοι ὑπὸ Τρώων ὀρυμαγδοῦ.</l></q><milestone ed="p" n="540" unit="card"/><l n="540"><milestone ed="P" unit="para"/>οὔ πω πᾶν εἴρητο ἔπος ὅτʼ ἄρʼ ἤλυθον αὐτοί.</l><l n="541">καί ῥʼ οἳ μὲν κατέβησαν ἐπὶ χθόνα, τοὶ δὲ χαρέντες</l><l n="542">δεξιῇ ἠσπάζοντο ἔπεσσί τε μειλιχίοισι·</l><l n="543">πρῶτος δʼ ἐξερέεινε Γερήνιος ἱππότα Νέστωρ·</l><q><l n="544">εἴπʼ ἄγε μʼ ὦ πολύαινʼ Ὀδυσεῦ μέγα κῦδος Ἀχαιῶν</l><l n="545">ὅππως τοῦσδʼ ἵππους λάβετον καταδύντες ὅμιλον</l><l n="546">Τρώων, ἦ τίς σφωε πόρεν θεὸς ἀντιβολήσας.</l><l n="547">αἰνῶς ἀκτίνεσσιν ἐοικότες ἠελίοιο.</l><l n="548">αἰεὶ μὲν Τρώεσσʼ ἐπιμίσγομαι, οὐδέ τί φημι</l><l n="549">μιμνάζειν παρὰ νηυσὶ γέρων περ ἐὼν πολεμιστής·</l><l n="550">ἀλλʼ οὔ πω τοίους ἵππους ἴδον οὐδὲ νόησα.</l><l n="551">ἀλλά τινʼ ὔμμʼ ὀΐω δόμεναι θεὸν ἀντιάσαντα·</l><l n="552">ἀμφοτέρω γὰρ σφῶϊ φιλεῖ νεφεληγερέτα Ζεὺς</l><l n="553">κούρη τʼ αἰγιόχοιο Διὸς γλαυκῶπις Ἀθήνη.</l></q><l n="554"><milestone ed="P" unit="para"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·</l><q><l n="555">ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν</l><l n="556">ῥεῖα θεός γʼ ἐθέλων καὶ ἀμείνονας ἠέ περ οἵδε</l><l n="557">ἵππους δωρήσαιτʼ, ἐπεὶ ἢ πολὺ φέρτεροί εἰσιν.</l><l n="558">ἵπποι δʼ οἵδε γεραιὲ νεήλυδες οὓς ἐρεείνεις</l><l n="559">Θρηΐκιοι· τὸν δέ σφιν ἄνακτʼ ἀγαθὸς Διομήδης</l><l n="560">ἔκτανε, πὰρ δʼ ἑτάρους δυοκαίδεκα πάντας ἀρίστους.</l><l n="561">τὸν τρισκαιδέκατον σκοπὸν εἵλομεν ἐγγύθι νηῶν,</l><l n="562">τόν ῥα διοπτῆρα στρατοῦ ἔμμεναι ἡμετέροιο</l><l n="563">Ἕκτωρ τε προέηκε καὶ ἄλλοι Τρῶες ἀγαυοί.</l></q><l n="564"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν τάφροιο διήλασε μώνυχας ἵππους</l><l n="565">καγχαλόων· ἅμα δʼ ἄλλοι ἴσαν χαίροντες Ἀχαιοί.</l><l n="566">οἳ δʼ ὅτε Τυδεΐδεω κλισίην εὔτυκτον ἵκοντο,</l><l n="567">ἵππους μὲν κατέδησαν ἐϋτμήτοισιν ἱμᾶσι</l><l n="568">φάτνῃ ἐφʼ ἱππείῃ, ὅθι περ Διομήδεος ἵπποι</l><l n="569">ἕστασαν ὠκύποδες μελιηδέα πυρὸν ἔδοντες·</l><l n="570">νηῒ δʼ ἐνὶ πρυμνῇ ἔναρα βροτόεντα Δόλωνος</l><l n="571">θῆκʼ Ὀδυσεύς, ὄφρʼ ἱρὸν ἑτοιμασσαίατʼ Ἀθήνῃ.</l><l n="572">αὐτοὶ δʼ ἱδρῶ πολλὸν ἀπενίζοντο θαλάσσῃ</l><l n="573">ἐσβάντες κνήμας τε ἰδὲ λόφον ἀμφί τε μηρούς.</l><l n="574">αὐτὰρ ἐπεί σφιν κῦμα θαλάσσης ἱδρῶ πολλὸν</l><l n="575">νίψεν ἀπὸ χρωτὸς καὶ ἀνέψυχθεν φίλον ἦτορ,</l><l n="576">ἔς ῥʼ ἀσαμίνθους βάντες ἐϋξέστας λούσαντο.</l><l n="577">τὼ δὲ λοεσσαμένω καὶ ἀλειψαμένω λίπʼ ἐλαίῳ</l><l n="578">δείπνῳ ἐφιζανέτην, ἀπὸ δὲ κρητῆρος Ἀθήνῃ</l><l n="579">πλείου ἀφυσσόμενοι λεῖβον μελιηδέα οἶνον.</l></div><div type="textpart" subtype="Book" n="11"><milestone ed="p" n="1" unit="card"/><l n="1"><milestone ed="P" unit="para"/>Ἠὼς δʼ ἐκ λεχέων παρʼ ἀγαυοῦ Τιθωνοῖο</l><l n="2">ὄρνυθʼ, ἵνʼ ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσι·</l><l n="3">Ζεὺς δʼ Ἔριδα προΐαλλε θοὰς ἐπὶ νῆας Ἀχαιῶν</l><l n="4">ἀργαλέην, πολέμοιο τέρας μετὰ χερσὶν ἔχουσαν.</l><l n="5">στῆ δʼ ἐπʼ Ὀδυσσῆος μεγακήτεϊ νηῒ μελαίνῃ,</l><l n="6">ἥ ῥʼ ἐν μεσσάτῳ ἔσκε γεγωνέμεν ἀμφοτέρωσε,</l><l n="7">ἠμὲν ἐπʼ Αἴαντος κλισίας Τελαμωνιάδαο</l><l n="8">ἠδʼ ἐπʼ Ἀχιλλῆος, τοί ῥʼ ἔσχατα νῆας ἐΐσας</l><l n="9">εἴρυσαν ἠνορέῃ πίσυνοι καὶ κάρτεϊ χειρῶν</l><l n="10">ἔνθα στᾶσʼ ἤϋσε θεὰ μέγα τε δεινόν τε</l><l n="11">ὄρθιʼ, Ἀχαιοῖσιν δὲ μέγα σθένος ἔμβαλʼ ἑκάστῳ</l><l n="12">καρδίῃ ἄληκτον πολεμίζειν ἠδὲ μάχεσθαι.</l><l n="13">τοῖσι δʼ ἄφαρ πόλεμος γλυκίων γένετʼ ἠὲ νέεσθαι</l><l n="14">ἐν νηυσὶ γλαφυρῇσι φίλην ἐς πατρίδα γαῖαν.</l><l n="15"><milestone ed="P" unit="para"/>Ἀτρεΐδης δʼ ἐβόησεν ἰδὲ ζώννυσθαι ἄνωγεν</l><l n="16">Ἀργείους· ἐν δʼ αὐτὸς ἐδύσετο νώροπα χαλκόν.</l><l n="17">κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε</l><l n="18">καλὰς ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας·</l><l n="19">δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνε,</l><l n="20">τόν ποτέ οἱ Κινύρης δῶκε ξεινήϊον εἶναι.</l><l n="21">πεύθετο γὰρ Κύπρον δὲ μέγα κλέος οὕνεκʼ Ἀχαιοὶ</l><l n="22">ἐς Τροίην νήεσσιν ἀναπλεύσεσθαι ἔμελλον·</l><l n="23">τοὔνεκά οἱ τὸν δῶκε χαριζόμενος βασιλῆϊ.</l><l n="24">τοῦ δʼ ἤτοι δέκα οἶμοι ἔσαν μέλανος κυάνοιο,</l><l n="25">δώδεκα δὲ χρυσοῖο καὶ εἴκοσι κασσιτέροιο·</l><l n="26">κυάνεοι δὲ δράκοντες ὀρωρέχατο προτὶ δειρὴν</l><l n="27">τρεῖς ἑκάτερθʼ ἴρισσιν ἐοικότες, ἅς τε Κρονίων</l><l n="28">ἐν νέφεϊ στήριξε, τέρας μερόπων ἀνθρώπων.</l><l n="29">ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετο ξίφος· ἐν δέ οἱ ἧλοι</l><l n="30">χρύσειοι πάμφαινον, ἀτὰρ περὶ κουλεὸν ἦεν</l><l n="31">ἀργύρεον χρυσέοισιν ἀορτήρεσσιν ἀρηρός.</l><l n="32">ἂν δʼ ἕλετʼ ἀμφιβρότην πολυδαίδαλον ἀσπίδα θοῦριν</l><l n="33">καλήν, ἣν πέρι μὲν κύκλοι δέκα χάλκεοι ἦσαν,</l><l n="34">ἐν δέ οἱ ὀμφαλοὶ ἦσαν ἐείκοσι κασσιτέροιο</l><l n="35">λευκοί, ἐν δὲ μέσοισιν ἔην μέλανος κυάνοιο.</l><l n="36">τῇ δʼ ἐπὶ μὲν Γοργὼ βλοσυρῶπις ἐστεφάνωτο</l><l n="37">δεινὸν δερκομένη, περὶ δὲ Δεῖμός τε Φόβος τε.</l><l n="38">τῆς δʼ ἐξ ἀργύρεος τελαμὼν ἦν· αὐτὰρ ἐπʼ αὐτοῦ</l><l n="39">κυάνεος ἐλέλικτο δράκων, κεφαλαὶ δέ οἱ ἦσαν</l><l n="40">τρεῖς ἀμφιστρεφέες ἑνὸς αὐχένος ἐκπεφυυῖαι.</l><l n="41">κρατὶ δʼ ἐπʼ ἀμφίφαλον κυνέην θέτο τετραφάληρον</l><l n="42">ἵππουριν· δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν.</l><l n="43">εἵλετο δʼ ἄλκιμα δοῦρε δύω κεκορυθμένα χαλκῷ</l><l n="44">ὀξέα· τῆλε δὲ χαλκὸς ἀπʼ αὐτόφιν οὐρανὸν εἴσω</l><l n="45">λάμπʼ· ἐπὶ δʼ ἐγδούπησαν Ἀθηναίη τε καὶ Ἥρη</l><l n="46">τιμῶσαι βασιλῆα πολυχρύσοιο Μυκήνης.</l><milestone ed="p" n="47" unit="card"/><l n="47"><milestone ed="P" unit="para"/>ἡνιόχῳ μὲν ἔπειτα ἑῷ ἐπέτελλεν ἕκαστος</l><l n="48">ἵππους εὖ κατὰ κόσμον ἐρυκέμεν αὖθʼ ἐπὶ τάφρῳ,</l><l n="49">αὐτοὶ δὲ πρυλέες σὺν τεύχεσι θωρηχθέντες</l><l n="50">ῥώοντʼ· ἄσβεστος δὲ βοὴ γένετʼ ἠῶθι πρό.</l><l n="51">φθὰν δὲ μέγʼ ἱππήων ἐπὶ τάφρῳ κοσμηθέντες,</l><l n="52">ἱππῆες δʼ ὀλίγον μετεκίαθον· ἐν δὲ κυδοιμὸν</l><l n="53">ὦρσε κακὸν Κρονίδης, κατὰ δʼ ὑψόθεν ἧκεν ἐέρσας</l><l n="54">αἵματι μυδαλέας ἐξ αἰθέρος, οὕνεκʼ ἔμελλε</l><l n="55">πολλὰς ἰφθίμους κεφαλὰς Ἄϊδι προϊάψειν.</l><l n="56"><milestone ed="P" unit="para"/>Τρῶες δʼ αὖθʼ ἑτέρωθεν ἐπὶ θρωσμῷ πεδίοιο</l><l n="57">Ἕκτορά τʼ ἀμφὶ μέγαν καὶ ἀμύμονα Πουλυδάμαντα</l><l n="58">Αἰνείαν θʼ, ὃς Τρωσὶ θεὸς ὣς τίετο δήμῳ,</l><l n="59">τρεῖς τʼ Ἀντηνορίδας Πόλυβον καὶ Ἀγήνορα δῖον</l><l n="60">ἠΐθεόν τʼ Ἀκάμαντʼ ἐπιείκελον ἀθανάτοισιν.</l><l n="61">Ἕκτωρ δʼ ἐν πρώτοισι φέρʼ ἀσπίδα πάντοσʼ ἐΐσην,</l><l n="62">οἷος δʼ ἐκ νεφέων ἀναφαίνεται οὔλιος ἀστὴρ</l><l n="63">παμφαίνων, τοτὲ δʼ αὖτις ἔδυ νέφεα σκιόεντα,</l><l n="64">ὣς Ἕκτωρ ὁτὲ μέν τε μετὰ πρώτοισι φάνεσκεν,</l><l n="65">ἄλλοτε δʼ ἐν πυμάτοισι κελεύων· πᾶς δʼ ἄρα χαλκῷ</l><l n="66">λάμφʼ ὥς τε στεροπὴ πατρὸς Διὸς αἰγιόχοιο.</l><l n="67"><milestone ed="P" unit="para"/>οἳ δʼ, ὥς τʼ ἀμητῆρες ἐναντίοι ἀλλήλοισιν</l><l n="68">ὄγμον ἐλαύνωσιν ἀνδρὸς μάκαρος κατʼ ἄρουραν</l><l n="69">πυρῶν ἢ κριθῶν· τὰ δὲ δράγματα ταρφέα πίπτει·</l><l n="70">ὣς Τρῶες καὶ Ἀχαιοὶ ἐπʼ ἀλλήλοισι θορόντες</l><l n="71">δῄουν, οὐδʼ ἕτεροι μνώοντʼ ὀλοοῖο φόβοιο.</l><l n="72">ἴσας δʼ ὑσμίνη κεφαλὰς ἔχεν, οἳ δὲ λύκοι ὣς</l><l n="73">θῦνον· Ἔρις δʼ ἄρʼ ἔχαιρε πολύστονος εἰσορόωσα·</l><l n="74">οἴη γάρ ῥα θεῶν παρετύγχανε μαρναμένοισιν,</l><l n="75">οἳ δʼ ἄλλοι οὔ σφιν πάρεσαν θεοί, ἀλλὰ ἕκηλοι</l><l n="76">σφοῖσιν ἐνὶ μεγάροισι καθήατο, ἧχι ἑκάστῳ</l><l n="77">δώματα καλὰ τέτυκτο κατὰ πτύχας Οὐλύμποιο.</l><l n="78">πάντες δʼ ᾐτιόωντο κελαινεφέα Κρονίωνα</l><l n="79">οὕνεκʼ ἄρα Τρώεσσιν ἐβούλετο κῦδος ὀρέξαι.</l><l n="80">τῶν μὲν ἄρʼ οὐκ ἀλέγιζε πατήρ· ὃ δὲ νόσφι λιασθεὶς</l><l n="81">τῶν ἄλλων ἀπάνευθε καθέζετο κύδεϊ γαίων</l><l n="82">εἰσορόων Τρώων τε πόλιν καὶ νῆας Ἀχαιῶν</l><l n="83">χαλκοῦ τε στεροπήν, ὀλλύντάς τʼ ὀλλυμένους τε.</l><l n="84"><milestone ed="P" unit="para"/>ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ,</l><milestone ed="p" n="84" unit="card"/><l n="85">τόφρα μάλʼ ἀμφοτέρων βέλεʼ ἥπτετο, πῖπτε δὲ λαός·</l><l n="86">ἦμος δὲ δρυτόμος περ ἀνὴρ ὁπλίσσατο δεῖπνον</l><l n="87">οὔρεος ἐν βήσσῃσιν, ἐπεί τʼ ἐκορέσσατο χεῖρας</l><l n="88">τάμνων δένδρεα μακρά, ἅδος τέ μιν ἵκετο θυμόν,</l><l n="89">σίτου τε γλυκεροῖο περὶ φρένας ἵμερος αἱρεῖ,</l><l n="90">τῆμος σφῇ ἀρετῇ Δαναοὶ ῥήξαντο φάλαγγας</l><l n="91">κεκλόμενοι ἑτάροισι κατὰ στίχας· ἐν δʼ Ἀγαμέμνων</l><l n="92">πρῶτος ὄρουσʼ, ἕλε δʼ ἄνδρα Βιάνορα ποιμένα λαῶν</l><l n="93">αὐτόν, ἔπειτα δʼ ἑταῖρον Ὀϊλῆα πλήξιππον.</l><l n="94">ἤτοι ὅ γʼ ἐξ ἵππων κατεπάλμενος ἀντίος ἔστη·</l><l n="95">τὸν δʼ ἰθὺς μεμαῶτα μετώπιον ὀξέϊ δουρὶ</l><l n="96">νύξʼ, οὐδὲ στεφάνη δόρυ οἱ σχέθε χαλκοβάρεια,</l><l n="97">ἀλλὰ διʼ αὐτῆς ἦλθε καὶ ὀστέου, ἐγκέφαλος δὲ</l><l n="98">ἔνδον ἅπας πεπάλακτο· δάμασσε δέ μιν μεμαῶτα.</l><l n="99">καὶ τοὺς μὲν λίπεν αὖθι ἄναξ ἀνδρῶν Ἀγαμέμνων</l><l n="100">στήθεσι παμφαίνοντας, ἐπεὶ περίδυσε χιτῶνας·</l><l n="101">αὐτὰρ ὃ βῆ Ἶσόν τε καὶ Ἄντιφον ἐξεναρίξων</l><l n="102">υἷε δύω Πριάμοιο νόθον καὶ γνήσιον ἄμφω</l><l n="103">εἰν ἑνὶ δίφρῳ ἐόντας· ὃ μὲν νόθος ἡνιόχευεν,</l><l n="104">Ἄντιφος αὖ παρέβασκε περικλυτός· ὥ ποτʼ Ἀχιλλεὺς</l><l n="105">Ἴδης ἐν κνημοῖσι δίδη μόσχοισι λύγοισι,</l><l n="106">ποιμαίνοντʼ ἐπʼ ὄεσσι λαβών, καὶ ἔλυσεν ἀποίνων.</l><l n="107">δὴ τότε γʼ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων</l><l n="108">τὸν μὲν ὑπὲρ μαζοῖο κατὰ στῆθος βάλε δουρί,</l><l n="109">Ἄντιφον αὖ παρὰ οὖς ἔλασε ξίφει, ἐκ δʼ ἔβαλʼ ἵππων.</l><l n="110">σπερχόμενος δʼ ἀπὸ τοῖιν ἐσύλα τεύχεα καλὰ</l><l n="111">γιγνώσκων· καὶ γάρ σφε πάρος παρὰ νηυσὶ θοῇσιν</l><l n="112">εἶδεν, ὅτʼ ἐξ Ἴδης ἄγαγεν πόδας ὠκὺς Ἀχιλλεύς.</l><l n="113">ὡς δὲ λέων ἐλάφοιο ταχείης νήπια τέκνα</l><l n="114">ῥηϊδίως συνέαξε λαβὼν κρατεροῖσιν ὀδοῦσιν</l><l n="115">ἐλθὼν εἰς εὐνήν, ἁπαλόν τέ σφʼ ἦτορ ἀπηύρα·</l><l n="116">ἣ δʼ εἴ πέρ τε τύχῃσι μάλα σχεδόν, οὐ δύναταί σφι</l><l n="117">χραισμεῖν· αὐτὴν γάρ μιν ὑπὸ τρόμος αἰνὸς ἱκάνει·</l><l n="118">καρπαλίμως δʼ ἤϊξε διὰ δρυμὰ πυκνὰ καὶ ὕλην</l><l n="119">σπεύδουσʼ ἱδρώουσα κραταιοῦ θηρὸς ὑφʼ ὁρμῆς·</l><l n="120">ὣς ἄρα τοῖς οὔ τις δύνατο χραισμῆσαι ὄλεθρον</l><l n="121">Τρώων, ἀλλὰ καὶ αὐτοὶ ὑπʼ Ἀργείοισι φέβοντο.</l><milestone ed="p" n="122" unit="card"/><l n="122"><milestone ed="P" unit="para"/>αὐτὰρ ὃ Πείσανδρόν τε καὶ Ἱππόλοχον μενεχάρμην</l><l n="123">υἱέας Ἀντιμάχοιο δαΐφρονος, ὅς ῥα μάλιστα</l><l n="124">χρυσὸν Ἀλεξάνδροιο δεδεγμένος ἀγλαὰ δῶρα</l><l n="125">οὐκ εἴασχʼ Ἑλένην δόμεναι ξανθῷ Μενελάῳ,</l><l n="126">τοῦ περ δὴ δύο παῖδε λάβε κρείων Ἀγαμέμνων</l><l n="127">εἰν ἑνὶ δίφρῳ ἐόντας, ὁμοῦ δʼ ἔχον ὠκέας ἵππους·</l><l n="128">ἐκ γάρ σφεας χειρῶν φύγον ἡνία σιγαλόεντα,</l><l n="129">τὼ δὲ κυκηθήτην· ὃ δʼ ἐναντίον ὦρτο λέων ὣς</l><l n="130">Ἀτρεΐδης· τὼ δʼ αὖτʼ ἐκ δίφρου γουναζέσθην·</l><q><l n="131">ζώγρει Ἀτρέος υἱέ, σὺ δʼ ἄξια δέξαι ἄποινα·</l><l n="132">πολλὰ δʼ ἐν Ἀντιμάχοιο δόμοις κειμήλια κεῖται</l><l n="133">χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος,</l><l n="134">τῶν κέν τοι χαρίσαιτο πατὴρ ἀπερείσιʼ ἄποινα,</l><l n="135">εἰ νῶϊ ζωοὺς πεπύθοιτʼ ἐπὶ νηυσὶν Ἀχαιῶν.</l></q><l n="136"><milestone ed="P" unit="para"/>ὣς τώ γε κλαίοντε προσαυδήτην βασιλῆα</l><l n="137">μειλιχίοις ἐπέεσσιν· ἀμείλικτον δʼ ὄπʼ ἄκουσαν·</l><q><l n="138">εἰ μὲν δὴ Ἀντιμάχοιο δαΐφρονος υἱέες ἐστόν,</l><l n="139">ὅς ποτʼ ἐνὶ Τρώων ἀγορῇ Μενέλαον ἄνωγεν</l><l n="140">ἀγγελίην ἐλθόντα σὺν ἀντιθέῳ Ὀδυσῆϊ</l><l n="141">αὖθι κατακτεῖναι μηδʼ ἐξέμεν ἂψ ἐς Ἀχαιούς,</l><l n="142">νῦν μὲν δὴ τοῦ πατρὸς ἀεικέα τίσετε λώβην.</l></q><l n="143"><milestone ed="P" unit="para"/>ἦ, καὶ Πείσανδρον μὲν ἀφʼ ἵππων ὦσε χαμᾶζε</l><l n="144">δουρὶ βαλὼν πρὸς στῆθος· ὃ δʼ ὕπτιος οὔδει ἐρείσθη.</l><l n="145">Ἱππόλοχος δʼ ἀπόρουσε, τὸν αὖ χαμαὶ ἐξενάριξε</l><l n="146">χεῖρας ἀπὸ ξίφεϊ τμήξας ἀπό τʼ αὐχένα κόψας,</l><l n="147">ὅλμον δʼ ὣς ἔσσευε κυλίνδεσθαι διʼ ὁμίλου.</l><l n="148">τοὺς μὲν ἔασʼ· ὃ δʼ ὅθι πλεῖσται κλονέοντο φάλαγγες,</l><l n="149">τῇ ῥʼ ἐνόρουσʼ, ἅμα δʼ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοί.</l><l n="150">πεζοὶ μὲν πεζοὺς ὄλεκον φεύγοντας ἀνάγκῃ,</l><l n="151">ἱππεῖς δʼ ἱππῆας· ὑπὸ δέ σφισιν ὦρτο κονίη</l><l n="152">ἐκ πεδίου, τὴν ὦρσαν ἐρίγδουποι πόδες ἵππων</l><l n="153">χαλκῷ δηϊόωντες· ἀτὰρ κρείων Ἀγαμέμνων</l><l n="154">αἰὲν ἀποκτείνων ἕπετʼ Ἀργείοισι κελεύων.</l><l n="155">ὡς δʼ ὅτε πῦρ ἀΐδηλον ἐν ἀξύλῳ ἐμπέσῃ ὕλῃ,</l><l n="156">πάντῃ τʼ εἰλυφόων ἄνεμος φέρει, οἳ δέ τε θάμνοι</l><l n="157">πρόρριζοι πίπτουσιν ἐπειγόμενοι πυρὸς ὁρμῇ·</l><l n="158">ὣς ἄρʼ ὑπʼ Ἀτρεΐδῃ Ἀγαμέμνονι πῖπτε κάρηνα</l><l n="159">Τρώων φευγόντων, πολλοὶ δʼ ἐριαύχενες ἵπποι</l><l n="160">κείνʼ ὄχεα κροτάλιζον ἀνὰ πτολέμοιο γεφύρας</l><l n="161">ἡνιόχους ποθέοντες ἀμύμονας· οἳ δʼ ἐπὶ γαίῃ</l><l n="162">κείατο, γύπεσσιν πολὺ φίλτεροι ἢ ἀλόχοισιν.</l><milestone ed="p" n="163" unit="card"/><l n="163"><milestone ed="P" unit="para"/>Ἕκτορα δʼ ἐκ βελέων ὕπαγε Ζεὺς ἔκ τε κονίης</l><l n="164">ἔκ τʼ ἀνδροκτασίης ἔκ θʼ αἵματος ἔκ τε κυδοιμοῦ·</l><l n="165">Ἀτρεΐδης δʼ ἕπετο σφεδανὸν Δαναοῖσι κελεύων.</l><l n="166">οἳ δὲ παρʼ Ἴλου σῆμα παλαιοῦ Δαρδανίδαο</l><l n="167">μέσσον κὰπ πεδίον παρʼ ἐρινεὸν ἐσσεύοντο</l><l n="168">ἱέμενοι πόλιος· ὃ δὲ κεκλήγων ἕπετʼ αἰεὶ</l><l n="169">Ἀτρεΐδης, λύθρῳ δὲ παλάσσετο χεῖρας ἀάπτους.</l><l n="170">ἀλλʼ ὅτε δὴ Σκαιάς τε πύλας καὶ φηγὸν ἵκοντο,</l><l n="171">ἔνθʼ ἄρα δὴ ἵσταντο καὶ ἀλλήλους ἀνέμιμνον.</l><l n="172">οἳ δʼ ἔτι κὰμ μέσσον πεδίον φοβέοντο βόες ὥς,</l><l n="173">ἅς τε λέων ἐφόβησε μολὼν ἐν νυκτὸς ἀμολγῷ</l><l n="174">πάσας· τῇ δέ τʼ ἰῇ ἀναφαίνεται αἰπὺς ὄλεθρος·</l><l n="175">τῆς δʼ ἐξ αὐχένʼ ἔαξε λαβὼν κρατεροῖσιν ὀδοῦσι</l><l n="176">πρῶτον, ἔπειτα δέ θʼ αἷμα καὶ ἔγκατα πάντα λαφύσσει·</l><l n="177">ὣς τοὺς Ἀτρεΐδης ἔφεπε κρείων Ἀγαμέμνων</l><l n="178">αἰὲν ἀποκτείνων τὸν ὀπίστατον· οἳ δʼ ἐφέβοντο.</l><l n="179">πολλοὶ δὲ πρηνεῖς τε καὶ ὕπτιοι ἔκπεσον ἵππων</l><l n="180">Ἀτρεΐδεω ὑπὸ χερσί· περὶ πρὸ γὰρ ἔγχεϊ θῦεν.</l><l n="181">ἀλλʼ ὅτε δὴ τάχʼ ἔμελλεν ὑπὸ πτόλιν αἰπύ τε τεῖχος</l><l n="182">ἵξεσθαι, τότε δή ῥα πατὴρ ἀνδρῶν τε θεῶν τε</l><l n="183">Ἴδης ἐν κορυφῇσι καθέζετο πιδηέσσης</l><l n="184">οὐρανόθεν καταβάς· ἔχε δʼ ἀστεροπὴν μετὰ χερσίν.</l><l n="185">Ἶριν δʼ ὄτρυνε χρυσόπτερον ἀγγελέουσαν·</l><q><l n="186">βάσκʼ ἴθι Ἶρι ταχεῖα, τὸν Ἕκτορι μῦθον ἐνίσπες·</l><l n="187">ὄφρʼ ἂν μέν κεν ὁρᾷ Ἀγαμέμνονα ποιμένα λαῶν</l><l n="188">θύνοντʼ ἐν προμάχοισιν ἐναίροντα στίχας ἀνδρῶν,</l><l n="189">τόφρʼ ἀναχωρείτω, τὸν δʼ ἄλλον λαὸν ἀνώχθω</l><l n="190">μάρνασθαι δηΐοισι κατὰ κρατερὴν ὑσμίνην.</l><l n="191">αὐτὰρ ἐπεί κʼ ἢ δουρὶ τυπεὶς ἢ βλήμενος ἰῷ</l><l n="192">εἰς ἵππους ἅλεται, τότε οἱ κράτος ἐγγυαλίξω</l><l n="193">κτείνειν εἰς ὅ κε νῆας ἐϋσσέλμους ἀφίκηται</l><l n="194">δύῃ τʼ ἠέλιος καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθῃ.</l></q><l n="195"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε ποδήνεμος ὠκέα Ἶρις,</l><l n="196">βῆ δὲ κατʼ Ἰδαίων ὀρέων εἰς Ἴλιον ἱρήν.</l><l n="197">εὗρʼ υἱὸν Πριάμοιο δαΐφρονος Ἕκτορα δῖον</l><l n="198">ἑσταότʼ ἔν θʼ ἵπποισι καὶ ἅρμασι κολλητοῖσιν·</l><l n="199">ἀγχοῦ δʼ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις·</l><q><l n="200">Ἕκτορ υἱὲ Πριάμοιο Διὶ μῆτιν ἀτάλαντε</l><l n="201">Ζεύς με πατὴρ προέηκε τεῒν τάδε μυθήσασθαι.</l><l n="202">ὄφρʼ ἂν μέν κεν ὁρᾷς Ἀγαμέμνονα ποιμένα λαῶν</l><l n="203">θύνοντʼ ἐν προμάχοισιν, ἐναίροντα στίχας ἀνδρῶν,</l><l n="204">τόφρʼ ὑπόεικε μάχης, τὸν δʼ ἄλλον λαὸν ἄνωχθι</l><l n="205">μάρνασθαι δηΐοισι κατὰ κρατερὴν ὑσμίνην.</l><l n="206">αὐτὰρ ἐπεί κʼ ἢ δουρὶ τυπεὶς ἢ βλήμενος ἰῷ</l><l n="207">εἰς ἵππους ἅλεται, τότε τοι κράτος ἐγγυαλίξει</l><l n="208">κτείνειν, εἰς ὅ κε νῆας ἐϋσσέλμους ἀφίκηαι</l><l n="209">δύῃ τʼ ἠέλιος καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθῃ.</l><milestone ed="p" n="210" unit="card"/></q><l n="210"><milestone ed="P" unit="para"/>ἣ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πόδας ὠκέα Ἶρις,</l><l n="211">Ἕκτωρ δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε,</l><l n="212">πάλλων δʼ ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ</l><l n="213">ὀτρύνων μαχέσασθαι, ἔγειρε δὲ φύλοπιν αἰνήν.</l><l n="214">οἳ δʼ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν,</l><l n="215">Ἀργεῖοι δʼ ἑτέρωθεν ἐκαρτύναντο φάλαγγας.</l><l n="216">ἀρτύνθη δὲ μάχη, στὰν δʼ ἀντίοι· ἐν δʼ Ἀγαμέμνων</l><l n="217">πρῶτος ὄρουσʼ, ἔθελεν δὲ πολὺ προμάχεσθαι ἁπάντων.</l><l n="218"><milestone ed="P" unit="para"/>ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματʼ ἔχουσαι</l><l n="219">ὅς τις δὴ πρῶτος Ἀγαμέμνονος ἀντίον ἦλθεν</l><l n="220">ἢ αὐτῶν Τρώων ἠὲ κλειτῶν ἐπικούρων.</l><l n="221"><milestone ed="P" unit="para"/>Ἰφιδάμας Ἀντηνορίδης ἠΰς τε μέγας τε</l><l n="222">ὃς τράφη ἐν Θρῄκῃ ἐριβώλακι μητέρι μήλων·</l><l n="223">Κισσῆς τόν γʼ ἔθρεψε δόμοις ἔνι τυτθὸν ἐόντα</l><l n="224">μητροπάτωρ, ὃς τίκτε Θεανὼ καλλιπάρῃον·</l><l n="225">αὐτὰρ ἐπεί ῥʼ ἥβης ἐρικυδέος ἵκετο μέτρον,</l><l n="226">αὐτοῦ μιν κατέρυκε, δίδου δʼ ὅ γε θυγατέρα ἥν·</l><l n="227">γήμας δʼ ἐκ θαλάμοιο μετὰ κλέος ἵκετʼ Ἀχαιῶν</l><l n="228">σὺν δυοκαίδεκα νηυσὶ κορωνίσιν, αἵ οἱ ἕποντο.</l><l n="229">τὰς μὲν ἔπειτʼ ἐν Περκώτῃ λίπε νῆας ἐΐσας,</l><l n="230">αὐτὰρ ὃ πεζὸς ἐὼν ἐς Ἴλιον εἰληλούθει·</l><l n="231">ὅς ῥα τότʼ Ἀτρεΐδεω Ἀγαμέμνονος ἀντίον ἦλθεν.</l><l n="232">οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,</l><l n="233">Ἀτρεΐδης μὲν ἅμαρτε, παραὶ δέ οἱ ἐτράπετʼ ἔγχος,</l><l n="234">Ἰφιδάμας δὲ κατὰ ζώνην θώρηκος ἔνερθε</l><l n="235">νύξʼ, ἐπὶ δʼ αὐτὸς ἔρεισε βαρείῃ χειρὶ πιθήσας·</l><l n="236">οὐδʼ ἔτορε ζωστῆρα παναίολον, ἀλλὰ πολὺ πρὶν</l><l n="237">ἀργύρῳ ἀντομένη μόλιβος ὣς ἐτράπετʼ αἰχμή.</l><l n="238">καὶ τό γε χειρὶ λαβὼν εὐρὺ κρείων Ἀγαμέμνων</l><l n="239">ἕλκʼ ἐπὶ οἷ μεμαὼς ὥς τε λίς, ἐκ δʼ ἄρα χειρὸς</l><l n="240">σπάσσατο· τὸν δʼ ἄορι πλῆξʼ αὐχένα, λῦσε δὲ γυῖα.</l><l n="241">ὣς ὃ μὲν αὖθι πεσὼν κοιμήσατο χάλκεον ὕπνον</l><l n="242">οἰκτρὸς ἀπὸ μνηστῆς ἀλόχου, ἀστοῖσιν ἀρήγων,</l><l n="243">κουριδίης, ἧς οὔ τι χάριν ἴδε, πολλὰ δʼ ἔδωκε·</l><l n="244">πρῶθʼ ἑκατὸν βοῦς δῶκεν, ἔπειτα δὲ χίλιʼ ὑπέστη</l><l n="245">αἶγας ὁμοῦ καὶ ὄϊς, τά οἱ ἄσπετα ποιμαίνοντο.</l><l n="246">δὴ τότε γʼ Ἀτρεΐδης Ἀγαμέμνων ἐξενάριξε,</l><l n="247">βῆ δὲ φέρων ἀνʼ ὅμιλον Ἀχαιῶν τεύχεα καλά.</l><milestone ed="p" n="248" unit="card"/><l n="248"><milestone ed="P" unit="para"/>τὸν δʼ ὡς οὖν ἐνόησε Κόων ἀριδείκετος ἀνδρῶν</l><l n="249">πρεσβυγενὴς Ἀντηνορίδης, κρατερόν ῥά ἑ πένθος</l><l n="250">ὀφθαλμοὺς ἐκάλυψε κασιγνήτοιο πεσόντος.</l><l n="251">στῆ δʼ εὐρὰξ σὺν δουρὶ λαθὼν Ἀγαμέμνονα δῖον,</l><l n="252">νύξε δέ μιν κατὰ χεῖρα μέσην ἀγκῶνος ἔνερθε,</l><l n="253">ἀντικρὺ δὲ διέσχε φαεινοῦ δουρὸς ἀκωκή.</l><l n="254">ῥίγησέν τʼ ἄρʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων·</l><l n="255">ἀλλʼ οὐδʼ ὧς ἀπέληγε μάχης ἠδὲ πτολέμοιο,</l><l n="256">ἀλλʼ ἐπόρουσε Κόωνι ἔχων ἀνεμοτρεφὲς ἔγχος.</l><l n="257">ἤτοι ὃ Ἰφιδάμαντα κασίγνητον καὶ ὄπατρον</l><l n="258">ἕλκε ποδὸς μεμαώς, καὶ ἀΰτει πάντας ἀρίστους·</l><l n="259">τὸν δʼ ἕλκοντʼ ἀνʼ ὅμιλον ὑπʼ ἀσπίδος ὀμφαλοέσσης</l><l n="260">οὔτησε ξυστῷ χαλκήρεϊ, λῦσε δὲ γυῖα·</l><l n="261">τοῖο δʼ ἐπʼ Ἰφιδάμαντι κάρη ἀπέκοψε παραστάς.</l><l n="262">ἔνθʼ Ἀντήνορος υἷες ὑπʼ Ἀτρεΐδῃ βασιλῆϊ</l><l n="263">πότμον ἀναπλήσαντες ἔδυν δόμον Ἄϊδος εἴσω.</l><l n="264"><milestone ed="P" unit="para"/>αὐτὰρ ὃ τῶν ἄλλων ἐπεπωλεῖτο στίχας ἀνδρῶν</l><l n="265">ἔγχεΐ τʼ ἄορί τε μεγάλοισί τε χερμαδίοισιν,</l><l n="266">ὄφρά οἱ αἷμʼ ἔτι θερμὸν ἀνήνοθεν ἐξ ὠτειλῆς.</l><l n="267">αὐτὰρ ἐπεὶ τὸ μὲν ἕλκος ἐτέρσετο, παύσατο δʼ αἷμα,</l><l n="268">ὀξεῖαι δʼ ὀδύναι δῦνον μένος Ἀτρεΐδαο.</l><l n="269">ὡς δʼ ὅτʼ ἂν ὠδίνουσαν ἔχῃ βέλος ὀξὺ γυναῖκα</l><l n="270">δριμύ, τό τε προϊεῖσι μογοστόκοι Εἰλείθυιαι</l><l n="271">Ἥρης θυγατέρες πικρὰς ὠδῖνας ἔχουσαι,</l><l n="272">ὣς ὀξεῖʼ ὀδύναι δῦνον μένος Ἀτρεΐδαο.</l><l n="273">ἐς δίφρον δʼ ἀνόρουσε, καὶ ἡνιόχῳ ἐπέτελλε</l><l n="274">νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν· ἤχθετο γὰρ κῆρ.</l><l n="275">ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς·</l><q><l n="276">ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες</l><l n="277">ὑμεῖς μὲν νῦν νηυσὶν ἀμύνετε ποντοπόροισι</l><l n="278">φύλοπιν ἀργαλέην, ἐπεὶ οὐκ ἐμὲ μητίετα Ζεὺς</l><l n="279">εἴασε Τρώεσσι πανημέριον πολεμίζειν.</l></q><l n="280"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, ἡνίοχος δʼ ἵμασεν καλλίτριχας ἵππους</l><l n="281">νῆας ἔπι γλαφυράς· τὼ δʼ οὐκ ἀέκοντε πετέσθην·</l><l n="282">ἄφρεον δὲ στήθεα, ῥαίνοντο δὲ νέρθε κονίῃ</l><l n="283">τειρόμενον βασιλῆα μάχης ἀπάνευθε φέροντες.</l><l n="284"><milestone ed="P" unit="para"/>Ἕκτωρ δʼ ὡς ἐνόησʼ Ἀγαμέμνονα νόσφι κιόντα</l><l n="285">Τρωσί τε καὶ Λυκίοισιν ἐκέκλετο μακρὸν ἀΰσας·</l><q><l n="286">Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ</l><l n="287">ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς.</l><l n="288">οἴχετʼ ἀνὴρ ὤριστος, ἐμοὶ δὲ μέγʼ εὖχος ἔδωκε</l><l n="289">Ζεὺς Κρονίδης· ἀλλʼ ἰθὺς ἐλαύνετε μώνυχας ἵππους</l><l n="290">ἰφθίμων Δαναῶν, ἵνʼ ὑπέρτερον εὖχος ἄρησθε.</l><milestone ed="p" n="291" unit="card"/></q><l n="291"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.</l><l n="292">ὡς δʼ ὅτε πού τις θηρητὴρ κύνας ἀργιόδοντας</l><l n="293">σεύῃ ἐπʼ ἀγροτέρῳ συῒ καπρίῳ ἠὲ λέοντι,</l><l n="294">ὣς ἐπʼ Ἀχαιοῖσιν σεῦε Τρῶας μεγαθύμους</l><l n="295">Ἕκτωρ Πριαμίδης βροτολοιγῷ ἶσος Ἄρηϊ.</l><l n="296">αὐτὸς δʼ ἐν πρώτοισι μέγα φρονέων ἐβεβήκει,</l><l n="297">ἐν δʼ ἔπεσʼ ὑσμίνῃ ὑπεραέϊ ἶσος ἀέλλῃ,</l><l n="298">ἥ τε καθαλλομένη ἰοειδέα πόντον ὀρίνει.</l><l n="299"><milestone ed="P" unit="para"/>ἔνθα τίνα πρῶτον, τίνα δʼ ὕστατον ἐξενάριξεν</l><l n="300">Ἕκτωρ Πριαμίδης, ὅτε οἱ Ζεὺς κῦδος ἔδωκεν;</l><l n="301">Ἀσαῖον μὲν πρῶτα καὶ Αὐτόνοον καὶ Ὀπίτην</l><l n="302">καὶ Δόλοπα Κλυτίδην καὶ Ὀφέλτιον ἠδʼ Ἀγέλαον</l><l n="303">Αἴσυμνόν τʼ Ὦρόν τε καὶ Ἱππόνοον μενεχάρμην.</l><l n="304">τοὺς ἄρʼ ὅ γʼ ἡγεμόνας Δαναῶν ἕλεν, αὐτὰρ ἔπειτα</l><l n="305">πληθύν, ὡς ὁπότε νέφεα Ζέφυρος στυφελίξῃ</l><l n="306">ἀργεστᾶο Νότοιο βαθείῃ λαίλαπι τύπτων·</l><l n="307">πολλὸν δὲ τρόφι κῦμα κυλίνδεται, ὑψόσε δʼ ἄχνη</l><l n="308">σκίδναται ἐξ ἀνέμοιο πολυπλάγκτοιο ἰωῆς·</l><l n="309">ὣς ἄρα πυκνὰ καρήαθʼ ὑφʼ Ἕκτορι δάμνατο λαῶν.</l><l n="310"><milestone ed="P" unit="para"/>ἔνθά κε λοιγὸς ἔην καὶ ἀμήχανα ἔργα γένοντο,</l><l n="311">καί νύ κεν ἐν νήεσσι πέσον φεύγοντες Ἀχαιοί,</l><l n="312">εἰ μὴ Τυδεΐδῃ Διομήδεϊ κέκλετʼ Ὀδυσσεύς·</l><q><l n="313">Τυδεΐδη τί παθόντε λελάσμεθα θούριδος ἀλκῆς;</l><l n="314">ἀλλʼ ἄγε δεῦρο πέπον, παρʼ ἔμʼ ἵσταο· δὴ γὰρ ἔλεγχος</l><l n="315">ἔσσεται εἴ κεν νῆας ἕλῃ κορυθαίολος Ἕκτωρ.</l></q><l n="316"><milestone ed="P" unit="para"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη κρατερὸς Διομήδης·</l><q><l n="317">ἤτοι ἐγὼ μενέω καὶ τλήσομαι· ἀλλὰ μίνυνθα</l><l n="318">ἡμέων ἔσσεται ἦδος, ἐπεὶ νεφεληγερέτα Ζεὺς</l><l n="319">Τρωσὶν δὴ βόλεται δοῦναι κράτος ἠέ περ ἡμῖν.</l></q><l n="320"><milestone ed="P" unit="para"/>ἦ καὶ Θυμβραῖον μὲν ἀφʼ ἵππων ὦσε χαμᾶζε</l><l n="321">δουρὶ βαλὼν κατὰ μαζὸν ἀριστερόν· αὐτὰρ Ὀδυσσεὺς</l><l n="322">ἀντίθεον θεράποντα Μολίονα τοῖο ἄνακτος.</l><l n="323">τοὺς μὲν ἔπειτʼ εἴασαν, ἐπεὶ πολέμου ἀπέπαυσαν·</l><l n="324">τὼ δʼ ἀνʼ ὅμιλον ἰόντε κυδοίμεον, ὡς ὅτε κάπρω</l><l n="325">ἐν κυσὶ θηρευτῇσι μέγα φρονέοντε πέσητον·</l><l n="326">ὣς ὄλεκον Τρῶας πάλιν ὀρμένω· αὐτὰρ Ἀχαιοὶ</l><l n="327">ἀσπασίως φεύγοντες ἀνέπνεον Ἕκτορα δῖον.</l><l n="328"><milestone ed="P" unit="para"/>ἔνθʼ ἑλέτην δίφρόν τε καὶ ἀνέρε δήμου ἀρίστω</l><l n="329">υἷε δύω Μέροπος Περκωσίου, ὃς περὶ πάντων</l><l n="330">ᾔδεε μαντοσύνας, οὐδὲ οὓς παῖδας ἔασκε</l><l n="331">στείχειν ἐς πόλεμον φθισήνορα· τὼ δέ οἱ οὔ τι</l><l n="332">πειθέσθην· κῆρες γὰρ ἄγον μέλανος θανάτοιο.</l><l n="333">τοὺς μὲν Τυδεΐδης δουρικλειτὸς Διομήδης</l><l n="334">θυμοῦ καὶ ψυχῆς κεκαδὼν κλυτὰ τεύχεʼ ἀπηύρα·</l><l n="335">Ἱππόδαμον δʼ Ὀδυσεὺς καὶ Ὑπείροχον ἐξενάριξεν.</l><milestone ed="p" n="336" unit="card"/><l n="336"><milestone ed="P" unit="para"/>ἔνθά σφιν κατὰ ἶσα μάχην ἐτάνυσσε Κρονίων</l><l n="337">ἐξ Ἴδης καθορῶν· τοὶ δʼ ἀλλήλους ἐνάριζον.</l><l n="338">ἤτοι Τυδέος υἱὸς Ἀγάστροφον οὔτασε δουρὶ</l><l n="339">Παιονίδην ἥρωα κατʼ ἰσχίον· οὐ δέ οἱ ἵπποι</l><l n="340">ἐγγὺς ἔσαν προφυγεῖν, ἀάσατο δὲ μέγα θυμῷ.</l><l n="341">τοὺς μὲν γὰρ θεράπων ἀπάνευθʼ ἔχεν, αὐτὰρ ὃ πεζὸς</l><l n="342">θῦνε διὰ προμάχων, εἷος φίλον ὤλεσε θυμόν.</l><l n="343">Ἕκτωρ δʼ ὀξὺ νόησε κατὰ στίχας, ὦρτο δʼ ἐπʼ αὐτοὺς</l><l n="344">κεκλήγων· ἅμα δὲ Τρώων εἵποντο φάλαγγες.</l><l n="345">τὸν δὲ ἰδὼν ῥίγησε βοὴν ἀγαθὸς Διομήδης,</l><l n="346">αἶψα δʼ Ὀδυσσῆα προσεφώνεεν ἐγγὺς ἐόντα·</l><q><l n="347">νῶϊν δὴ τόδε πῆμα κυλίνδεται ὄβριμος Ἕκτωρ·</l><l n="348">ἀλλʼ ἄγε δὴ στέωμεν καὶ ἀλεξώμεσθα μένοντες.</l></q><l n="349"><milestone ed="P" unit="para"/>ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος</l><l n="350">καὶ βάλεν, οὐδʼ ἀφάμαρτε τιτυσκόμενος κεφαλῆφιν,</l><l n="351">ἄκρην κὰκ κόρυθα· πλάγχθη δʼ ἀπὸ χαλκόφι χαλκός,</l><l n="352">οὐδʼ ἵκετο χρόα καλόν· ἐρύκακε γὰρ τρυφάλεια</l><l n="353">τρίπτυχος αὐλῶπις, τήν οἱ πόρε Φοῖβος Ἀπόλλων.</l><l n="354">Ἕκτωρ δʼ ὦκʼ ἀπέλεθρον ἀνέδραμε, μίκτο δʼ ὁμίλῳ,</l><l n="355">στῆ δὲ γνὺξ ἐριπὼν καὶ ἐρείσατο χειρὶ παχείῃ</l><l n="356">γαίης· ἀμφὶ δὲ ὄσσε κελαινὴ νὺξ ἐκάλυψεν.</l><l n="357">ὄφρα δὲ Τυδεΐδης μετὰ δούρατος ᾤχετʼ ἐρωὴν</l><l n="358">τῆλε διὰ προμάχων, ὅθι οἱ καταείσατο γαίης</l><l n="359">τόφρʼ Ἕκτωρ ἔμπνυτο, καὶ ἂψ ἐς δίφρον ὀρούσας</l><l n="360">ἐξέλασʼ ἐς πληθύν, καὶ ἀλεύατο κῆρα μέλαιναν.</l><l n="361">δουρὶ δʼ ἐπαΐσσων προσέφη κρατερὸς Διομήδης·</l><q><l n="362">ἐξ αὖ νῦν ἔφυγες θάνατον κύον· ἦ τέ τοι ἄγχι</l><l n="363">ἦλθε κακόν· νῦν αὖτέ σʼ ἐρύσατο Φοῖβος Ἀπόλλων</l><l n="364">ᾧ μέλλεις εὔχεσθαι ἰὼν ἐς δοῦπον ἀκόντων.</l><l n="365">ἦ θήν σʼ ἐξανύω γε καὶ ὕστερον ἀντιβολήσας,</l><l n="366">εἴ πού τις καὶ ἔμοιγε θεῶν ἐπιτάρροθός ἐστι.</l><l n="367">νῦν αὖ τοὺς ἄλλους ἐπιείσομαι, ὅν κε κιχείω.</l></q><milestone ed="p" n="368" unit="card"/><l n="368"><milestone ed="P" unit="para"/>ἦ, καὶ Παιονίδην δουρὶ κλυτὸν ἐξενάριζεν.</l><l n="369">αὐτὰρ Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο</l><l n="370">Τυδεΐδῃ ἔπι τόξα τιταίνετο ποιμένι λαῶν,</l><l n="371">στήλῃ κεκλιμένος ἀνδροκμήτῳ ἐπὶ τύμβῳ</l><l n="372">Ἴλου Δαρδανίδαο, παλαιοῦ δημογέροντος.</l><l n="373">ἤτοι ὃ μὲν θώρηκα Ἀγαστρόφου ἰφθίμοιο</l><l n="374">αἴνυτʼ ἀπὸ στήθεσφι παναίολον ἀσπίδα τʼ ὤμων</l><l n="375">καὶ κόρυθα βριαρήν· ὃ δὲ τόξου πῆχυν ἄνελκε</l><l n="376">καὶ βάλεν, οὐδʼ ἄρα μιν ἅλιον βέλος ἔκφυγε χειρός,</l><l n="377">ταρσὸν δεξιτεροῖο ποδός· διὰ δʼ ἀμπερὲς ἰὸς</l><l n="378">ἐν γαίῃ κατέπηκτο· ὃ δὲ μάλα ἡδὺ γελάσσας</l><l n="379">ἐκ λόχου ἀμπήδησε καὶ εὐχόμενος ἔπος ηὔδα·</l><q><l n="380">βέβληαι οὐδʼ ἅλιον βέλος ἔκφυγεν· ὡς ὄφελόν τοι</l><l n="381">νείατον ἐς κενεῶνα βαλὼν ἐκ θυμὸν ἑλέσθαι.</l><l n="382">οὕτω κεν καὶ Τρῶες ἀνέπνευσαν κακότητος,</l><l n="383">οἵ τέ σε πεφρίκασι λέονθʼ ὡς μηκάδες αἶγες.</l></q><l n="384"><milestone ed="P" unit="para"/>τὸν δʼ οὐ ταρβήσας προσέφη κρατερὸς Διομήδης·</l><q><l n="385">τοξότα λωβητὴρ κέρᾳ ἀγλαὲ παρθενοπῖπα</l><l n="386">εἰ μὲν δὴ ἀντίβιον σὺν τεύχεσι πειρηθείης,</l><l n="387">οὐκ ἄν τοι χραίσμῃσι βιὸς καὶ ταρφέες ἰοί·</l><l n="388">νῦν δέ μʼ ἐπιγράψας ταρσὸν ποδὸς εὔχεαι αὔτως.</l><l n="389">οὐκ ἀλέγω, ὡς εἴ με γυνὴ βάλοι ἢ πάϊς ἄφρων·</l><l n="390">κωφὸν γὰρ βέλος ἀνδρὸς ἀνάλκιδος οὐτιδανοῖο.</l><l n="391">ἦ τʼ ἄλλως ὑπʼ ἐμεῖο, καὶ εἴ κʼ ὀλίγον περ ἐπαύρῃ,</l><l n="392">ὀξὺ βέλος πέλεται, καὶ ἀκήριον αἶψα τίθησι.</l><l n="393">τοῦ δὲ γυναικὸς μέν τʼ ἀμφίδρυφοί εἰσι παρειαί,</l><l n="394">παῖδες δʼ ὀρφανικοί· ὃ δέ θʼ αἵματι γαῖαν ἐρεύθων</l><l n="395">πύθεται, οἰωνοὶ δὲ περὶ πλέες ἠὲ γυναῖκες.</l></q><l n="396"><milestone ed="P" unit="para"/>ὣς φάτο, τοῦ δʼ Ὀδυσεὺς δουρικλυτὸς ἐγγύθεν ἐλθὼν</l><l n="397">ἔστη πρόσθʼ· ὃ δʼ ὄπισθε καθεζόμενος βέλος ὠκὺ</l><l n="398">ἐκ ποδὸς ἕλκʼ, ὀδύνη δὲ διὰ χροὸς ἦλθʼ ἀλεγεινή.</l><l n="399">ἐς δίφρον δʼ ἀνόρουσε, καὶ ἡνιόχῳ ἐπέτελλε</l><l n="400">νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν· ἤχθετο γὰρ κῆρ.</l><l n="401"><milestone ed="P" unit="para"/>οἰώθη δʼ Ὀδυσεὺς δουρὶ κλυτός, οὐδέ τις αὐτῷ</l><l n="402">Ἀργείων παρέμεινεν, ἐπεὶ φόβος ἔλλαβε πάντας·</l><l n="403">ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·</l><q><l n="404">ὤ μοι ἐγὼ τί πάθω; μέγα μὲν κακὸν αἴ κε φέβωμαι</l><l n="405">πληθὺν ταρβήσας· τὸ δὲ ῥίγιον αἴ κεν ἁλώω</l><l n="406">μοῦνος· τοὺς δʼ ἄλλους Δαναοὺς ἐφόβησε Κρονίων.</l><l n="407">ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός;</l><l n="408">οἶδα γὰρ ὅττι κακοὶ μὲν ἀποίχονται πολέμοιο,</l><l n="409">ὃς δέ κʼ ἀριστεύῃσι μάχῃ ἔνι τὸν δὲ μάλα χρεὼ</l><l n="410">ἑστάμεναι κρατερῶς, ἤ τʼ ἔβλητʼ ἤ τʼ ἔβαλʼ ἄλλον.</l></q><milestone ed="p" n="411" unit="card"/><l n="411"><milestone ed="P" unit="para"/>εἷος ὃ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,</l><l n="412">τόφρα δʼ ἐπὶ Τρώων στίχες ἤλυθον ἀσπιστάων,</l><l n="413">ἔλσαν δʼ ἐν μέσσοισι, μετὰ σφίσι πῆμα τιθέντες.</l><l n="414">ὡς δʼ ὅτε κάπριον ἀμφὶ κύνες θαλεροί τʼ αἰζηοὶ</l><l n="415">σεύωνται, ὃ δέ τʼ εἶσι βαθείης ἐκ ξυλόχοιο</l><l n="416">θήγων λευκὸν ὀδόντα μετὰ γναμπτῇσι γένυσσιν,</l><l n="417">ἀμφὶ δέ τʼ ἀΐσσονται, ὑπαὶ δέ τε κόμπος ὀδόντων</l><l n="418">γίγνεται, οἳ δὲ μένουσιν ἄφαρ δεινόν περ ἐόντα,</l><l n="419">ὥς ῥα τότʼ ἀμφʼ Ὀδυσῆα Διῒ φίλον ἐσσεύοντο</l><l n="420">Τρῶες· ὃ δὲ πρῶτον μὲν ἀμύμονα Δηϊοπίτην</l><l n="421">οὔτασεν ὦμον ὕπερθεν ἐπάλμενος ὀξέϊ δουρί,</l><l n="422">αὐτὰρ ἔπειτα Θόωνα καὶ Ἔννομον ἐξενάριξε.</l><l n="423">Χερσιδάμαντα δʼ ἔπειτα καθʼ ἵππων ἀΐξαντα</l><l n="424">δουρὶ κατὰ πρότμησιν ὑπʼ ἀσπίδος ὀμφαλοέσσης</l><l n="425">νύξεν· ὃ δʼ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ.</l><l n="426">τοὺς μὲν ἔασʼ, ὃ δʼ ἄρʼ Ἱππασίδην Χάροπʼ οὔτασε δουρὶ</l><l n="427">αὐτοκασίγνητον εὐηφενέος Σώκοιο.</l><l n="428">τῷ δʼ ἐπαλεξήσων Σῶκος κίεν ἰσόθεος φώς,</l><l n="429">στῆ δὲ μάλʼ ἐγγὺς ἰὼν καί μιν πρὸς μῦθον ἔειπεν</l><q><l n="430">ὦ Ὀδυσεῦ πολύαινε δόλων ἆτʼ ἠδὲ πόνοιο</l><l n="431">σήμερον ἢ δοιοῖσιν ἐπεύξεαι Ἱππασίδῃσι</l><l n="432">τοιώδʼ ἄνδρε κατακτείνας καὶ τεύχεʼ ἀπούρας,</l><l n="433">ἤ κεν ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσῃς.</l></q><l n="434"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν οὔτησε κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην.</l><l n="435">διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος,</l><l n="436">καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο,</l><l n="437">πάντα δʼ ἀπὸ πλευρῶν χρόα ἔργαθεν, οὐδʼ ἔτʼ ἔασε</l><l n="438">Παλλὰς Ἀθηναίη μιχθήμεναι ἔγκασι φωτός.</l><l n="439">γνῶ δʼ Ὀδυσεὺς ὅ οἱ οὔ τι τέλος κατακαίριον ἦλθεν,</l><l n="440">ἂψ δʼ ἀναχωρήσας Σῶκον πρὸς μῦθον ἔειπεν·</l><q><l n="441">ἆ δείλʼ ἦ μάλα δή σε κιχάνεται αἰπὺς ὄλεθρος.</l><l n="442">ἤτοι μέν ῥʼ ἔμʼ ἔπαυσας ἐπὶ Τρώεσσι μάχεσθαι·</l><l n="443">σοὶ δʼ ἐγὼ ἐνθάδε φημὶ φόνον καὶ κῆρα μέλαιναν</l><l n="444">ἤματι τῷδʼ ἔσσεσθαι, ἐμῷ δʼ ὑπὸ δουρὶ δαμέντα</l><l n="445">εὖχος ἐμοὶ δώσειν, ψυχὴν δʼ Ἄϊδι κλυτοπώλῳ.</l></q><l n="446"><milestone ed="P" unit="para"/>ἦ, καὶ ὃ μὲν φύγαδʼ αὖτις ὑποστρέψας ἐβεβήκει,</l><l n="447">τῷ δὲ μεταστρεφθέντι μεταφρένῳ ἐν δόρυ πῆξεν</l><l n="448">ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσε,</l><l n="449">δούπησεν δὲ πεσών· ὃ δʼ ἐπεύξατο δῖος Ὀδυσσεύς·</l><q><l n="450">ὦ Σῶχʼ Ἱππάσου υἱὲ δαΐφρονος ἱπποδάμοιο</l><l n="451">φθῆ σε τέλος θανάτοιο κιχήμενον, οὐδʼ ὑπάλυξας.</l><l n="452">ἆ δείλʼ οὐ μὲν σοί γε πατὴρ καὶ πότνια μήτηρ</l><l n="453">ὄσσε καθαιρήσουσι θανόντι περ, ἀλλʼ οἰωνοὶ</l><l n="454">ὠμησταὶ ἐρύουσι, περὶ πτερὰ πυκνὰ βαλόντες.</l><l n="455">αὐτὰρ ἔμʼ, εἴ κε θάνω, κτεριοῦσί γε δῖοι Ἀχαιοί.</l><milestone ed="p" n="456" unit="card"/></q><l n="456"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν Σώκοιο δαΐφρονος ὄβριμον ἔγχος</l><l n="457">ἔξω τε χροὸς ἕλκε καὶ ἀσπίδος ὀμφαλοέσσης·</l><l n="458">αἷμα δέ οἱ σπασθέντος ἀνέσσυτο, κῆδε δὲ θυμόν.</l><l n="459">Τρῶες δὲ μεγάθυμοι ὅπως ἴδον αἷμʼ Ὀδυσῆος</l><l n="460">κεκλόμενοι καθʼ ὅμιλον ἐπʼ αὐτῷ πάντες ἔβησαν.</l><l n="461">αὐτὰρ ὅ γʼ ἐξοπίσω ἀνεχάζετο, αὖε δʼ ἑταίρους.</l><l n="462">τρὶς μὲν ἔπειτʼ ἤϋσεν ὅσον κεφαλὴ χάδε φωτός,</l><l n="463">τρὶς δʼ ἄϊεν ἰάχοντος ἄρηι φίλος Μενέλαος.</l><l n="464">αἶψα δʼ ἄρʼ Αἴαντα προσεφώνεεν ἐγγὺς ἐόντα·</l><q><l n="465">Αἶαν διογενὲς Τελαμώνιε κοίρανε λαῶν</l><l n="466">ἀμφί μʼ Ὀδυσσῆος ταλασίφρονος ἵκετʼ ἀϋτὴ</l><l n="467">τῷ ἰκέλη ὡς εἴ ἑ βιῴατο μοῦνον ἐόντα</l><l n="468">Τρῶες ἀποτμήξαντες ἐνὶ κρατερῇ ὑσμίνῃ.</l><l n="469">ἀλλʼ ἴομεν καθʼ ὅμιλον· ἀλεξέμεναι γὰρ ἄμεινον.</l><l n="470">δείδω μή τι πάθῃσιν ἐνὶ Τρώεσσι μονωθεὶς</l><l n="471">ἐσθλὸς ἐών, μεγάλη δὲ ποθὴ Δαναοῖσι γένηται.</l></q><l n="472"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ὃ μὲν ἦρχʼ, ὃ δʼ ἅμʼ ἕσπετο ἰσόθεος φώς.</l><l n="473">εὗρον ἔπειτʼ Ὀδυσῆα Διῒ φίλον· ἀμφὶ δʼ ἄρʼ αὐτὸν</l><l n="474">Τρῶες ἕπονθʼ ὡς εἴ τε δαφοινοὶ θῶες ὄρεσφιν</l><l n="475">ἀμφʼ ἔλαφον κεραὸν βεβλημένον, ὅν τʼ ἔβαλʼ ἀνὴρ</l><l n="476">ἰῷ ἀπὸ νευρῆς· τὸν μέν τʼ ἤλυξε πόδεσσι</l><l n="477">φεύγων, ὄφρʼ αἷμα λιαρὸν καὶ γούνατʼ ὀρώρῃ·</l><l n="478">αὐτὰρ ἐπεὶ δὴ τόν γε δαμάσσεται ὠκὺς ὀϊστός,</l><l n="479">ὠμοφάγοι μιν θῶες ἐν οὔρεσι δαρδάπτουσιν</l><l n="480">ἐν νέμεϊ σκιερῷ· ἐπί τε λῖν ἤγαγε δαίμων</l><l n="481">σίντην· θῶες μέν τε διέτρεσαν, αὐτὰρ ὃ δάπτει·</l><l n="482">ὥς ῥα τότʼ ἀμφʼ Ὀδυσῆα δαΐφρονα ποικιλομήτην</l><l n="483">Τρῶες ἕπον πολλοί τε καὶ ἄλκιμοι, αὐτὰρ ὅ γʼ ἥρως</l><l n="484">ἀΐσσων ᾧ ἔγχει ἀμύνετο νηλεὲς ἦμαρ.</l><l n="485">Αἴας δʼ ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον,</l><l n="486">στῆ δὲ παρέξ· Τρῶες δὲ διέτρεσαν ἄλλυδις ἄλλος.</l><l n="487">ἤτοι τὸν Μενέλαος ἀρήϊος ἔξαγʼ ὁμίλου</l><l n="488">χειρὸς ἔχων, εἷος θεράπων σχεδὸν ἤλασεν ἵππους.</l><milestone ed="p" n="489" unit="card"/><l n="489"><milestone ed="P" unit="para"/>Αἴας δὲ Τρώεσσιν ἐπάλμενος εἷλε Δόρυκλον</l><l n="490">Πριαμίδην νόθον υἱόν, ἔπειτα δὲ Πάνδοκον οὖτα,</l><l n="491">οὖτα δὲ Λύσανδρον καὶ Πύρασον ἠδὲ Πυλάρτην.</l><l n="492">ὡς δʼ ὁπότε πλήθων ποταμὸς πεδίον δὲ κάτεισι</l><l n="493">χειμάρρους κατʼ ὄρεσφιν ὀπαζόμενος Διὸς ὄμβρῳ,</l><l n="494">πολλὰς δὲ δρῦς ἀζαλέας, πολλὰς δέ τε πεύκας</l><l n="495">ἐσφέρεται, πολλὸν δέ τʼ ἀφυσγετὸν εἰς ἅλα βάλλει,</l><l n="496">ὣς ἔφεπε κλονέων πεδίον τότε φαίδιμος Αἴας,</l><l n="497">δαΐζων ἵππους τε καὶ ἀνέρας· οὐδέ πω Ἕκτωρ</l><l n="498">πεύθετʼ, ἐπεί ῥα μάχης ἐπʼ ἀριστερὰ μάρνατο πάσης</l><l n="499">ὄχθας πὰρ ποταμοῖο Σκαμάνδρου, τῇ ῥα μάλιστα</l><l n="500">ἀνδρῶν πῖπτε κάρηνα, βοὴ δʼ ἄσβεστος ὀρώρει</l><l n="501">Νέστορά τʼ ἀμφὶ μέγαν καὶ ἀρήϊον Ἰδομενῆα.</l><l n="502">Ἕκτωρ μὲν μετὰ τοῖσιν ὁμίλει μέρμερα ῥέζων</l><l n="503">ἔγχεΐ θʼ ἱπποσύνῃ τε, νέων δʼ ἀλάπαζε φάλαγγας·</l><l n="504">οὐδʼ ἄν πω χάζοντο κελεύθου δῖοι Ἀχαιοὶ</l><l n="505">εἰ μὴ Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο</l><l n="506">παῦσεν ἀριστεύοντα Μαχάονα ποιμένα λαῶν,</l><l n="507">ἰῷ τριγλώχινι βαλὼν κατὰ δεξιὸν ὦμον.</l><l n="508">τῷ ῥα περίδεισαν μένεα πνείοντες Ἀχαιοὶ</l><l n="509">μή πώς μιν πολέμοιο μετακλινθέντος ἕλοιεν.</l><l n="510">αὐτίκα δʼ Ἰδομενεὺς προσεφώνεε Νέστορα δῖον·</l><q><l n="511">ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν</l><l n="512">ἄγρει σῶν ὀχέων ἐπιβήσεο, πὰρ δὲ Μαχάων</l><l n="513">βαινέτω, ἐς νῆας δὲ τάχιστʼ ἔχε μώνυχας ἵππους·</l><l n="514">ἰητρὸς γὰρ ἀνὴρ πολλῶν ἀντάξιος ἄλλων</l><l n="515">ἰούς τʼ ἐκτάμνειν ἐπί τʼ ἤπια φάρμακα πάσσειν.</l></q><l n="516"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε Γερήνιος ἱππότα Νέστωρ.</l><l n="517">αὐτίκα δʼ ὧν ὀχέων ἐπεβήσετο, πὰρ δὲ Μαχάων</l><l n="518">βαῖνʼ Ἀσκληπιοῦ υἱὸς ἀμύμονος ἰητῆρος·</l><l n="519">μάστιξεν δʼ ἵππους, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην</l><l n="520">νῆας ἔπι γλαφυράς· τῇ γὰρ φίλον ἔπλετο θυμῷ.</l><l n="521"><milestone ed="P" unit="para"/>Κεβριόνης δὲ Τρῶας ὀρινομένους ἐνόησεν</l><l n="522">Ἕκτορι παρβεβαώς, καί μιν πρὸς μῦθον ἔειπεν·</l><q><l n="523">Ἕκτορ νῶϊ μὲν ἐνθάδʼ ὁμιλέομεν Δαναοῖσιν</l><l n="524">ἐσχατιῇ πολέμοιο δυσηχέος· οἳ δὲ δὴ ἄλλοι</l><l n="525">Τρῶες ὀρίνονται ἐπιμὶξ ἵπποι τε καὶ αὐτοί.</l><l n="526">Αἴας δὲ κλονέει Τελαμώνιος· εὖ δέ μιν ἔγνων·</l><l n="527">εὐρὺ γὰρ ἀμφʼ ὤμοισιν ἔχει σάκος· ἀλλὰ καὶ ἡμεῖς</l><l n="528">κεῖσʼ ἵππους τε καὶ ἅρμʼ ἰθύνομεν, ἔνθα μάλιστα</l><l n="529">ἱππῆες πεζοί τε κακὴν ἔριδα προβαλόντες</l><l n="530">ἀλλήλους ὀλέκουσι, βοὴ δʼ ἄσβεστος ὄρωρεν.</l><milestone ed="p" n="531" unit="card"/></q><l n="531"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσας ἵμασεν καλλίτριχας ἵππους</l><l n="532">μάστιγι λιγυρῇ· τοὶ δὲ πληγῆς ἀΐοντες</l><l n="533">ῥίμφʼ ἔφερον θοὸν ἅρμα μετὰ Τρῶας καὶ Ἀχαιοὺς</l><l n="534">στείβοντες νέκυάς τε καὶ ἀσπίδας· αἵματι δʼ ἄξων</l><l n="535">νέρθεν ἅπας πεπάλακτο καὶ ἄντυγες αἳ περὶ δίφρον,</l><l n="536">ἃς ἄρʼ ἀφʼ ἱππείων ὁπλέων ῥαθάμιγγες ἔβαλλον</l><l n="537">αἵ τʼ ἀπʼ ἐπισσώτρων. ὃ δὲ ἵετο δῦναι ὅμιλον</l><l n="538">ἀνδρόμεον ῥῆξαί τε μετάλμενος· ἐν δὲ κυδοιμὸν</l><l n="539">ἧκε κακὸν Δαναοῖσι, μίνυνθα δὲ χάζετο δουρός.</l><l n="540">αὐτὰρ ὃ τῶν ἄλλων ἐπεπωλεῖτο στίχας ἀνδρῶν</l><l n="541">ἔγχεΐ τʼ ἄορί τε μεγάλοισί τε χερμαδίοισιν,</l><l n="542">Αἴαντος δʼ ἀλέεινε μάχην Τελαμωνιάδαο.</l><l n="544"><milestone ed="P" unit="para"/>Ζεὺς δὲ πατὴρ Αἴανθʼ ὑψίζυγος ἐν φόβον ὦρσε·</l><l n="545">στῆ δὲ ταφών, ὄπιθεν δὲ σάκος βάλεν ἑπταβόειον,</l><l n="546">τρέσσε δὲ παπτήνας ἐφʼ ὁμίλου θηρὶ ἐοικὼς</l><l n="547">ἐντροπαλιζόμενος ὀλίγον γόνυ γουνὸς ἀμείβων.</l><l n="548">ὡς δʼ αἴθωνα λέοντα βοῶν ἀπὸ μεσσαύλοιο</l><l n="549">ἐσσεύαντο κύνες τε καὶ ἀνέρες ἀγροιῶται,</l><l n="550">οἵ τέ μιν οὐκ εἰῶσι βοῶν ἐκ πῖαρ ἑλέσθαι</l><l n="551">πάννυχοι ἐγρήσσοντες· ὃ δὲ κρειῶν ἐρατίζων</l><l n="552">ἰθύει, ἀλλʼ οὔ τι πρήσσει· θαμέες γὰρ ἄκοντες</l><l n="553">ἀντίον ἀΐσσουσι θρασειάων ἀπὸ χειρῶν</l><l n="554">καιόμεναί τε δεταί, τάς τε τρεῖ ἐσσύμενός περ·</l><l n="555">ἠῶθεν δʼ ἀπὸ νόσφιν ἔβη τετιηότι θυμῷ·</l><l n="556">ὣς Αἴας τότʼ ἀπὸ Τρώων τετιημένος ἦτορ</l><l n="557">ἤϊε πόλλʼ ἀέκων· περὶ γὰρ δίε νηυσὶν Ἀχαιῶν.</l><l n="558">ὡς δʼ ὅτʼ ὄνος παρʼ ἄρουραν ἰὼν ἐβιήσατο παῖδας</l><l n="559">νωθής, ᾧ δὴ πολλὰ περὶ ῥόπαλʼ ἀμφὶς ἐάγῃ,</l><l n="560">κείρει τʼ εἰσελθὼν βαθὺ λήϊον· οἳ δέ τε παῖδες</l><l n="561">τύπτουσιν ῥοπάλοισι· βίη δέ τε νηπίη αὐτῶν·</l><l n="562">σπουδῇ τʼ ἐξήλασσαν, ἐπεί τʼ ἐκορέσσατο φορβῆς·</l><l n="563">ὣς τότʼ ἔπειτʼ Αἴαντα μέγαν Τελαμώνιον υἱὸν</l><l n="564">Τρῶες ὑπέρθυμοι πολυηγερέες τʼ ἐπίκουροι</l><l n="565">νύσσοντες ξυστοῖσι μέσον σάκος αἰὲν ἕποντο.</l><l n="566">Αἴας δʼ ἄλλοτε μὲν μνησάσκετο θούριδος ἀλκῆς</l><l n="567">αὖτις ὑποστρεφθείς, καὶ ἐρητύσασκε φάλαγγας</l><l n="568">Τρώων ἱπποδάμων· ὁτὲ δὲ τρωπάσκετο φεύγειν.</l><l n="569">πάντας δὲ προέεργε θοὰς ἐπὶ νῆας ὁδεύειν,</l><l n="570">αὐτὸς δὲ Τρώων καὶ Ἀχαιῶν θῦνε μεσηγὺ</l><l n="571">ἱστάμενος· τὰ δὲ δοῦρα θρασειάων ἀπὸ χειρῶν</l><l n="572">ἄλλα μὲν ἐν σάκεϊ μεγάλῳ πάγεν ὄρμενα πρόσσω,</l><l n="573">πολλὰ δὲ καὶ μεσσηγύ, πάρος χρόα λευκὸν ἐπαυρεῖν,</l><l n="574">ἐν γαίῃ ἵσταντο λιλαιόμενα χροὸς ἆσαι.</l><milestone ed="p" n="575" unit="card"/><l n="575"><milestone ed="P" unit="para"/>τὸν δʼ ὡς οὖν ἐνόησʼ Εὐαίμονος ἀγλαὸς υἱὸς</l><l n="576">Εὐρύπυλος πυκινοῖσι βιαζόμενον βελέεσσι,</l><l n="577">στῆ ῥα παρʼ αὐτὸν ἰών, καὶ ἀκόντισε δουρὶ φαεινῷ,</l><l n="578">καὶ βάλε Φαυσιάδην Ἀπισάονα ποιμένα λαῶν</l><l n="579">ἧπαρ ὑπὸ πραπίδων, εἶθαρ δʼ ὑπὸ γούνατʼ ἔλυσεν·</l><l n="580">Εὐρύπυλος δʼ ἐπόρουσε καὶ αἴνυτο τεύχεʼ ἀπʼ ὤμων.</l><l n="581">τὸν δʼ ὡς οὖν ἐνόησεν Ἀλέξανδρος θεοειδὴς</l><l n="582">τεύχεʼ ἀπαινύμενον Ἀπισάονος, αὐτίκα τόξον</l><l n="583">ἕλκετʼ ἐπʼ Εὐρυπύλῳ, καί μιν βάλε μηρὸν ὀϊστῷ</l><l n="584">δεξιόν· ἐκλάσθη δὲ δόναξ, ἐβάρυνε δὲ μηρόν.</l><l n="585">ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων,</l><l n="586">ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς·</l><q><l n="587">ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες</l><l n="588">στῆτʼ ἐλελιχθέντες καὶ ἀμύνετε νηλεὲς ἦμαρ</l><l n="589">Αἴανθʼ, ὃς βελέεσσι βιάζεται, οὐδέ ἕ φημι</l><l n="590">φεύξεσθʼ ἐκ πολέμοιο δυσηχέος· ἀλλὰ μάλʼ ἄντην</l><l n="591">ἵστασθʼ ἀμφʼ Αἴαντα μέγαν Τελαμώνιον υἱόν.</l></q><l n="592"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ Εὐρύπυλος βεβλημένος· οἳ δὲ παρʼ αὐτὸν</l><l n="593">πλησίοι ἔστησαν σάκεʼ ὤμοισι κλίναντες</l><l n="594">δούρατʼ ἀνασχόμενοι· τῶν δʼ ἀντίος ἤλυθεν Αἴας.</l><l n="595">στῆ δὲ μεταστρεφθείς, ἐπεὶ ἵκετο ἔθνος ἑταίρων.</l><l n="596"><milestone ed="P" unit="para"/>ὣς οἳ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο·</l><l n="597">Νέστορα δʼ ἐκ πολέμοιο φέρον Νηλήϊαι ἵπποι</l><l n="598">ἱδρῶσαι, ἦγον δὲ Μαχάονα ποιμένα λαῶν.</l><l n="599">τὸν δὲ ἰδὼν ἐνόησε ποδάρκης δῖος Ἀχιλλεύς·</l><l n="600">ἑστήκει γὰρ ἐπὶ πρυμνῇ μεγακήτεϊ νηῒ</l><l n="601">εἰσορόων πόνον αἰπὺν ἰῶκά τε δακρυόεσσαν.</l><l n="602">αἶψα δʼ ἑταῖρον ἑὸν Πατροκλῆα προσέειπε</l><l n="603">φθεγξάμενος παρὰ νηός· ὃ δὲ κλισίηθεν ἀκούσας</l><l n="604">ἔκμολεν ἶσος Ἄρηϊ, κακοῦ δʼ ἄρα οἱ πέλεν ἀρχή.</l><l n="605">τὸν πρότερος προσέειπε Μενοιτίου ἄλκιμος υἱός·</l><q><l n="606">τίπτέ με κικλήσκεις Ἀχιλεῦ; τί δέ σε χρεὼ ἐμεῖο;</l></q><l n="607">τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·</l><q><l n="608">δῖε Μενοιτιάδη τῷ ἐμῷ κεχαρισμένε θυμῷ</l><l n="609">νῦν ὀΐω περὶ γούνατʼ ἐμὰ στήσεσθαι Ἀχαιοὺς</l><l n="610">λισσομένους· χρειὼ γὰρ ἱκάνεται οὐκέτʼ ἀνεκτός.</l><l n="611">ἀλλʼ ἴθι νῦν Πάτροκλε Διῒ φίλε Νέστορʼ ἔρειο</l><l n="612">ὅν τινα τοῦτον ἄγει βεβλημένον ἐκ πολέμοιο·</l><l n="613">ἤτοι μὲν τά γʼ ὄπισθε Μαχάονι πάντα ἔοικε</l><l n="614">τῷ Ἀσκληπιάδῃ, ἀτὰρ οὐκ ἴδον ὄμματα φωτός·</l><l n="615">ἵπποι γάρ με παρήϊξαν πρόσσω μεμαυῖαι.</l><milestone ed="p" n="616" unit="card"/></q><l n="616"><milestone ed="P" unit="para"/>ὣς φάτο, Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθʼ ἑταίρῳ,</l><l n="617">βῆ δὲ θέειν παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν.</l><l n="618"><milestone ed="P" unit="para"/>οἳ δʼ ὅτε δὴ κλισίην Νηληϊάδεω ἀφίκοντο,</l><l n="619">αὐτοὶ μέν ῥʼ ἀπέβησαν ἐπὶ χθόνα πουλυβότειραν,</l><l n="620">ἵππους δʼ Εὐρυμέδων θεράπων λύε τοῖο γέροντος</l><l n="621">ἐξ ὀχέων· τοὶ δʼ ἱδρῶ ἀπεψύχοντο χιτώνων</l><l n="622">στάντε ποτὶ πνοιὴν παρὰ θῖνʼ ἁλός· αὐτὰρ ἔπειτα</l><l n="623">ἐς κλισίην ἐλθόντες ἐπὶ κλισμοῖσι κάθιζον.</l><l n="624">τοῖσι δὲ τεῦχε κυκειῶ ἐϋπλόκαμος Ἑκαμήδη,</l><l n="625">τὴν ἄρετʼ ἐκ Τενέδοιο γέρων, ὅτε πέρσεν Ἀχιλλεύς,</l><l n="626">θυγατέρʼ Ἀρσινόου μεγαλήτορος, ἥν οἱ Ἀχαιοὶ</l><l n="627">ἔξελον οὕνεκα βουλῇ ἀριστεύεσκεν ἁπάντων.</l><l n="628">ἥ σφωϊν πρῶτον μὲν ἐπιπροΐηλε τράπεζαν</l><l n="629">καλὴν κυανόπεζαν ἐΰξοον, αὐτὰρ ἐπʼ αὐτῆς</l><l n="630">χάλκειον κάνεον, ἐπὶ δὲ κρόμυον ποτῷ ὄψον,</l><l n="631">ἠδὲ μέλι χλωρόν, παρὰ δʼ ἀλφίτου ἱεροῦ ἀκτήν,</l><l n="632">πὰρ δὲ δέπας περικαλλές, ὃ οἴκοθεν ἦγʼ ὁ γεραιός,</l><l n="633">χρυσείοις ἥλοισι πεπαρμένον· οὔατα δʼ αὐτοῦ</l><l n="634">τέσσαρʼ ἔσαν, δοιαὶ δὲ πελειάδες ἀμφὶς ἕκαστον</l><l n="635">χρύσειαι νεμέθοντο, δύω δʼ ὑπὸ πυθμένες ἦσαν.</l><l n="636">ἄλλος μὲν μογέων ἀποκινήσασκε τραπέζης</l><l n="637">πλεῖον ἐόν, Νέστωρ δʼ ὁ γέρων ἀμογητὶ ἄειρεν.</l><l n="638">ἐν τῷ ῥά σφι κύκησε γυνὴ ἐϊκυῖα θεῇσιν</l><l n="639">οἴνῳ Πραμνείῳ, ἐπὶ δʼ αἴγειον κνῆ τυρὸν</l><l n="640">κνήστι χαλκείῃ, ἐπὶ δʼ ἄλφιτα λευκὰ πάλυνε,</l><l n="641">πινέμεναι δʼ ἐκέλευσεν, ἐπεί ῥʼ ὥπλισσε κυκειῶ.</l><l n="642">τὼ δʼ ἐπεὶ οὖν πίνοντʼ ἀφέτην πολυκαγκέα δίψαν</l><l n="643">μύθοισιν τέρποντο πρὸς ἀλλήλους ἐνέποντες,</l><l n="644">Πάτροκλος δὲ θύρῃσιν ἐφίστατο ἰσόθεος φώς.</l><l n="645">τὸν δὲ ἰδὼν ὁ γεραιὸς ἀπὸ θρόνου ὦρτο φαεινοῦ,</l><l n="646">ἐς δʼ ἄγε χειρὸς ἑλών, κατὰ δʼ ἑδριάασθαι ἄνωγε.</l><l n="647">Πάτροκλος δʼ ἑτέρωθεν ἀναίνετο εἶπέ τε μῦθον·</l><q><l n="648">οὐχ ἕδος ἐστὶ γεραιὲ διοτρεφές, οὐδέ με πείσεις.</l><l n="649">αἰδοῖος νεμεσητὸς ὅ με προέηκε πυθέσθαι</l><l n="650">ὅν τινα τοῦτον ἄγεις βεβλημένον· ἀλλὰ καὶ αὐτὸς</l><l n="651">γιγνώσκω, ὁρόω δὲ Μαχάονα ποιμένα λαῶν.</l><l n="652">νῦν δὲ ἔπος ἐρέων πάλιν ἄγγελος εἶμʼ Ἀχιλῆϊ.</l><l n="653">εὖ δὲ σὺ οἶσθα γεραιὲ διοτρεφές, οἷος ἐκεῖνος</l><l n="654">δεινὸς ἀνήρ· τάχα κεν καὶ ἀναίτιον αἰτιόῳτο.</l><milestone ed="p" n="655" unit="card"/></q><l n="655"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·</l><q><l n="656">τίπτε τὰρ ὧδʼ Ἀχιλεὺς ὀλοφύρεται υἷας Ἀχαιῶν,</l><l n="657">ὅσσοι δὴ βέλεσιν βεβλήαται; οὐδέ τι οἶδε</l><l n="658">πένθεος, ὅσσον ὄρωρε κατὰ στρατόν· οἳ γὰρ ἄριστοι</l><l n="659">ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε.</l><l n="660">βέβληται μὲν ὃ Τυδεΐδης κρατερὸς Διομήδης,</l><l n="661">οὔτασται δʼ Ὀδυσεὺς δουρὶ κλυτὸς ἠδʼ Ἀγαμέμνων·</l><l n="662">βέβληται δὲ καὶ Εὐρύπυλος κατὰ μηρὸν ὀϊστῷ·</l><l n="663">τοῦτον δʼ ἄλλον ἐγὼ νέον ἤγαγον ἐκ πολέμοιο</l><l n="664">ἰῷ ἀπὸ νευρῆς βεβλημένον. αὐτὰρ Ἀχιλλεὺς</l><l n="665">ἐσθλὸς ἐὼν Δαναῶν οὐ κήδεται οὐδʼ ἐλεαίρει.</l><l n="666">ἦ μένει εἰς ὅ κε δὴ νῆες θοαὶ ἄγχι θαλάσσης</l><l n="667">Ἀργείων ἀέκητι πυρὸς δηΐοιο θέρωνται,</l><l n="668">αὐτοί τε κτεινώμεθʼ ἐπισχερώ; οὐ γὰρ ἐμὴ ἲς</l><l n="669">ἔσθʼ οἵη πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσιν.</l><l n="670">εἴθʼ ὣς ἡβώοιμι βίη δέ μοι ἔμπεδος εἴη</l><l n="671">ὡς ὁπότʼ Ἠλείοισι καὶ ἡμῖν νεῖκος ἐτύχθη</l><l n="672">ἀμφὶ βοηλασίῃ, ὅτʼ ἐγὼ κτάνον Ἰτυμονῆα</l><l n="673">ἐσθλὸν Ὑπειροχίδην, ὃς ἐν Ἤλιδι ναιετάασκε,</l><l n="674">ῥύσιʼ ἐλαυνόμενος· ὃ δʼ ἀμύνων ᾗσι βόεσσιν</l><l n="675">ἔβλητʼ ἐν πρώτοισιν ἐμῆς ἀπὸ χειρὸς ἄκοντι,</l><l n="676">κὰδ δʼ ἔπεσεν, λαοὶ δὲ περίτρεσαν ἀγροιῶται.</l><l n="677">ληΐδα δʼ ἐκ πεδίου συνελάσσαμεν ἤλιθα πολλὴν</l><l n="678">πεντήκοντα βοῶν ἀγέλας, τόσα πώεα οἰῶν,</l><l n="679">τόσσα συῶν συβόσια, τόσʼ αἰπόλια πλατέʼ αἰγῶν,</l><l n="680">ἵππους δὲ ξανθὰς ἑκατὸν καὶ πεντήκοντα</l><l n="681">πάσας θηλείας, πολλῇσι δὲ πῶλοι ὑπῆσαν.</l><l n="682">καὶ τὰ μὲν ἠλασάμεσθα Πύλον Νηλήϊον εἴσω</l><l n="683">ἐννύχιοι προτὶ ἄστυ· γεγήθει δὲ φρένα Νηλεύς,</l><l n="684">οὕνεκά μοι τύχε πολλὰ νέῳ πόλεμον δὲ κιόντι.</l><l n="685">κήρυκες δʼ ἐλίγαινον ἅμʼ ἠοῖ φαινομένηφι</l><l n="686">τοὺς ἴμεν οἷσι χρεῖος ὀφείλετʼ ἐν Ἤλιδι δίῃ·</l><l n="687">οἳ δὲ συναγρόμενοι Πυλίων ἡγήτορες ἄνδρες</l><l n="688">δαίτρευον· πολέσιν γὰρ Ἐπειοὶ χρεῖος ὄφειλον,</l><l n="689">ὡς ἡμεῖς παῦροι κεκακωμένοι ἐν Πύλῳ ἦμεν·</l><l n="690">ἐλθὼν γάρ ῥʼ ἐκάκωσε βίη Ἡρακληείη</l><l n="691">τῶν προτέρων ἐτέων, κατὰ δʼ ἔκταθεν ὅσσοι ἄριστοι·</l><l n="692">δώδεκα γὰρ Νηλῆος ἀμύμονος υἱέες ἦμεν·</l><l n="693">τῶν οἶος λιπόμην, οἳ δʼ ἄλλοι πάντες ὄλοντο.</l><l n="694">ταῦθʼ ὑπερηφανέοντες Ἐπειοὶ χαλκοχίτωνες</l><l n="695">ἡμέας ὑβρίζοντες ἀτάσθαλα μηχανόωντο.</l><milestone ed="p" n="696" unit="card"/><l n="696">ἐκ δʼ ὃ γέρων ἀγέλην τε βοῶν καὶ πῶϋ μέγʼ οἰῶν</l><l n="697">εἵλετο κρινάμενος τριηκόσιʼ ἠδὲ νομῆας.</l><l n="698">καὶ γὰρ τῷ χρεῖος μέγʼ ὀφείλετʼ ἐν Ἤλιδι δίῃ</l><l n="699">τέσσαρες ἀθλοφόροι ἵπποι αὐτοῖσιν ὄχεσφιν</l><l n="700">ἐλθόντες μετʼ ἄεθλα· περὶ τρίποδος γὰρ ἔμελλον</l><l n="701">θεύσεσθαι· τοὺς δʼ αὖθι ἄναξ ἀνδρῶν Αὐγείας</l><l n="702">κάσχεθε, τὸν δʼ ἐλατῆρʼ ἀφίει ἀκαχήμενον ἵππων.</l><l n="703">τῶν ὃ γέρων ἐπέων κεχολωμένος ἠδὲ καὶ ἔργων</l><l n="704">ἐξέλετʼ ἄσπετα πολλά· τὰ δʼ ἄλλʼ ἐς δῆμον ἔδωκε</l><l n="705">δαιτρεύειν, μή τίς οἱ ἀτεμβόμενος κίοι ἴσης.</l><l n="706">ἡμεῖς μὲν τὰ ἕκαστα διείπομεν, ἀμφί τε ἄστυ</l><l n="707">ἕρδομεν ἱρὰ θεοῖς· οἳ δὲ τρίτῳ ἤματι πάντες</l><l n="708">ἦλθον ὁμῶς αὐτοί τε πολεῖς καὶ μώνυχες ἵπποι</l><l n="709">πανσυδίῃ· μετὰ δέ σφι Μολίονε θωρήσσοντο</l><l n="710">παῖδʼ ἔτʼ ἐόντʼ, οὔ πω μάλα εἰδότε θούριδος ἀλκῆς.</l><l n="711">ἔστι δέ τις Θρυόεσσα πόλις αἰπεῖα κολώνη</l><l n="712">τηλοῦ ἐπʼ Ἀλφειῷ, νεάτη Πύλου ἠμαθόεντος·</l><l n="713">τὴν ἀμφεστρατόωντο διαρραῖσαι μεμαῶτες.</l><l n="714">ἀλλʼ ὅτε πᾶν πεδίον μετεκίαθον, ἄμμι δʼ Ἀθήνη</l><l n="715">ἄγγελος ἦλθε θέουσʼ ἀπʼ Ὀλύμπου θωρήσσεσθαι</l><l n="716">ἔννυχος, οὐδʼ ἀέκοντα Πύλον κάτα λαὸν ἄγειρεν</l><l n="717">ἀλλὰ μάλʼ ἐσσυμένους πολεμίζειν. οὐδέ με Νηλεὺς</l><l n="718">εἴα θωρήσσεσθαι, ἀπέκρυψεν δέ μοι ἵππους·</l><l n="719">οὐ γάρ πώ τί μʼ ἔφη ἴδμεν πολεμήϊα ἔργα.</l><l n="720">ἀλλὰ καὶ ὧς ἱππεῦσι μετέπρεπον ἡμετέροισι</l><l n="721">καὶ πεζός περ ἐών, ἐπεὶ ὧς ἄγε νεῖκος Ἀθήνη.</l><l n="722">ἔστι δέ τις ποταμὸς Μινυήϊος εἰς ἅλα βάλλων</l><l n="723">ἐγγύθεν Ἀρήνης, ὅθι μείναμεν Ἠῶ δῖαν</l><l n="724">ἱππῆες Πυλίων, τὰ δʼ ἐπέρρεον ἔθνεα πεζῶν.</l><l n="725">ἔνθεν πανσυδίῃ σὺν τεύχεσι θωρηχθέντες</l><l n="726">ἔνδιοι ἱκόμεσθʼ ἱερὸν ῥόον Ἀλφειοῖο.</l><l n="727">ἔνθα Διὶ ῥέξαντες ὑπερμενεῖ ἱερὰ καλά,</l><l n="728">ταῦρον δʼ Ἀλφειῷ, ταῦρον δὲ Ποσειδάωνι,</l><l n="729">αὐτὰρ Ἀθηναίη γλαυκώπιδι βοῦν ἀγελαίην,</l><l n="730">δόρπον ἔπειθʼ ἑλόμεσθα κατὰ στρατὸν ἐν τελέεσσι,</l><l n="731">καὶ κατεκοιμήθημεν ἐν ἔντεσιν οἷσιν ἕκαστος</l><l n="732">ἀμφὶ ῥοὰς ποταμοῖο. ἀτὰρ μεγάθυμοι Ἐπειοὶ</l><l n="733">ἀμφέσταν δὴ ἄστυ διαρραῖσαι μεμαῶτες·</l><l n="734">ἀλλά σφι προπάροιθε φάνη μέγα ἔργον Ἄρηος·</l><l n="735">εὖτε γὰρ ἠέλιος φαέθων ὑπερέσχεθε γαίης,</l><l n="736">συμφερόμεσθα μάχῃ Διί τʼ εὐχόμενοι καὶ Ἀθήνῃ.</l><milestone ed="p" n="737" unit="card"/><l n="737">ἀλλʼ ὅτε δὴ Πυλίων καὶ Ἐπειῶν ἔπλετο νεῖκος,</l><l n="738">πρῶτος ἐγὼν ἕλον ἄνδρα, κόμισσα δὲ μώνυχας ἵππους,</l><l n="739">Μούλιον αἰχμητήν· γαμβρὸς δʼ ἦν Αὐγείαο,</l><l n="740">πρεσβυτάτην δὲ θύγατρʼ εἶχε ξανθὴν Ἀγαμήδην,</l><l n="741">ἣ τόσα φάρμακα ᾔδη ὅσα τρέφει εὐρεῖα χθών.</l><l n="742">τὸν μὲν ἐγὼ προσιόντα βάλον χαλκήρεϊ δουρί,</l><l n="743">ἤριπε δʼ ἐν κονίῃσιν· ἐγὼ δʼ ἐς δίφρον ὀρούσας</l><l n="744">στῆν ῥα μετὰ προμάχοισιν· ἀτὰρ μεγάθυμοι Ἐπειοὶ</l><l n="745">ἔτρεσαν ἄλλυδις ἄλλος, ἐπεὶ ἴδον ἄνδρα πεσόντα</l><l n="746">ἡγεμόνʼ ἱππήων, ὃς ἀριστεύεσκε μάχεσθαι.</l><l n="747">αὐτὰρ ἐγὼν ἐπόρουσα κελαινῇ λαίλαπι ἶσος,</l><l n="748">πεντήκοντα δʼ ἕλον δίφρους, δύο δʼ ἀμφὶς ἕκαστον</l><l n="749">φῶτες ὀδὰξ ἕλον οὖδας ἐμῷ ὑπὸ δουρὶ δαμέντες.</l><l n="750">καί νύ κεν Ἀκτορίωνε Μολίονε παῖδʼ ἀλάπαξα,</l><l n="751">εἰ μή σφωε πατὴρ εὐρὺ κρείων ἐνοσίχθων</l><l n="752">ἐκ πολέμου ἐσάωσε καλύψας ἠέρι πολλῇ.</l><l n="753">ἔνθα Ζεὺς Πυλίοισι μέγα κράτος ἐγγυάλιξε·</l><l n="754">τόφρα γὰρ οὖν ἑπόμεσθα διὰ σπιδέος πεδίοιο</l><l n="755">κτείνοντές τʼ αὐτοὺς ἀνά τʼ ἔντεα καλὰ λέγοντες,</l><l n="756">ὄφρʼ ἐπὶ Βουπρασίου πολυπύρου βήσαμεν ἵππους</l><l n="757">πέτρης τʼ Ὠλενίης, καὶ Ἀλησίου ἔνθα κολώνη</l><l n="758">κέκληται· ὅθεν αὖτις ἀπέτραπε λαὸν Ἀθήνη.</l><l n="759">ἔνθʼ ἄνδρα κτείνας πύματον λίπον· αὐτὰρ Ἀχαιοὶ</l><l n="760">ἂψ ἀπὸ Βουπρασίοιο Πύλονδʼ ἔχον ὠκέας ἵππους,</l><l n="761">πάντες δʼ εὐχετόωντο θεῶν Διὶ Νέστορί τʼ ἀνδρῶν.</l><l n="762">ὣς ἔον, εἴ ποτʼ ἔον γε, μετʼ ἀνδράσιν. αὐτὰρ Ἀχιλλεὺς</l><l n="763">οἶος τῆς ἀρετῆς ἀπονήσεται· ἦ τέ μιν οἴω</l><l n="764">πολλὰ μετακλαύσεσθαι ἐπεί κʼ ἀπὸ λαὸς ὄληται.</l><l n="765">ὦ πέπον ἦ μὲν σοί γε Μενοίτιος ὧδʼ ἐπέτελλεν</l><l n="766">ἤματι τῷ ὅτε σʼ ἐκ Φθίης Ἀγαμέμνονι πέμπε,</l><l n="767">νῶϊ δέ τʼ ἔνδον ἐόντες ἐγὼ καὶ δῖος Ὀδυσσεὺς</l><l n="768">πάντα μάλʼ ἐν μεγάροις ἠκούομεν ὡς ἐπέτελλε.</l><l n="769">Πηλῆος δʼ ἱκόμεσθα δόμους εὖ ναιετάοντας</l><l n="770">λαὸν ἀγείροντες κατʼ Ἀχαιΐδα πουλυβότειραν.</l><l n="771">ἔνθα δʼ ἔπειθʼ ἥρωα Μενοίτιον εὕρομεν ἔνδον</l><l n="772">ἠδὲ σέ, πὰρ δʼ Ἀχιλῆα· γέρων δʼ ἱππηλάτα Πηλεὺς</l><l n="773">πίονα μηρία καῖε βοὸς Διὶ τερπικεραύνῳ</l><l n="774">αὐλῆς ἐν χόρτῳ· ἔχε δὲ χρύσειον ἄλεισον</l><l n="775">σπένδων αἴθοπα οἶνον ἐπʼ αἰθομένοις ἱεροῖσι.</l><l n="776">σφῶϊ μὲν ἀμφὶ βοὸς ἕπετον κρέα, νῶϊ δʼ ἔπειτα</l><l n="777">στῆμεν ἐνὶ προθύροισι· ταφὼν δʼ ἀνόρουσεν Ἀχιλλεύς,</l><l n="778">ἐς δʼ ἄγε χειρὸς ἑλών, κατὰ δʼ ἑδριάασθαι ἄνωγε,</l><l n="779">ξείνιά τʼ εὖ παρέθηκεν, ἅ τε ξείνοις θέμις ἐστίν.</l><milestone ed="p" n="780" unit="card"/><l n="780">αὐτὰρ ἐπεὶ τάρπημεν ἐδητύος ἠδὲ ποτῆτος,</l><l n="781">ἦρχον ἐγὼ μύθοιο κελεύων ὔμμʼ ἅμʼ ἕπεσθαι·</l><l n="782">σφὼ δὲ μάλʼ ἠθέλετον, τὼ δʼ ἄμφω πόλλʼ ἐπέτελλον.</l><l n="783">Πηλεὺς μὲν ᾧ παιδὶ γέρων ἐπέτελλʼ Ἀχιλῆϊ</l><l n="784">αἰὲν ἀριστεύειν καὶ ὑπείροχον ἔμμεναι ἄλλων·</l><l n="785">σοὶ δʼ αὖθʼ ὧδʼ ἐπέτελλε Μενοίτιος Ἄκτορος υἱός·</l><q><l n="786">τέκνον ἐμὸν γενεῇ μὲν ὑπέρτερός ἐστιν Ἀχιλλεύς,</l><l n="787">πρεσβύτερος δὲ σύ ἐσσι· βίῃ δʼ ὅ γε πολλὸν ἀμείνων.</l><l n="788">ἀλλʼ εὖ οἱ φάσθαι πυκινὸν ἔπος ἠδʼ ὑποθέσθαι</l><l n="789">καί οἱ σημαίνειν· ὃ δὲ πείσεται εἰς ἀγαθόν περ.</l></q><l n="790">ὣς ἐπέτελλʼ ὃ γέρων, σὺ δὲ λήθεαι· ἀλλʼ ἔτι καὶ νῦν</l><l n="791">ταῦτʼ εἴποις Ἀχιλῆϊ δαΐφρονι αἴ κε πίθηται.</l><l n="792">τίς δʼ οἶδʼ εἴ κέν οἱ σὺν δαίμονι θυμὸν ὀρίναις</l><l n="793">παρειπών; ἀγαθὴ δὲ παραίφασίς ἐστιν ἑταίρου.</l><l n="794">εἰ δέ τινα φρεσὶν ᾗσι θεοπροπίην ἀλεείνει</l><l n="795">καί τινά οἱ πὰρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ,</l><l n="796">ἀλλὰ σέ περ προέτω, ἅμα δʼ ἄλλος λαὸς ἑπέσθω</l><l n="797">Μυρμιδόνων, αἴ κέν τι φόως Δαναοῖσι γένηαι·</l><l n="798">καί τοι τεύχεα καλὰ δότω πόλεμον δὲ φέρεσθαι,</l><l n="799">αἴ κέ σε τῷ εἴσκοντες ἀπόσχωνται πολέμοιο</l><l n="800">Τρῶες, ἀναπνεύσωσι δʼ ἀρήϊοι υἷες Ἀχαιῶν</l><l n="801">τειρόμενοι· ὀλίγη δέ τʼ ἀνάπνευσις πολέμοιο.</l><l n="802">ῥεῖα δέ κʼ ἀκμῆτες κεκμηότας ἄνδρας ἀϋτῇ</l><l n="803">ὤσαισθε προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων.</l></q><l n="804"><milestone ed="P" unit="para"/>ὣς φάτο, τῷ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε,</l><l n="805">βῆ δὲ θέειν παρὰ νῆας ἐπʼ Αἰακίδην Ἀχιλῆα.</l><l n="806">ἀλλʼ ὅτε δὴ κατὰ νῆας Ὀδυσσῆος θείοιο</l><l n="807">ἷξε θέων Πάτροκλος, ἵνά σφʼ ἀγορή τε θέμις τε</l><l n="808">ἤην, τῇ δὴ καί σφι θεῶν ἐτετεύχατο βωμοί,</l><l n="809">ἔνθά οἱ Εὐρύπυλος βεβλημένος ἀντεβόλησε</l><l n="810">διογενὴς Εὐαιμονίδης κατὰ μηρὸν ὀϊστῷ</l><l n="811">σκάζων ἐκ πολέμου· κατὰ δὲ νότιος ῥέεν ἱδρὼς</l><l n="812">ὤμων καὶ κεφαλῆς, ἀπὸ δʼ ἕλκεος ἀργαλέοιο</l><l n="813">αἷμα μέλαν κελάρυζε· νόος γε μὲν ἔμπεδος ἦεν.</l><l n="814">τὸν δὲ ἰδὼν ᾤκτειρε Μενοιτίου ἄλκιμος υἱός,</l><l n="815">καί ῥʼ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="816">ἆ δειλοὶ Δαναῶν ἡγήτορες ἠδὲ μέδοντες</l><l n="817">ὣς ἄρʼ ἐμέλλετε τῆλε φίλων καὶ πατρίδος αἴης</l><l n="818">ἄσειν ἐν Τροίῃ ταχέας κύνας ἀργέτι δημῷ.</l><l n="819">ἀλλʼ ἄγε μοι τόδε εἰπὲ διοτρεφὲς Εὐρύπυλʼ ἥρως,</l><l n="820">ἤ ῥʼ ἔτι που σχήσουσι πελώριον Ἕκτορʼ Ἀχαιοί,</l><l n="821">ἦ ἤδη φθίσονται ὑπʼ αὐτοῦ δουρὶ δαμέντες;</l></q><milestone ed="p" n="822" unit="card"/><l n="822"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτʼ Εὐρύπυλος βεβλημένος ἀντίον ηὔδα·</l><q><l n="823">οὐκέτι διογενὲς Πατρόκλεες ἄλκαρ Ἀχαιῶν</l><l n="824">ἔσσεται, ἀλλʼ ἐν νηυσὶ μελαίνῃσιν πεσέονται.</l><l n="825">οἳ μὲν γὰρ δὴ πάντες, ὅσοι πάρος ἦσαν ἄριστοι,</l><l n="826">ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε</l><l n="827">χερσὶν ὕπο Τρώων· τῶν δὲ σθένος ὄρνυται αἰέν.</l><l n="828">ἀλλʼ ἐμὲ μὲν σὺ σάωσον ἄγων ἐπὶ νῆα μέλαιναν,</l><l n="829">μηροῦ δʼ ἔκταμʼ ὀϊστόν, ἀπʼ αὐτοῦ δʼ αἷμα κελαινὸν</l><l n="830">νίζʼ ὕδατι λιαρῷ, ἐπὶ δʼ ἤπια φάρμακα πάσσε</l><l n="831">ἐσθλά, τά σε προτί φασιν Ἀχιλλῆος δεδιδάχθαι,</l><l n="832">ὃν Χείρων ἐδίδαξε δικαιότατος Κενταύρων.</l><l n="833">ἰητροὶ μὲν γὰρ Ποδαλείριος ἠδὲ Μαχάων</l><l n="834">τὸν μὲν ἐνὶ κλισίῃσιν ὀΐομαι ἕλκος ἔχοντα</l><l n="835">χρηΐζοντα καὶ αὐτὸν ἀμύμονος ἰητῆρος</l><l n="836">κεῖσθαι· ὃ δʼ ἐν πεδίῳ Τρώων μένει ὀξὺν Ἄρηα.</l></q><l n="837"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπε Μενοιτίου ἄλκιμος υἱός·</l><q><l n="838">πῶς τὰρ ἔοι τάδε ἔργα; τί ῥέξομεν Εὐρύπυλʼ ἥρως;</l><l n="839">ἔρχομαι ὄφρʼ Ἀχιλῆϊ δαΐφρονι μῦθον ἐνίσπω</l><l n="840">ὃν Νέστωρ ἐπέτελλε Γερήνιος οὖρος Ἀχαιῶν·</l><l n="841">ἀλλʼ οὐδʼ ὧς περ σεῖο μεθήσω τειρομένοιο.</l></q><l n="842"><milestone ed="P" unit="para"/>ἦ, καὶ ὑπὸ στέρνοιο λαβὼν ἄγε ποιμένα λαῶν</l><l n="843">ἐς κλισίην· θεράπων δὲ ἰδὼν ὑπέχευε βοείας.</l><l n="844">ἔνθά μιν ἐκτανύσας ἐκ μηροῦ τάμνε μαχαίρῃ</l><l n="845">ὀξὺ βέλος περιπευκές, ἀπʼ αὐτοῦ δʼ αἷμα κελαινὸν</l><l n="846">νίζʼ ὕδατι λιαρῷ, ἐπὶ δὲ ῥίζαν βάλε πικρὴν</l><l n="847">χερσὶ διατρίψας ὀδυνήφατον, ἥ οἱ ἁπάσας</l><l n="848">ἔσχʼ ὀδύνας· τὸ μὲν ἕλκος ἐτέρσετο, παύσατο δʼ αἷμα.</l></div><div type="textpart" subtype="Book" n="12"><milestone ed="p" n="1" unit="card"/><l n="1"><milestone ed="P" unit="para"/>ὣς ὃ μὲν ἐν κλισίῃσι Μενοιτίου ἄλκιμος υἱὸς</l><l n="2">ἰᾶτʼ Εὐρύπυλον βεβλημένον· οἳ δὲ μάχοντο</l><l n="3">Ἀργεῖοι καὶ Τρῶες ὁμιλαδόν· οὐδʼ ἄρʼ ἔμελλε</l><l n="4">τάφρος ἔτι σχήσειν Δαναῶν καὶ τεῖχος ὕπερθεν</l><l n="5">εὐρύ, τὸ ποιήσαντο νεῶν ὕπερ, ἀμφὶ δὲ τάφρον</l><l n="6">ἤλασαν· οὐδὲ θεοῖσι δόσαν κλειτὰς ἑκατόμβας·</l><l n="7">ὄφρά σφιν νῆάς τε θοὰς καὶ ληΐδα πολλὴν</l><l n="8">ἐντὸς ἔχον ῥύοιτο· θεῶν δʼ ἀέκητι τέτυκτο</l><l n="9">ἀθανάτων· τὸ καὶ οὔ τι πολὺν χρόνον ἔμπεδον ἦεν.</l><l n="10">ὄφρα μὲν Ἕκτωρ ζωὸς ἔην καὶ μήνιʼ Ἀχιλλεὺς</l><l n="11">καὶ Πριάμοιο ἄνακτος ἀπόρθητος πόλις ἔπλεν,</l><l n="12">τόφρα δὲ καὶ μέγα τεῖχος Ἀχαιῶν ἔμπεδον ἦεν.</l><l n="13">αὐτὰρ ἐπεὶ κατὰ μὲν Τρώων θάνον ὅσσοι ἄριστοι,</l><l n="14">πολλοὶ δʼ Ἀργείων οἳ μὲν δάμεν, οἳ δὲ λίποντο,</l><l n="15">πέρθετο δὲ Πριάμοιο πόλις δεκάτῳ ἐνιαυτῷ,</l><l n="16">Ἀργεῖοι δʼ ἐν νηυσὶ φίλην ἐς πατρίδʼ ἔβησαν,</l><l n="17">δὴ τότε μητιόωντο Ποσειδάων καὶ Ἀπόλλων</l><l n="18">τεῖχος ἀμαλδῦναι ποταμῶν μένος εἰσαγαγόντες.</l><l n="19">ὅσσοι ἀπʼ Ἰδαίων ὀρέων ἅλα δὲ προρέουσι,</l><l n="20">Ῥῆσός θʼ Ἑπτάπορός τε Κάρησός τε Ῥοδίος τε</l><l n="21">Γρήνικός τε καὶ Αἴσηπος δῖός τε Σκάμανδρος</l><l n="22">καὶ Σιμόεις, ὅθι πολλὰ βοάγρια καὶ τρυφάλειαι</l><l n="23">κάππεσον ἐν κονίῃσι καὶ ἡμιθέων γένος ἀνδρῶν·</l><l n="24">τῶν πάντων ὁμόσε στόματʼ ἔτραπε Φοῖβος Ἀπόλλων,</l><l n="25">ἐννῆμαρ δʼ ἐς τεῖχος ἵει ῥόον· ὗε δʼ ἄρα Ζεὺς</l><l n="26">συνεχές, ὄφρά κε θᾶσσον ἁλίπλοα τείχεα θείη.</l><l n="27">αὐτὸς δʼ ἐννοσίγαιος ἔχων χείρεσσι τρίαιναν</l><l n="28">ἡγεῖτʼ, ἐκ δʼ ἄρα πάντα θεμείλια κύμασι πέμπε</l><l n="29">φιτρῶν καὶ λάων, τὰ θέσαν μογέοντες Ἀχαιοί,</l><l n="30">λεῖα δʼ ἐποίησεν παρʼ ἀγάρροον Ἑλλήσποντον,</l><l n="31">αὖτις δʼ ἠϊόνα μεγάλην ψαμάθοισι κάλυψε</l><l n="32">τεῖχος ἀμαλδύνας· ποταμοὺς δʼ ἔτρεψε νέεσθαι</l><l n="33">κὰρ ῥόον, ᾗ περ πρόσθεν ἵεν καλλίρροον ὕδωρ.</l><milestone ed="p" n="34" unit="card"/><l n="34"><milestone ed="P" unit="para"/>ὣς ἄρʼ ἔμελλον ὄπισθε Ποσειδάων καὶ Ἀπόλλων</l><l n="35">θησέμεναι· τότε δʼ ἀμφὶ μάχη ἐνοπή τε δεδήει</l><l n="36">τεῖχος ἐΰδμητον, κανάχιζε δὲ δούρατα πύργων</l><l n="37">βαλλόμενʼ· Ἀργεῖοι δὲ Διὸς μάστιγι δαμέντες</l><l n="38">νηυσὶν ἔπι γλαφυρῇσιν ἐελμένοι ἰσχανόωντο</l><l n="39">Ἕκτορα δειδιότες, κρατερὸν μήστωρα φόβοιο·</l><l n="40">αὐτὰρ ὅ γʼ ὡς τὸ πρόσθεν ἐμάρνατο ἶσος ἀέλλῃ·</l><l n="41">ὡς δʼ ὅτʼ ἂν ἔν τε κύνεσσι καὶ ἀνδράσι θηρευτῇσι</l><l n="42">κάπριος ἠὲ λέων στρέφεται σθένεϊ βλεμεαίνων·</l><l n="43">οἳ δέ τε πυργηδὸν σφέας αὐτοὺς ἀρτύναντες</l><l n="44">ἀντίον ἵστανται καὶ ἀκοντίζουσι θαμειὰς</l><l n="45">αἰχμὰς ἐκ χειρῶν· τοῦ δʼ οὔ ποτε κυδάλιμον κῆρ</l><l n="46">ταρβεῖ οὐδὲ φοβεῖται, ἀγηνορίη δέ μιν ἔκτα·</l><l n="47">ταρφέα τε στρέφεται στίχας ἀνδρῶν πειρητίζων·</l><l n="48">ὅππῃ τʼ ἰθύσῃ τῇ εἴκουσι στίχες ἀνδρῶν·</l><l n="49">ὣς Ἕκτωρ ἀνʼ ὅμιλον ἰὼν ἐλλίσσεθʼ ἑταίρους</l><l n="50">τάφρον ἐποτρύνων διαβαινέμεν· οὐδέ οἱ ἵπποι</l><l n="51">τόλμων ὠκύποδες, μάλα δὲ χρεμέτιζον ἐπʼ ἄκρῳ</l><l n="52">χείλει ἐφεσταότες· ἀπὸ γὰρ δειδίσσετο τάφρος</l><l n="53">εὐρεῖʼ, οὔτʼ ἄρʼ ὑπερθορέειν σχεδὸν οὔτε περῆσαι</l><l n="54">ῥηϊδίη· κρημνοὶ γὰρ ἐπηρεφέες περὶ πᾶσαν</l><l n="55">ἕστασαν ἀμφοτέρωθεν, ὕπερθεν δὲ σκολόπεσσιν</l><l n="56">ὀξέσιν ἠρήρει, τοὺς ἵστασαν υἷες Ἀχαιῶν</l><l n="57">πυκνοὺς καὶ μεγάλους δηΐων ἀνδρῶν ἀλεωρήν.</l><l n="58">ἔνθʼ οὔ κεν ῥέα ἵππος ἐΰτροχον ἅρμα τιταίνων</l><l n="59">ἐσβαίη, πεζοὶ δὲ μενοίνεον εἰ τελέουσι.</l><l n="60">δὴ τότε Πουλυδάμας θρασὺν Ἕκτορα εἶπε παραστάς·</l><q><l n="61">Ἕκτορ τʼ ἠδʼ ἄλλοι Τρώων ἀγοὶ ἠδʼ ἐπικούρων</l><l n="62">ἀφραδέως διὰ τάφρον ἐλαύνομεν ὠκέας ἵππους·</l><l n="63">ἣ δὲ μάλʼ ἀργαλέη περάαν· σκόλοπες γὰρ ἐν αὐτῇ</l><l n="64">ὀξέες ἑστᾶσιν, ποτὶ δʼ αὐτοὺς τεῖχος Ἀχαιῶν,</l><l n="65">ἔνθʼ οὔ πως ἔστιν καταβήμεναι οὐδὲ μάχεσθαι</l><l n="66">ἱππεῦσι· στεῖνος γάρ, ὅθι τρώσεσθαι ὀΐω.</l><l n="67">εἰ μὲν γὰρ τοὺς πάγχυ κακὰ φρονέων ἀλαπάζει</l><l n="68">Ζεὺς ὑψιβρεμέτης, Τρώεσσι δὲ ἵετʼ ἀρήγειν,</l><l n="69">ἦ τʼ ἂν ἔγωγʼ ἐθέλοιμι καὶ αὐτίκα τοῦτο γενέσθαι,</l><l n="70">νωνύμνους ἀπολέσθαι ἀπʼ Ἄργεος ἐνθάδʼ Ἀχαιούς·</l><l n="71">εἰ δέ χʼ ὑποστρέψωσι, παλίωξις δὲ γένηται</l><l n="72">ἐκ νηῶν καὶ τάφρῳ ἐνιπλήξωμεν ὀρυκτῇ,</l><l n="73">οὐκέτʼ ἔπειτʼ ὀΐω οὐδʼ ἄγγελον ἀπονέεσθαι</l><l n="74">ἄψορρον προτὶ ἄστυ ἑλιχθέντων ὑπʼ Ἀχαιῶν.</l><l n="75">ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες·</l><l n="76">ἵππους μὲν θεράποντες ἐρυκόντων ἐπὶ τάφρῳ,</l><l n="77">αὐτοὶ δὲ πρυλέες σὺν τεύχεσι θωρηχθέντες</l><l n="78">Ἕκτορι πάντες ἑπώμεθʼ ἀολλέες· αὐτὰρ Ἀχαιοὶ</l><l n="79">οὐ μενέουσʼ εἰ δή σφιν ὀλέθρου πείρατʼ ἐφῆπται.</l><milestone ed="p" n="80" unit="card"/></q><l n="80"><milestone ed="P" unit="para"/>ὣς φάτο Πουλυδάμας, ἅδε δʼ Ἕκτορι μῦθος ἀπήμων,</l><l n="81">αὐτίκα δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε.</l><l n="82">οὐδὲ μὲν ἄλλοι Τρῶες ἐφʼ ἵππων ἠγερέθοντο,</l><l n="83">ἀλλʼ ἀπὸ πάντες ὄρουσαν, ἐπεὶ ἴδον Ἕκτορα δῖον.</l><l n="84">ἡνιόχῳ μὲν ἔπειτα ἑῷ ἐπέτελλεν ἕκαστος</l><l n="85">ἵππους εὖ κατὰ κόσμον ἐρυκέμεν αὖθʼ ἐπὶ τάφρῳ·</l><l n="86">οἳ δὲ διαστάντες σφέας αὐτοὺς ἀρτύναντες</l><l n="87">πένταχα κοσμηθέντες ἅμʼ ἡγεμόνεσσιν ἕποντο.</l><l n="88"><milestone ed="P" unit="para"/>οἳ μὲν ἅμʼ Ἕκτορʼ ἴσαν καὶ ἀμύμονι Πουλυδάμαντι,</l><l n="89">οἳ πλεῖστοι καὶ ἄριστοι ἔσαν, μέμασαν δὲ μάλιστα</l><l n="90">τεῖχος ῥηξάμενοι κοίλῃς ἐπὶ νηυσὶ μάχεσθαι.</l><l n="91">καί σφιν Κεβριόνης τρίτος εἵπετο· πὰρ δʼ ἄρʼ ὄχεσφιν</l><l n="92">ἄλλον Κεβριόναο χερείονα κάλλιπεν Ἕκτωρ.</l><l n="93">τῶν δʼ ἑτέρων Πάρις ἦρχε καὶ Ἀλκάθοος καὶ Ἀγήνωρ,</l><l n="94">τῶν δὲ τρίτων Ἕλενος καὶ Δηΐφοβος θεοειδὴς</l><l n="95">υἷε δύω Πριάμοιο· τρίτος δʼ ἦν Ἄσιος ἥρως</l><l n="96">Ἄσιος Ὑρτακίδης, ὃν Ἀρίσβηθεν φέρον ἵπποι</l><l n="97">αἴθωνες μεγάλοι ποταμοῦ ἄπο Σελλήεντος.</l><l n="98">τῶν δὲ τετάρτων ἦρχεν ἐῢς πάϊς Ἀγχίσαο</l><l n="99">Αἰνείας, ἅμα τῷ γε δύω Ἀντήνορος υἷε</l><l n="100">Ἀρχέλοχός τʼ Ἀκάμας τε μάχης εὖ εἰδότε πάσης.</l><l n="101">Σαρπηδὼν δʼ ἡγήσατʼ ἀγακλειτῶν ἐπικούρων,</l><l n="102">πρὸς δʼ ἕλετο Γλαῦκον καὶ ἀρήϊον Ἀστεροπαῖον·</l><l n="103">οἳ γάρ οἱ εἴσαντο διακριδὸν εἶναι ἄριστοι</l><l n="104">τῶν ἄλλων μετά γʼ αὐτόν· ὃ δʼ ἔπρεπε καὶ διὰ πάντων.</l><l n="105">οἳ δʼ ἐπεὶ ἀλλήλους ἄραρον τυκτῇσι βόεσσι</l><l n="106">βάν ῥʼ ἰθὺς Δαναῶν λελιημένοι, οὐδʼ ἔτʼ ἔφαντο</l><l n="107">σχήσεσθʼ, ἀλλʼ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι.</l><milestone ed="p" n="108" unit="card"/><l n="108"><milestone ed="P" unit="para"/>ἔνθʼ ἄλλοι Τρῶες τηλεκλειτοί τʼ ἐπίκουροι</l><l n="109">βουλῇ Πουλυδάμαντος ἀμωμήτοιο πίθοντο·</l><l n="110">ἀλλʼ οὐχ Ὑρτακίδης ἔθελʼ Ἄσιος ὄρχαμος ἀνδρῶν</l><l n="111">αὖθι λιπεῖν ἵππους τε καὶ ἡνίοχον θεράποντα,</l><l n="112">ἀλλὰ σὺν αὐτοῖσιν πέλασεν νήεσσι θοῇσι</l><l n="113">νήπιος, οὐδʼ ἄρʼ ἔμελλε κακὰς ὑπὸ κῆρας ἀλύξας</l><l n="114">ἵπποισιν καὶ ὄχεσφιν ἀγαλλόμενος παρὰ νηῶν</l><l n="115">ἂψ ἀπονοστήσειν προτὶ Ἴλιον ἠνεμόεσσαν·</l><l n="116">πρόσθεν γάρ μιν μοῖρα δυσώνυμος ἀμφεκάλυψεν</l><l n="117">ἔγχεϊ Ἰδομενῆος ἀγαυοῦ Δευκαλίδαο.</l><l n="118">εἴσατο γὰρ νηῶν ἐπʼ ἀριστερά, τῇ περ Ἀχαιοὶ</l><l n="119">ἐκ πεδίου νίσοντο σὺν ἵπποισιν καὶ ὄχεσφι·</l><l n="120">τῇ ῥʼ ἵππους τε καὶ ἅρμα διήλασεν, οὐδὲ πύλῃσιν</l><l n="121">εὗρʼ ἐπικεκλιμένας σανίδας καὶ μακρὸν ὀχῆα,</l><l n="122">ἀλλʼ ἀναπεπταμένας ἔχον ἀνέρες, εἴ τινʼ ἑταίρων</l><l n="123">ἐκ πολέμου φεύγοντα σαώσειαν μετὰ νῆας.</l><l n="124">τῇ ῥʼ ἰθὺς φρονέων ἵππους ἔχε, τοὶ δʼ ἅμʼ ἕποντο</l><l n="125">ὀξέα κεκλήγοντες· ἔφαντο γὰρ οὐκ ἔτʼ Ἀχαιοὺς</l><l n="126">σχήσεσθʼ, ἀλλʼ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι</l><l n="127">νήπιοι, ἐν δὲ πύλῃσι δύʼ ἀνέρας εὗρον ἀρίστους</l><l n="128">υἷας ὑπερθύμους Λαπιθάων αἰχμητάων,</l><l n="129">τὸν μὲν Πειριθόου υἷα κρατερὸν Πολυποίτην,</l><l n="130">τὸν δὲ Λεοντῆα βροτολοιγῷ ἶσον Ἄρηϊ.</l><l n="131">τὼ μὲν ἄρα προπάροιθε πυλάων ὑψηλάων</l><l n="132">ἕστασαν ὡς ὅτε τε δρύες οὔρεσιν ὑψικάρηνοι,</l><l n="133">αἵ τʼ ἄνεμον μίμνουσι καὶ ὑετὸν ἤματα πάντα</l><l n="134">ῥίζῃσιν μεγάλῃσι διηνεκέεσσʼ ἀραρυῖαι·</l><l n="135">ὣς ἄρα τὼ χείρεσσι πεποιθότες ἠδὲ βίηφι</l><l n="136">μίμνον ἐπερχόμενον μέγαν Ἄσιον οὐδὲ φέβοντο.</l><l n="137">οἳ δʼ ἰθὺς πρὸς τεῖχος ἐΰδμητον βόας αὔας</l><l n="138">ὑψόσʼ ἀνασχόμενοι ἔκιον μεγάλῳ ἀλαλητῷ</l><l n="139">Ἄσιον ἀμφὶ ἄνακτα καὶ Ἰαμενὸν καὶ Ὀρέστην</l><l n="140">Ἀσιάδην τʼ Ἀδάμαντα Θόωνά τε Οἰνόμαόν τε.</l><l n="141">οἳ δʼ ἤτοι εἷος μὲν ἐϋκνήμιδας Ἀχαιοὺς</l><l n="142">ὄρνυον ἔνδον ἐόντες ἀμύνεσθαι περὶ νηῶν·</l><l n="143">αὐτὰρ ἐπεὶ δὴ τεῖχος ἐπεσσυμένους ἐνόησαν</l><l n="144">Τρῶας, ἀτὰρ Δαναῶν γένετο ἰαχή τε φόβος τε,</l><l n="145">ἐκ δὲ τὼ ἀΐξαντε πυλάων πρόσθε μαχέσθην</l><l n="146">ἀγροτέροισι σύεσσιν ἐοικότε, τώ τʼ ἐν ὄρεσσιν</l><l n="147">ἀνδρῶν ἠδὲ κυνῶν δέχαται κολοσυρτὸν ἰόντα,</l><l n="148">δοχμώ τʼ ἀΐσσοντε περὶ σφίσιν ἄγνυτον ὕλην</l><l n="149">πρυμνὴν ἐκτάμνοντες, ὑπαὶ δέ τε κόμπος ὀδόντων</l><l n="150">γίγνεται εἰς ὅ κέ τίς τε βαλὼν ἐκ θυμὸν ἕληται·</l><l n="151">ὣς τῶν κόμπει χαλκὸς ἐπὶ στήθεσσι φαεινὸς</l><l n="152">ἄντην βαλλομένων· μάλα γὰρ κρατερῶς ἐμάχοντο</l><l n="153">λαοῖσιν καθύπερθε πεποιθότες ἠδὲ βίηφιν.</l><milestone ed="p" n="153" unit="card"/><l n="154">οἳ δʼ ἄρα χερμαδίοισιν ἐϋδμήτων ἀπὸ πύργων</l><l n="155">βάλλον ἀμυνόμενοι σφῶν τʼ αὐτῶν καὶ κλισιάων</l><l n="156">νηῶν τʼ ὠκυπόρων· νιφάδες δʼ ὡς πῖπτον ἔραζε,</l><l n="157">ἅς τʼ ἄνεμος ζαὴς νέφεα σκιόεντα δονήσας</l><l n="158">ταρφειὰς κατέχευεν ἐπὶ χθονὶ πουλυβοτείρῃ·</l><l n="159">ὣς τῶν ἐκ χειρῶν βέλεα ῥέον ἠμὲν Ἀχαιῶν</l><l n="160">ἠδὲ καὶ ἐκ Τρώων· κόρυθες δʼ ἀμφʼ αὖον ἀΰτευν</l><l n="161">βαλλομένων μυλάκεσσι καὶ ἀσπίδες ὀμφαλόεσσαι.</l><l n="162">δή ῥα τότʼ ᾤμωξεν καὶ ὣ πεπλήγετο μηρὼ</l><l n="163">Ἄσιος Ὑρτακίδης, καὶ ἀλαστήσας ἔπος ηὔδα·</l><q><l n="164">Ζεῦ πάτερ ἦ ῥά νυ καὶ σὺ φιλοψευδὴς ἐτέτυξο</l><l n="165">πάγχυ μάλʼ· οὐ γὰρ ἔγωγʼ ἐφάμην ἥρωας Ἀχαιοὺς</l><l n="166">σχήσειν ἡμέτερόν γε μένος καὶ χεῖρας ἀάπτους.</l><l n="167">οἳ δʼ, ὥς τε σφῆκες μέσον αἰόλοι ἠὲ μέλισσαι</l><l n="168">οἰκία ποιήσωνται ὁδῷ ἔπι παιπαλοέσσῃ,</l><l n="169">οὐδʼ ἀπολείπουσιν κοῖλον δόμον, ἀλλὰ μένοντες</l><l n="170">ἄνδρας θηρητῆρας ἀμύνονται περὶ τέκνων,</l><l n="171">ὣς οἵ γʼ οὐκ ἐθέλουσι πυλάων καὶ δύʼ ἐόντε</l><l n="172">χάσσασθαι πρίν γʼ ἠὲ κατακτάμεν ἠὲ ἁλῶναι.</l></q><l n="173"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδὲ Διὸς πεῖθε φρένα ταῦτʼ ἀγορεύων·</l><l n="174">Ἕκτορι γάρ οἱ θυμὸς ἐβούλετο κῦδος ὀρέξαι.</l><l n="175"><milestone ed="P" unit="para"/>ἄλλοι δʼ ἀμφʼ ἄλλῃσι μάχην ἐμάχοντο πύλῃσιν·</l><l n="176">ἀργαλέον δέ με ταῦτα θεὸν ὣς πάντʼ ἀγορεῦσαι·</l><l n="177">πάντῃ γὰρ περὶ τεῖχος ὀρώρει θεσπιδαὲς πῦρ</l><l n="178">λάϊνον· Ἀργεῖοι δὲ καὶ ἀχνύμενοί περ ἀνάγκῃ</l><l n="179">νηῶν ἠμύνοντο· θεοὶ δʼ ἀκαχήατο θυμὸν</l><l n="180">πάντες ὅσοι Δαναοῖσι μάχης ἐπιτάρροθοι ἦσαν.</l><l n="181">σὺν δʼ ἔβαλον Λαπίθαι πόλεμον καὶ δηϊοτῆτα.</l><l n="182"><milestone ed="P" unit="para"/>ἔνθʼ αὖ Πειριθόου υἱὸς κρατερὸς Πολυποίτης</l><l n="183">δουρὶ βάλεν Δάμασον κυνέης διὰ χαλκοπαρῄου·</l><l n="184">οὐδʼ ἄρα χαλκείη κόρυς ἔσχεθεν, ἀλλὰ διὰ πρὸ</l><l n="185">αἰχμὴ χαλκείη ῥῆξʼ ὀστέον, ἐγκέφαλος δὲ</l><l n="186">ἔνδον ἅπας πεπάλακτο· δάμασσε δέ μιν μεμαῶτα·</l><l n="187">αὐτὰρ ἔπειτα Πύλωνα καὶ Ὄρμενον ἐξενάριξεν.</l><l n="188">υἱὸν δʼ Ἀντιμάχοιο Λεοντεὺς ὄζος Ἄρηος</l><l n="189">Ἱππόμαχον βάλε δουρὶ κατὰ ζωστῆρα τυχήσας.</l><l n="190">αὖτις δʼ ἐκ κολεοῖο ἐρυσσάμενος ξίφος ὀξὺ</l><l n="191">Ἀντιφάτην μὲν πρῶτον ἐπαΐξας διʼ ὁμίλου</l><l n="192">πλῆξʼ αὐτοσχεδίην· ὃ δʼ ἄρʼ ὕπτιος οὔδει ἐρείσθη·</l><l n="193">αὐτὰρ ἔπειτα Μένωνα καὶ Ἰαμενὸν καὶ Ὀρέστην</l><l n="194">πάντας ἐπασσυτέρους πέλασε χθονὶ πουλυβοτείρῃ.</l><milestone ed="p" n="195" unit="card"/><l n="195"><milestone ed="P" unit="para"/>ὄφρʼ οἳ τοὺς ἐνάριζον ἀπʼ ἔντεα μαρμαίροντα,</l><l n="196">τόφρʼ οἳ Πουλυδάμαντι καὶ Ἕκτορι κοῦροι ἕποντο,</l><l n="197">οἳ πλεῖστοι καὶ ἄριστοι ἔσαν, μέμασαν δὲ μάλιστα</l><l n="198">τεῖχός τε ῥήξειν καὶ ἐνιπρήσειν πυρὶ νῆας,</l><l n="199">οἵ ῥʼ ἔτι μερμήριζον ἐφεσταότες παρὰ τάφρῳ.</l><l n="200">ὄρνις γάρ σφιν ἐπῆλθε περησέμεναι μεμαῶσιν</l><l n="201">αἰετὸς ὑψιπέτης ἐπʼ ἀριστερὰ λαὸν ἐέργων</l><l n="202">φοινήεντα δράκοντα φέρων ὀνύχεσσι πέλωρον</l><l n="203">ζωὸν ἔτʼ ἀσπαίροντα, καὶ οὔ πω λήθετο χάρμης,</l><l n="204">κόψε γὰρ αὐτὸν ἔχοντα κατὰ στῆθος παρὰ δειρὴν</l><l n="205">ἰδνωθεὶς ὀπίσω· ὃ δʼ ἀπὸ ἕθεν ἧκε χαμᾶζε</l><l n="206">ἀλγήσας ὀδύνῃσι, μέσῳ δʼ ἐνὶ κάββαλʼ ὁμίλῳ,</l><l n="207">αὐτὸς δὲ κλάγξας πέτετο πνοιῇς ἀνέμοιο.</l><l n="208">Τρῶες δʼ ἐρρίγησαν ὅπως ἴδον αἰόλον ὄφιν</l><l n="209">κείμενον ἐν μέσσοισι Διὸς τέρας αἰγιόχοιο.</l><l n="210">δὴ τότε Πουλυδάμας θρασὺν Ἕκτορα εἶπε παραστάς·</l><q><l n="211">Ἕκτορ ἀεὶ μέν πώς μοι ἐπιπλήσσεις ἀγορῇσιν</l><l n="212">ἐσθλὰ φραζομένῳ, ἐπεὶ οὐδὲ μὲν οὐδὲ ἔοικε</l><l n="213">δῆμον ἐόντα παρὲξ ἀγορευέμεν, οὔτʼ ἐνὶ βουλῇ</l><l n="214">οὔτέ ποτʼ ἐν πολέμῳ, σὸν δὲ κράτος αἰὲν ἀέξειν·</l><l n="215">νῦν αὖτʼ ἐξερέω ὥς μοι δοκεῖ εἶναι ἄριστα.</l><l n="216">μὴ ἴομεν Δαναοῖσι μαχησόμενοι περὶ νηῶν.</l><l n="217">ὧδε γὰρ ἐκτελέεσθαι ὀΐομαι, εἰ ἐτεόν γε</l><l n="218">Τρωσὶν ὅδʼ ὄρνις ἦλθε περησέμεναι μεμαῶσιν</l><l n="219">αἰετὸς ὑψιπέτης ἐπʼ ἀριστερὰ λαὸν ἐέργων</l><l n="220">φοινήεντα δράκοντα φέρων ὀνύχεσσι πέλωρον</l><l n="221">ζωόν· ἄφαρ δʼ ἀφέηκε πάρος φίλα οἰκίʼ ἱκέσθαι,</l><l n="222">οὐδʼ ἐτέλεσσε φέρων δόμεναι τεκέεσσιν ἑοῖσιν.</l><l n="223">ὣς ἡμεῖς, εἴ πέρ τε πύλας καὶ τεῖχος Ἀχαιῶν</l><l n="224">ῥηξόμεθα σθένεϊ μεγάλῳ, εἴξωσι δʼ Ἀχαιοί,</l><l n="225">οὐ κόσμῳ παρὰ ναῦφιν ἐλευσόμεθʼ αὐτὰ κέλευθα·</l><l n="226">πολλοὺς γὰρ Τρώων καταλείψομεν, οὕς κεν Ἀχαιοὶ</l><l n="227">χαλκῷ δῃώσωσιν ἀμυνόμενοι περὶ νηῶν.</l><l n="228">ὧδέ χʼ ὑποκρίναιτο θεοπρόπος, ὃς σάφα θυμῷ</l><l n="229">εἰδείη τεράων καί οἱ πειθοίατο λαοί.</l></q><milestone ed="p" n="230" unit="card"/><l n="230"><milestone ed="P" unit="para"/>τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κορυθαίολος Ἕκτωρ·</l><q><l n="231">Πουλυδάμα, σὺ μὲν οὐκ ἔτʼ ἐμοὶ φίλα ταῦτʼ ἀγορεύεις·</l><l n="232">οἶσθα καὶ ἄλλον μῦθον ἀμείνονα τοῦδε νοῆσαι.</l><l n="233">εἰ δʼ ἐτεὸν δὴ τοῦτον ἀπὸ σπουδῆς ἀγορεύεις,</l><l n="234">ἐξ ἄρα δή τοι ἔπειτα θεοὶ φρένας ὤλεσαν αὐτοί,</l><l n="235">ὃς κέλεαι Ζηνὸς μὲν ἐριγδούποιο λαθέσθαι</l><l n="236">βουλέων, ἅς τέ μοι αὐτὸς ὑπέσχετο καὶ κατένευσε·</l><l n="237">τύνη δʼ οἰωνοῖσι τανυπτερύγεσσι κελεύεις</l><l n="238">πείθεσθαι, τῶν οὔ τι μετατρέπομʼ οὐδʼ ἀλεγίζω</l><l n="239">εἴτʼ ἐπὶ δεξίʼ ἴωσι πρὸς ἠῶ τʼ ἠέλιόν τε,</l><l n="240">εἴτʼ ἐπʼ ἀριστερὰ τοί γε ποτὶ ζόφον ἠερόεντα.</l><l n="241">ἡμεῖς δὲ μεγάλοιο Διὸς πειθώμεθα βουλῇ,</l><l n="242">ὃς πᾶσι θνητοῖσι καὶ ἀθανάτοισιν ἀνάσσει.</l><l n="243">εἷς οἰωνὸς ἄριστος ἀμύνεσθαι περὶ πάτρης.</l><l n="244">τίπτε σὺ δείδοικας πόλεμον καὶ δηϊοτῆτα;</l><l n="245">εἴ περ γάρ τʼ ἄλλοι γε περὶ κτεινώμεθα πάντες</l><l n="246">νηυσὶν ἐπʼ Ἀργείων, σοὶ δʼ οὐ δέος ἔστʼ ἀπολέσθαι·</l><l n="247">οὐ γάρ τοι κραδίη μενεδήϊος οὐδὲ μαχήμων.</l><l n="248">εἰ δὲ σὺ δηϊοτῆτος ἀφέξεαι, ἠέ τινʼ ἄλλον</l><l n="249">παρφάμενος ἐπέεσσιν ἀποτρέψεις πολέμοιο,</l><l n="250">αὐτίκʼ ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσεις.</l></q><l n="251"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δʼ ἅμʼ ἕποντο</l><l n="252">ἠχῇ θεσπεσίῃ· ἐπὶ δὲ Ζεὺς τερπικέραυνος</l><l n="253">ὦρσεν ἀπʼ Ἰδαίων ὀρέων ἀνέμοιο θύελλαν,</l><l n="254">ἥ ῥʼ ἰθὺς νηῶν κονίην φέρεν· αὐτὰρ Ἀχαιῶν</l><l n="255">θέλγε νόον, Τρωσὶν δὲ καὶ Ἕκτορι κῦδος ὄπαζε.</l><l n="256">τοῦ περ δὴ τεράεσσι πεποιθότες ἠδὲ βίηφι</l><l n="257">ῥήγνυσθαι μέγα τεῖχος Ἀχαιῶν πειρήτιζον.</l><l n="258">κρόσσας μὲν πύργων ἔρυον, καὶ ἔρειπον ἐπάλξεις,</l><l n="259">στήλας τε προβλῆτας ἐμόχλεον, ἃς ἄρʼ Ἀχαιοὶ</l><l n="260">πρώτας ἐν γαίῃ θέσαν ἔμμεναι ἔχματα πύργων.</l><l n="261">τὰς οἵ γʼ αὐέρυον, ἔλποντο δὲ τεῖχος Ἀχαιῶν</l><l n="262">ῥήξειν· οὐδέ νύ πω Δαναοὶ χάζοντο κελεύθου,</l><l n="263">ἀλλʼ οἵ γε ῥινοῖσι βοῶν φράξαντες ἐπάλξεις</l><l n="264">βάλλον ἀπʼ αὐτάων δηΐους ὑπὸ τεῖχος ἰόντας.</l><l n="265"><milestone ed="P" unit="para"/>ἀμφοτέρω δʼ Αἴαντε κελευτιόωντʼ ἐπὶ πύργων</l><l n="266">πάντοσε φοιτήτην μένος ὀτρύνοντες Ἀχαιῶν.</l><l n="267">ἄλλον μειλιχίοις, ἄλλον στερεοῖς ἐπέεσσι</l><l n="268">νείκεον, ὅν τινα πάγχυ μάχης μεθιέντα ἴδοιεν·</l><q><l n="269">ὦ φίλοι Ἀργείων ὅς τʼ ἔξοχος ὅς τε μεσήεις</l><l n="270">ὅς τε χερειότερος, ἐπεὶ οὔ πω πάντες ὁμοῖοι</l><l n="271">ἀνέρες ἐν πολέμῳ, νῦν ἔπλετο ἔργον ἅπασι·</l><l n="272">καὶ δʼ αὐτοὶ τόδε που γιγνώσκετε. μή τις ὀπίσσω</l><l n="273">τετράφθω ποτὶ νῆας ὁμοκλητῆρος ἀκούσας,</l><l n="274">ἀλλὰ πρόσω ἵεσθε καὶ ἀλλήλοισι κέλεσθε,</l><l n="275">αἴ κε Ζεὺς δώῃσιν Ὀλύμπιος ἀστεροπητὴς</l><l n="276">νεῖκος ἀπωσαμένους δηΐους προτὶ ἄστυ δίεσθαι.</l><milestone ed="p" n="277" unit="card"/></q><l n="277"><milestone ed="P" unit="para"/>ὣς τώ γε προβοῶντε μάχην ὄτρυνον Ἀχαιῶν.</l><l n="278">τῶν δʼ, ὥς τε νιφάδες χιόνος πίπτωσι θαμειαὶ</l><l n="279">ἤματι χειμερίῳ, ὅτε τʼ ὤρετο μητίετα Ζεὺς</l><l n="280">νιφέμεν ἀνθρώποισι πιφαυσκόμενος τὰ ἃ κῆλα·</l><l n="281">κοιμήσας δʼ ἀνέμους χέει ἔμπεδον, ὄφρα καλύψῃ</l><l n="282">ὑψηλῶν ὀρέων κορυφὰς καὶ πρώονας ἄκρους</l><l n="283">καὶ πεδία λωτοῦντα καὶ ἀνδρῶν πίονα ἔργα,</l><l n="284">καί τʼ ἐφʼ ἁλὸς πολιῆς κέχυται λιμέσιν τε καὶ ἀκταῖς,</l><l n="285">κῦμα δέ μιν προσπλάζον ἐρύκεται· ἄλλά τε πάντα</l><l n="286">εἴλυται καθύπερθʼ, ὅτʼ ἐπιβρίσῃ Διὸς ὄμβρος·</l><l n="287">ὣς τῶν ἀμφοτέρωσε λίθοι πωτῶντο θαμειαί,</l><l n="288">αἱ μὲν ἄρʼ ἐς Τρῶας, αἱ δʼ ἐκ Τρώων ἐς Ἀχαιούς,</l><l n="289">βαλλομένων· τὸ δὲ τεῖχος ὕπερ πᾶν δοῦπος ὀρώρει.</l><l n="290"><milestone ed="P" unit="para"/>οὐδʼ ἄν πω τότε γε Τρῶες καὶ φαίδιμος Ἕκτωρ</l><l n="291">τείχεος ἐρρήξαντο πύλας καὶ μακρὸν ὀχῆα,</l><l n="292">εἰ μὴ ἄρʼ υἱὸν ἑὸν Σαρπηδόνα μητίετα Ζεὺς</l><l n="293">ὦρσεν ἐπʼ Ἀργείοισι λέονθʼ ὣς βουσὶν ἕλιξιν.</l><l n="294">αὐτίκα δʼ ἀσπίδα μὲν πρόσθʼ ἔσχετο πάντοσʼ ἐΐσην</l><l n="295">καλὴν χαλκείην ἐξήλατον, ἣν ἄρα χαλκεὺς</l><l n="296">ἤλασεν, ἔντοσθεν δὲ βοείας ῥάψε θαμειὰς</l><l n="297">χρυσείῃς ῥάβδοισι διηνεκέσιν περὶ κύκλον.</l><l n="298">τὴν ἄρʼ ὅ γε πρόσθε σχόμενος δύο δοῦρε τινάσσων</l><l n="299">βῆ ῥʼ ἴμεν ὥς τε λέων ὀρεσίτροφος, ὅς τʼ ἐπιδευὴς</l><l n="300">δηρὸν ἔῃ κρειῶν, κέλεται δέ ἑ θυμὸς ἀγήνωρ</l><l n="301">μήλων πειρήσοντα καὶ ἐς πυκινὸν δόμον ἐλθεῖν·</l><l n="302">εἴ περ γάρ χʼ εὕρῃσι παρʼ αὐτόφι βώτορας ἄνδρας</l><l n="303">σὺν κυσὶ καὶ δούρεσσι φυλάσσοντας περὶ μῆλα,</l><l n="304">οὔ ῥά τʼ ἀπείρητος μέμονε σταθμοῖο δίεσθαι,</l><l n="305">ἀλλʼ ὅ γʼ ἄρʼ ἢ ἥρπαξε μετάλμενος, ἠὲ καὶ αὐτὸς</l><l n="306">ἔβλητʼ ἐν πρώτοισι θοῆς ἀπὸ χειρὸς ἄκοντι·</l><l n="307">ὥς ῥα τότʼ ἀντίθεον Σαρπηδόνα θυμὸς ἀνῆκε</l><l n="308">τεῖχος ἐπαΐξαι διά τε ῥήξασθαι ἐπάλξεις.</l><l n="309">αὐτίκα δὲ Γλαῦκον προσέφη παῖδʼ Ἱππολόχοιο·</l><q><l n="310">Γλαῦκε τί ἢ δὴ νῶϊ τετιμήμεσθα μάλιστα</l><l n="311">ἕδρῃ τε κρέασίν τε ἰδὲ πλείοις δεπάεσσιν</l><l n="312">ἐν Λυκίῃ, πάντες δὲ θεοὺς ὣς εἰσορόωσι,</l><l n="313">καὶ τέμενος νεμόμεσθα μέγα Ξάνθοιο παρʼ ὄχθας</l><l n="314">καλὸν φυταλιῆς καὶ ἀρούρης πυροφόροιο;</l><l n="315">τὼ νῦν χρὴ Λυκίοισι μέτα πρώτοισιν ἐόντας</l><l n="316">ἑστάμεν ἠδὲ μάχης καυστείρης ἀντιβολῆσαι,</l><l n="317">ὄφρά τις ὧδʼ εἴπῃ Λυκίων πύκα θωρηκτάων·</l><q><l n="318">οὐ μὰν ἀκλεέες Λυκίην κάτα κοιρανέουσιν</l><l n="319">ἡμέτεροι βασιλῆες, ἔδουσί τε πίονα μῆλα</l><l n="320">οἶνόν τʼ ἔξαιτον μελιηδέα· ἀλλʼ ἄρα καὶ ἲς</l><l n="321">ἐσθλή, ἐπεὶ Λυκίοισι μέτα πρώτοισι μάχονται.</l></q><l n="322">ὦ πέπον εἰ μὲν γὰρ πόλεμον περὶ τόνδε φυγόντε</l><l n="323">αἰεὶ δὴ μέλλοιμεν ἀγήρω τʼ ἀθανάτω τε</l><l n="324">ἔσσεσθʼ, οὔτέ κεν αὐτὸς ἐνὶ πρώτοισι μαχοίμην</l><l n="325">οὔτέ κε σὲ στέλλοιμι μάχην ἐς κυδιάνειραν·</l><l n="326">νῦν δʼ ἔμπης γὰρ κῆρες ἐφεστᾶσιν θανάτοιο</l><l n="327">μυρίαι, ἃς οὐκ ἔστι φυγεῖν βροτὸν οὐδʼ ὑπαλύξαι,</l><l n="328">ἴομεν ἠέ τῳ εὖχος ὀρέξομεν ἠέ τις ἡμῖν.</l><milestone ed="p" n="329" unit="card"/></q><l n="329"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδὲ Γλαῦκος ἀπετράπετʼ οὐδʼ ἀπίθησε·</l><l n="330">τὼ δʼ ἰθὺς βήτην Λυκίων μέγα ἔθνος ἄγοντε.</l><l n="331">τοὺς δὲ ἰδὼν ῥίγησʼ υἱὸς Πετεῶο Μενεσθεύς·</l><l n="332">τοῦ γὰρ δὴ πρὸς πύργον ἴσαν κακότητα φέροντες.</l><l n="333">πάπτηνεν δʼ ἀνὰ πύργον Ἀχαιῶν εἴ τινʼ ἴδοιτο</l><l n="334">ἡγεμόνων, ὅς τίς οἱ ἀρὴν ἑτάροισιν ἀμύναι·</l><l n="335">ἐς δʼ ἐνόησʼ Αἴαντε δύω πολέμου ἀκορήτω</l><l n="336">ἑσταότας, Τεῦκρόν τε νέον κλισίηθεν ἰόντα</l><l n="337">ἐγγύθεν· ἀλλʼ οὔ πώς οἱ ἔην βώσαντι γεγωνεῖν·</l><l n="338">τόσσος γὰρ κτύπος ἦεν, ἀϋτὴ δʼ οὐρανὸν ἷκε,</l><l n="339">βαλλομένων σακέων τε καὶ ἱπποκόμων τρυφαλειῶν</l><l n="340">καὶ πυλέων· πᾶσαι γὰρ ἐπώχατο, τοὶ δὲ κατʼ αὐτὰς</l><l n="341">ἱστάμενοι πειρῶντο βίῃ ῥήξαντες ἐσελθεῖν.</l><l n="342">αἶψα δʼ ἐπʼ Αἴαντα προΐει κήρυκα Θοώτην·</l><q><l n="343">ἔρχεο δῖε Θοῶτα, θέων Αἴαντα κάλεσσον,</l><l n="344">ἀμφοτέρω μὲν μᾶλλον· ὃ γάρ κʼ ὄχʼ ἄριστον ἁπάντων</l><l n="345">εἴη, ἐπεὶ τάχα τῇδε τετεύξεται αἰπὺς ὄλεθρος.</l><l n="346">ὧδε γὰρ ἔβρισαν Λυκίων ἀγοί, οἳ τὸ πάρος περ</l><l n="347">ζαχρηεῖς τελέθουσι κατὰ κρατερὰς ὑσμίνας.</l><l n="348">εἰ δέ σφιν καὶ κεῖθι πόνος καὶ νεῖκος ὄρωρεν,</l><l n="349">ἀλλά περ οἶος ἴτω Τελαμώνιος ἄλκιμος Αἴας,</l><l n="350">καί οἱ Τεῦκρος ἅμα σπέσθω τόξων ἐῢ εἰδώς.</l></q><l n="351"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἄρα οἱ κῆρυξ ἀπίθησεν ἀκούσας,</l><l n="352">βῆ δὲ θέειν παρὰ τεῖχος Ἀχαιῶν χαλκοχιτώνων,</l><l n="353">στῆ δὲ παρʼ Αἰάντεσσι κιών, εἶθαρ δὲ προσηύδα·</l><q><l n="354">Αἴαντʼ Ἀργείων ἡγήτορε χαλκοχιτώνων</l><l n="355">ἠνώγει Πετεῶο διοτρεφέος φίλος υἱὸς</l><l n="356">κεῖσʼ ἴμεν, ὄφρα πόνοιο μίνυνθά περ ἀντιάσητον</l><l n="357">ἀμφοτέρω μὲν μᾶλλον· ὃ γάρ κʼ ὄχʼ ἄριστον ἁπάντων</l><l n="358">εἴη, ἐπεὶ τάχα κεῖθι τετεύξεται αἰπὺς ὄλεθρος·</l><l n="359">ὧδε γὰρ ἔβρισαν Λυκίων ἀγοί, οἳ τὸ πάρος περ</l><l n="360">ζαχρηεῖς τελέθουσι κατὰ κρατερὰς ὑσμίνας.</l><l n="361">εἰ δὲ καὶ ἐνθάδε περ πόλεμος καὶ νεῖκος ὄρωρεν,</l><l n="362">ἀλλά περ οἶος ἴτω Τελαμώνιος ἄλκιμος Αἴας,</l><l n="363">καί οἱ Τεῦκρος ἅμα σπέσθω τόξων ἐῢ εἰδώς.</l><milestone ed="p" n="364" unit="card"/></q><l n="364"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε μέγας Τελαμώνιος Αἴας.</l><l n="365">αὐτίκʼ Ὀϊλιάδην ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="366">Αἶαν σφῶϊ μὲν αὖθι, σὺ καὶ κρατερὸς Λυκομήδης,</l><l n="367">ἑσταότες Δαναοὺς ὀτρύνετον ἶφι μάχεσθαι·</l><l n="368">αὐτὰρ ἐγὼ κεῖσʼ εἶμι καὶ ἀντιόω πολέμοιο·</l><l n="369">αἶψα δʼ ἐλεύσομαι αὖτις, ἐπὴν εὖ τοῖς ἐπαμύνω.</l></q><l n="370"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσας ἀπέβη Τελαμώνιος Αἴας,</l><l n="371">καί οἱ Τεῦκρος ἅμʼ ᾖε κασίγνητος καὶ ὄπατρος·</l><l n="372">τοῖς δʼ ἅμα Πανδίων Τεύκρου φέρε καμπύλα τόξα.</l><l n="373">εὖτε Μενεσθῆος μεγαθύμου πύργον ἵκοντο</l><l n="374">τείχεος ἐντὸς ἰόντες, ἐπειγομένοισι δʼ ἵκοντο,</l><l n="375">οἳ δʼ ἐπʼ ἐπάλξεις βαῖνον ἐρεμνῇ λαίλαπι ἶσοι</l><l n="376">ἴφθιμοι Λυκίων ἡγήτορες ἠδὲ μέδοντες·</l><l n="377">σὺν δʼ ἐβάλοντο μάχεσθαι ἐναντίον, ὦρτο δʼ ἀϋτή.</l><l n="378"><milestone ed="P" unit="para"/>Αἴας δὲ πρῶτος Τελαμώνιος ἄνδρα κατέκτα</l><l n="379">Σαρπήδοντος ἑταῖρον Ἐπικλῆα μεγάθυμον</l><l n="380">μαρμάρῳ ὀκριόεντι βαλών, ὅ ῥα τείχεος ἐντὸς</l><l n="381">κεῖτο μέγας παρʼ ἔπαλξιν ὑπέρτατος· οὐδέ κέ μιν ῥέα</l><l n="382">χείρεσσʼ ἀμφοτέρῃς ἔχοι ἀνὴρ οὐδὲ μάλʼ ἡβῶν,</l><l n="383">οἷοι νῦν βροτοί εἰσʼ· ὃ δʼ ἄρʼ ὑψόθεν ἔμβαλʼ ἀείρας,</l><l n="384">θλάσσε δὲ τετράφαλον κυνέην, σὺν δʼ ὀστέʼ ἄραξε</l><l n="385">πάντʼ ἄμυδις κεφαλῆς· ὃ δʼ ἄρʼ ἀρνευτῆρι ἐοικὼς</l><l n="386">κάππεσʼ ἀφʼ ὑψηλοῦ πύργου, λίπε δʼ ὀστέα θυμός.</l><l n="387">Τεῦκρος δὲ Γλαῦκον κρατερὸν παῖδʼ Ἱππολόχοιο</l><l n="388">ἰῷ ἐπεσσύμενον βάλε τείχεος ὑψηλοῖο,</l><l n="389">ᾗ ῥʼ ἴδε γυμνωθέντα βραχίονα, παῦσε δὲ χάρμης.</l><l n="390">ἂψ δʼ ἀπὸ τείχεος ἆλτο λαθών, ἵνα μή τις Ἀχαιῶν</l><l n="391">βλήμενον ἀθρήσειε καὶ εὐχετόῳτʼ ἐπέεσσι.</l><l n="392">Σαρπήδοντι δʼ ἄχος γένετο Γλαύκου ἀπιόντος</l><l n="393">αὐτίκʼ ἐπεί τʼ ἐνόησεν· ὅμως δʼ οὐ λήθετο χάρμης,</l><l n="394">ἀλλʼ ὅ γε Θεστορίδην Ἀλκμάονα δουρὶ τυχήσας</l><l n="395">νύξʼ, ἐκ δʼ ἔσπασεν ἔγχος· ὃ δʼ ἑσπόμενος πέσε δουρὶ</l><l n="396">πρηνής, ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ,</l><l n="397">Σαρπηδὼν δʼ ἄρʼ ἔπαλξιν ἑλὼν χερσὶ στιβαρῇσιν</l><l n="398">ἕλχʼ, ἣ δʼ ἕσπετο πᾶσα διαμπερές, αὐτὰρ ὕπερθε</l><l n="399">τεῖχος ἐγυμνώθη, πολέεσσι δὲ θῆκε κέλευθον.</l><milestone ed="p" n="400" unit="card"/><l n="400"><milestone ed="P" unit="para"/>τὸν δʼ Αἴας καὶ Τεῦκρος ὁμαρτήσανθʼ ὃ μὲν ἰῷ</l><l n="401">βεβλήκει τελαμῶνα περὶ στήθεσσι φαεινὸν</l><l n="402">ἀσπίδος ἀμφιβρότης· ἀλλὰ Ζεὺς κῆρας ἄμυνε</l><l n="403">παιδὸς ἑοῦ, μὴ νηυσὶν ἔπι πρύμνῃσι δαμείη·</l><l n="404">Αἴας δʼ ἀσπίδα νύξεν ἐπάλμενος, οὐδὲ διὰ πρὸ</l><l n="405">ἤλυθεν ἐγχείη, στυφέλιξε δέ μιν μεμαῶτα.</l><l n="406">χώρησεν δʼ ἄρα τυτθὸν ἐπάλξιος· οὐδʼ ὅ γε πάμπαν</l><l n="407">χάζετʼ, ἐπεί οἱ θυμὸς ἐέλπετο κῦδος ἀρέσθαι.</l><l n="408">κέκλετο δʼ ἀντιθέοισιν ἑλιξάμενος Λυκίοισιν·</l><q><l n="409">ὦ Λύκιοι τί τʼ ἄρʼ ὧδε μεθίετε θούριδος ἀλκῆς;</l><l n="410">ἀργαλέον δέ μοί ἐστι καὶ ἰφθίμῳ περ ἐόντι</l><l n="411">μούνῳ ῥηξαμένῳ θέσθαι παρὰ νηυσὶ κέλευθον·</l><l n="412">ἀλλʼ ἐφομαρτεῖτε· πλεόνων δέ τι ἔργον ἄμεινον.</l></q><l n="413"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δὲ ἄνακτος ὑποδείσαντες ὁμοκλὴν</l><l n="414">μᾶλλον ἐπέβρισαν βουληφόρον ἀμφὶ ἄνακτα.</l><l n="415">Ἀργεῖοι δʼ ἑτέρωθεν ἐκαρτύναντο φάλαγγας</l><l n="416">τείχεος ἔντοσθεν, μέγα δέ σφισι φαίνετο ἔργον·</l><l n="417">οὔτε γὰρ ἴφθιμοι Λύκιοι Δαναῶν ἐδύναντο</l><l n="418">τεῖχος ῥηξάμενοι θέσθαι παρὰ νηυσὶ κέλευθον,</l><l n="419">οὔτέ ποτʼ αἰχμηταὶ Δαναοὶ Λυκίους ἐδύναντο</l><l n="420">τείχεος ἂψ ὤσασθαι, ἐπεὶ τὰ πρῶτα πέλασθεν.</l><l n="421">ἀλλʼ ὥς τʼ ἀμφʼ οὔροισι δύʼ ἀνέρε δηριάασθον</l><l n="422">μέτρʼ ἐν χερσὶν ἔχοντες ἐπιξύνῳ ἐν ἀρούρῃ,</l><l n="423">ὥ τʼ ὀλίγῳ ἐνὶ χώρῳ ἐρίζητον περὶ ἴσης,</l><l n="424">ὣς ἄρα τοὺς διέεργον ἐπάλξιες· οἳ δʼ ὑπὲρ αὐτέων</l><l n="425">δῄουν ἀλλήλων ἀμφὶ στήθεσσι βοείας</l><l n="426">ἀσπίδας εὐκύκλους λαισήϊά τε πτερόεντα.</l><l n="427">πολλοὶ δʼ οὐτάζοντο κατὰ χρόα νηλέϊ χαλκῷ,</l><l n="428">ἠμὲν ὅτεῳ στρεφθέντι μετάφρενα γυμνωθείη</l><l n="429">μαρναμένων, πολλοὶ δὲ διαμπερὲς ἀσπίδος αὐτῆς.</l><l n="430">πάντῃ δὴ πύργοι καὶ ἐπάλξιες αἵματι φωτῶν</l><l n="431">ἐρράδατʼ ἀμφοτέρωθεν ἀπὸ Τρώων καὶ Ἀχαιῶν.</l><l n="432">ἀλλʼ οὐδʼ ὧς ἐδύναντο φόβον ποιῆσαι Ἀχαιῶν,</l><l n="433">ἀλλʼ ἔχον ὥς τε τάλαντα γυνὴ χερνῆτις ἀληθής,</l><l n="434">ἥ τε σταθμὸν ἔχουσα καὶ εἴριον ἀμφὶς ἀνέλκει</l><l n="435">ἰσάζουσʼ, ἵνα παισὶν ἀεικέα μισθὸν ἄρηται·</l><l n="436">ὣς μὲν τῶν ἐπὶ ἶσα μάχη τέτατο πτόλεμός τε,</l><l n="437">πρίν γʼ ὅτε δὴ Ζεὺς κῦδος ὑπέρτερον Ἕκτορι δῶκε</l><l n="438">Πριαμίδῃ, ὃς πρῶτος ἐσήλατο τεῖχος Ἀχαιῶν.</l><l n="439">ἤϋσεν δὲ διαπρύσιον Τρώεσσι γεγωνώς·</l><q><l n="440">ὄρνυσθʼ ἱππόδαμοι Τρῶες, ῥήγνυσθε δὲ τεῖχος</l><l n="441">Ἀργείων καὶ νηυσὶν ἐνίετε θεσπιδαὲς πῦρ.</l><milestone ed="p" n="442" unit="card"/></q><l n="442"><milestone ed="P" unit="para"/>ὣς φάτʼ ἐποτρύνων, οἳ δʼ οὔασι πάντες ἄκουον,</l><l n="443">ἴθυσαν δʼ ἐπὶ τεῖχος ἀολλέες· οἳ μὲν ἔπειτα</l><l n="444">κροσσάων ἐπέβαινον ἀκαχμένα δούρατʼ ἔχοντες,</l><l n="445">Ἕκτωρ δʼ ἁρπάξας λᾶαν φέρεν, ὅς ῥα πυλάων</l><l n="446">ἑστήκει πρόσθε πρυμνὸς παχύς, αὐτὰρ ὕπερθεν</l><l n="447">ὀξὺς ἔην· τὸν δʼ οὔ κε δύʼ ἀνέρε δήμου ἀρίστω</l><l n="448">ῥηϊδίως ἐπʼ ἄμαξαν ἀπʼ οὔδεος ὀχλίσσειαν,</l><l n="449">οἷοι νῦν βροτοί εἰσʼ· ὃ δέ μιν ῥέα πάλλε καὶ οἶος.</l><l n="450">τόν οἱ ἐλαφρὸν ἔθηκε Κρόνου πάϊς ἀγκυλομήτεω.</l><l n="451">ὡς δʼ ὅτε ποιμὴν ῥεῖα φέρει πόκον ἄρσενος οἰὸς</l><l n="452">χειρὶ λαβὼν ἑτέρῃ, ὀλίγον τέ μιν ἄχθος ἐπείγει,</l><l n="453">ὣς Ἕκτωρ ἰθὺς σανίδων φέρε λᾶαν ἀείρας,</l><l n="454">αἵ ῥα πύλας εἴρυντο πύκα στιβαρῶς ἀραρυίας</l><l n="455">δικλίδας ὑψηλάς· δοιοὶ δʼ ἔντοσθεν ὀχῆες</l><l n="456">εἶχον ἐπημοιβοί, μία δὲ κληῒς ἐπαρήρει.</l><l n="457">στῆ δὲ μάλʼ ἐγγὺς ἰών, καὶ ἐρεισάμενος βάλε μέσσας</l><l n="458">εὖ διαβάς, ἵνα μή οἱ ἀφαυρότερον βέλος εἴη,</l><l n="459">ῥῆξε δʼ ἀπʼ ἀμφοτέρους θαιρούς· πέσε δὲ λίθος εἴσω</l><l n="460">βριθοσύνῃ, μέγα δʼ ἀμφὶ πύλαι μύκον, οὐδʼ ἄρʼ ὀχῆες</l><l n="461">ἐσχεθέτην, σανίδες δὲ διέτμαγεν ἄλλυδις ἄλλη</l><l n="462">λᾶος ὑπὸ ῥιπῆς· ὃ δʼ ἄρʼ ἔσθορε φαίδιμος Ἕκτωρ</l><l n="463">νυκτὶ θοῇ ἀτάλαντος ὑπώπια· λάμπε δὲ χαλκῷ</l><l n="464">σμερδαλέῳ, τὸν ἕεστο περὶ χροΐ, δοιὰ δὲ χερσὶ</l><l n="465">δοῦρʼ ἔχεν· οὔ κέν τίς μιν ἐρύκακεν ἀντιβολήσας</l><l n="466">νόσφι θεῶν ὅτʼ ἐσᾶλτο πύλας· πυρὶ δʼ ὄσσε δεδήει.</l><l n="467">κέκλετο δὲ Τρώεσσιν ἑλιξάμενος καθʼ ὅμιλον</l><l n="468">τεῖχος ὑπερβαίνειν· τοὶ δʼ ὀτρύνοντι πίθοντο.</l><l n="469">αὐτίκα δʼ οἳ μὲν τεῖχος ὑπέρβασαν, οἳ δὲ κατʼ αὐτὰς</l><l n="470">ποιητὰς ἐσέχυντο πύλας· Δαναοὶ δὲ φόβηθεν</l><l n="471">νῆας ἀνὰ γλαφυράς, ὅμαδος δʼ ἀλίαστος ἐτύχθη.</l></div><div type="textpart" subtype="Book" n="13"><milestone ed="p" n="1" unit="card"/><l n="1"><milestone ed="P" unit="para"/>Ζεὺς δʼ ἐπεὶ οὖν Τρῶάς τε καὶ Ἕκτορα νηυσὶ πέλασσε,</l><l n="2">τοὺς μὲν ἔα παρὰ τῇσι πόνον τʼ ἐχέμεν καὶ ὀϊζὺν</l><l n="3">νωλεμέως, αὐτὸς δὲ πάλιν τρέπεν ὄσσε φαεινὼ</l><l n="4">νόσφιν ἐφʼ ἱπποπόλων Θρῃκῶν καθορώμενος αἶαν</l><l n="5">Μυσῶν τʼ ἀγχεμάχων καὶ ἀγαυῶν ἱππημολγῶν</l><l n="6">γλακτοφάγων Ἀβίων τε δικαιοτάτων ἀνθρώπων.</l><l n="7">ἐς Τροίην δʼ οὐ πάμπαν ἔτι τρέπεν ὄσσε φαεινώ·</l><l n="8">οὐ γὰρ ὅ γʼ ἀθανάτων τινα ἔλπετο ὃν κατὰ θυμὸν</l><l n="9">ἐλθόντʼ ἢ Τρώεσσιν ἀρηξέμεν ἢ Δαναοῖσιν.</l><l n="10"><milestone ed="P" unit="para"/>οὐδʼ ἀλαοσκοπιὴν εἶχε κρείων ἐνοσίχθων·</l><l n="11">καὶ γὰρ ὃ θαυμάζων ἧστο πτόλεμόν τε μάχην τε</l><l n="12">ὑψοῦ ἐπʼ ἀκροτάτης κορυφῆς Σάμου ὑληέσσης</l><l n="13">Θρηϊκίης· ἔνθεν γὰρ ἐφαίνετο πᾶσα μὲν Ἴδη,</l><l n="14">φαίνετο δὲ Πριάμοιο πόλις καὶ νῆες Ἀχαιῶν.</l><l n="15">ἔνθʼ ἄρʼ ὅ γʼ ἐξ ἁλὸς ἕζετʼ ἰών, ἐλέαιρε δʼ Ἀχαιοὺς</l><l n="16">Τρωσὶν δαμναμένους, Διὶ δὲ κρατερῶς ἐνεμέσσα.</l><l n="17"><milestone ed="P" unit="para"/>αὐτίκα δʼ ἐξ ὄρεος κατεβήσετο παιπαλόεντος</l><l n="18">κραιπνὰ ποσὶ προβιβάς· τρέμε δʼ οὔρεα μακρὰ καὶ ὕλη</l><l n="19">ποσσὶν ὑπʼ ἀθανάτοισι Ποσειδάωνος ἰόντος.</l><l n="20">τρὶς μὲν ὀρέξατʼ ἰών, τὸ δὲ τέτρατον ἵκετο τέκμωρ</l><l n="21">Αἰγάς, ἔνθα δέ οἱ κλυτὰ δώματα βένθεσι λίμνης</l><l n="22">χρύσεα μαρμαίροντα τετεύχαται ἄφθιτα αἰεί.</l><l n="23">ἔνθʼ ἐλθὼν ὑπʼ ὄχεσφι τιτύσκετο χαλκόποδʼ ἵππω</l><l n="24">ὠκυπέτα χρυσέῃσιν ἐθείρῃσιν κομόωντε,</l><l n="25">χρυσὸν δʼ αὐτὸς ἔδυνε περὶ χροΐ, γέντο δʼ ἱμάσθλην</l><l n="26">χρυσείην εὔτυκτον, ἑοῦ δʼ ἐπεβήσετο δίφρου,</l><l n="27">βῆ δʼ ἐλάαν ἐπὶ κύματʼ· ἄταλλε δὲ κήτεʼ ὑπʼ αὐτοῦ</l><l n="28">πάντοθεν ἐκ κευθμῶν, οὐδʼ ἠγνοίησεν ἄνακτα·</l><l n="29">γηθοσύνῃ δὲ θάλασσα διίστατο· τοὶ δὲ πέτοντο</l><l n="30">ῥίμφα μάλʼ, οὐδʼ ὑπένερθε διαίνετο χάλκεος ἄξων·</l><l n="31">τὸν δʼ ἐς Ἀχαιῶν νῆας ἐΰσκαρθμοι φέρον ἵπποι.</l><milestone ed="p" n="32" unit="card"/><l n="32"><milestone ed="P" unit="para"/>ἔστι δέ τι σπέος εὐρὺ βαθείης βένθεσι λίμνης</l><l n="33">μεσσηγὺς Τενέδοιο καὶ Ἴμβρου παιπαλοέσσης·</l><l n="34">ἔνθʼ ἵππους ἔστησε Ποσειδάων ἐνοσίχθων</l><l n="35">λύσας ἐξ ὀχέων, παρὰ δʼ ἀμβρόσιον βάλεν εἶδαρ</l><l n="36">ἔδμεναι· ἀμφὶ δὲ ποσσὶ πέδας ἔβαλε χρυσείας</l><l n="37">ἀρρήκτους ἀλύτους, ὄφρʼ ἔμπεδον αὖθι μένοιεν</l><l n="38">νοστήσαντα ἄνακτα· ὃ δʼ ἐς στρατὸν ᾤχετʼ Ἀχαιῶν.</l><l n="39"><milestone ed="P" unit="para"/>Τρῶες δὲ φλογὶ ἶσοι ἀολλέες ἠὲ θυέλλῃ</l><l n="40">Ἕκτορι Πριαμίδῃ ἄμοτον μεμαῶτες ἕποντο</l><l n="41">ἄβρομοι αὐΐαχοι· ἔλποντο δὲ νῆας Ἀχαιῶν</l><l n="42">αἱρήσειν, κτενέειν δὲ παρʼ αὐτόθι πάντας ἀρίστους.</l><l n="43">ἀλλὰ Ποσειδάων γαιήοχος ἐννοσίγαιος</l><l n="44">Ἀργείους ὄτρυνε βαθείης ἐξ ἁλὸς ἐλθὼν</l><l n="45">εἰσάμενος Κάλχαντι δέμας καὶ ἀτειρέα φωνήν·</l><l n="46">Αἴαντε πρώτω προσέφη μεμαῶτε καὶ αὐτώ·</l><q><l n="47">Αἴαντε σφὼ μέν τε σαώσετε λαὸν Ἀχαιῶν</l><l n="48">ἀλκῆς μνησαμένω, μὴ δὲ κρυεροῖο φόβοιο.</l><l n="49">ἄλλῃ μὲν γὰρ ἔγωγʼ οὐ δείδια χεῖρας ἀάπτους</l><l n="50">Τρώων, οἳ μέγα τεῖχος ὑπερκατέβησαν ὁμίλῳ·</l><l n="51">ἕξουσιν γὰρ πάντας ἐϋκνήμιδες Ἀχαιοί·</l><l n="52">τῇ δὲ δὴ αἰνότατον περιδείδια μή τι πάθωμεν,</l><l n="53">ᾗ ῥʼ ὅ γʼ ὁ λυσσώδης φλογὶ εἴκελος ἡγεμονεύει</l><l n="54">Ἕκτωρ, ὃς Διὸς εὔχετʼ ἐρισθενέος πάϊς εἶναι.</l><l n="55">σφῶϊν δʼ ὧδε θεῶν τις ἐνὶ φρεσὶ ποιήσειεν</l><l n="56">αὐτώ θʼ ἑστάμεναι κρατερῶς καὶ ἀνωγέμεν ἄλλους·</l><l n="57">τώ κε καὶ ἐσσύμενόν περ ἐρωήσαιτʼ ἀπὸ νηῶν</l><l n="58">ὠκυπόρων, εἰ καί μιν Ὀλύμπιος αὐτὸς ἐγείρει.</l></q><milestone ed="p" n="59" unit="card"/><l n="59"><milestone ed="P" unit="para"/>ἦ καὶ σκηπανίῳ γαιήοχος ἐννοσίγαιος</l><l n="60">ἀμφοτέρω κεκοπὼς <!-- keko/pwn in 1920 reprint --> πλῆσεν μένεος κρατεροῖο,</l><l n="61">γυῖα δʼ ἔθηκεν ἐλαφρὰ πόδας καὶ χεῖρας ὕπερθεν.</l><l n="62">αὐτὸς δʼ ὥς τʼ ἴρηξ ὠκύπτερος ὦρτο πέτεσθαι,</l><l n="63">ὅς ῥά τʼ ἀπʼ αἰγίλιπος πέτρης περιμήκεος ἀρθεὶς</l><l n="64">ὁρμήσῃ πεδίοιο διώκειν ὄρνεον ἄλλο,</l><l n="65">ὣς ἀπὸ τῶν ἤϊξε Ποσειδάων ἐνοσίχθων.</l><l n="66">τοῖιν δʼ ἔγνω πρόσθεν Ὀϊλῆος ταχὺς Αἴας,</l><l n="67">αἶψα δʼ ἄρʼ Αἴαντα προσέφη Τελαμώνιον υἱόν·</l><q><l n="68">Αἶαν ἐπεί τις νῶϊ θεῶν οἳ Ὄλυμπον ἔχουσι</l><l n="69">μάντεϊ εἰδόμενος κέλεται παρὰ νηυσὶ μάχεσθαι,</l><l n="70">οὐδʼ ὅ γε Κάλχας ἐστὶ θεοπρόπος οἰωνιστής·</l><l n="71">ἴχνια γὰρ μετόπισθε ποδῶν ἠδὲ κνημάων</l><l n="72">ῥεῖʼ ἔγνων ἀπιόντος· ἀρίγνωτοι δὲ θεοί περ·</l><l n="73">καὶ δʼ ἐμοὶ αὐτῷ θυμὸς ἐνὶ στήθεσσι φίλοισι</l><l n="74">μᾶλλον ἐφορμᾶται πολεμίζειν ἠδὲ μάχεσθαι,</l><l n="75">μαιμώωσι δʼ ἔνερθε πόδες καὶ χεῖρες ὕπερθε.</l></q><l n="76"><milestone ed="P" unit="para"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη Τελαμώνιος Αἴας·</l><q><l n="77">οὕτω νῦν καὶ ἐμοὶ περὶ δούρατι χεῖρες ἄαπτοι</l><l n="78">μαιμῶσιν, καί μοι μένος ὤρορε, νέρθε δὲ ποσσὶν</l><l n="79">ἔσσυμαι ἀμφοτέροισι· μενοινώω δὲ καὶ οἶος</l><l n="80">Ἕκτορι Πριαμίδῃ ἄμοτον μεμαῶτι μάχεσθαι.</l><milestone ed="p" n="81" unit="card"/></q><l n="81"><milestone ed="P" unit="para"/>ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον</l><l n="82">χάρμῃ γηθόσυνοι, τήν σφιν θεὸς ἔμβαλε θυμῷ·</l><l n="83">τόφρα δὲ τοὺς ὄπιθεν γαιήοχος ὦρσεν Ἀχαιούς,</l><l n="84">οἳ παρὰ νηυσὶ θοῇσιν ἀνέψυχον φίλον ἦτορ.</l><l n="85">τῶν ῥʼ ἅμα τʼ ἀργαλέῳ καμάτῳ φίλα γυῖα λέλυντο,</l><l n="86">καί σφιν ἄχος κατὰ θυμὸν ἐγίγνετο δερκομένοισι</l><l n="87">Τρῶας, τοὶ μέγα τεῖχος ὑπερκατέβησαν ὁμίλῳ.</l><l n="88">τοὺς οἵ γʼ εἰσορόωντες ὑπʼ ὀφρύσι δάκρυα λεῖβον·</l><l n="89">οὐ γὰρ ἔφαν φεύξεσθαι ὑπʼ ἐκ κακοῦ· ἀλλʼ ἐνοσίχθων</l><l n="90">ῥεῖα μετεισάμενος κρατερὰς ὄτρυνε φάλαγγας.</l><l n="91">Τεῦκρον ἔπι πρῶτον καὶ Λήϊτον ἦλθε κελεύων</l><l n="92">Πηνέλεών θʼ ἥρωα Θόαντά τε Δηΐπυρόν τε</l><l n="93">Μηριόνην τε καὶ Ἀντίλοχον μήστωρας ἀϋτῆς·</l><l n="94">τοὺς ὅ γʼ ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="95">αἰδὼς Ἀργεῖοι, κοῦροι νέοι· ὔμμιν ἔγωγε</l><l n="96">μαρναμένοισι πέποιθα σαωσέμεναι νέας ἁμάς·</l><l n="97">εἰ δʼ ὑμεῖς πολέμοιο μεθήσετε λευγαλέοιο,</l><l n="98">νῦν δὴ εἴδεται ἦμαρ ὑπὸ Τρώεσσι δαμῆναι.</l><l n="99">ὢ πόποι ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν ὁρῶμαι</l><l n="100">δεινόν, ὃ οὔ ποτʼ ἔγωγε τελευτήσεσθαι ἔφασκον,</l><l n="101">Τρῶας ἐφʼ ἡμετέρας ἰέναι νέας, οἳ τὸ πάρος περ</l><l n="102">φυζακινῇς ἐλάφοισιν ἐοίκεσαν, αἵ τε καθʼ ὕλην</l><l n="103">θώων παρδαλίων τε λύκων τʼ ἤϊα πέλονται</l><l n="104">αὔτως ἠλάσκουσαι ἀνάλκιδες, οὐδʼ ἔπι χάρμη·</l><l n="105">ὣς Τρῶες τὸ πρίν γε μένος καὶ χεῖρας Ἀχαιῶν</l><l n="106">μίμνειν οὐκ ἐθέλεσκον ἐναντίον, οὐδʼ ἠβαιόν·</l><l n="107">νῦν δὲ ἑκὰς πόλιος κοίλῃς ἐπὶ νηυσὶ μάχονται</l><l n="108">ἡγεμόνος κακότητι μεθημοσύνῃσί τε λαῶν,</l><l n="109">οἳ κείνῳ ἐρίσαντες ἀμυνέμεν οὐκ ἐθέλουσι</l><l n="110">νηῶν ὠκυπόρων, ἀλλὰ κτείνονται ἀνʼ αὐτάς.</l><l n="111">ἀλλʼ εἰ δὴ καὶ πάμπαν ἐτήτυμον αἴτιός ἐστιν</l><l n="112">ἥρως Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων</l><l n="113">οὕνεκʼ ἀπητίμησε ποδώκεα Πηλεΐωνα,</l><l n="114">ἡμέας γʼ οὔ πως ἔστι μεθιέμεναι πολέμοιο.</l><l n="115">ἀλλʼ ἀκεώμεθα θᾶσσον· ἀκεσταί τοι φρένες ἐσθλῶν.</l><l n="116">ὑμεῖς δʼ οὐκ ἔτι καλὰ μεθίετε θούριδος ἀλκῆς</l><l n="117">πάντες ἄριστοι ἐόντες ἀνὰ στρατόν. οὐδʼ ἂν ἔγωγε</l><l n="118">ἀνδρὶ μαχεσσαίμην ὅς τις πολέμοιο μεθείη</l><l n="119">λυγρὸς ἐών· ὑμῖν δὲ νεμεσσῶμαι περὶ κῆρι.</l><l n="120">ὦ πέπονες τάχα δή τι κακὸν ποιήσετε μεῖζον</l><l n="121">τῇδε μεθημοσύνῃ· ἀλλʼ ἐν φρεσὶ θέσθε ἕκαστος</l><l n="122">αἰδῶ καὶ νέμεσιν· δὴ γὰρ μέγα νεῖκος ὄρωρεν.</l><l n="123">Ἕκτωρ δὴ παρὰ νηυσὶ βοὴν ἀγαθὸς πολεμίζει</l><l n="124">καρτερός, ἔρρηξεν δὲ πύλας καὶ μακρὸν ὀχῆα.</l><milestone ed="p" n="125" unit="card"/></q><l n="125"><milestone ed="P" unit="para"/>ὥς ῥα κελευτιόων γαιήοχος ὦρσεν Ἀχαιούς.</l><l n="126">ἀμφὶ δʼ ἄρʼ Αἴαντας δοιοὺς ἵσταντο φάλαγγες</l><l n="127">καρτεραί, ἃς οὔτʼ ἄν κεν Ἄρης ὀνόσαιτο μετελθὼν</l><l n="128">οὔτε κʼ Ἀθηναίη λαοσσόος· οἳ γὰρ ἄριστοι</l><l n="129">κρινθέντες Τρῶάς τε καὶ Ἕκτορα δῖον ἔμιμνον,</l><l n="130">φράξαντες δόρυ δουρί, σάκος σάκεϊ προθελύμνῳ·</l><l n="131">ἀσπὶς ἄρʼ ἀσπίδʼ ἔρειδε, κόρυς κόρυν, ἀνέρα δʼ ἀνήρ·</l><l n="132">ψαῦον δʼ ἱππόκομοι κόρυθες λαμπροῖσι φάλοισι</l><l n="133">νευόντων, ὡς πυκνοὶ ἐφέστασαν ἀλλήλοισιν·</l><l n="134">ἔγχεα δʼ ἐπτύσσοντο θρασειάων ἀπὸ χειρῶν</l><l n="135">σειόμενʼ· οἳ δʼ ἰθὺς φρόνεον, μέμασαν δὲ μάχεσθαι.</l><l n="136"><milestone ed="P" unit="para"/>Τρῶες δὲ προὔτυψαν ἀολλέες, ἦρχε δʼ ἄρʼ Ἕκτωρ</l><l n="137">ἀντικρὺ μεμαώς, ὀλοοίτροχος ὣς ἀπὸ πέτρης,</l><l n="138">ὅν τε κατὰ στεφάνης ποταμὸς χειμάρροος ὤσῃ</l><l n="139">ῥήξας ἀσπέτῳ ὄμβρῳ ἀναιδέος ἔχματα πέτρης·</l><l n="140">ὕψι δʼ ἀναθρῴσκων πέτεται, κτυπέει δέ θʼ ὑπʼ αὐτοῦ</l><l n="141">ὕλη· ὃ δʼ ἀσφαλέως θέει ἔμπεδον, εἷος ἵκηται</l><l n="142">ἰσόπεδον, τότε δʼ οὔ τι κυλίνδεται ἐσσύμενός περ·</l><l n="143">ὣς Ἕκτωρ εἷος μὲν ἀπείλει μέχρι θαλάσσης</l><l n="144">ῥέα διελεύσεσθαι κλισίας καὶ νῆας Ἀχαιῶν</l><l n="145">κτείνων· ἀλλʼ ὅτε δὴ πυκινῇς ἐνέκυρσε φάλαγξι</l><l n="146">στῆ ῥα μάλʼ ἐγχριμφθείς· οἳ δʼ ἀντίοι υἷες Ἀχαιῶν</l><l n="147">νύσσοντες ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν</l><l n="148">ὦσαν ἀπὸ σφείων· ὃ δὲ χασσάμενος πελεμίχθη.</l><l n="149">ἤϋσεν δὲ διαπρύσιον Τρώεσσι γεγωνώς·</l><q><l n="150">Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ</l><l n="151">παρμένετʼ· οὔ τοι δηρὸν ἐμὲ σχήσουσιν Ἀχαιοὶ</l><l n="152">καὶ μάλα πυργηδὸν σφέας αὐτοὺς ἀρτύναντες,</l><l n="153">ἀλλʼ ὀΐω χάσσονται ὑπʼ ἔγχεος, εἰ ἐτεόν με</l><l n="154">ὦρσε θεῶν ὤριστος, ἐρίγδουπος πόσις Ἥρης.</l><milestone ed="p" n="155" unit="card"/></q><l n="155"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.</l><l n="156">Δηΐφοβος δʼ ἐν τοῖσι μέγα φρονέων ἐβεβήκει</l><l n="157">Πριαμίδης, πρόσθεν δʼ ἔχεν ἀσπίδα πάντοσʼ ἐΐσην</l><l n="158">κοῦφα ποσὶ προβιβὰς καὶ ὑπασπίδια προποδίζων.</l><l n="159">Μηριόνης δʼ αὐτοῖο τιτύσκετο δουρὶ φαεινῷ</l><l n="160">καὶ βάλεν, οὐδʼ ἀφάμαρτε, κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην</l><l n="161">ταυρείην· τῆς δʼ οὔ τι διήλασεν, ἀλλὰ πολὺ πρὶν</l><l n="162">ἐν καυλῷ ἐάγη δολιχὸν δόρυ· Δηΐφοβος δὲ</l><l n="163">ἀσπίδα ταυρείην σχέθʼ ἀπὸ ἕο, δεῖσε δὲ θυμῷ</l><l n="164">ἔγχος Μηριόναο δαΐφρονος· αὐτὰρ ὅ γʼ ἥρως</l><l n="165">ἂψ ἑτάρων εἰς ἔθνος ἐχάζετο, χώσατο δʼ αἰνῶς</l><l n="166">ἀμφότερον, νίκης τε καὶ ἔγχεος ὃ ξυνέαξε.</l><l n="167">βῆ δʼ ἰέναι παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν</l><l n="168">οἰσόμενος δόρυ μακρόν, ὅ οἱ κλισίηφι λέλειπτο.</l><l n="169"><milestone ed="P" unit="para"/>οἳ δʼ ἄλλοι μάρναντο, βοὴ δʼ ἄσβεστος ὀρώρει.</l><l n="170">Τεῦκρος δὲ πρῶτος Τελαμώνιος ἄνδρα κατέκτα</l><l n="171">Ἴμβριον αἰχμητὴν πολυΐππου Μέντορος υἱόν·</l><l n="172">ναῖε δὲ Πήδαιον πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν,</l><l n="173">κούρην δὲ Πριάμοιο νόθην ἔχε, Μηδεσικάστην·</l><l n="174">αὐτὰρ ἐπεὶ Δαναῶν νέες ἤλυθον ἀμφιέλισσαι,</l><l n="175">ἂψ ἐς Ἴλιον ἦλθε, μετέπρεπε δὲ Τρώεσσι,</l><l n="176">ναῖε δὲ πὰρ Πριάμῳ· ὃ δέ μιν τίεν ἶσα τέκεσσι.</l><l n="177">τόν ῥʼ υἱὸς Τελαμῶνος ὑπʼ οὔατος ἔγχεϊ μακρῷ</l><l n="178">νύξʼ, ἐκ δʼ ἔσπασεν ἔγχος· ὃ δʼ αὖτʼ ἔπεσεν μελίη ὣς</l><l n="179">ἥ τʼ ὄρεος κορυφῇ ἕκαθεν περιφαινομένοιο</l><l n="180">χαλκῷ ταμνομένη τέρενα χθονὶ φύλλα πελάσσῃ·</l><l n="181">ὣς πέσεν, ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ.</l><l n="182">Τεῦκρος δʼ ὁρμήθη μεμαὼς ἀπὸ τεύχεα δῦσαι·</l><l n="183">Ἕκτωρ δʼ ὁρμηθέντος ἀκόντισε δουρὶ φαεινῷ.</l><l n="184">ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος</l><l n="185">τυτθόν· ὃ δʼ Ἀμφίμαχον Κτεάτου υἷʼ Ἀκτορίωνος</l><l n="186">νισόμενον πόλεμον δὲ κατὰ στῆθος βάλε δουρί·</l><l n="187">δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.</l><l n="188">Ἕκτωρ δʼ ὁρμήθη κόρυθα κροτάφοις ἀραρυῖαν</l><l n="189">κρατὸς ἀφαρπάξαι μεγαλήτορος Ἀμφιμάχοιο·</l><l n="190">Αἴας δʼ ὁρμηθέντος ὀρέξατο δουρὶ φαεινῷ</l><l n="191">Ἕκτορος· ἀλλʼ οὔ πῃ χροὸς εἴσατο, πᾶς δʼ ἄρα χαλκῷ</l><l n="192">σμερδαλέῳ κεκάλυφθʼ· ὃ δʼ ἄρʼ ἀσπίδος ὀμφαλὸν οὖτα,</l><l n="193">ὦσε δέ μιν σθένεϊ μεγάλῳ· ὃ δὲ χάσσατʼ ὀπίσσω</l><l n="194">νεκρῶν ἀμφοτέρων, τοὺς δʼ ἐξείρυσσαν Ἀχαιοί.</l><milestone ed="p" n="195" unit="card"/><l n="195">Ἀμφίμαχον μὲν ἄρα Στιχίος δῖός τε Μενεσθεὺς</l><l n="196">ἀρχοὶ Ἀθηναίων κόμισαν μετὰ λαὸν Ἀχαιῶν·</l><l n="197">Ἴμβριον αὖτʼ Αἴαντε μεμαότε θούριδος ἀλκῆς</l><l n="198">ὥς τε δύʼ αἶγα λέοντε κυνῶν ὕπο καρχαροδόντων</l><l n="199">ἁρπάξαντε φέρητον ἀνὰ ῥωπήϊα πυκνὰ</l><l n="200">ὑψοῦ ὑπὲρ γαίης μετὰ γαμφηλῇσιν ἔχοντε,</l><l n="201">ὥς ῥα τὸν ὑψοῦ ἔχοντε δύω Αἴαντε κορυστὰ</l><l n="202">τεύχεα συλήτην· κεφαλὴν δʼ ἁπαλῆς ἀπὸ δειρῆς</l><l n="203">κόψεν Ὀϊλιάδης κεχολωμένος Ἀμφιμάχοιο,</l><l n="204">ἧκε δέ μιν σφαιρηδὸν ἑλιξάμενος διʼ ὁμίλου·</l><l n="205">Ἕκτορι δὲ προπάροιθε ποδῶν πέσεν ἐν κονίῃσι.</l><l n="206"><milestone ed="P" unit="para"/>καὶ τότε δὴ περὶ κῆρι Ποσειδάων ἐχολώθη</l><l n="207">υἱωνοῖο πεσόντος ἐν αἰνῇ δηϊοτῆτι,</l><l n="208">βῆ δʼ ἰέναι παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν</l><l n="209">ὀτρυνέων Δαναούς, Τρώεσσι δὲ κήδεα τεῦχεν.</l><l n="210">Ἰδομενεὺς δʼ ἄρα οἱ δουρικλυτὸς ἀντεβόλησεν</l><l n="211">ἐρχόμενος παρʼ ἑταίρου, ὅ οἱ νέον ἐκ πολέμοιο</l><l n="212">ἦλθε κατʼ ἰγνύην βεβλημένος ὀξέϊ χαλκῷ.</l><l n="213">τὸν μὲν ἑταῖροι ἔνεικαν, ὃ δʼ ἰητροῖς ἐπιτείλας</l><l n="214">ἤϊεν ἐς κλισίην· ἔτι γὰρ πολέμοιο μενοίνα</l><l n="215">ἀντιάαν· τὸν δὲ προσέφη κρείων ἐνοσίχθων</l><l n="216">εἰσάμενος φθογγὴν Ἀνδραίμονος υἷϊ Θόαντι</l><l n="217">ὃς πάσῃ Πλευρῶνι καὶ αἰπεινῇ Καλυδῶνι</l><l n="218">Αἰτωλοῖσιν ἄνασσε, θεὸς δʼ ὣς τίετο δήμῳ·</l><q><l n="219">Ἰδομενεῦ Κρητῶν βουληφόρε ποῦ τοι ἀπειλαὶ</l><l n="220">οἴχονται, τὰς Τρωσὶν ἀπείλεον υἷες Ἀχαιῶν;</l></q><l n="221"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα·</l><q><l n="222">ὦ Θόαν οὔ τις ἀνὴρ νῦν γʼ αἴτιος, ὅσσον ἔγωγε</l><l n="223">γιγνώσκω· πάντες γὰρ ἐπιστάμεθα πτολεμίζειν.</l><l n="224">οὔτέ τινα δέος ἴσχει ἀκήριον οὔτέ τις ὄκνῳ</l><l n="225">εἴκων ἀνδύεται πόλεμον κακόν· ἀλλά που οὕτω</l><l n="226">μέλλει δὴ φίλον εἶναι ὑπερμενέϊ Κρονίωνι</l><l n="227">νωνύμνους ἀπολέσθαι ἀπʼ Ἄργεος ἐνθάδʼ Ἀχαιούς.</l><l n="228">ἀλλὰ Θόαν, καὶ γὰρ τὸ πάρος μενεδήϊος ἦσθα,</l><l n="229">ὀτρύνεις δὲ καὶ ἄλλον ὅθι μεθιέντα ἴδηαι·</l><l n="230">τὼ νῦν μήτʼ ἀπόληγε κέλευέ τε φωτὶ ἑκάστῳ.</l><milestone ed="p" n="231" unit="card"/></q><l n="231"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα Ποσειδάων ἐνοσίχθων·</l><q><l n="232">Ἰδομενεῦ μὴ κεῖνος ἀνὴρ ἔτι νοστήσειεν</l><l n="233">ἐκ Τροίης, ἀλλʼ αὖθι κυνῶν μέλπηθρα γένοιτο,</l><l n="234">ὅς τις ἐπʼ ἤματι τῷδε ἑκὼν μεθίῃσι μάχεσθαι.</l><l n="235">ἀλλʼ ἄγε τεύχεα δεῦρο λαβὼν ἴθι· ταῦτα δʼ ἅμα χρὴ</l><l n="236">σπεύδειν, αἴ κʼ ὄφελός τι γενώμεθα καὶ δύʼ ἐόντε.</l><l n="237">συμφερτὴ δʼ ἀρετὴ πέλει ἀνδρῶν καὶ μάλα λυγρῶν,</l><l n="238">νῶϊ δὲ καί κʼ ἀγαθοῖσιν ἐπισταίμεσθα μάχεσθαι.</l></q><l n="239"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ὃ μὲν αὖτις ἔβη θεὸς ἂμ πόνον ἀνδρῶν·</l><l n="240">Ἰδομενεὺς δʼ ὅτε δὴ κλισίην εὔτυκτον ἵκανε</l><l n="241">δύσετο τεύχεα καλὰ περὶ χροΐ, γέντο δὲ δοῦρε,</l><l n="242">βῆ δʼ ἴμεν ἀστεροπῇ ἐναλίγκιος, ἥν τε Κρονίων</l><l n="243">χειρὶ λαβὼν ἐτίναξεν ἀπʼ αἰγλήεντος Ὀλύμπου</l><l n="244">δεικνὺς σῆμα βροτοῖσιν· ἀρίζηλοι δέ οἱ αὐγαί·</l><l n="245">ὣς τοῦ χαλκὸς ἔλαμπε περὶ στήθεσσι θέοντος.</l><l n="246">Μηριόνης δʼ ἄρα οἱ θεράπων ἐῢς ἀντεβόλησεν</l><l n="247">ἐγγὺς ἔτι κλισίης· μετὰ γὰρ δόρυ χάλκεον ᾔει</l><l n="248">οἰσόμενος· τὸν δὲ προσέφη σθένος Ἰδομενῆος·</l><q><l n="249">Μηριόνη Μόλου υἱὲ πόδας ταχὺ φίλταθʼ ἑταίρων</l><l n="250">τίπτʼ ἦλθες πόλεμόν τε λιπὼν καὶ δηϊοτῆτα;</l><l n="251">ἠέ τι βέβληαι, βέλεος δέ σε τείρει ἀκωκή,</l><l n="252">ἦέ τευ ἀγγελίης μετʼ ἔμʼ ἤλυθες; οὐδέ τοι αὐτὸς</l><l n="253">ἧσθαι ἐνὶ κλισίῃσι λιλαίομαι, ἀλλὰ μάχεσθαι.</l></q><l n="254"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖ Μηριόνης πεπνυμένος ἀντίον ηὔδα·</l><q><l n="255">Ἰδομενεῦ, Κρητῶν βουληφόρε χαλκοχιτώνων,</l><l n="256">ἔρχομαι εἴ τί τοι ἔγχος ἐνὶ κλισίῃσι λέλειπται</l><l n="257">οἰσόμενος· τό νυ γὰρ κατεάξαμεν ὃ πρὶν ἔχεσκον</l><l n="258">ἀσπίδα Δηϊφόβοιο βαλὼν ὑπερηνορέοντος.</l></q><l n="259"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα·</l><q><l n="260">δούρατα δʼ αἴ κʼ ἐθέλῃσθα καὶ ἓν καὶ εἴκοσι δήεις</l><l n="261">ἑσταότʼ ἐν κλισίῃ πρὸς ἐνώπια παμφανόωντα</l><l n="262">Τρώϊα, τὰ κταμένων ἀποαίνυμαι· οὐ γὰρ ὀΐω</l><l n="263">ἀνδρῶν δυσμενέων ἑκὰς ἱστάμενος πολεμίζειν.</l><l n="264">τώ μοι δούρατά τʼ ἔστι καὶ ἀσπίδες ὀμφαλόεσσαι</l><l n="265">καὶ κόρυθες καὶ θώρηκες λαμπρὸν γανόωντες.</l></q><milestone ed="p" n="266" unit="card"/><l n="266"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖ Μηριόνης πεπνυμένος ἀντίον ηὔδα·</l><q><l n="267">καί τοι ἐμοὶ παρά τε κλισίῃ καὶ νηῒ μελαίνῃ</l><l n="268">πόλλʼ ἔναρα Τρώων· ἀλλʼ οὐ σχεδόν ἐστιν ἑλέσθαι.</l><l n="269">οὐδὲ γὰρ οὐδʼ ἐμέ φημι λελασμένον ἔμμεναι ἀλκῆς,</l><l n="270">ἀλλὰ μετὰ πρώτοισι μάχην ἀνὰ κυδιάνειραν</l><l n="271">ἵσταμαι, ὁππότε νεῖκος ὀρώρηται πολέμοιο.</l><l n="272">ἄλλόν πού τινα μᾶλλον Ἀχαιῶν χαλκοχιτώνων</l><l n="273">λήθω μαρνάμενος, σὲ δὲ ἴδμεναι αὐτὸν ὀΐω.</l></q><l n="274"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα·</l><q><l n="275">οἶδʼ ἀρετὴν οἷός ἐσσι· τί σε χρὴ ταῦτα λέγεσθαι;</l><l n="276">εἰ γὰρ νῦν παρὰ νηυσὶ λεγοίμεθα πάντες ἄριστοι</l><l n="277">ἐς λόχον, ἔνθα μάλιστʼ ἀρετὴ διαείδεται ἀνδρῶν,</l><l n="278">ἔνθʼ ὅ τε δειλὸς ἀνὴρ ὅς τʼ ἄλκιμος ἐξεφαάνθη·</l><l n="279">τοῦ μὲν γάρ τε κακοῦ τρέπεται χρὼς ἄλλυδις ἄλλῃ,</l><l n="280">οὐδέ οἱ ἀτρέμας ἧσθαι ἐρητύετʼ ἐν φρεσὶ θυμός,</l><l n="281">ἀλλὰ μετοκλάζει καὶ ἐπʼ ἀμφοτέρους πόδας ἵζει,</l><l n="282">ἐν δέ τέ οἱ κραδίη μεγάλα στέρνοισι πατάσσει</l><l n="283">κῆρας ὀϊομένῳ, πάταγος δέ τε γίγνετʼ ὀδόντων·</l><l n="284">τοῦ δʼ ἀγαθοῦ οὔτʼ ἂρ τρέπεται χρὼς οὔτέ τι λίην</l><l n="285">ταρβεῖ, ἐπειδὰν πρῶτον ἐσίζηται λόχον ἀνδρῶν,</l><l n="286">ἀρᾶται δὲ τάχιστα μιγήμεναι ἐν δαῒ λυγρῇ·</l><l n="287">οὐδέ κεν ἔνθα τεόν γε μένος καὶ χεῖρας ὄνοιτο.</l><l n="288">εἴ περ γάρ κε βλεῖο πονεύμενος ἠὲ τυπείης</l><l n="289">οὐκ ἂν ἐν αὐχένʼ ὄπισθε πέσοι βέλος οὐδʼ ἐνὶ νώτῳ,</l><l n="290">ἀλλά κεν ἢ στέρνων ἢ νηδύος ἀντιάσειε</l><l n="291">πρόσσω ἱεμένοιο μετὰ προμάχων ὀαριστύν.</l><l n="292">ἀλλʼ ἄγε μηκέτι ταῦτα λεγώμεθα νηπύτιοι ὣς</l><l n="293">ἑσταότες, μή πού τις ὑπερφιάλως νεμεσήσῃ·</l><l n="294">ἀλλὰ σύ γε κλισίην δὲ κιὼν ἕλευ ὄβριμον ἔγχος.</l><milestone ed="p" n="295" unit="card"/></q><l n="295"><milestone ed="P" unit="para"/>ὣς φάτο, Μηριόνης δὲ θοῷ ἀτάλαντος Ἄρηϊ</l><l n="296">καρπαλίμως κλισίηθεν ἀνείλετο χάλκεον ἔγχος,</l><l n="297">βῆ δὲ μετʼ Ἰδομενῆα μέγα πτολέμοιο μεμηλώς.</l><l n="298">οἷος δὲ βροτολοιγὸς Ἄρης πόλεμον δὲ μέτεισι,</l><l n="299">τῷ δὲ Φόβος φίλος υἱὸς ἅμα κρατερὸς καὶ ἀταρβὴς</l><l n="300">ἕσπετο, ὅς τʼ ἐφόβησε ταλάφρονά περ πολεμιστήν·</l><l n="301">τὼ μὲν ἄρʼ ἐκ Θρῄκης Ἐφύρους μέτα θωρήσσεσθον,</l><l n="302">ἠὲ μετὰ Φλεγύας μεγαλήτορας· οὐδʼ ἄρα τώ γε</l><l n="303">ἔκλυον ἀμφοτέρων, ἑτέροισι δὲ κῦδος ἔδωκαν·</l><l n="304">τοῖοι Μηριόνης τε καὶ Ἰδομενεὺς ἀγοὶ ἀνδρῶν</l><l n="305">ἤϊσαν ἐς πόλεμον κεκορυθμένοι αἴθοπι χαλκῷ.</l><l n="306">τὸν καὶ Μηριόνης πρότερος πρὸς μῦθον ἔειπε·</l><q><l n="307">Δευκαλίδη πῇ τὰρ μέμονας καταδῦναι ὅμιλον;</l><l n="308">ἢ ἐπὶ δεξιόφιν παντὸς στρατοῦ, ἦ ἀνὰ μέσσους,</l><l n="309">ἦ ἐπʼ ἀριστερόφιν; ἐπεὶ οὔ ποθι ἔλπομαι οὕτω</l><l n="310">δεύεσθαι πολέμοιο κάρη κομόωντας Ἀχαιούς.</l></q><l n="311"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα·</l><q><l n="312">νηυσὶ μὲν ἐν μέσσῃσιν ἀμύνειν εἰσὶ καὶ ἄλλοι</l><l n="313">Αἴαντές τε δύω Τεῦκρός θʼ, ὃς ἄριστος Ἀχαιῶν</l><l n="314">τοξοσύνῃ, ἀγαθὸς δὲ καὶ ἐν σταδίῃ ὑσμίνῃ·</l><l n="315">οἵ μιν ἅδην ἐλόωσι καὶ ἐσσύμενον πολέμοιο</l><l n="316">Ἕκτορα Πριαμίδην, καὶ εἰ μάλα καρτερός ἐστιν.</l><l n="317">αἰπύ οἱ ἐσσεῖται μάλα περ μεμαῶτι μάχεσθαι</l><l n="318">κείνων νικήσαντι μένος καὶ χεῖρας ἀάπτους</l><l n="319">νῆας ἐνιπρῆσαι, ὅτε μὴ αὐτός γε Κρονίων</l><l n="320">ἐμβάλοι αἰθόμενον δαλὸν νήεσσι θοῇσιν.</l><l n="321">ἀνδρὶ δέ κʼ οὐκ εἴξειε μέγας Τελαμώνιος Αἴας,</l><l n="322">ὃς θνητός τʼ εἴη καὶ ἔδοι Δημήτερος ἀκτὴν</l><l n="323">χαλκῷ τε ῥηκτὸς μεγάλοισί τε χερμαδίοισιν.</l><l n="324">οὐδʼ ἂν Ἀχιλλῆϊ ῥηξήνορι χωρήσειεν</l><l n="325">ἔν γʼ αὐτοσταδίῃ· ποσὶ δʼ οὔ πως ἔστιν ἐρίζειν.</l><l n="326">νῶϊν δʼ ὧδʼ ἐπʼ ἀριστέρʼ ἔχε στρατοῦ, ὄφρα τάχιστα</l><l n="327">εἴδομεν ἠέ τῳ εὖχος ὀρέξομεν, ἦέ τις ἡμῖν.</l><milestone ed="p" n="328" unit="card"/></q><l n="328"><milestone ed="P" unit="para"/>ὣς φάτο, Μηριόνης δὲ θοῷ ἀτάλαντος Ἄρηϊ</l><l n="329">ἦρχʼ ἴμεν, ὄφρʼ ἀφίκοντο κατὰ στρατὸν ᾗ μιν ἀνώγει,</l><l n="330"><milestone ed="P" unit="para"/>οἳ δʼ ὡς Ἰδομενῆα ἴδον φλογὶ εἴκελον ἀλκὴν</l><l n="331">αὐτὸν καὶ θεράποντα σὺν ἔντεσι δαιδαλέοισι,</l><l n="332">κεκλόμενοι καθʼ ὅμιλον ἐπʼ αὐτῷ πάντες ἔβησαν·</l><l n="333">τῶν δʼ ὁμὸν ἵστατο νεῖκος ἐπὶ πρυμνῇσι νέεσσιν.</l><l n="334">ὡς δʼ ὅθʼ ὑπὸ λιγέων ἀνέμων σπέρχωσιν ἄελλαι</l><l n="335">ἤματι τῷ ὅτε τε πλείστη κόνις ἀμφὶ κελεύθους,</l><l n="336">οἵ τʼ ἄμυδις κονίης μεγάλην ἱστᾶσιν ὀμίχλην,</l><l n="337">ὣς ἄρα τῶν ὁμόσʼ ἦλθε μάχη, μέμασαν δʼ ἐνὶ θυμῷ</l><l n="338">ἀλλήλους καθʼ ὅμιλον ἐναιρέμεν ὀξέϊ χαλκῷ.</l><l n="339">ἔφριξεν δὲ μάχη φθισίμβροτος ἐγχείῃσι</l><l n="340">μακρῇς, ἃς εἶχον ταμεσίχροας· ὄσσε δʼ ἄμερδεν</l><l n="341">αὐγὴ χαλκείη κορύθων ἄπο λαμπομενάων</l><l n="342">θωρήκων τε νεοσμήκτων σακέων τε φαεινῶν</l><l n="343">ἐρχομένων ἄμυδις· μάλα κεν θρασυκάρδιος εἴη</l><l n="344">ὃς τότε γηθήσειεν ἰδὼν πόνον οὐδʼ ἀκάχοιτο.</l><l n="345"><milestone ed="P" unit="para"/>τὼ δʼ ἀμφὶς φρονέοντε δύω Κρόνου υἷε κραταιὼ</l><l n="346">ἀνδράσιν ἡρώεσσιν ἐτεύχετον ἄλγεα λυγρά.</l><l n="347">Ζεὺς μέν ῥα Τρώεσσι καὶ Ἕκτορι βούλετο νίκην</l><l n="348">κυδαίνων Ἀχιλῆα πόδας ταχύν· οὐδέ τι πάμπαν</l><l n="349">ἤθελε λαὸν ὀλέσθαι Ἀχαιϊκὸν Ἰλιόθι πρό,</l><l n="350">ἀλλὰ Θέτιν κύδαινε καὶ υἱέα καρτερόθυμον.</l><l n="351">Ἀργείους δὲ Ποσειδάων ὀρόθυνε μετελθὼν</l><l n="352">λάθρῃ ὑπεξαναδὺς πολιῆς ἁλός· ἤχθετο γάρ ῥα</l><l n="353">Τρωσὶν δαμναμένους, Διὶ δὲ κρατερῶς ἐνεμέσσα.</l><l n="354">ἦ μὰν ἀμφοτέροισιν ὁμὸν γένος ἠδʼ ἴα πάτρη,</l><l n="355">ἀλλὰ Ζεὺς πρότερος γεγόνει καὶ πλείονα ᾔδη.</l><l n="356">τώ ῥα καὶ ἀμφαδίην μὲν ἀλεξέμεναι ἀλέεινε,</l><l n="357">λάθρῃ δʼ αἰὲν ἔγειρε κατὰ στρατὸν ἀνδρὶ ἐοικώς.</l><l n="358">τοὶ δʼ ἔριδος κρατερῆς καὶ ὁμοιΐου πτολέμοιο</l><l n="359">πεῖραρ ἐπαλλάξαντες ἐπʼ ἀμφοτέροισι τάνυσσαν</l><l n="360">ἄρρηκτόν τʼ ἄλυτόν τε, τὸ πολλῶν γούνατʼ ἔλυσεν.</l><milestone ed="p" n="361" unit="card"/><l n="361"><milestone ed="P" unit="para"/>ἔνθα μεσαιπόλιός περ ἐὼν Δαναοῖσι κελεύσας</l><l n="362">Ἰδομενεὺς Τρώεσσι μετάλμενος ἐν φόβον ὦρσε.</l><l n="363">πέφνε γὰρ Ὀθρυονῆα Καβησόθεν ἔνδον ἐόντα,</l><l n="364">ὅς ῥα νέον πολέμοιο μετὰ κλέος εἰληλούθει,</l><l n="365">ᾔτεε δὲ Πριάμοιο θυγατρῶν εἶδος ἀρίστην</l><l n="366">Κασσάνδρην ἀνάεδνον, ὑπέσχετο δὲ μέγα ἔργον,</l><l n="367">ἐκ Τροίης ἀέκοντας ἀπωσέμεν υἷας Ἀχαιῶν.</l><l n="368">τῷ δʼ ὁ γέρων Πρίαμος ὑπό τʼ ἔσχετο καὶ κατένευσε</l><l n="369">δωσέμεναι· ὃ δὲ μάρναθʼ ὑποσχεσίῃσι πιθήσας.</l><l n="370">Ἰδομενεὺς δʼ αὐτοῖο τιτύσκετο δουρὶ φαεινῷ,</l><l n="371">καὶ βάλεν ὕψι βιβάντα τυχών· οὐδʼ ἤρκεσε θώρηξ</l><l n="372">χάλκεος, ὃν φορέεσκε, μέσῃ δʼ ἐν γαστέρι πῆξε.</l><l n="373">δούπησεν δὲ πεσών· ὃ δʼ ἐπεύξατο φώνησέν τε·</l><q><l n="374">Ὀθρυονεῦ περὶ δή σε βροτῶν αἰνίζομʼ ἁπάντων</l><l n="375">εἰ ἐτεὸν δὴ πάντα τελευτήσεις ὅσʼ ὑπέστης</l><l n="376">Δαρδανίδῃ Πριάμῳ· ὃ δʼ ὑπέσχετο θυγατέρα ἥν.</l><l n="377">καί κέ τοι ἡμεῖς ταῦτά γʼ ὑποσχόμενοι τελέσαιμεν,</l><l n="378">δοῖμεν δʼ Ἀτρεΐδαο θυγατρῶν εἶδος ἀρίστην</l><l n="379">Ἄργεος ἐξαγαγόντες ὀπυιέμεν, εἴ κε σὺν ἄμμιν</l><l n="380">Ἰλίου ἐκπέρσῃς εὖ ναιόμενον πτολίεθρον.</l><l n="381">ἀλλʼ ἕπεʼ, ὄφρʼ ἐπὶ νηυσὶ συνώμεθα ποντοπόροισιν</l><l n="382">ἀμφὶ γάμῳ, ἐπεὶ οὔ τοι ἐεδνωταὶ κακοί εἰμεν.</l></q><l n="383"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ποδὸς ἕλκε κατὰ κρατερὴν ὑσμίνην</l><l n="384">ἥρως Ἰδομενεύς· τῷ δʼ Ἄσιος ἦλθʼ ἐπαμύντωρ</l><l n="385">πεζὸς πρόσθʼ ἵππων· τὼ δὲ πνείοντε κατʼ ὤμων</l><l n="386">αἰὲν ἔχʼ ἡνίοχος θεράπων· ὃ δὲ ἵετο θυμῷ</l><l n="387">Ἰδομενῆα βαλεῖν· ὃ δέ μιν φθάμενος βάλε δουρὶ</l><l n="388">λαιμὸν ὑπʼ ἀνθερεῶνα, διὰ πρὸ δὲ χαλκὸν ἔλασσεν.</l><l n="389">ἤριπε δʼ ὡς ὅτε τις δρῦς ἤριπεν ἢ ἀχερωῒς</l><l n="390">ἠὲ πίτυς βλωθρή, τήν τʼ οὔρεσι τέκτονες ἄνδρες</l><l n="391">ἐξέταμον πελέκεσσι νεήκεσι νήϊον εἶναι·</l><l n="392">ὣς ὃ πρόσθʼ ἵππων καὶ δίφρου κεῖτο τανυσθεὶς</l><l n="393">βεβρυχὼς κόνιος δεδραγμένος αἱματοέσσης.</l><l n="394">ἐκ δέ οἱ ἡνίοχος πλήγη φρένας ἃς πάρος εἶχεν,</l><l n="395">οὐδʼ ὅ γʼ ἐτόλμησεν δηΐων ὑπὸ χεῖρας ἀλύξας</l><l n="396">ἂψ ἵππους στρέψαι, τὸν δʼ Ἀντίλοχος μενεχάρμης</l><l n="397">δουρὶ μέσον περόνησε τυχών· οὐδʼ ἤρκεσε θώρηξ</l><l n="398">χάλκεος ὃν φορέεσκε, μέσῃ δʼ ἐν γαστέρι πῆξεν.</l><l n="399">αὐτὰρ ὃ ἀσθμαίνων εὐεργέος ἔκπεσε δίφρου,</l><l n="400">ἵππους δʼ Ἀντίλοχος μεγαθύμου Νέστορος υἱὸς</l><l n="401">ἐξέλασε Τρώων μετʼ ἐϋκνήμιδας Ἀχαιούς.</l><milestone ed="p" n="402" unit="card"/><l n="402"><milestone ed="P" unit="para"/>Δηΐφοβος δὲ μάλα σχεδὸν ἤλυθεν Ἰδομενῆος</l><l n="403">Ἀσίου ἀχνύμενος, καὶ ἀκόντισε δουρὶ φαεινῷ.</l><l n="404">ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος</l><l n="405">Ἰδομενεύς· κρύφθη γὰρ ὑπʼ ἀσπίδι πάντοσʼ ἐΐσῃ,</l><l n="406">τὴν ἄρʼ ὅ γε ῥινοῖσι βοῶν καὶ νώροπι χαλκῷ</l><l n="407">δινωτὴν φορέεσκε, δύω κανόνεσσʼ ἀραρυῖαν·</l><l n="408">τῇ ὕπο πᾶς ἐάλη, τὸ δʼ ὑπέρπτατο χάλκεον ἔγχος,</l><l n="409">καρφαλέον δέ οἱ ἀσπὶς ἐπιθρέξαντος ἄϋσεν</l><l n="410">ἔγχεος· οὐδʼ ἅλιόν ῥα βαρείης χειρὸς ἀφῆκεν,</l><l n="411">ἀλλʼ ἔβαλʼ Ἱππασίδην Ὑψήνορα ποιμένα λαῶν</l><l n="412">ἧπαρ ὑπὸ πραπίδων, εἶθαρ δʼ ὑπὸ γούνατʼ ἔλυσε.</l><l n="413">Δηΐφοβος δʼ ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας·</l><q><l n="414">οὐ μὰν αὖτʼ ἄτιτος κεῖτʼ Ἄσιος, ἀλλά ἕ φημι</l><l n="415">εἰς Ἄϊδός περ ἰόντα πυλάρταο κρατεροῖο</l><l n="416">γηθήσειν κατὰ θυμόν, ἐπεί ῥά οἱ ὤπασα πομπόν.</l></q><l n="417"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, Ἀργείοισι δʼ ἄχος γένετʼ εὐξαμένοιο,</l><l n="418">Ἀντιλόχῳ δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινεν·</l><l n="419">ἀλλʼ οὐδʼ ἀχνύμενός περ ἑοῦ ἀμέλησεν ἑταίρου,</l><l n="420">ἀλλὰ θέων περίβη καί οἱ σάκος ἀμφεκάλυψε.</l><l n="421">τὸν μὲν ἔπειθʼ ὑποδύντε δύω ἐρίηρες ἑταῖροι</l><l n="422">Μηκιστεὺς Ἐχίοιο πάϊς καὶ δῖος Ἀλάστωρ,</l><l n="423">νῆας ἔπι γλαφυρὰς φερέτην βαρέα στενάχοντα.</l><milestone ed="p" n="424" unit="card"/><l n="424"><milestone ed="P" unit="para"/>Ἰδομενεὺς δʼ οὐ λῆγε μένος μέγα, ἵετο δʼ αἰεὶ</l><l n="425">ἠέ τινα Τρώων ἐρεβεννῇ νυκτὶ καλύψαι</l><l n="426">ἢ αὐτὸς δουπῆσαι ἀμύνων λοιγὸν Ἀχαιοῖς.</l><l n="427">ἔνθʼ Αἰσυήταο διοτρεφέος φίλον υἱὸν</l><l n="428">ἥρωʼ Ἀλκάθοον, γαμβρὸς δʼ ἦν Ἀγχίσαο,</l><l n="429">πρεσβυτάτην δʼ ὤπυιε θυγατρῶν Ἱπποδάμειαν</l><l n="430">τὴν περὶ κῆρι φίλησε πατὴρ καὶ πότνια μήτηρ</l><l n="431">ἐν μεγάρῳ· πᾶσαν γὰρ ὁμηλικίην ἐκέκαστο</l><l n="432">κάλλεϊ καὶ ἔργοισιν ἰδὲ φρεσί· τοὔνεκα καί μιν</l><l n="433">γῆμεν ἀνὴρ ὤριστος ἐνὶ Τροίῃ εὐρείῃ·</l><l n="434">τὸν τόθʼ ὑπʼ Ἰδομενῆϊ Ποσειδάων ἐδάμασσε</l><l n="435">θέλξας ὄσσε φαεινά, πέδησε δὲ φαίδιμα γυῖα·</l><l n="436">οὔτε γὰρ ἐξοπίσω φυγέειν δύνατʼ οὔτʼ ἀλέασθαι,</l><l n="437">ἀλλʼ ὥς τε στήλην ἢ δένδρεον ὑψιπέτηλον</l><l n="438">ἀτρέμας ἑσταότα στῆθος μέσον οὔτασε δουρὶ</l><l n="439">ἥρως Ἰδομενεύς, ῥῆξεν δέ οἱ ἀμφὶ χιτῶνα</l><l n="440">χάλκεον, ὅς οἱ πρόσθεν ἀπὸ χροὸς ἤρκει ὄλεθρον·</l><l n="441">δὴ τότε γʼ αὖον ἄϋσεν ἐρεικόμενος περὶ δουρί.</l><l n="442">δούπησεν δὲ πεσών, δόρυ δʼ ἐν κραδίῃ ἐπεπήγει,</l><l n="443">ἥ ῥά οἱ ἀσπαίρουσα καὶ οὐρίαχον πελέμιζεν</l><l n="444">ἔγχεος· ἔνθα δʼ ἔπειτʼ ἀφίει μένος ὄβριμος Ἄρης·</l><l n="445">Ἰδομενεὺς δʼ ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας</l><q><l n="446">Δηΐφοβʼ ἦ ἄρα δή τι ἐΐσκομεν ἄξιον εἶναι</l><l n="447">τρεῖς ἑνὸς ἀντὶ πεφάσθαι; ἐπεὶ σύ περ εὔχεαι οὕτω.</l><l n="448">δαιμόνιʼ ἀλλὰ καὶ αὐτὸς ἐναντίον ἵστασʼ ἐμεῖο,</l><l n="449">ὄφρα ἴδῃ οἷος Ζηνὸς γόνος ἐνθάδʼ ἱκάνω,</l><l n="450">ὃς πρῶτον Μίνωα τέκε Κρήτῃ ἐπίουρον·</l><l n="451">Μίνως δʼ αὖ τέκεθʼ υἱὸν ἀμύμονα Δευκαλίωνα,</l><l n="452">Δευκαλίων δʼ ἐμὲ τίκτε πολέσσʼ ἄνδρεσσιν ἄνακτα</l><l n="453">Κρήτῃ ἐν εὐρείῃ· νῦν δʼ ἐνθάδε νῆες ἔνεικαν</l><l n="454">σοί τε κακὸν καὶ πατρὶ καὶ ἄλλοισι Τρώεσσιν.</l><milestone ed="p" n="455" unit="card"/></q><l n="455"><milestone ed="P" unit="para"/>ὣς φάτο, Δηΐφοβος δὲ διάνδιχα μερμήριξεν</l><l n="456">ἤ τινά που Τρώων ἑταρίσσαιτο μεγαθύμων</l><l n="457">ἂψ ἀναχωρήσας, ἦ πειρήσαιτο καὶ οἶος.</l><l n="458">ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι</l><l n="459">βῆναι ἐπʼ Αἰνείαν· τὸν δʼ ὕστατον εὗρεν ὁμίλου</l><l n="460">ἑσταότʼ· αἰεὶ γὰρ Πριάμῳ ἐπεμήνιε δίῳ</l><l n="461">οὕνεκʼ ἄρʼ ἐσθλὸν ἐόντα μετʼ ἀνδράσιν οὔ τι τίεσκεν.</l><l n="462">ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="463">Αἰνεία Τρώων βουληφόρε νῦν σε μάλα χρὴ</l><l n="464">γαμβρῷ ἀμυνέμεναι, εἴ πέρ τί σε κῆδος ἱκάνει.</l><l n="465">ἀλλʼ ἕπευ Ἀλκαθόῳ ἐπαμύνομεν, ὅς σε πάρος γε</l><l n="466">γαμβρὸς ἐὼν ἔθρεψε δόμοις ἔνι τυτθὸν ἐόντα·</l><l n="467">τὸν δέ τοι Ἰδομενεὺς δουρικλυτὸς ἐξενάριξεν.</l></q><l n="468"><milestone ed="P" unit="para"/>ὣς φάτο, τῷ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε,</l><l n="469">βῆ δὲ μετʼ Ἰδομενῆα μέγα πτολέμοιο μεμηλώς.</l><l n="470">ἀλλʼ οὐκ Ἰδομενῆα φόβος λάβε τηλύγετον ὥς,</l><l n="471">ἀλλʼ ἔμενʼ ὡς ὅτε τις σῦς οὔρεσιν ἀλκὶ πεποιθώς,</l><l n="472">ὅς τε μένει κολοσυρτὸν ἐπερχόμενον πολὺν ἀνδρῶν</l><l n="473">χώρῳ ἐν οἰοπόλῳ, φρίσσει δέ τε νῶτον ὕπερθεν·</l><l n="474">ὀφθαλμὼ δʼ ἄρα οἱ πυρὶ λάμπετον· αὐτὰρ ὀδόντας</l><l n="475">θήγει, ἀλέξασθαι μεμαὼς κύνας ἠδὲ καὶ ἄνδρας·</l><l n="476">ὣς μένεν Ἰδομενεὺς δουρικλυτός, οὐδʼ ὑπεχώρει,</l><l n="477">Αἰνείαν ἐπιόντα βοηθόον· αὖε δʼ ἑταίρους</l><l n="478">Ἀσκάλαφόν τʼ ἐσορῶν Ἀφαρῆά τε Δηΐπυρόν τε</l><l n="479">Μηριόνην τε καὶ Ἀντίλοχον μήστωρας ἀϋτῆς·</l><l n="480">τοὺς ὅ γʼ ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="481">δεῦτε φίλοι, καί μʼ οἴῳ ἀμύνετε· δείδια δʼ αἰνῶς</l><l n="482">Αἰνείαν ἐπιόντα πόδας ταχύν, ὅς μοι ἔπεισιν,</l><l n="483">ὃς μάλα καρτερός ἐστι μάχῃ ἔνι φῶτας ἐναίρειν·</l><l n="484">καὶ δʼ ἔχει ἥβης ἄνθος, ὅ τε κράτος ἐστὶ μέγιστον.</l><l n="485">εἰ γὰρ ὁμηλικίη γε γενοίμεθα τῷδʼ ἐπὶ θυμῷ</l><l n="486">αἶψά κεν ἠὲ φέροιτο μέγα κράτος, ἠὲ φεροίμην.</l><milestone ed="p" n="487" unit="card"/></q><l n="487"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἕνα φρεσὶ θυμὸν ἔχοντες</l><l n="488">πλησίοι ἔστησαν, σάκεʼ ὤμοισι κλίναντες.</l><l n="489">Αἰνείας δʼ ἑτέρωθεν ἐκέκλετο οἷς ἑτάροισι</l><l n="490">Δηΐφοβόν τε Πάριν τʼ ἐσορῶν καὶ Ἀγήνορα δῖον,</l><l n="491">οἵ οἱ ἅμʼ ἡγεμόνες Τρώων ἔσαν· αὐτὰρ ἔπειτα</l><l n="492">λαοὶ ἕπονθʼ, ὡς εἴ τε μετὰ κτίλον ἕσπετο μῆλα</l><l n="493">πιόμενʼ ἐκ βοτάνης· γάνυται δʼ ἄρα τε φρένα ποιμήν·</l><l n="494">ὣς Αἰνείᾳ θυμὸς ἐνὶ στήθεσσι γεγήθει</l><l n="495">ὡς ἴδε λαῶν ἔθνος ἐπισπόμενον ἑοῖ αὐτῷ.</l><l n="496"><milestone ed="P" unit="para"/>οἳ δʼ ἀμφʼ Ἀλκαθόῳ αὐτοσχεδὸν ὁρμήθησαν</l><l n="497">μακροῖσι ξυστοῖσι· περὶ στήθεσσι δὲ χαλκὸς</l><l n="498">σμερδαλέον κονάβιζε τιτυσκομένων καθʼ ὅμιλον</l><l n="499">ἀλλήλων· δύο δʼ ἄνδρες ἀρήϊοι ἔξοχον ἄλλων</l><l n="500">Αἰνείας τε καὶ Ἰδομενεὺς ἀτάλαντοι Ἄρηϊ</l><l n="501">ἵεντʼ ἀλλήλων ταμέειν χρόα νηλέϊ χαλκῷ.</l><l n="502">Αἰνείας δὲ πρῶτος ἀκόντισεν Ἰδομενῆος·</l><l n="503">ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος,</l><l n="504">αἰχμὴ δʼ Αἰνείαο κραδαινομένη κατὰ γαίης</l><l n="505">ᾤχετʼ, ἐπεί ῥʼ ἅλιον στιβαρῆς ἀπὸ χειρὸς ὄρουσεν.</l><l n="506">Ἰδομενεὺς δʼ ἄρα Οἰνόμαον βάλε γαστέρα μέσσην,</l><l n="507">ῥῆξε δὲ θώρηκος γύαλον, διὰ δʼ ἔντερα χαλκὸς</l><l n="508">ἤφυσʼ· ὃ δʼ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ.</l><l n="509">Ἰδομενεὺς δʼ ἐκ μὲν νέκυος δολιχόσκιον ἔγχος</l><l n="510">ἐσπάσατʼ, οὐδʼ ἄρʼ ἔτʼ ἄλλα δυνήσατο τεύχεα καλὰ</l><l n="511">ὤμοιιν ἀφελέσθαι· ἐπείγετο γὰρ βελέεσσιν.</l><l n="512">οὐ γὰρ ἔτʼ ἔμπεδα γυῖα ποδῶν ἦν ὁρμηθέντι,</l><l n="513">οὔτʼ ἄρʼ ἐπαΐξαι μεθʼ ἑὸν· βέλος οὔτʼ ἀλέασθαι.</l><l n="514">τώ ῥα καὶ ἐν σταδίῃ μὲν ἀμύνετο νηλεὲς ἦμαρ,</l><l n="515">τρέσσαι δʼ οὐκ ἔτι ῥίμφα πόδες φέρον ἐκ πολέμοιο.</l><l n="516">τοῦ δὲ βάδην ἀπιόντος ἀκόντισε δουρὶ φαεινῷ</l><l n="517">Δηΐφοβος· δὴ γάρ οἱ ἔχεν κότον ἐμμενὲς αἰεί.</l><l n="518">ἀλλʼ ὅ γε καὶ τόθʼ ἅμαρτεν, ὃ δʼ Ἀσκάλαφον βάλε δουρὶ</l><l n="519">υἱὸν Ἐνυαλίοιο· διʼ ὤμου δʼ ὄβριμον ἔγχος</l><l n="520">ἔσχεν· ὃ δʼ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ.</l><l n="521">οὐδʼ ἄρα πώ τι πέπυστο βριήπυος ὄβριμος Ἄρης</l><l n="522">υἷος ἑοῖο πεσόντος ἐνὶ κρατερῇ ὑσμίνῃ,</l><l n="523">ἀλλʼ ὅ γʼ ἄρʼ ἄκρῳ Ὀλύμπῳ ὑπὸ χρυσέοισι νέφεσσιν</l><l n="524">ἧστο Διὸς βουλῇσιν ἐελμένος, ἔνθά περ ἄλλοι</l><l n="525">ἀθάνατοι θεοὶ ἦσαν ἐεργόμενοι πολέμοιο.</l><milestone ed="p" n="526" unit="card"/><l n="526"><milestone ed="P" unit="para"/>οἳ δʼ ἀμφʼ Ἀσκαλάφῳ αὐτοσχεδὸν ὁρμήθησαν·</l><l n="527">Δηΐφοβος μὲν ἀπʼ Ἀσκαλάφου πήληκα φαεινὴν</l><l n="528">ἥρπασε, Μηριόνης δὲ θοῷ ἀτάλαντος Ἄρηϊ</l><l n="529">δουρὶ βραχίονα τύψεν ἐπάλμενος, ἐκ δʼ ἄρα χειρὸς</l><l n="530">αὐλῶπις τρυφάλεια χαμαὶ βόμβησε πεσοῦσα.</l><l n="531">Μηριόνης δʼ ἐξ αὖτις ἐπάλμενος αἰγυπιὸς ὣς</l><l n="532">ἐξέρυσε πρυμνοῖο βραχίονος ὄβριμον ἔγχος,</l><l n="533">ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο. τὸν δὲ Πολίτης</l><l n="534">αὐτοκασίγνητος περὶ μέσσῳ χεῖρε τιτήνας</l><l n="535">ἐξῆγεν πολέμοιο δυσηχέος, ὄφρʼ ἵκεθʼ ἵππους</l><l n="536">ὠκέας, οἵ οἱ ὄπισθε μάχης ἠδὲ πτολέμοιο</l><l n="537">ἕστασαν ἡνίοχόν τε καὶ ἅρματα ποικίλʼ ἔχοντες·</l><l n="538">οἳ τόν γε προτὶ ἄστυ φέρον βαρέα στενάχοντα</l><l n="539">τειρόμενον· κατὰ δʼ αἷμα νεουτάτου ἔρρεε χειρός.</l><l n="540"><milestone ed="P" unit="para"/>οἳ δʼ ἄλλοι μάρναντο, βοὴ δʼ ἄσβεστος ὀρώρει.</l><l n="541">ἔνθʼ Αἰνέας Ἀφαρῆα Καλητορίδην ἐπορούσας</l><l n="542">λαιμὸν τύψʼ ἐπὶ οἷ τετραμμένον ὀξέϊ δουρί·</l><l n="543">ἐκλίνθη δʼ ἑτέρωσε κάρη, ἐπὶ δʼ ἀσπὶς ἑάφθη</l><l n="544">καὶ κόρυς, ἀμφὶ δέ οἱ θάνατος χύτο θυμοραϊστής.</l><l n="545">Ἀντίλοχος δὲ Θόωνα μεταστρεφθέντα δοκεύσας</l><l n="546">οὔτασʼ ἐπαΐξας, ἀπὸ δὲ φλέβα πᾶσαν ἔκερσεν,</l><l n="547">ἥ τʼ ἀνὰ νῶτα θέουσα διαμπερὲς αὐχένʼ ἱκάνει·</l><l n="548">τὴν ἀπὸ πᾶσαν ἔκερσεν· ὃ δʼ ὕπτιος ἐν κονίῃσι</l><l n="549">κάππεσεν, ἄμφω χεῖρε φίλοις ἑτάροισι πετάσσας.</l><l n="550">Ἀντίλοχος δʼ ἐπόρουσε, καὶ αἴνυτο τεύχεʼ ἀπʼ ὤμων</l><l n="551">παπταίνων· Τρῶες δὲ περισταδὸν ἄλλοθεν ἄλλος</l><l n="552">οὔταζον σάκος εὐρὺ παναίολον, οὐδὲ δύναντο</l><l n="553">εἴσω ἐπιγράψαι τέρενα χρόα νηλέϊ χαλκῷ</l><l n="554">Ἀντιλόχου· πέρι γάρ ῥα Ποσειδάων ἐνοσίχθων</l><l n="555">Νέστορος υἱὸν ἔρυτο καὶ ἐν πολλοῖσι βέλεσσιν.</l><l n="556">οὐ μὲν γάρ ποτʼ ἄνευ δηΐων ἦν, ἀλλὰ κατʼ αὐτοὺς</l><l n="557">στρωφᾶτʼ· οὐδέ οἱ ἔγχος ἔχʼ ἀτρέμας, ἀλλὰ μάλʼ αἰεὶ</l><l n="558">σειόμενον ἐλέλικτο· τιτύσκετο δὲ φρεσὶν ᾗσιν</l><l n="559">ἤ τευ ἀκοντίσσαι, ἠὲ σχεδὸν ὁρμηθῆναι.</l><milestone ed="p" n="560" unit="card"/><l n="560"><milestone ed="P" unit="para"/>ἀλλʼ οὐ λῆθʼ Ἀδάμαντα τιτυσκόμενος καθʼ ὅμιλον</l><l n="561">Ἀσιάδην, ὅ οἱ οὖτα μέσον σάκος ὀξέϊ χαλκῷ</l><l n="562">ἐγγύθεν ὁρμηθείς· ἀμενήνωσεν δέ οἱ αἰχμὴν</l><l n="563">κυανοχαῖτα Ποσειδάων βιότοιο μεγήρας.</l><l n="564">καὶ τὸ μὲν αὐτοῦ μεῖνʼ ὥς τε σκῶλος πυρίκαυστος</l><l n="565">ἐν σάκει Ἀντιλόχοιο, τὸ δʼ ἥμισυ κεῖτʼ ἐπὶ γαίης·</l><l n="566">ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων·</l><l n="567">Μηριόνης δʼ ἀπιόντα μετασπόμενος βάλε δουρὶ</l><l n="568">αἰδοίων τε μεσηγὺ καὶ ὀμφαλοῦ, ἔνθα μάλιστα</l><l n="569">γίγνετʼ Ἄρης ἀλεγεινὸς ὀϊζυροῖσι βροτοῖσιν.</l><l n="570">ἔνθά οἱ ἔγχος ἔπηξεν· ὃ δʼ ἑσπόμενος περὶ δουρὶ</l><l n="571">ἤσπαιρʼ ὡς ὅτε βοῦς τόν τʼ οὔρεσι βουκόλοι ἄνδρες</l><l n="572">ἰλλάσιν οὐκ ἐθέλοντα βίῃ δήσαντες ἄγουσιν·</l><l n="573">ὣς ὃ τυπεὶς ἤσπαιρε μίνυνθά περ, οὔ τι μάλα δήν,</l><l n="574">ὄφρά οἱ ἐκ χροὸς ἔγχος ἀνεσπάσατʼ ἐγγύθεν ἐλθὼν</l><l n="575">ἥρως Μηριόνης· τὸν δὲ σκότος ὄσσε κάλυψε.</l><l n="576"><milestone ed="P" unit="para"/>Δηΐπυρον δʼ Ἕλενος ξίφεϊ σχεδὸν ἤλασε κόρσην</l><l n="577">Θρηϊκίῳ μεγάλῳ, ἀπὸ δὲ τρυφάλειαν ἄραξεν.</l><l n="578">ἣ μὲν ἀποπλαγχθεῖσα χαμαὶ πέσε, καί τις Ἀχαιῶν</l><l n="579">μαρναμένων μετὰ ποσσὶ κυλινδομένην ἐκόμισσε·</l><l n="580">τὸν δὲ κατʼ ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψεν.</l><l n="581"><milestone ed="P" unit="para"/>Ἀτρεΐδην δʼ ἄχος εἷλε βοὴν ἀγαθὸν Μενέλαον·</l><l n="582">βῆ δʼ ἐπαπειλήσας Ἑλένῳ ἥρωϊ ἄνακτι</l><l n="583">ὀξὺ δόρυ κραδάων· ὃ δὲ τόξου πῆχυν ἄνελκε.</l><l n="584">τὼ δʼ ἄρʼ ὁμαρτήδην ὃ μὲν ἔγχεϊ ὀξυόεντι</l><l n="585">ἵετʼ ἀκοντίσσαι, ὃ δʼ ἀπὸ νευρῆφιν ὀϊστῷ.</l><l n="586">Πριαμίδης μὲν ἔπειτα κατὰ στῆθος βάλεν ἰῷ</l><l n="587">θώρηκος γύαλον, ἀπὸ δʼ ἔπτατο πικρὸς ὀϊστός.</l><l n="588">ὡς δʼ ὅτʼ ἀπὸ πλατέος πτυόφιν μεγάλην κατʼ ἀλωὴν</l><l n="589">θρῴσκωσιν κύαμοι μελανόχροες ἢ ἐρέβινθοι</l><l n="590">πνοιῇ ὕπο λιγυρῇ καὶ λικμητῆρος ἐρωῇ,</l><l n="591">ὣς ἀπὸ θώρηκος Μενελάου κυδαλίμοιο</l><l n="592">πολλὸν ἀποπλαγχθεὶς ἑκὰς ἔπτατο πικρὸς ὀϊστός.</l><l n="593">Ἀτρεΐδης δʼ ἄρα χεῖρα βοὴν ἀγαθὸς Μενέλαος</l><l n="594">τὴν βάλεν ᾗ ῥʼ ἔχε τόξον ἐΰξοον· ἐν δʼ ἄρα τόξῳ</l><l n="595">ἀντικρὺ διὰ χειρὸς ἐλήλατο χάλκεον ἔγχος.</l><l n="596">ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων</l><l n="597">χεῖρα παρακρεμάσας· τὸ δʼ ἐφέλκετο μείλινον ἔγχος.</l><l n="598">καὶ τὸ μὲν ἐκ χειρὸς ἔρυσεν μεγάθυμος Ἀγήνωρ,</l><l n="599">αὐτὴν δὲ ξυνέδησεν ἐϋστρεφεῖ οἰὸς ἀώτῳ</l><l n="600">σφενδόνῃ, ἣν ἄρα οἱ θεράπων ἔχε ποιμένι λαῶν.</l><milestone ed="p" n="601" unit="card"/><l n="601"><milestone ed="P" unit="para"/>Πείσανδρος δʼ ἰθὺς Μενελάου κυδαλίμοιο</l><l n="602">ἤϊε· τὸν δʼ ἄγε μοῖρα κακὴ θανάτοιο τέλος δὲ</l><l n="603">σοὶ Μενέλαε δαμῆναι ἐν αἰνῇ δηϊοτῆτι.</l><l n="604">οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες</l><l n="605">Ἀτρεΐδης μὲν ἅμαρτε, παραὶ δέ οἱ ἐτράπετʼ ἔγχος,</l><l n="606">Πείσανδρος δὲ σάκος Μενελάου κυδαλίμοιο</l><l n="607">οὔτασεν, οὐδὲ διὰ πρὸ δυνήσατο χαλκὸν ἐλάσσαι·</l><l n="608">ἔσχεθε γὰρ σάκος εὐρύ, κατεκλάσθη δʼ ἐνὶ καυλῷ</l><l n="609">ἔγχος· ὃ δὲ φρεσὶν ᾗσι χάρη καὶ ἐέλπετο νίκην.</l><l n="610">Ἀτρεΐδης δὲ ἐρυσσάμενος ξίφος ἀργυρόηλον</l><l n="611">ἆλτʼ ἐπὶ Πεισάνδρῳ· ὃ δʼ ὑπʼ ἀσπίδος εἵλετο καλὴν</l><l n="612">ἀξίνην εὔχαλκον ἐλαΐνῳ ἀμφὶ πελέκκῳ</l><l n="613">μακρῷ ἐϋξέστῳ· ἅμα δʼ ἀλλήλων ἐφίκοντο.</l><l n="614">ἤτοι ὃ μὲν κόρυθος φάλον ἤλασεν ἱπποδασείης</l><l n="615">ἄκρον ὑπὸ λόφον αὐτόν, ὃ δὲ προσιόντα μέτωπον</l><l n="616">ῥινὸς ὕπερ πυμάτης· λάκε δʼ ὀστέα, τὼ δέ οἱ ὄσσε</l><l n="617">πὰρ ποσὶν αἱματόεντα χαμαὶ πέσον ἐν κονίῃσιν,</l><l n="618">ἰδνώθη δὲ πεσών· ὃ δὲ λὰξ ἐν στήθεσι βαίνων</l><l n="619">τεύχεά τʼ ἐξενάριξε καὶ εὐχόμενος ἔπος ηὔδα·</l><q><l n="620">λείψετέ θην οὕτω γε νέας Δαναῶν ταχυπώλων</l><l n="621">Τρῶες ὑπερφίαλοι δεινῆς ἀκόρητοι ἀϋτῆς,</l><l n="622">ἄλλης μὲν λώβης τε καὶ αἴσχεος οὐκ ἐπιδευεῖς</l><l n="623">ἣν ἐμὲ λωβήσασθε κακαὶ κύνες, οὐδέ τι θυμῷ</l><l n="624">Ζηνὸς ἐριβρεμέτεω χαλεπὴν ἐδείσατε μῆνιν</l><l n="625">ξεινίου, ὅς τέ ποτʼ ὔμμι διαφθέρσει πόλιν αἰπήν·</l><l n="626">οἵ μευ κουριδίην ἄλοχον καὶ κτήματα πολλὰ</l><l n="627">μὰψ οἴχεσθʼ ἀνάγοντες, ἐπεὶ φιλέεσθε παρʼ αὐτῇ·</l><l n="628">νῦν αὖτʼ ἐν νηυσὶν μενεαίνετε ποντοπόροισι</l><l n="629">πῦρ ὀλοὸν βαλέειν, κτεῖναι δʼ ἥρωας Ἀχαιούς.</l><l n="630">ἀλλά ποθι σχήσεσθε καὶ ἐσσύμενοί περ Ἄρηος.</l><l n="631">Ζεῦ πάτερ ἦ τέ σέ φασι περὶ φρένας ἔμμεναι ἄλλων</l><l n="632">ἀνδρῶν ἠδὲ θεῶν· σέο δʼ ἐκ τάδε πάντα πέλονται·</l><l n="633">οἷον δὴ ἄνδρεσσι χαρίζεαι ὑβριστῇσι</l><l n="634">Τρωσίν, τῶν μένος αἰὲν ἀτάσθαλον, οὐδὲ δύνανται</l><l n="635">φυλόπιδος κορέσασθαι ὁμοιΐου πτολέμοιο.</l><l n="636">πάντων μὲν κόρος ἐστὶ καὶ ὕπνου καὶ φιλότητος</l><l n="637">μολπῆς τε γλυκερῆς καὶ ἀμύμονος ὀρχηθμοῖο,</l><l n="638">τῶν πέρ τις καὶ μᾶλλον ἐέλδεται ἐξ ἔρον εἷναι</l><l n="639">ἢ πολέμου· Τρῶες δὲ μάχης ἀκόρητοι ἔασιν.</l><milestone ed="p" n="640" unit="card"/></q><l n="640"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν τὰ μὲν ἔντεʼ ἀπὸ χροὸς αἱματόεντα</l><l n="641">συλήσας ἑτάροισι δίδου Μενέλαος ἀμύμων,</l><l n="642">αὐτὸς δʼ αὖτʼ ἐξ αὖτις ἰὼν προμάχοισιν ἐμίχθη.</l><l n="643"><milestone ed="P" unit="para"/>ἔνθά οἱ υἱὸς ἐπᾶλτο Πυλαιμένεος βασιλῆος</l><l n="644">Ἁρπαλίων, ὅ ῥα πατρὶ φίλῳ ἕπετο πτολεμίξων</l><l n="645">ἐς τροίην, οὐδʼ αὖτις ἀφίκετο πατρίδα γαῖαν·</l><l n="646">ὅς ῥα τότʼ Ἀτρεΐδαο μέσον σάκος οὔτασε δουρὶ</l><l n="647">ἐγγύθεν, οὐδὲ διὰ πρὸ δυνήσατο χαλκὸν ἐλάσσαι</l><l n="648">ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων</l><l n="649">πάντοσε παπταίνων μή τις χρόα χαλκῷ ἐπαύρῃ.</l><l n="650">Μηριόνης δʼ ἀπιόντος ἵει χαλκήρεʼ ὀϊστόν,</l><l n="651">καί ῥʼ ἔβαλε γλουτὸν κάτα δεξιόν· αὐτὰρ ὀϊστὸς</l><l n="652">ἀντικρὺ κατὰ κύστιν ὑπʼ ὀστέον ἐξεπέρησεν.</l><l n="653">ἑζόμενος δὲ κατʼ αὖθι φίλων ἐν χερσὶν ἑταίρων</l><l n="654">θυμὸν ἀποπνείων, ὥς τε σκώληξ ἐπὶ γαίῃ</l><l n="655">κεῖτο ταθείς· ἐκ δʼ αἷμα μέλαν ῥέε, δεῦε δὲ γαῖαν.</l><l n="656">τὸν μὲν Παφλαγόνες μεγαλήτορες ἀμφεπένοντο,</l><l n="657">ἐς δίφρον δʼ ἀνέσαντες ἄγον προτὶ Ἴλιον ἱρὴν</l><l n="658">ἀχνύμενοι· μετὰ δέ σφι πατὴρ κίε δάκρυα λείβων,</l><l n="659">ποινὴ δʼ οὔ τις παιδὸς ἐγίγνετο τεθνηῶτος.</l><l n="660"><milestone ed="P" unit="para"/>τοῦ δὲ Πάρις μάλα θυμὸν ἀποκταμένοιο χολώθη·</l><l n="661">ξεῖνος γάρ οἱ ἔην πολέσιν μετὰ Παφλαγόνεσσι·</l><l n="662">τοῦ ὅ γε χωόμενος προΐει χαλκήρεʼ ὀϊστόν.</l><l n="663">ἦν δέ τις Εὐχήνωρ Πολυΐδου μάντιος υἱὸς</l><l n="664">ἀφνειός τʼ ἀγαθός τε Κορινθόθι οἰκία ναίων,</l><l n="665">ὅς ῥʼ εὖ εἰδὼς κῆρʼ ὀλοὴν ἐπὶ νηὸς ἔβαινε·</l><l n="666">πολλάκι γάρ οἱ ἔειπε γέρων ἀγαθὸς Πολύϊδος</l><q><l n="667">νούσῳ ὑπʼ ἀργαλέῃ φθίσθαι οἷς ἐν μεγάροισιν,</l><l n="668">ἢ μετʼ Ἀχαιῶν νηυσὶν ὑπὸ Τρώεσσι δαμῆναι·</l><l n="669">τώ ῥʼ ἅμα τʼ ἀργαλέην θωὴν ἀλέεινεν Ἀχαιῶν</l><l n="670">νοῦσόν τε στυγερήν, ἵνα μὴ πάθοι ἄλγεα θυμῷ.</l><l n="671">τὸν βάλʼ ὑπὸ γναθμοῖο. καὶ οὔατος· ὦκα δὲ θυμὸς</l><l n="672">ᾤχετʼ ἀπὸ μελέων, στυγερὸς δʼ ἄρα μιν σκότος εἷλεν.</l><milestone ed="p" n="673" unit="card"/></q><l n="673"><milestone ed="P" unit="para"/>ὣς οἳ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο·</l><l n="674">Ἕκτωρ δʼ οὐκ ἐπέπυστο Διῒ φίλος, οὐδέ τι ᾔδη</l><l n="675">ὅττί ῥά οἱ νηῶν ἐπʼ ἀριστερὰ δηϊόωντο</l><l n="676">λαοὶ ὑπʼ Ἀργείων. τάχα δʼ ἂν καὶ κῦδος Ἀχαιῶν</l><l n="677">ἔπλετο· τοῖος γὰρ γαιήοχος ἐννοσίγαιος</l><l n="678">ὄτρυνʼ Ἀργείους, πρὸς δὲ σθένει αὐτὸς ἄμυνεν·</l><l n="679">ἀλλʼ ἔχεν ᾗ τὰ πρῶτα πύλας καὶ τεῖχος ἐσᾶλτο</l><l n="680">ῥηξάμενος Δαναῶν πυκινὰς στίχας ἀσπιστάων,</l><l n="681">ἔνθʼ ἔσαν Αἴαντός τε νέες καὶ Πρωτεσιλάου</l><l n="682">θῖνʼ ἔφʼ ἁλὸς πολιῆς εἰρυμέναι· αὐτὰρ ὕπερθε</l><l n="683">τεῖχος ἐδέδμητο χθαμαλώτατον, ἔνθα μάλιστα</l><l n="684">ζαχρηεῖς γίγνοντο μάχῃ αὐτοί τε καὶ ἵπποι.</l><l n="685"><milestone ed="P" unit="para"/>ἔνθα δὲ Βοιωτοὶ καὶ Ἰάονες ἑλκεχίτωνες</l><l n="686">Λοκροὶ καὶ Φθῖοι καὶ φαιδιμόεντες Ἐπειοὶ</l><l n="687">σπουδῇ ἐπαΐσσοντα νεῶν ἔχον, οὐδὲ δύναντο</l><l n="688">ὦσαι ἀπὸ σφείων φλογὶ εἴκελον Ἕκτορα δῖον</l><l n="689">οἳ μὲν Ἀθηναίων προλελεγμένοι· ἐν δʼ ἄρα τοῖσιν</l><l n="690">ἦρχʼ υἱὸς Πετεῶο Μενεσθεύς, οἳ δʼ ἅμʼ ἕποντο</l><l n="691">Φείδας τε Στιχίος τε Βίας τʼ ἐΰς· αὐτὰρ Ἐπειῶν</l><l n="692">Φυλεΐδης τε Μέγης Ἀμφίων τε Δρακίος τε,</l><l n="693">πρὸ Φθίων δὲ Μέδων τε μενεπτόλεμός τε Ποδάρκης.</l><l n="694">ἤτοι ὃ μὲν νόθος υἱὸς Ὀϊλῆος θείοιο</l><l n="695">ἔσκε Μέδων Αἴαντος ἀδελφεός· αὐτὰρ ἔναιεν</l><l n="696">ἐν Φυλάκῃ γαίης ἄπο πατρίδος ἄνδρα κατακτὰς</l><l n="697">γνωτὸν μητρυιῆς Ἐριώπιδος, ἣν ἔχʼ Ὀϊλεύς·</l><l n="698">αὐτὰρ ὃ Ἰφίκλοιο πάϊς τοῦ Φυλακίδαο.</l><l n="699">οἳ μὲν πρὸ Φθίων μεγαθύμων θωρηχθέντες</l><l n="700">ναῦφιν ἀμυνόμενοι μετὰ Βοιωτῶν ἐμάχοντο·</l><l n="701">Αἴας δʼ οὐκέτι πάμπαν Ὀϊλῆος ταχὺς υἱὸς</l><l n="702">ἵστατʼ ἀπʼ Αἴαντος Τελαμωνίου οὐδʼ ἠβαιόν,</l><l n="703">ἀλλʼ ὥς τʼ ἐν νειῷ βόε οἴνοπε πηκτὸν ἄροτρον</l><l n="704">ἶσον θυμὸν ἔχοντε τιταίνετον· ἀμφὶ δʼ ἄρά σφι</l><l n="705">πρυμνοῖσιν κεράεσσι πολὺς ἀνακηκίει ἱδρώς·</l><l n="706">τὼ μέν τε ζυγὸν οἶον ἐΰξοον ἀμφὶς ἐέργει</l><l n="707">ἱεμένω κατὰ ὦλκα· τέμει δέ τε τέλσον ἀρούρης·</l><l n="708">ὣς τὼ παρβεβαῶτε μάλʼ ἕστασαν ἀλλήλοιιν.</l><l n="709">ἀλλʼ ἤτοι Τελαμωνιάδῃ πολλοί τε καὶ ἐσθλοὶ</l><l n="710">λαοὶ ἕπονθʼ ἕταροι, οἵ οἱ σάκος ἐξεδέχοντο</l><l n="711">ὁππότε μιν κάματός τε καὶ ἱδρὼς γούναθʼ ἵκοιτο.</l><l n="712">οὐδʼ ἄρʼ Ὀϊλιάδῃ μεγαλήτορι Λοκροὶ ἕποντο·</l><l n="713">οὐ γάρ σφι σταδίῃ ὑσμίνῃ μίμνε φίλον κῆρ·</l><l n="714">οὐ γὰρ ἔχον κόρυθας χαλκήρεας ἱπποδασείας,</l><l n="715">οὐδʼ ἔχον ἀσπίδας εὐκύκλους καὶ μείλινα δοῦρα,</l><l n="716">ἀλλʼ ἄρα τόξοισιν καὶ ἐϋστρεφεῖ οἶος ἀώτῳ</l><l n="717">Ἴλιον εἰς ἅμʼ ἕποντο πεποιθότες, οἷσιν ἔπειτα</l><l n="718">ταρφέα βάλλοντες Τρώων ῥήγνυντο φάλαγγας·</l><l n="719">δή ῥα τόθʼ οἳ μὲν πρόσθε σὺν ἔντεσι δαιδαλέοισι</l><l n="720">μάρναντο Τρωσίν τε καὶ Ἕκτορι χαλκοκορυστῇ,</l><l n="721">οἳ δʼ ὄπιθεν βάλλοντες ἐλάνθανον· οὐδέ τι χάρμης</l><l n="722">Τρῶες μιμνήσκοντο· συνεκλόνεον γὰρ ὀϊστοί.</l><milestone ed="p" n="723" unit="card"/><l n="723"><milestone ed="P" unit="para"/>ἔνθά κε λευγαλέως νηῶν ἄπο καὶ κλισιάων</l><l n="724">Τρῶες ἐχώρησαν προτὶ Ἴλιον ἠνεμόεσσαν,</l><l n="725">εἰ μὴ Πουλυδάμας θρασὺν Ἕκτορα εἶπε παραστάς·</l><q><l n="726">Ἕκτορ ἀμήχανός ἐσσι παραρρητοῖσι πιθέσθαι.</l><l n="727">οὕνεκά τοι περὶ δῶκε θεὸς πολεμήϊα ἔργα</l><l n="728">τοὔνεκα καὶ βουλῇ ἐθέλεις περιίδμεναι ἄλλων·</l><l n="729">ἀλλʼ οὔ πως ἅμα πάντα δυνήσεαι αὐτὸς ἑλέσθαι.</l><l n="730">ἄλλῳ μὲν γὰρ ἔδωκε θεὸς πολεμήϊα ἔργα,</l><l n="731">ἄλλῳ δʼ ὀρχηστύν, ἑτέρῳ κίθαριν καὶ ἀοιδήν,</l><l n="732">ἄλλῳ δʼ ἐν στήθεσσι τιθεῖ νόον εὐρύοπα Ζεὺς</l><l n="733">ἐσθλόν, τοῦ δέ τε πολλοὶ ἐπαυρίσκοντʼ ἄνθρωποι,</l><l n="734">καί τε πολέας ἐσάωσε, μάλιστα δὲ καὐτὸς ἀνέγνω.</l><l n="735">αὐτὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα·</l><l n="736">πάντῃ γάρ σε περὶ στέφανος πολέμοιο δέδηε·</l><l n="737">Τρῶες δὲ μεγάθυμοι ἐπεὶ κατὰ τεῖχος ἔβησαν</l><l n="738">οἳ μὲν ἀφεστᾶσιν σὺν τεύχεσιν, οἳ δὲ μάχονται</l><l n="739">παυρότεροι πλεόνεσσι κεδασθέντες κατὰ νῆας.</l><l n="740">ἀλλʼ ἀναχασσάμενος κάλει ἐνθάδε πάντας ἀρίστους·</l><l n="741">ἔνθεν δʼ ἂν μάλα πᾶσαν ἐπιφρασσαίμεθα βουλὴν</l><l n="742">ἤ κεν ἐνὶ νήεσσι πολυκλήϊσι πέσωμεν</l><l n="743">αἴ κʼ ἐθέλῃσι θεὸς δόμεναι κράτος, ἦ κεν ἔπειτα</l><l n="744">πὰρ νηῶν ἔλθωμεν ἀπήμονες. ἦ γὰρ ἔγωγε</l><l n="745">δείδω μὴ τὸ χθιζὸν ἀποστήσωνται Ἀχαιοὶ</l><l n="746">χρεῖος, ἐπεὶ παρὰ νηυσὶν ἀνὴρ ἆτος πολέμοιο</l><l n="747">μίμνει, ὃν οὐκέτι πάγχυ μάχης σχήσεσθαι ὀΐω.</l></q><l n="748"><milestone ed="P" unit="para"/>ὣς φάτο Πουλυδάμας, ἅδε δʼ Ἕκτορι μῦθος ἀπήμων,</l><l n="749">αὐτίκα δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε</l><l n="750">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="751">Πουλυδάμα σὺ μὲν αὐτοῦ ἐρύκακε πάντας ἀρίστους,</l><l n="752">αὐτὰρ ἐγὼ κεῖσʼ εἶμι καὶ ἀντιόω πολέμοιο·</l><l n="753">αἶψα δʼ ἐλεύσομαι αὖτις ἐπὴν εὖ τοῖς ἐπιτείλω.</l></q><milestone ed="p" n="754" unit="card"/><l n="754"><milestone ed="P" unit="para"/>ἦ ῥα, καὶ ὁρμήθη ὄρεϊ νιφόεντι ἐοικὼς</l><l n="755">κεκλήγων, διὰ δὲ Τρώων πέτετʼ ἠδʼ ἐπικούρων.</l><l n="756">οἳ δʼ ἐς Πανθοΐδην ἀγαπήνορα Πουλυδάμαντα</l><l n="757">πάντες ἐπεσσεύοντʼ, ἐπεὶ Ἕκτορος ἔκλυον αὐδήν.</l><l n="758">αὐτὰρ ὃ Δηΐφοβόν τε βίην θʼ Ἑλένοιο ἄνακτος</l><l n="759">Ἀσιάδην τʼ Ἀδάμαντα καὶ Ἄσιον Ὑρτάκου υἱὸν</l><l n="760">φοίτα ἀνὰ προμάχους διζήμενος, εἴ που ἐφεύροι.</l><l n="761">τοὺς δʼ εὗρʼ οὐκέτι πάμπαν ἀπήμονας οὐδʼ ἀνολέθρους·</l><l n="762">ἀλλʼ οἳ μὲν δὴ νηυσὶν ἔπι πρυμνῇσιν Ἀχαιῶν</l><l n="763">χερσὶν ὑπʼ Ἀργείων κέατο ψυχὰς ὀλέσαντες,</l><l n="764">οἳ δʼ ἐν τείχει ἔσαν βεβλημένοι οὐτάμενοί τε.</l><l n="765">τὸν δὲ τάχʼ εὗρε μάχης ἐπʼ ἀριστερὰ δακρυοέσσης</l><l n="766">δῖον Ἀλέξανδρον Ἑλένης πόσιν ἠϋκόμοιο</l><l n="767">θαρσύνονθʼ ἑτάρους καὶ ἐποτρύνοντα μάχεσθαι,</l><l n="768">ἀγχοῦ δʼ ἱστάμενος προσέφη αἰσχροῖς ἐπέεσσι·</l><q><l n="769">Δύσπαρι εἶδος ἄριστε γυναιμανὲς ἠπεροπευτὰ</l><l n="770">ποῦ τοι Δηΐφοβός τε βίη θʼ Ἑλένοιο ἄνακτος</l><l n="771">Ἀσιάδης τʼ Ἀδάμας ἠδʼ Ἄσιος Ὑρτάκου υἱός;</l><l n="772">ποῦ δέ τοι Ὀθρυονεύς; νῦν ὤλετο πᾶσα κατʼ ἄκρης</l><l n="773">Ἴλιος αἰπεινή· νῦν τοι σῶς αἰπὺς ὄλεθρος.</l></q><l n="774"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπεν Ἀλέξανδρος θεοειδής·</l><q><l n="775">Ἕκτορ ἐπεί τοι θυμὸς ἀναίτιον αἰτιάασθαι,</l><l n="776">ἄλλοτε δή ποτε μᾶλλον ἐρωῆσαι πολέμοιο</l><l n="777">μέλλω, ἐπεὶ οὐδʼ ἐμὲ πάμπαν ἀνάλκιδα γείνατο μήτηρ·</l><l n="778">ἐξ οὗ γὰρ παρὰ νηυσὶ μάχην ἤγειρας ἑταίρων,</l><l n="779">ἐκ τοῦ δʼ ἐνθάδʼ ἐόντες ὁμιλέομεν Δαναοῖσι</l><l n="780">νωλεμέως· ἕταροι δὲ κατέκταθεν οὓς σὺ μεταλλᾷς.</l><l n="781">οἴω Δηΐφοβός τε βίη θʼ Ἑλένοιο ἄνακτος</l><l n="782">οἴχεσθον, μακρῇσι τετυμμένω ἐγχείῃσιν</l><l n="783">ἀμφοτέρω κατὰ χεῖρα· φόνον δʼ ἤμυνε Κρονίων.</l><l n="784">νῦν δʼ ἄρχʼ ὅππῃ σε κραδίη θυμός τε κελεύει·</l><l n="785">ἡμεῖς δʼ ἐμμεμαῶτες ἅμʼ ἑψόμεθʼ, οὐδέ τί φημι</l><l n="786">ἀλκῆς δευήσεσθαι, ὅση δύναμίς γε πάρεστι.</l><l n="787">πὰρ δύναμιν δʼ οὐκ ἔστι καὶ ἐσσύμενον πολεμίζειν.</l><milestone ed="p" n="788" unit="card"/></q><l n="788"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν παρέπεισεν ἀδελφειοῦ φρένας ἥρως·</l><l n="789">βὰν δʼ ἴμεν ἔνθα μάλιστα μάχη καὶ φύλοπις ἦεν</l><l n="790">ἀμφί τε Κεβριόνην καὶ ἀμύμονα Πουλυδάμαντα</l><l n="791">Φάλκην Ὀρθαῖόν τε καὶ ἀντίθεον Πολυφήτην</l><l n="792">Πάλμύν τʼ Ἀσκάνιόν τε Μόρυν θʼ υἷʼ Ἱπποτίωνος,</l><l n="793">οἵ ῥʼ ἐξ Ἀσκανίης ἐριβώλακος ἦλθον ἀμοιβοὶ</l><l n="794">ἠοῖ τῇ προτέρῃ· τότε δὲ Ζεὺς ὦρσε μάχεσθαι.</l><l n="795">οἳ δʼ ἴσαν ἀργαλέων ἀνέμων ἀτάλαντοι ἀέλλῃ,</l><l n="796">ἥ ῥά θʼ ὑπὸ βροντῆς πατρὸς Διὸς εἶσι πέδον δέ,</l><l n="797">θεσπεσίῳ δʼ ὁμάδῳ ἁλὶ μίσγεται, ἐν δέ τε πολλὰ</l><l n="798">κύματα παφλάζοντα πολυφλοίσβοιο θαλάσσης</l><l n="799">κυρτὰ φαληριόωντα, πρὸ μέν τʼ ἄλλʼ, αὐτὰρ ἐπʼ ἄλλα·</l><l n="800">ὣς Τρῶες πρὸ μὲν ἄλλοι ἀρηρότες, αὐτὰρ ἐπʼ ἄλλοι,</l><l n="801">χαλκῷ μαρμαίροντες ἅμʼ ἡγεμόνεσσιν ἕποντο.</l><l n="802">Ἕκτωρ δʼ ἡγεῖτο βροτολοιγῷ ἶσος Ἄρηϊ</l><l n="803">Πριαμίδης· πρόσθεν δʼ ἔχεν ἀσπίδα πάντοσʼ ἐΐσην</l><l n="804">ῥινοῖσιν πυκινήν, πολλὸς δʼ ἐπελήλατο χαλκός·</l><l n="805">ἀμφὶ δέ οἱ κροτάφοισι φαεινὴ σείετο πήληξ.</l><l n="806">πάντῃ δʼ ἀμφὶ φάλαγγας ἐπειρᾶτο προποδίζων,</l><l n="807">εἴ πώς οἱ εἴξειαν ὑπασπίδια προβιβῶντι·</l><l n="808">ἀλλʼ οὐ σύγχει θυμὸν ἐνὶ στήθεσσιν Ἀχαιῶν.</l><l n="809">Αἴας δὲ πρῶτος προκαλέσσατο μακρὰ βιβάσθων·</l><q><l n="810">δαιμόνιε σχεδὸν ἐλθέ· τί ἢ δειδίσσεαι αὔτως</l><l n="811">Ἀργείους; οὔ τοί τι μάχης ἀδαήμονές εἰμεν,</l><l n="812">ἀλλὰ Διὸς μάστιγι κακῇ ἐδάμημεν Ἀχαιοί.</l><l n="813">ἦ θήν πού τοι θυμὸς ἐέλπεται ἐξαλαπάξειν</l><l n="814">νῆας· ἄφαρ δέ τε χεῖρες ἀμύνειν εἰσὶ καὶ ἡμῖν.</l><l n="815">ἦ κε πολὺ φθαίη εὖ ναιομένη πόλις ὑμὴ</l><l n="816">χερσὶν ὑφʼ ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε.</l><l n="817">σοὶ δʼ αὐτῷ φημὶ σχεδὸν ἔμμεναι ὁππότε φεύγων</l><l n="818">ἀρήσῃ Διὶ πατρὶ καὶ ἄλλοις ἀθανάτοισι</l><l n="819">θάσσονας ἰρήκων ἔμεναι καλλίτριχας ἵππους,</l><l n="820">οἵ σε πόλιν δʼ οἴσουσι κονίοντες πεδίοιο.</l><milestone ed="p" n="821" unit="card"/></q><l n="821"><milestone ed="P" unit="para"/>ὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις</l><l n="822">αἰετὸς ὑψιπέτης· ἐπὶ δʼ ἴαχε λαὸς Ἀχαιῶν</l><l n="823">θάρσυνος οἰωνῷ· ὃ δʼ ἀμείβετο φαίδιμος Ἕκτωρ·</l><q><l n="824">Αἶαν ἁμαρτοεπὲς βουγάϊε ποῖον ἔειπες·</l><l n="825">εἰ γὰρ ἐγὼν οὕτω γε Διὸς πάϊς αἰγιόχοιο</l><l n="826">εἴην ἤματα πάντα, τέκοι δέ με πότνια Ἥρη,</l><l n="827">τιοίμην δʼ ὡς τίετʼ Ἀθηναίη καὶ Ἀπόλλων,</l><l n="828">ὡς νῦν ἡμέρη ἥδε κακὸν φέρει Ἀργείοισι</l><l n="829">πᾶσι μάλʼ, ἐν δὲ σὺ τοῖσι πεφήσεαι, αἴ κε ταλάσσῃς</l><l n="830">μεῖναι ἐμὸν δόρυ μακρόν, ὅ τοι χρόα λειριόεντα</l><l n="831">δάψει· ἀτὰρ Τρώων κορέεις κύνας ἠδʼ οἰωνοὺς</l><l n="832">δημῷ καὶ σάρκεσσι πεσὼν ἐπὶ νηυσὶν Ἀχαιῶν.</l></q><l n="833"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσας ἡγήσατο· τοὶ δʼ ἅμʼ ἕποντο</l><l n="834">ἠχῇ θεσπεσίῃ, ἐπὶ δʼ ἴαχε λαὸς ὄπισθεν.</l><l n="835">Ἀργεῖοι δʼ ἑτέρωθεν ἐπίαχον, οὐδὲ λάθοντο</l><l n="836">ἀλκῆς, ἀλλʼ ἔμενον Τρώων ἐπιόντας ἀρίστους.</l><l n="837">ἠχὴ δʼ ἀμφοτέρων ἵκετʼ αἰθέρα καὶ Διὸς αὐγάς.</l></div><div type="textpart" subtype="Book" n="14"><milestone ed="p" n="1" unit="card"/><l n="1"><milestone ed="P" unit="para"/>Νέστορα δʼ οὐκ ἔλαθεν ἰαχὴ πίνοντά περ ἔμπης,</l><l n="2">ἀλλʼ Ἀσκληπιάδην ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="3">φράζεο δῖε Μαχᾶον ὅπως ἔσται τάδε ἔργα·</l><l n="4">μείζων δὴ παρὰ νηυσὶ βοὴ θαλερῶν αἰζηῶν.</l><l n="5">ἀλλὰ σὺ μὲν νῦν πῖνε καθήμενος αἴθοπα οἶνον</l><l n="6">εἰς ὅ κε θερμὰ λοετρὰ ἐϋπλόκαμος Ἑκαμήδη</l><l n="7">θερμήνῃ καὶ λούσῃ ἄπο βρότον αἱματόεντα·</l><l n="8">αὐτὰρ ἐγὼν ἐλθὼν τάχα εἴσομαι ἐς περιωπήν.</l></q><l n="9"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν σάκος εἷλε τετυγμένον υἷος ἑοῖο</l><l n="10">κείμενον ἐν κλισίῃ Θρασυμήδεος ἱπποδάμοιο</l><l n="11">χαλκῷ παμφαῖνον· ὃ δʼ ἔχʼ ἀσπίδα πατρὸς ἑοῖο.</l><l n="12">εἵλετο δʼ ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ,</l><l n="13">στῆ δʼ ἐκτὸς κλισίης, τάχα δʼ εἴσιδεν ἔργον ἀεικὲς</l><l n="14">τοὺς μὲν ὀρινομένους, τοὺς δὲ κλονέοντας ὄπισθε</l><l n="15">Τρῶας ὑπερθύμους· ἐρέριπτο δὲ τεῖχος Ἀχαιῶν.</l><l n="16">ὡς δʼ ὅτε πορφύρῃ πέλαγος μέγα κύματι κωφῷ</l><l n="17">ὀσσόμενον λιγέων ἀνέμων λαιψηρὰ κέλευθα</l><l n="18">αὔτως, οὐδʼ ἄρα τε προκυλίνδεται οὐδετέρωσε,</l><l n="19">πρίν τινα κεκριμένον καταβήμεναι ἐκ Διὸς οὖρον,</l><l n="20">ὣς ὃ γέρων ὅρμαινε δαϊζόμενος κατὰ θυμὸν</l><l n="21">διχθάδιʼ, ἢ μεθʼ ὅμιλον ἴοι Δαναῶν ταχυπώλων,</l><l n="22">ἦε μετʼ Ἀτρεΐδην Ἀγαμέμνονα ποιμένα λαῶν.</l><l n="23">ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι</l><l n="24">βῆναι ἐπʼ Ἀτρεΐδην. οἳ δʼ ἀλλήλους ἐνάριζον</l><l n="25">μαρνάμενοι· λάκε δέ σφι περὶ χροῒ χαλκὸς ἀτειρὴς</l><l n="26">νυσσομένων ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισι.</l><milestone ed="p" n="27" unit="card"/><l n="27"><milestone ed="P" unit="para"/>Νέστορι δὲ ξύμβληντο διοτρεφέες βασιλῆες</l><l n="28">πὰρ νηῶν ἀνιόντες ὅσοι βεβλήατο χαλκῷ</l><l n="29">Τυδεΐδης Ὀδυσεύς τε καὶ Ἀτρεΐδης Ἀγαμέμνων.</l><l n="30">πολλὸν γάρ ῥʼ ἀπάνευθε μάχης εἰρύατο νῆες</l><l n="31">θῖνʼ ἔφʼ ἁλὸς πολιῆς· τὰς γὰρ πρώτας πεδίον δὲ</l><l n="32">εἴρυσαν, αὐτὰρ τεῖχος ἐπὶ πρύμνῃσιν ἔδειμαν.</l><l n="33">οὐδὲ γὰρ οὐδʼ εὐρύς περ ἐὼν ἐδυνήσατο πάσας</l><l n="34">αἰγιαλὸς νῆας χαδέειν, στείνοντο δὲ λαοί·</l><l n="35">τώ ῥα προκρόσσας ἔρυσαν, καὶ πλῆσαν ἁπάσης</l><l n="36">ἠϊόνος στόμα μακρόν, ὅσον συνεέργαθον ἄκραι.</l><l n="37">τώ ῥʼ οἵ γʼ ὀψείοντες ἀϋτῆς καὶ πολέμοιο</l><l n="38">ἔγχει ἐρειδόμενοι κίον ἀθρόοι· ἄχνυτο δέ σφι</l><l n="39">θυμὸς ἐνὶ στήθεσσιν. ὃ δὲ ξύμβλητο γεραιὸς</l><l n="40">Νέστωρ, πτῆξε δὲ θυμὸν ἐνὶ στήθεσσιν Ἀχαιῶν.</l><l n="41">τὸν καὶ φωνήσας προσέφη κρείων Ἀγαμέμνων·</l><q><l n="42">ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν</l><l n="43">τίπτε λιπὼν πόλεμον φθισήνορα δεῦρʼ ἀφικάνεις;</l><l n="44">δείδω μὴ δή μοι τελέσῃ ἔπος ὄβριμος Ἕκτωρ,</l><l n="45">ὥς ποτʼ ἐπηπείλησεν ἐνὶ Τρώεσσʼ ἀγορεύων</l><l n="46">μὴ πρὶν πὰρ νηῶν προτὶ Ἴλιον ἀπονέεσθαι</l><l n="47">πρὶν πυρὶ νῆας ἐνιπρῆσαι, κτεῖναι δὲ καὶ αὐτούς.</l><l n="48">κεῖνος τὼς ἀγόρευε· τὰ δὴ νῦν πάντα τελεῖται.</l><l n="49">ὢ πόποι ἦ ῥα καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοὶ</l><l n="50">ἐν θυμῷ βάλλονται ἐμοὶ χόλον ὥς περ Ἀχιλλεὺς</l><l n="51">οὐδʼ ἐθέλουσι μάχεσθαι ἐπὶ πρυμνῇσι νέεσσι.</l></q><l n="52"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·</l><q><l n="53">ἦ δὴ ταῦτά γʼ ἑτοῖμα τετεύχαται, οὐδέ κεν ἄλλως</l><l n="54">Ζεὺς ὑψιβρεμέτης αὐτὸς παρατεκτήναιτο.</l><l n="55">τεῖχος μὲν γὰρ δὴ κατερήριπεν, ᾧ ἐπέπιθμεν</l><l n="56">ἄρρηκτον νηῶν τε καὶ αὐτῶν εἶλαρ ἔσεσθαι·</l><l n="57">οἳ δʼ ἐπὶ νηυσὶ θοῇσι μάχην ἀλίαστον ἔχουσι</l><l n="58">νωλεμές· οὐδʼ ἂν ἔτι γνοίης μάλα περ σκοπιάζων</l><l n="59">ὁπποτέρωθεν Ἀχαιοὶ ὀρινόμενοι κλονέονται,</l><l n="60">ὡς ἐπιμὶξ κτείνονται, ἀϋτὴ δʼ οὐρανὸν ἵκει.</l><l n="61">ἡμεῖς δὲ φραζώμεθʼ ὅπως ἔσται τάδε ἔργα</l><l n="62">εἴ τι νόος ῥέξει· πόλεμον δʼ οὐκ ἄμμε κελεύω</l><l n="63">δύμεναι· οὐ γάρ πως βεβλημένον ἐστὶ μάχεσθαι.</l></q><milestone ed="p" n="64" unit="card"/><l n="64"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·</l><q><l n="65">Νέστορ ἐπεὶ δὴ νηυσὶν ἔπι πρυμνῇσι μάχονται,</l><l n="66">τεῖχος δʼ οὐκ ἔχραισμε τετυγμένον, οὐδέ τι τάφρος,</l><l n="67">ᾗ ἔπι πολλὰ πάθον Δαναοί, ἔλποντο δὲ θυμῷ</l><l n="68">ἄρρηκτον νηῶν τε καὶ αὐτῶν εἶλαρ ἔσεσθαι·</l><l n="69">οὕτω που Διὶ μέλλει ὑπερμενέϊ φίλον εἶναι</l><l n="70">νωνύμνους ἀπολέσθαι ἀπʼ Ἄργεος ἐνθάδʼ Ἀχαιούς.</l><l n="71">ᾔδεα μὲν γὰρ ὅτε πρόφρων Δαναοῖσιν ἄμυνεν,</l><l n="72">οἶδα δὲ νῦν ὅτε τοὺς μὲν ὁμῶς μακάρεσσι θεοῖσι</l><l n="73">κυδάνει, ἡμέτερον δὲ μένος καὶ χεῖρας ἔδησεν.</l><l n="74">ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼν εἴπω πειθώμεθα πάντες.</l><l n="75">νῆες ὅσαι πρῶται εἰρύαται ἄγχι θαλάσσης</l><l n="76">ἕλκωμεν, πάσας δὲ ἐρύσσομεν εἰς ἅλα δῖαν,</l><l n="77">ὕψι δʼ ἐπʼ εὐνάων ὁρμίσσομεν, εἰς ὅ κεν ἔλθῃ</l><l n="78">νὺξ ἀβρότη, ἢν καὶ τῇ ἀπόσχωνται πολέμοιο</l><l n="79">Τρῶες· ἔπειτα δέ κεν ἐρυσαίμεθα νῆας ἁπάσας.</l><l n="80">οὐ γάρ τις νέμεσις φυγέειν κακόν, οὐδʼ ἀνὰ νύκτα.</l><l n="81">βέλτερον ὃς φεύγων προφύγῃ κακὸν ἠὲ ἁλώῃ.</l></q><l n="82"><milestone ed="P" unit="para"/>τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·</l><q><l n="83">Ἀτρεΐδη ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων·</l><l n="84">οὐλόμενʼ αἴθʼ ὤφελλες ἀεικελίου στρατοῦ ἄλλου</l><l n="85">σημαίνειν, μὴ δʼ ἄμμιν ἀνασσέμεν, οἷσιν ἄρα Ζεὺς</l><l n="86">ἐκ νεότητος ἔδωκε καὶ ἐς γῆρας τολυπεύειν</l><l n="87">ἀργαλέους πολέμους, ὄφρα φθιόμεσθα ἕκαστος.</l><l n="88">οὕτω δὴ μέμονας Τρώων πόλιν εὐρυάγυιαν</l><l n="89">καλλείψειν, ἧς εἵνεκʼ ὀϊζύομεν κακὰ πολλά;</l><l n="90">σίγα, μή τίς τʼ ἄλλος Ἀχαιῶν τοῦτον ἀκούσῃ</l><l n="91">μῦθον, ὃν οὔ κεν ἀνήρ γε διὰ στόμα πάμπαν ἄγοιτο</l><l n="92">ὅς τις ἐπίσταιτο ᾗσι φρεσὶν ἄρτια βάζειν</l><l n="93">σκηπτοῦχός τʼ εἴη, καί οἱ πειθοίατο λαοὶ</l><l n="94">τοσσοίδʼ ὅσσοισιν σὺ μετʼ Ἀργείοισιν ἀνάσσεις·</l><l n="95">νῦν δέ σευ ὠνοσάμην πάγχυ φρένας, οἷον ἔειπες·</l><l n="96">ὃς κέλεαι πολέμοιο συνεσταότος καὶ ἀϋτῆς</l><l n="97">νῆας ἐϋσσέλμους ἅλαδʼ ἑλκέμεν, ὄφρʼ ἔτι μᾶλλον</l><l n="98">Τρωσὶ μὲν εὐκτὰ γένηται ἐπικρατέουσί περ ἔμπης,</l><l n="99">ἡμῖν δʼ αἰπὺς ὄλεθρος ἐπιρρέπῃ. οὐ γὰρ Ἀχαιοὶ</l><l n="100">σχήσουσιν πόλεμον νηῶν ἅλα δʼ ἑλκομενάων,</l><l n="101">ἀλλʼ ἀποπαπτανέουσιν, ἐρωήσουσι δὲ χάρμης.</l><l n="102">ἔνθά κε σὴ βουλὴ δηλήσεται ὄρχαμε λαῶν.</l><milestone ed="p" n="103" unit="card"/></q><l n="103"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων·</l><q><l n="104">ὦ Ὀδυσεῦ μάλα πώς με καθίκεο θυμὸν ἐνιπῇ</l><l n="105">ἀργαλέῃ· ἀτὰρ οὐ μὲν ἐγὼν ἀέκοντας ἄνωγα</l><l n="106">νῆας ἐϋσσέλμους ἅλα δʼ ἑλκέμεν υἷας Ἀχαιῶν.</l><l n="107">νῦν δʼ εἴη ὃς τῆσδέ γʼ ἀμείνονα μῆτιν ἐνίσποι</l><l n="108">ἢ νέος ἠὲ παλαιός· ἐμοὶ δέ κεν ἀσμένῳ εἴη.</l></q><l n="109"><milestone ed="P" unit="para"/>τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Διομήδης·</l><q><l n="110">ἐγγὺς ἀνήρ· οὐ δηθὰ ματεύσομεν· αἴ κʼ ἐθέλητε</l><l n="111">πείθεσθαι, καὶ μή τι κότῳ ἀγάσησθε ἕκαστος</l><l n="112">οὕνεκα δὴ γενεῆφι νεώτατός εἰμι μεθʼ ὑμῖν·</l><l n="113">πατρὸς δʼ ἐξ ἀγαθοῦ καὶ ἐγὼ γένος εὔχομαι εἶναι</l><l n="114">Τυδέος, ὃν Θήβῃσι χυτὴ κατὰ γαῖα καλύπτει.</l><l n="115">πορθεῖ γὰρ τρεῖς παῖδες ἀμύμονες ἐξεγένοντο,</l><l n="116">οἴκεον δʼ ἐν Πλευρῶνι καὶ αἰπεινῇ Καλυδῶνι</l><l n="117">Ἄγριος ἠδὲ Μέλας, τρίτατος δʼ ἦν ἱππότα Οἰνεὺς</l><l n="118">πατρὸς ἐμοῖο πατήρ· ἀρετῇ δʼ ἦν ἔξοχος αὐτῶν.</l><l n="119">ἀλλʼ ὃ μὲν αὐτόθι μεῖνε, πατὴρ δʼ ἐμὸς Ἄργεϊ νάσθη</l><l n="120">πλαγχθείς· ὡς γάρ που Ζεὺς ἤθελε καὶ θεοὶ ἄλλοι.</l><l n="121">Ἀδρήστοιο δʼ ἔγημε θυγατρῶν, ναῖε δὲ δῶμα</l><l n="122">ἀφνειὸν βιότοιο, ἅλις δέ οἱ ἦσαν ἄρουραι</l><l n="123">πυροφόροι, πολλοὶ δὲ φυτῶν ἔσαν ὄρχατοι ἀμφίς,</l><l n="124">πολλὰ δέ οἱ πρόβατʼ ἔσκε· κέκαστο δὲ πάντας Ἀχαιοὺς</l><l n="125">ἐγχείῃ· τὰ δὲ μέλλετʼ ἀκουέμεν, εἰ ἐτεόν περ.</l><l n="126">τὼ οὐκ ἄν με γένος γε κακὸν καὶ ἀνάλκιδα φάντες</l><l n="127">μῦθον ἀτιμήσαιτε πεφασμένον ὅν κʼ ἐῢ εἴπω.</l><l n="128">δεῦτʼ ἴομεν πόλεμον δὲ καὶ οὐτάμενοί περ ἀνάγκῃ.</l><l n="129">ἔνθα δʼ ἔπειτʼ αὐτοὶ μὲν ἐχώμεθα δηϊοτῆτος</l><l n="130">ἐκ βελέων, μή πού τις ἐφʼ ἕλκεϊ ἕλκος ἄρηται·</l><l n="131">ἄλλους δʼ ὀτρύνοντες ἐνήσομεν, οἳ τὸ πάρος περ</l><l n="132">θυμῷ ἦρα φέροντες ἀφεστᾶσʼ οὐδὲ μάχονται.</l></q><l n="133"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο·</l><l n="134">βὰν δʼ ἴμεν, ἦρχε δʼ ἄρά σφιν ἄναξ ἀνδρῶν Ἀγαμέμνων.</l><l n="135"><milestone ed="P" unit="para"/>οὐδʼ ἀλαοσκοπιὴν εἶχε κλυτὸς ἐννοσίγαιος,</l><l n="136">ἀλλὰ μετʼ αὐτοὺς ἦλθε παλαιῷ φωτὶ ἐοικώς,</l><l n="137">δεξιτερὴν δʼ ἕλε χεῖρʼ Ἀγαμέμνονος Ἀτρεΐδαο,</l><l n="138">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="139">Ἀτρεΐδη νῦν δή που Ἀχιλλῆος ὀλοὸν κῆρ</l><l n="140">γηθεῖ ἐνὶ στήθεσσι φόνον καὶ φύζαν Ἀχαιῶν</l><l n="141">δερκομένῳ, ἐπεὶ οὔ οἱ ἔνι φρένες οὐδʼ ἠβαιαί.</l><l n="142">ἀλλʼ ὃ μὲν ὣς ἀπόλοιτο, θεὸς δέ ἑ σιφλώσειε·</l><l n="143">σοὶ δʼ οὔ πω μάλα πάγχυ θεοὶ μάκαρες κοτέουσιν,</l><l n="144">ἀλλʼ ἔτι που Τρώων ἡγήτορες ἠδὲ μέδοντες</l><l n="145">εὐρὺ κονίσουσιν πεδίον, σὺ δʼ ἐπόψεαι αὐτὸς</l><l n="146">φεύγοντας προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων.</l></q><l n="147"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν μέγʼ ἄϋσεν ἐπεσσύμενος πεδίοιο.</l><l n="148">ὅσσόν τʼ ἐννεάχιλοι ἐπίαχον ἢ δεκάχιλοι</l><l n="149">ἀνέρες ἐν πολέμῳ ἔριδα ξυνάγοντες Ἄρηος,</l><l n="150">τόσσην ἐκ στήθεσφιν ὄπα κρείων ἐνοσίχθων</l><l n="151">ἧκεν· Ἀχαιοῖσιν δὲ μέγα σθένος ἔμβαλʼ ἑκάστῳ</l><l n="152">καρδίῃ, ἄληκτον πολεμίζειν ἠδὲ μάχεσθαι.</l><milestone ed="p" n="154" unit="card"/><l n="153"><milestone ed="P" unit="para"/>Ἥρη δʼ εἰσεῖδε χρυσόθρονος ὀφθαλμοῖσι</l><l n="154">στᾶσʼ ἐξ Οὐλύμποιο ἀπὸ ῥίου· αὐτίκα δʼ ἔγνω</l><l n="155">τὸν μὲν ποιπνύοντα μάχην ἀνὰ κυδιάνειραν</l><l n="156">αὐτοκασίγνητον καὶ δαέρα, χαῖρε δὲ θυμῷ·</l><l n="157">Ζῆνα δʼ ἐπʼ ἀκροτάτης κορυφῆς πολυπίδακος Ἴδης</l><l n="158">ἥμενον εἰσεῖδε, στυγερὸς δέ οἱ ἔπλετο θυμῷ.</l><l n="159">μερμήριξε δʼ ἔπειτα βοῶπις πότνια Ἥρη</l><l n="160">ὅππως ἐξαπάφοιτο Διὸς νόον αἰγιόχοιο·</l><l n="161">ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλὴ</l><l n="162">ἐλθεῖν εἰς Ἴδην εὖ ἐντύνασαν ἓ αὐτήν,</l><l n="163">εἴ πως ἱμείραιτο παραδραθέειν φιλότητι</l><l n="164">ᾗ χροιῇ, τῷ δʼ ὕπνον ἀπήμονά τε λιαρόν τε</l><l n="165">χεύῃ ἐπὶ βλεφάροισιν ἰδὲ φρεσὶ πευκαλίμῃσι.</l><l n="166">βῆ δʼ ἴμεν ἐς θάλαμον, τόν οἱ φίλος υἱὸς ἔτευξεν</l><l n="167">Ἥφαιστος, πυκινὰς δὲ θύρας σταθμοῖσιν ἐπῆρσε</l><l n="168">κληῗδι κρυπτῇ, τὴν δʼ οὐ θεὸς ἄλλος ἀνῷγεν·</l><l n="169">ἔνθʼ ἥ γʼ εἰσελθοῦσα θύρας ἐπέθηκε φαεινάς.</l><l n="170">ἀμβροσίῃ μὲν πρῶτον ἀπὸ χροὸς ἱμερόεντος</l><l n="171">λύματα πάντα κάθηρεν, ἀλείψατο δὲ λίπʼ ἐλαίῳ</l><l n="172">ἀμβροσίῳ ἑδανῷ, τό ῥά οἱ τεθυωμένον ἦεν·</l><l n="173">τοῦ καὶ κινυμένοιο Διὸς κατὰ χαλκοβατὲς δῶ</l><l n="174">ἔμπης ἐς γαῖάν τε καὶ οὐρανὸν ἵκετʼ ἀϋτμή.</l><l n="175">τῷ ῥʼ ἥ γε χρόα καλὸν ἀλειψαμένη ἰδὲ χαίτας</l><l n="176">πεξαμένη χερσὶ πλοκάμους ἔπλεξε φαεινοὺς</l><l n="177">καλοὺς ἀμβροσίους ἐκ κράατος ἀθανάτοιο.</l><l n="178">ἀμφὶ δʼ ἄρʼ ἀμβρόσιον ἑανὸν ἕσαθʼ, ὅν οἱ Ἀθήνη</l><l n="179">ἔξυσʼ ἀσκήσασα, τίθει δʼ ἐνὶ δαίδαλα πολλά·</l><l n="180">χρυσείῃς δʼ ἐνετῇσι κατὰ στῆθος περονᾶτο.</l><l n="181">ζώσατο δὲ ζώνῃ ἑκατὸν θυσάνοις ἀραρυίῃ,</l><l n="182">ἐν δʼ ἄρα ἕρματα ἧκεν ἐϋτρήτοισι λοβοῖσι</l><l n="183">τρίγληνα μορόεντα· χάρις δʼ ἀπελάμπετο πολλή.</l><l n="184">κρηδέμνῳ δʼ ἐφύπερθε καλύψατο δῖα θεάων</l><l n="185">καλῷ νηγατέῳ· λευκὸν δʼ ἦν ἠέλιος ὥς·</l><l n="186">ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα.</l><l n="187">αὐτὰρ ἐπεὶ δὴ πάντα περὶ χροῒ θήκατο κόσμον</l><l n="188">βῆ ῥʼ ἴμεν ἐκ θαλάμοιο, καλεσσαμένη δʼ Ἀφροδίτην</l><l n="189">τῶν ἄλλων ἀπάνευθε θεῶν πρὸς μῦθον ἔειπε·</l><q><l n="190">ἦ ῥά νύ μοί τι πίθοιο φίλον τέκος ὅττί κεν εἴπω,</l><l n="191">ἦέ κεν ἀρνήσαιο κοτεσσαμένη τό γε θυμῷ,</l><l n="192">οὕνεκʼ ἐγὼ Δαναοῖσι, σὺ δὲ Τρώεσσιν ἀρήγεις;</l><milestone ed="p" n="193" unit="card"/></q><l n="193"><milestone ed="P" unit="para"/>τὴν δʼ ἠμείβετʼ ἔπειτα Διὸς θυγάτηρ Ἀφροδίτη·</l><q><l n="194">Ἥρη πρέσβα θεὰ θύγατερ μεγάλοιο Κρόνοιο</l><l n="195">αὔδα ὅ τι φρονέεις· τελέσαι δέ με θυμὸς ἄνωγεν,</l><l n="196">εἰ δύναμαι τελέσαι γε καὶ εἰ τετελεσμένον ἐστίν.</l></q><l n="197"><milestone ed="P" unit="para"/>τὴν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη·</l><q><l n="198">δὸς νῦν μοι φιλότητα καὶ ἵμερον, ᾧ τε σὺ πάντας</l><l n="199">δαμνᾷ ἀθανάτους ἠδὲ θνητοὺς ἀνθρώπους.</l><l n="200">εἶμι γὰρ ὀψομένη πολυφόρβου πείρατα γαίης,</l><l n="201">Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν,</l><l n="202">οἵ μʼ ἐν σφοῖσι δόμοισιν ἐῢ τρέφον ἠδʼ ἀτίταλλον</l><l n="203">δεξάμενοι Ῥείας, ὅτε τε Κρόνον εὐρύοπα Ζεὺς</l><l n="204">γαίης νέρθε καθεῖσε καὶ ἀτρυγέτοιο θαλάσσης·</l><l n="205">τοὺς εἶμʼ ὀψομένη, καί σφʼ ἄκριτα νείκεα λύσω·</l><l n="206">ἤδη γὰρ δηρὸν χρόνον ἀλλήλων ἀπέχονται</l><l n="207">εὐνῆς καὶ φιλότητος, ἐπεὶ χόλος ἔμπεσε θυμῷ.</l><l n="208">εἰ κείνω ἐπέεσσι παραιπεπιθοῦσα φίλον κῆρ</l><l n="209">εἰς εὐνὴν ἀνέσαιμι ὁμωθῆναι φιλότητι,</l><l n="210">αἰεί κέ σφι φίλη τε καὶ αἰδοίη καλεοίμην.</l></q><l n="211"><milestone ed="P" unit="para"/>τὴν δʼ αὖτε προσέειπε φιλομειδὴς Ἀφροδίτη·</l><q><l n="212">οὐκ ἔστʼ οὐδὲ ἔοικε τεὸν ἔπος ἀρνήσασθαι·</l><l n="213">Ζηνὸς γὰρ τοῦ ἀρίστου ἐν ἀγκοίνῃσιν ἰαύεις.</l></q><l n="214"><milestone ed="P" unit="para"/>ἦ, καὶ ἀπὸ στήθεσφιν ἐλύσατο κεστὸν ἱμάντα</l><l n="215">ποικίλον, ἔνθα δέ οἱ θελκτήρια πάντα τέτυκτο·</l><l n="216">ἔνθʼ ἔνι μὲν φιλότης, ἐν δʼ ἵμερος, ἐν δʼ ὀαριστὺς</l><l n="217">πάρφασις, ἥ τʼ ἔκλεψε νόον πύκα περ φρονεόντων.</l><l n="218">τόν ῥά οἱ ἔμβαλε χερσὶν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·</l><q><l n="219">τῆ νῦν τοῦτον ἱμάντα τεῷ ἐγκάτθεο κόλπῳ</l><l n="220">ποικίλον, ᾧ ἔνι πάντα τετεύχαται· οὐδέ σέ φημι</l><l n="221">ἄπρηκτόν γε νέεσθαι, ὅ τι φρεσὶ σῇσι μενοινᾷς.</l></q><l n="222"><milestone ed="P" unit="para"/>ὣς φάτο, μείδησεν δὲ βοῶπις πότνια Ἥρη,</l><l n="223">μειδήσασα δʼ ἔπειτα ἑῷ ἐγκάτθετο κόλπῳ.</l><l n="224"><milestone ed="P" unit="para"/>ἣ μὲν ἔβη πρὸς δῶμα Διὸς θυγάτηρ Ἀφροδίτη,</l><l n="225">Ἥρη δʼ ἀΐξασα λίπεν ῥίον Οὐλύμποιο,</l><l n="226">Πιερίην δʼ ἐπιβᾶσα καὶ Ἠμαθίην ἐρατεινὴν</l><l n="227">σεύατʼ ἐφʼ ἱπποπόλων Θρῃκῶν ὄρεα νιφόεντα</l><l n="228">ἀκροτάτας κορυφάς· οὐδὲ χθόνα μάρπτε ποδοῖιν·</l><l n="229">ἐξ Ἀθόω δʼ ἐπὶ πόντον ἐβήσετο κυμαίνοντα,</l><l n="230">Λῆμνον δʼ εἰσαφίκανε πόλιν θείοιο Θόαντος.</l><l n="231">ἔνθʼ Ὕπνῳ ξύμβλητο κασιγνήτῳ Θανάτοιο,</l><l n="232">ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·</l><q><l n="233">Ὕπνε ἄναξ πάντων τε θεῶν πάντων τʼ ἀνθρώπων,</l><l n="234">ἠμὲν δή ποτʼ ἐμὸν ἔπος ἔκλυες, ἠδʼ ἔτι καὶ νῦν</l><l n="235">πείθευ· ἐγὼ δέ κέ τοι ἰδέω χάριν ἤματα πάντα.</l><l n="236">κοίμησόν μοι Ζηνὸς ὑπʼ ὀφρύσιν ὄσσε φαεινὼ</l><l n="237">αὐτίκʼ ἐπεί κεν ἐγὼ παραλέξομαι ἐν φιλότητι.</l><l n="238">δῶρα δέ τοι δώσω καλὸν θρόνον ἄφθιτον αἰεὶ</l><l n="239">χρύσεον· Ἥφαιστος δέ κʼ ἐμὸς πάϊς ἀμφιγυήεις</l><l n="240">τεύξειʼ ἀσκήσας, ὑπὸ δὲ θρῆνυν ποσὶν ἥσει,</l><l n="241">τῷ κεν ἐπισχοίης λιπαροὺς πόδας εἰλαπινάζων.</l></q><milestone ed="p" n="242" unit="card"/><l n="242"><milestone ed="P" unit="para"/>τὴν δʼ ἀπαμειβόμενος προσεφώνεε νήδυμος Ὕπνος·</l><q><l n="243">Ἥρη πρέσβα θεὰ θύγατερ μεγάλοιο Κρόνοιο</l><l n="244">ἄλλον μέν κεν ἔγωγε θεῶν αἰειγενετάων</l><l n="245">ῥεῖα κατευνήσαιμι, καὶ ἂν ποταμοῖο ῥέεθρα</l><l n="246">Ὠκεανοῦ, ὅς περ γένεσις πάντεσσι τέτυκται·</l><l n="247">Ζηνὸς δʼ οὐκ ἂν ἔγωγε Κρονίονος ἆσσον ἱκοίμην</l><l n="248">οὐδὲ κατευνήσαιμʼ, ὅτε μὴ αὐτός γε κελεύοι.</l><l n="249">ἤδη γάρ με καὶ ἄλλο τεὴ ἐπίνυσσεν ἐφετμὴ</l><l n="250">ἤματι τῷ ὅτε κεῖνος ὑπέρθυμος Διὸς υἱὸς</l><l n="251">ἔπλεεν Ἰλιόθεν Τρώων πόλιν ἐξαλαπάξας.</l><l n="252">ἤτοι ἐγὼ μὲν ἔλεξα Διὸς νόον αἰγιόχοιο</l><l n="253">νήδυμος ἀμφιχυθείς· σὺ δέ οἱ κακὰ μήσαο θυμῷ</l><l n="254">ὄρσασʼ ἀργαλέων ἀνέμων ἐπὶ πόντον ἀήτας,</l><l n="255">καί μιν ἔπειτα Κόων δʼ εὖ ναιομένην ἀπένεικας</l><l n="256">νόσφι φίλων πάντων. ὃ δʼ ἐπεγρόμενος χαλέπαινε</l><l n="257">ῥιπτάζων κατὰ δῶμα θεούς, ἐμὲ δʼ ἔξοχα πάντων</l><l n="258">ζήτει· καί κέ μʼ ἄϊστον ἀπʼ αἰθέρος ἔμβαλε πόντῳ,</l><l n="259">εἰ μὴ Νὺξ δμήτειρα θεῶν ἐσάωσε καὶ ἀνδρῶν·</l><l n="260">τὴν ἱκόμην φεύγων, ὃ δʼ ἐπαύσατο χωόμενός περ.</l><l n="261">ἅζετο γὰρ μὴ Νυκτὶ θοῇ ἀποθύμια ἕρδοι.</l><l n="262">νῦν αὖ τοῦτό μʼ ἄνωγας ἀμήχανον ἄλλο τελέσσαι.</l></q><l n="263"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπε βοῶπις πότνια Ἥρη·</l><q><l n="264">Ὕπνε τί ἢ δὲ σὺ ταῦτα μετὰ φρεσὶ σῇσι μενοινᾷς;</l><l n="265">ἦ φῂς ὣς Τρώεσσιν ἀρηξέμεν εὐρύοπα Ζῆν</l><l n="266">ὡς Ἡρακλῆος περιχώσατο παῖδος ἑοῖο;</l><l n="267">ἀλλʼ ἴθʼ, ἐγὼ δέ κέ τοι Χαρίτων μίαν ὁπλοτεράων</l><l n="268">δώσω ὀπυιέμεναι καὶ σὴν κεκλῆσθαι ἄκοιτιν.</l><milestone ed="p" n="270" unit="card"/></q><l n="270"><milestone ed="P" unit="para"/>ὣς φάτο, χήρατο δʼ Ὕπνος, ἀμειβόμενος δὲ προσηύδα·</l><q><l n="271">ἄγρει νῦν μοι ὄμοσσον ἀάατον Στυγὸς ὕδωρ,</l><l n="272">χειρὶ δὲ τῇ ἑτέρῃ μὲν ἕλε χθόνα πουλυβότειραν,</l><l n="273">τῇ δʼ ἑτέρῃ ἅλα μαρμαρέην, ἵνα νῶϊν ἅπαντες</l><l n="274">μάρτυροι ὦσʼ οἳ ἔνερθε θεοὶ Κρόνον ἀμφὶς ἐόντες,</l><l n="275">ἦ μὲν ἐμοὶ δώσειν Χαρίτων μίαν ὁπλοτεράων</l><l n="276">Πασιθέην, ἧς τʼ αὐτὸς ἐέλδομαι ἤματα πάντα.</l></q><l n="277"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ λευκώλενος Ἥρη,</l><l n="278">ὄμνυε δʼ ὡς ἐκέλευε, θεοὺς δʼ ὀνόμηνεν ἅπαντας</l><l n="279">τοὺς ὑποταρταρίους οἳ Τιτῆνες καλέονται.</l><l n="280">αὐτὰρ ἐπεί ῥʼ ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον,</l><l n="281">τὼ βήτην Λήμνου τε καὶ Ἴμβρου ἄστυ λιπόντε</l><l n="282">ἠέρα ἑσσαμένω ῥίμφα πρήσσοντε κέλευθον.</l><l n="283">Ἴδην δʼ ἱκέσθην πολυπίδακα μητέρα θηρῶν</l><l n="284">Λεκτόν, ὅθι πρῶτον λιπέτην ἅλα· τὼ δʼ ἐπὶ χέρσου</l><l n="285">βήτην, ἀκροτάτη δὲ ποδῶν ὕπο σείετο ὕλη.</l><l n="286">ἔνθʼ Ὕπνος μὲν ἔμεινε πάρος Διὸς ὄσσε ἰδέσθαι</l><l n="287">εἰς ἐλάτην ἀναβὰς περιμήκετον, ἣ τότʼ ἐν Ἴδῃ</l><l n="288">μακροτάτη πεφυυῖα διʼ ἠέρος αἰθέρʼ ἵκανεν·</l><l n="289">ἔνθʼ ἧστʼ ὄζοισιν πεπυκασμένος εἰλατίνοισιν</l><l n="290">ὄρνιθι λιγυρῇ ἐναλίγκιος, ἥν τʼ ἐν ὄρεσσι</l><l n="291">χαλκίδα κικλήσκουσι θεοί, ἄνδρες δὲ κύμινδιν.</l><l n="292"><milestone ed="P" unit="para"/>Ἥρη δὲ κραιπνῶς προσεβήσετο Γάργαρον ἄκρον</l><l n="293">Ἴδης ὑψηλῆς· ἴδε δὲ νεφεληγερέτα Ζεύς.</l><l n="294">ὡς δʼ ἴδεν, ὥς μιν ἔρως πυκινὰς φρένας ἀμφεκάλυψεν,</l><l n="295">οἷον ὅτε πρῶτόν περ ἐμισγέσθην φιλότητι</l><l n="296">εἰς εὐνὴν φοιτῶντε, φίλους λήθοντε τοκῆας.</l><l n="297">στῆ δʼ αὐτῆς προπάροιθεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·</l><q><l n="298">Ἥρη πῇ μεμαυῖα κατʼ Οὐλύμπου τόδʼ ἱκάνεις;</l><l n="299">ἵπποι δʼ οὐ παρέασι καὶ ἅρματα τῶν κʼ ἐπιβαίης.</l></q><l n="300"><milestone ed="P" unit="para"/>τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη·</l><q><l n="301">ἔρχομαι ὀψομένη πολυφόρβου πείρατα γαίης,</l><l n="302">Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν,</l><l n="303">οἵ με σφοῖσι δόμοισιν ἐῢ τρέφον ἠδʼ ἀτίταλλον·</l><l n="304">τοὺς εἶμʼ ὀψομένη, καί σφʼ ἄκριτα νείκεα λύσω·</l><l n="305">ἤδη γὰρ δηρὸν χρόνον ἀλλήλων ἀπέχονται</l><l n="306">εὐνῆς καὶ φιλότητος, ἐπεὶ χόλος ἔμπεσε θυμῷ.</l><l n="307">ἵπποι δʼ ἐν πρυμνωρείῃ πολυπίδακος Ἴδης</l><l n="308">ἑστᾶσʼ, οἵ μʼ οἴσουσιν ἐπὶ τραφερήν τε καὶ ὑγρήν.</l><l n="309">νῦν δὲ σεῦ εἵνεκα δεῦρο κατʼ Οὐλύμπου τόδʼ ἱκάνω,</l><l n="310">μή πώς μοι μετέπειτα χολώσεαι, αἴ κε σιωπῇ</l><l n="311">οἴχωμαι πρὸς δῶμα βαθυρρόου Ὠκεανοῖο.</l></q><milestone ed="p" n="312" unit="card"/><l n="312"><milestone ed="P" unit="para"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·</l><q><l n="313">Ἥρη κεῖσε μὲν ἔστι καὶ ὕστερον ὁρμηθῆναι,</l><l n="314">νῶϊ δʼ ἄγʼ ἐν φιλότητι τραπείομεν εὐνηθέντε.</l><l n="315">οὐ γάρ πώ ποτέ μʼ ὧδε θεᾶς ἔρος οὐδὲ γυναικὸς</l><l n="316">θυμὸν ἐνὶ στήθεσσι περιπροχυθεὶς ἐδάμασσεν,</l><l n="317">οὐδʼ ὁπότʼ ἠρασάμην Ἰξιονίης ἀλόχοιο,</l><l n="318">ἣ τέκε Πειρίθοον θεόφιν μήστωρʼ ἀτάλαντον·</l><l n="319">οὐδʼ ὅτε περ Δανάης καλλισφύρου Ἀκρισιώνης,</l><l n="320">ἣ τέκε Περσῆα πάντων ἀριδείκετον ἀνδρῶν·</l><l n="321">οὐδʼ ὅτε Φοίνικος κούρης τηλεκλειτοῖο,</l><l n="322">ἣ τέκε μοι Μίνων τε καὶ ἀντίθεον Ῥαδάμανθυν·</l><l n="323">οὐδʼ ὅτε περ Σεμέλης οὐδʼ Ἀλκμήνης ἐνὶ Θήβῃ,</l><l n="324">ἥ ῥʼ Ἡρακλῆα κρατερόφρονα γείνατο παῖδα·</l><l n="325">ἣ δὲ Διώνυσον Σεμέλη τέκε χάρμα βροτοῖσιν·</l><l n="326">οὐδʼ ὅτε Δήμητρος καλλιπλοκάμοιο ἀνάσσης,</l><l n="327">οὐδʼ ὁπότε Λητοῦς ἐρικυδέος, οὐδὲ σεῦ αὐτῆς,</l><l n="328">ὡς σέο νῦν ἔραμαι καί με γλυκὺς ἵμερος αἱρεῖ.</l></q><l n="329"><milestone ed="P" unit="para"/>τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη·</l><q><l n="330">αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες.</l><l n="331">εἰ νῦν ἐν φιλότητι λιλαίεαι εὐνηθῆναι</l><l n="332">Ἴδης ἐν κορυφῇσι, τὰ δὲ προπέφανται ἅπαντα·</l><l n="333">πῶς κʼ ἔοι εἴ τις νῶϊ θεῶν αἰειγενετάων</l><l n="334">εὕδοντʼ ἀθρήσειε, θεοῖσι δὲ πᾶσι μετελθὼν</l><l n="335">πεφράδοι; οὐκ ἂν ἔγωγε τεὸν πρὸς δῶμα νεοίμην</l><l n="336">ἐξ εὐνῆς ἀνστᾶσα, νεμεσσητὸν δέ κεν εἴη.</l><l n="337">ἀλλʼ εἰ δή ῥʼ ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ,</l><l n="338">ἔστιν τοι θάλαμος, τόν τοι φίλος υἱὸς ἔτευξεν</l><l n="339">Ἥφαιστος, πυκινὰς δὲ θύρας σταθμοῖσιν ἐπῆρσεν·</l><l n="340">ἔνθʼ ἴομεν κείοντες, ἐπεί νύ τοι εὔαδεν εὐνή.</l></q><l n="341"><milestone ed="P" unit="para"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·</l><q><l n="342">Ἥρη μήτε θεῶν τό γε δείδιθι μήτέ τινʼ ἀνδρῶν</l><l n="343">ὄψεσθαι· τοῖόν τοι ἐγὼ νέφος ἀμφικαλύψω</l><l n="344">χρύσεον· οὐδʼ ἂν νῶϊ διαδράκοι Ἠέλιός περ,</l><l n="345">οὗ τε καὶ ὀξύτατον πέλεται φάος εἰσοράασθαι.</l></q><l n="346"><milestone ed="P" unit="para"/>ἦ ῥα καὶ ἀγκὰς ἔμαρπτε Κρόνου παῖς ἣν παράκοιτιν·</l><l n="347">τοῖσι δʼ ὑπὸ χθὼν δῖα φύεν νεοθηλέα ποίην,</l><l n="348">λωτόν θʼ ἑρσήεντα ἰδὲ κρόκον ἠδʼ ὑάκινθον</l><l n="349">πυκνὸν καὶ μαλακόν, ὃς ἀπὸ χθονὸς ὑψόσʼ ἔεργε.</l><l n="350">τῷ ἔνι λεξάσθην, ἐπὶ δὲ νεφέλην ἕσσαντο</l><l n="351">καλὴν χρυσείην· στιλπναὶ δʼ ἀπέπιπτον ἔερσαι.</l><milestone ed="p" n="352" unit="card"/><l n="352"><milestone ed="P" unit="para"/>ὣς ὃ μὲν ἀτρέμας εὗδε πατὴρ ἀνὰ Γαργάρῳ ἄκρῳ,</l><l n="353">ὕπνῳ καὶ φιλότητι δαμείς, ἔχε δʼ ἀγκὰς ἄκοιτιν·</l><l n="354">βῆ δὲ θέειν ἐπὶ νῆας Ἀχαιῶν νήδυμος Ὕπνος</l><l n="355">ἀγγελίην ἐρέων γαιηόχῳ ἐννοσιγαίῳ·</l><l n="356">ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="357">πρόφρων νῦν Δαναοῖσι Ποσείδαον ἐπάμυνε,</l><l n="358">καί σφιν κῦδος ὄπαζε μίνυνθά περ, ὄφρʼ ἔτι εὕδει</l><l n="359">Ζεύς, ἐπεὶ αὐτῷ ἐγὼ μαλακὸν περὶ κῶμʼ ἐκάλυψα·</l><l n="360">Ἥρη δʼ ἐν φιλότητι παρήπαφεν εὐνηθῆναι.</l></q><l n="361"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ὃ μὲν ᾤχετʼ ἐπὶ κλυτὰ φῦλʼ ἀνθρώπων,</l><l n="362">τὸν δʼ ἔτι μᾶλλον ἀνῆκεν ἀμυνέμεναι Δαναοῖσιν.</l><l n="363">αὐτίκα δʼ ἐν πρώτοισι μέγα προθορὼν ἐκέλευσεν·</l><q><l n="364">Ἀργεῖοι καὶ δʼ αὖτε μεθίεμεν Ἕκτορι νίκην</l><l n="365">Πριαμίδῃ, ἵνα νῆας ἕλῃ καὶ κῦδος ἄρηται;</l><l n="366">ἀλλʼ ὃ μὲν οὕτω φησὶ καὶ εὔχεται οὕνεκʼ Ἀχιλλεὺς</l><l n="367">νηυσὶν ἔπι γλαφυρῇσι μένει κεχολωμένος ἦτορ·</l><l n="368">κείνου δʼ οὔ τι λίην ποθὴ ἔσσεται, εἴ κεν οἳ ἄλλοι</l><l n="369">ἡμεῖς ὀτρυνώμεθʼ ἀμυνέμεν ἀλλήλοισιν.</l><l n="370">ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες·</l><l n="371">ἀσπίδες ὅσσαι ἄρισται ἐνὶ στρατῷ ἠδὲ μέγισται</l><l n="372">ἑσσάμενοι, κεφαλὰς δὲ παναίθῃσιν κορύθεσσι</l><l n="373">κρύψαντες, χερσίν τε τὰ μακρότατʼ ἔγχεʼ ἑλόντες</l><l n="374">ἴομεν· αὐτὰρ ἐγὼν ἡγήσομαι, οὐδʼ ἔτι φημὶ</l><l n="375">Ἕκτορα Πριαμίδην μενέειν μάλα περ μεμαῶτα.</l><l n="376">ὃς δέ κʼ ἀνὴρ μενέχαρμος, ἔχει δʼ ὀλίγον σάκος ὤμῳ,</l><l n="377">χείρονι φωτὶ δότω, ὃ δʼ ἐν ἀσπίδι μείζονι δύτω.</l><milestone ed="p" n="378" unit="card"/></q><l n="378"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο·</l><l n="379">τοὺς δʼ αὐτοὶ βασιλῆες ἐκόσμεον οὐτάμενοί περ</l><l n="380">Τυδεΐδης Ὀδυσεύς τε καὶ Ἀτρεΐδης Ἀγαμέμνων·</l><l n="381">οἰχόμενοι δʼ ἐπὶ πάντας ἀρήϊα τεύχεʼ ἄμειβον·</l><l n="382">ἐσθλὰ μὲν ἐσθλὸς ἔδυνε, χέρεια δὲ χείρονι δόσκεν.</l><l n="383">αὐτὰρ ἐπεί ῥʼ ἕσσαντο περὶ χροῒ νώροπα χαλκὸν</l><l n="384">βάν ῥʼ ἴμεν· ἦρχε δʼ ἄρά σφι Ποσειδάων ἐνοσίχθων</l><l n="385">δεινὸν ἄορ τανύηκες ἔχων ἐν χειρὶ παχείῃ</l><l n="386">εἴκελον ἀστεροπῇ· τῷ δʼ οὐ θέμις ἐστὶ μιγῆναι</l><l n="387">ἐν δαῒ λευγαλέῃ, ἀλλὰ δέος ἰσχάνει ἄνδρας.</l><l n="388"><milestone ed="P" unit="para"/>Τρῶας δʼ αὖθʼ ἑτέρωθεν ἐκόσμει φαίδιμος Ἕκτωρ.</l><l n="389">δή ῥα τότʼ αἰνοτάτην ἔριδα πτολέμοιο τάνυσσαν</l><l n="390">κυανοχαῖτα Ποσειδάων καὶ φαίδιμος Ἕκτωρ,</l><l n="391">ἤτοι ὃ μὲν Τρώεσσιν, ὃ δʼ Ἀργείοισιν ἀρήγων.</l><l n="392">ἐκλύσθη δὲ θάλασσα ποτὶ κλισίας τε νέας τε</l><l n="393">Ἀργείων· οἳ δὲ ξύνισαν μεγάλῳ ἀλαλητῷ.</l><l n="394">οὔτε θαλάσσης κῦμα τόσον βοάᾳ ποτὶ χέρσον</l><l n="395">ποντόθεν ὀρνύμενον πνοιῇ Βορέω ἀλεγεινῇ·</l><l n="396">οὔτε πυρὸς τόσσός γε ποτὶ βρόμος αἰθομένοιο</l><l n="397">οὔρεος ἐν βήσσῃς, ὅτε τʼ ὤρετο καιέμεν ὕλην·</l><l n="398">οὔτʼ ἄνεμος τόσσόν γε περὶ δρυσὶν ὑψικόμοισι</l><l n="399">ἠπύει, ὅς τε μάλιστα μέγα βρέμεται χαλεπαίνων,</l><l n="400">ὅσση ἄρα Τρώων καὶ Ἀχαιῶν ἔπλετο φωνὴ</l><l n="401">δεινὸν ἀϋσάντων, ὅτʼ ἐπʼ ἀλλήλοισιν ὄρουσαν.</l><milestone ed="p" n="402" unit="card"/><l n="402"><milestone ed="P" unit="para"/>Αἴαντος δὲ πρῶτος ἀκόντισε φαίδιμος Ἕκτωρ</l><l n="403">ἔγχει, ἐπεὶ τέτραπτο πρὸς ἰθύ οἱ, οὐδʼ ἀφάμαρτε,</l><l n="404">τῇ ῥα δύω τελαμῶνε περὶ στήθεσσι τετάσθην,</l><l n="405">ἤτοι ὃ μὲν σάκεος, ὃ δὲ φασγάνου ἀργυροήλου·</l><l n="406">τώ οἱ ῥυσάσθην τέρενα χρόα. χώσατο δʼ Ἕκτωρ,</l><l n="407">ὅττί ῥά οἱ βέλος ὠκὺ ἐτώσιον ἔκφυγε χειρός,</l><l n="408">ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων.</l><l n="409">τὸν μὲν ἔπειτʼ ἀπιόντα μέγας Τελαμώνιος Αἴας</l><l n="410">χερμαδίῳ, τά ῥα πολλὰ θοάων ἔχματα νηῶν</l><l n="411">πὰρ ποσὶ μαρναμένων ἐκυλίνδετο, τῶν ἓν ἀείρας</l><l n="412">στῆθος βεβλήκει ὑπὲρ ἄντυγος ἀγχόθι δειρῆς,</l><l n="413">στρόμβον δʼ ὣς ἔσσευε βαλών, περὶ δʼ ἔδραμε πάντῃ.</l><l n="414">ὡς δʼ ὅθʼ ὑπὸ πληγῆς πατρὸς Διὸς ἐξερίπῃ δρῦς</l><l n="415">πρόρριζος, δεινὴ δὲ θεείου γίγνεται ὀδμὴ</l><l n="416">ἐξ αὐτῆς, τὸν δʼ οὔ περ ἔχει θράσος ὅς κεν ἴδηται</l><l n="417">ἐγγὺς ἐών, χαλεπὸς δὲ Διὸς μεγάλοιο κεραυνός,</l><l n="418">ὣς ἔπεσʼ Ἕκτορος ὦκα χαμαὶ μένος ἐν κονίῃσι·</l><l n="419">χειρὸς δʼ ἔκβαλεν ἔγχος, ἐπʼ αὐτῷ δʼ ἀσπὶς ἑάφθη</l><l n="420">καὶ κόρυς, ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ.</l><l n="421">οἳ δὲ μέγα ἰάχοντες ἐπέδραμον υἷες Ἀχαιῶν</l><l n="422">ἐλπόμενοι ἐρύεσθαι, ἀκόντιζον δὲ θαμειὰς</l><l n="423">αἰχμάς· ἀλλʼ οὔ τις ἐδυνήσατο ποιμένα λαῶν</l><l n="424">οὐτάσαι οὐδὲ βαλεῖν· πρὶν γὰρ περίβησαν ἄριστοι</l><l n="425">Πουλυδάμας τε καὶ Αἰνείας καὶ δῖος Ἀγήνωρ</l><l n="426">Σαρπηδών τʼ ἀρχὸς Λυκίων καὶ Γλαῦκος ἀμύμων.</l><l n="427">τῶν δʼ ἄλλων οὔ τίς εὑ ἀκήδεσεν, ἀλλὰ πάροιθεν</l><l n="428">ἀσπίδας εὐκύκλους σχέθον αὐτοῦ. τὸν δʼ ἄρʼ ἑταῖροι</l><l n="429">χερσὶν ἀείραντες φέρον ἐκ πόνου, ὄφρʼ ἵκεθʼ ἵππους</l><l n="430">ὠκέας, οἵ οἱ ὄπισθε μάχης ἠδὲ πτολέμοιο</l><l n="431">ἕστασαν ἡνίοχόν τε καὶ ἅρματα ποικίλʼ ἔχοντες·</l><l n="432">οἳ τόν γε προτὶ ἄστυ φέρον βαρέα στενάχοντα.</l><l n="433"><milestone ed="P" unit="para"/>ἀλλʼ ὅτε δὴ πόρον ἷξον ἐϋρρεῖος ποταμοῖο</l><l n="434">Ξάνθου δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς,</l><l n="435">ἔνθά μιν ἐξ ἵππων πέλασαν χθονί, κὰδ δέ οἱ ὕδωρ</l><l n="436">χεῦαν· ὃ δʼ ἀμπνύνθη καὶ ἀνέδρακεν ὀφθαλμοῖσιν,</l><l n="437">ἑζόμενος δʼ ἐπὶ γοῦνα κελαινεφὲς αἷμʼ ἀπέμεσσεν·</l><l n="438">αὖτις δʼ ἐξοπίσω πλῆτο χθονί, τὼ δέ οἱ ὄσσε</l><l n="439">νὺξ ἐκάλυψε μέλαινα· βέλος δʼ ἔτι θυμὸν ἐδάμνα.</l><milestone ed="p" n="440" unit="card"/><l n="440"><milestone ed="P" unit="para"/>Ἀργεῖοι δʼ ὡς οὖν ἴδον Ἕκτορα νόσφι κιόντα</l><l n="441">μᾶλλον ἐπὶ Τρώεσσι θόρον, μνήσαντο δὲ χάρμης.</l><l n="442">ἔνθα πολὺ πρώτιστος Ὀϊλῆος ταχὺς Αἴας</l><l n="443">Σάτνιον οὔτασε δουρὶ μετάλμενος ὀξυόεντι</l><l n="444">Ἠνοπίδην, ὃν ἄρα νύμφη τέκε νηῒς ἀμύμων</l><l n="445">Ἤνοπι βουκολέοντι παρʼ ὄχθας Σατνιόεντος.</l><l n="446">τὸν μὲν Ὀϊλιάδης δουρὶ κλυτὸς ἐγγύθεν ἐλθὼν</l><l n="447">οὖτα κατὰ λαπάρην· ὃ δʼ ἀνετράπετʼ, ἀμφὶ δʼ ἄρʼ αὐτῷ</l><l n="448">Τρῶες καὶ Δαναοὶ σύναγον κρατερὴν ὑσμίνην.</l><l n="449">τῷ δʼ ἐπὶ Πουλυδάμας ἐγχέσπαλος ἦλθεν ἀμύντωρ</l><l n="450">Πανθοΐδης, βάλε δὲ Προθοήνορα δεξιὸν ὦμον</l><l n="451">υἱὸν Ἀρηϊλύκοιο, διʼ ὤμου δʼ ὄβριμον ἔγχος</l><l n="452">ἔσχεν, ὃ δʼ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ.</l><l n="453">Πουλυδάμας δʼ ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας·</l><q><l n="454">οὐ μὰν αὖτʼ ὀΐω μεγαθύμου Πανθοΐδαο</l><l n="455">χειρὸς ἄπο στιβαρῆς ἅλιον πηδῆσαι ἄκοντα,</l><l n="456">ἀλλά τις Ἀργείων κόμισε χροΐ, καί μιν ὀΐω</l><l n="457">αὐτῷ σκηπτόμενον κατίμεν δόμον Ἄϊδος εἴσω.</l></q><l n="458"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, Ἀργείοισι δʼ ἄχος γένετʼ εὐξαμένοιο·</l><l n="459">Αἴαντι δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινε</l><l n="460">τῷ Τελαμωνιάδῃ· τοῦ γὰρ πέσεν ἄγχι μάλιστα.</l><l n="461">καρπαλίμως δʼ ἀπιόντος ἀκόντισε δουρὶ φαεινῷ.</l><l n="462">Πουλυδάμας δʼ αὐτὸς μὲν ἀλεύατο κῆρα μέλαιναν</l><l n="463">λικριφὶς ἀΐξας, κόμισεν δʼ Ἀντήνορος υἱὸς</l><l n="464">Ἀρχέλοχος· τῷ γάρ ῥα θεοὶ βούλευσαν ὄλεθρον.</l><l n="465">τόν ῥʼ ἔβαλεν κεφαλῆς τε καὶ αὐχένος ἐν συνεοχμῷ,</l><l n="466">νείατον ἀστράγαλον, ἀπὸ δʼ ἄμφω κέρσε τένοντε·</l><l n="467">τοῦ δὲ πολὺ προτέρη κεφαλὴ στόμα τε ῥῖνές τε</l><l n="468">οὔδεϊ πλῆντʼ ἤ περ κνῆμαι καὶ γοῦνα πεσόντος.</l><l n="469">Αἴας δʼ αὖτʼ ἐγέγωνεν ἀμύμονι Πουλυδάμαντι·</l><q><l n="470">φράζεο Πουλυδάμα καί μοι νημερτὲς ἐνίσπες</l><l n="471">ἦ ῥʼ οὐχ οὗτος ἀνὴρ Προθοήνορος ἀντὶ πεφάσθαι</l><l n="472">ἄξιος; οὐ μέν μοι κακὸς εἴδεται οὐδὲ κακῶν ἔξ,</l><l n="473">ἀλλὰ κασίγνητος Ἀντήνορος ἱπποδάμοιο</l><l n="474">ἢ πάϊς· αὐτῷ γὰρ γενεὴν ἄγχιστα ἐῴκει.</l></q><milestone ed="p" n="475" unit="card"/><l n="475"><milestone ed="P" unit="para"/>ἦ ῥʼ εὖ γιγνώσκων, Τρῶας δʼ ἄχος ἔλλαβε θυμόν.</l><l n="476">ἔνθʼ Ἀκάμας Πρόμαχον Βοιώτιον οὔτασε δουρὶ</l><l n="477">ἀμφὶ κασιγνήτῳ βεβαώς· ὃ δʼ ὕφελκε ποδοῖιν.</l><l n="478">τῷ δʼ Ἀκάμας ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας·</l><q><l n="479">Ἀργεῖοι ἰόμωροι ἀπειλάων ἀκόρητοι</l><l n="480">οὔ θην οἴοισίν γε πόνος τʼ ἔσεται καὶ ὀϊζὺς</l><l n="481">ἡμῖν, ἀλλά ποθʼ ὧδε κατακτενέεσθε καὶ ὔμμες.</l><l n="482">φράζεσθʼ ὡς ὑμῖν Πρόμαχος δεδμημένος εὕδει</l><l n="483">ἔγχει ἐμῷ, ἵνα μή τι κασιγνήτοιό γε ποινὴ</l><l n="484">δηρὸν ἄτιτος ἔῃ· τὼ καί κέ τις εὔχεται ἀνὴρ</l><l n="485">γνωτὸν ἐνὶ μεγάροισιν ἀρῆς ἀλκτῆρα λιπέσθαι.</l></q><l n="486"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, Ἀργείοισι δʼ ἄχος γένετʼ εὐξαμένοιο·</l><l n="487">Πηνέλεῳ δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινεν·</l><l n="488">ὁρμήθη δʼ Ἀκάμαντος· ὃ δʼ οὐχ ὑπέμεινεν ἐρωὴν</l><l n="489">Πηνελέωο ἄνακτος· ὃ δʼ οὔτασεν Ἰλιονῆα</l><l n="490">υἱὸν Φόρβαντος πολυμήλου, τόν ῥα μάλιστα</l><l n="491">Ἑρμείας Τρώων ἐφίλει καὶ κτῆσιν ὄπασσε·</l><l n="492">τῷ δʼ ἄρʼ ὑπὸ μήτηρ μοῦνον τέκεν Ἰλιονῆα.</l><l n="493">τὸν τόθʼ ὑπʼ ὀφρύος οὖτα κατʼ ὀφθαλμοῖο θέμεθλα,</l><l n="494">ἐκ δʼ ὦσε γλήνην· δόρυ δʼ ὀφθαλμοῖο διὰ πρὸ</l><l n="495">καὶ διὰ ἰνίου ἦλθεν, ὃ δʼ ἕζετο χεῖρε πετάσσας</l><l n="496">ἄμφω· Πηνέλεως δὲ ἐρυσσάμενος ξίφος ὀξὺ</l><l n="497">αὐχένα μέσσον ἔλασσεν, ἀπήραξεν δὲ χαμᾶζε</l><l n="498">αὐτῇ σὺν πήληκι κάρη· ἔτι δʼ ὄβριμον ἔγχος</l><l n="499">ἦεν ἐν ὀφθαλμῷ· ὃ δὲ φὴ κώδειαν ἀνασχὼν</l><l n="500">πέφραδέ τε Τρώεσσι καὶ εὐχόμενος ἔπος ηὔδα·</l><q><l n="501">εἰπέμεναί μοι Τρῶες ἀγαυοῦ Ἰλιονῆος</l><l n="502">πατρὶ φίλῳ καὶ μητρὶ γοήμεναι ἐν μεγάροισιν·</l><l n="503">οὐδὲ γὰρ ἣ Προμάχοιο δάμαρ Ἀλεγηνορίδαο</l><l n="504">ἀνδρὶ φίλῳ ἐλθόντι γανύσσεται, ὁππότε κεν δὴ</l><l n="505">ἐκ Τροίης σὺν νηυσὶ νεώμεθα κοῦροι Ἀχαιῶν.</l><milestone ed="p" n="506" unit="card"/></q><l n="506"><milestone ed="P" unit="para"/>ὣς φάτο, τοὺς δʼ ἄρα πάντας ὑπὸ τρόμος ἔλλαβε γυῖα,</l><l n="507">πάπτηνεν δὲ ἕκαστος ὅπῃ φύγοι αἰπὺν ὄλεθρον.</l><l n="508"><milestone ed="P" unit="para"/>ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματʼ ἔχουσαι</l><l n="509">ὅς τις δὴ πρῶτος βροτόεντʼ ἀνδράγριʼ Ἀχαιῶν</l><l n="510">ἤρατʼ, ἐπεί ῥʼ ἔκλινε μάχην κλυτὸς ἐννοσίγαιος.</l><l n="511">Αἴας ῥα πρῶτος Τελαμώνιος Ὕρτιον οὖτα</l><l n="512">Γυρτιάδην Μυσῶν ἡγήτορα καρτεροθύμων·</l><l n="513">Φάλκην δʼ Ἀντίλοχος καὶ Μέρμερον ἐξενάριξε·</l><l n="514">Μηριόνης δὲ Μόρυν τε καὶ Ἱπποτίωνα κατέκτα,</l><l n="515">Τεῦκρος δὲ Προθόωνά τʼ ἐνήρατο καὶ Περιφήτην·</l><l n="516">Ἀτρεΐδης δʼ ἄρʼ ἔπειθʼ Ὑπερήνορα ποιμένα λαῶν</l><l n="517">οὖτα κατὰ λαπάρην, διὰ δʼ ἔντερα χαλκὸς ἄφυσσε</l><l n="518">δῃώσας· ψυχὴ δὲ κατʼ οὐταμένην ὠτειλὴν</l><l n="519">ἔσσυτʼ ἐπειγομένη, τὸν δὲ σκότος ὄσσε κάλυψε.</l><l n="520">πλείστους δʼ Αἴας εἷλεν Ὀϊλῆος ταχὺς υἱός·</l><l n="521">οὐ γάρ οἵ τις ὁμοῖος ἐπισπέσθαι ποσὶν ἦεν</l><l n="522">ἀνδρῶν τρεσσάντων, ὅτε τε Ζεὺς ἐν φόβον ὄρσῃ.</l></div><div type="textpart" subtype="Book" n="15"><milestone ed="p" n="1" unit="card"/><l n="1"><milestone ed="P" unit="para"/>αὐτὰρ ἐπεὶ διά τε σκόλοπας καὶ τάφρον ἔβησαν</l><l n="2">φεύγοντες, πολλοὶ δὲ δάμεν Δαναῶν ὑπὸ χερσίν,</l><l n="3">οἳ μὲν δὴ παρʼ ὄχεσφιν ἐρητύοντο μένοντες</l><l n="4">χλωροὶ ὑπαὶ δείους πεφοβημένοι· ἔγρετο δὲ Ζεὺς</l><l n="5">Ἴδης ἐν κορυφῇσι παρὰ χρυσοθρόνου Ἥρης,</l><l n="6">στῆ δʼ ἄρʼ ἀναΐξας, ἴδε δὲ Τρῶας καὶ Ἀχαιοὺς</l><l n="7">τοὺς μὲν ὀρινομένους, τοὺς δὲ κλονέοντας ὄπισθεν</l><l n="8">Ἀργείους, μετὰ δέ σφι Ποσειδάωνα ἄνακτα·</l><l n="9">Ἕκτορα δʼ ἐν πεδίῳ ἴδε κείμενον, ἀμφὶ δʼ ἑταῖροι</l><l n="10">εἵαθʼ, ὃ δʼ ἀργαλέῳ ἔχετʼ ἄσθματι κῆρ ἀπινύσσων</l><l n="11">αἷμʼ ἐμέων, ἐπεὶ οὔ μιν ἀφαυρότατος βάλʼ Ἀχαιῶν.</l><l n="12">τὸν δὲ ἰδὼν ἐλέησε πατὴρ ἀνδρῶν τε θεῶν τε,</l><l n="13">δεινὰ δʼ ὑπόδρα ἰδὼν Ἥρην πρὸς μῦθον ἔειπεν·</l><q><l n="14">ἦ μάλα δὴ κακότεχνος ἀμήχανε σὸς δόλος Ἥρη</l><l n="15">Ἕκτορα δῖον ἔπαυσε μάχης, ἐφόβησε δὲ λαούς.</l><l n="16">οὐ μὰν οἶδʼ εἰ αὖτε κακορραφίης ἀλεγεινῆς</l><l n="17">πρώτη ἐπαύρηαι καί σε πληγῇσιν ἱμάσσω.</l><l n="18">ἦ οὐ μέμνῃ ὅτε τʼ ἐκρέμω ὑψόθεν, ἐκ δὲ ποδοῖιν</l><l n="19">ἄκμονας ἧκα δύω, περὶ χερσὶ δὲ δεσμὸν ἴηλα</l><l n="20">χρύσεον ἄρρηκτον; σὺ δʼ ἐν αἰθέρι καὶ νεφέλῃσιν</l><l n="21">ἐκρέμω· ἠλάστεον δὲ θεοὶ κατὰ μακρὸν Ὄλυμπον,</l><l n="22">λῦσαι δʼ οὐκ ἐδύναντο παρασταδόν· ὃν δὲ λάβοιμι</l><l n="23">ῥίπτασκον τεταγὼν ἀπὸ βηλοῦ ὄφρʼ ἂν ἵκηται</l><l n="24">γῆν ὀλιγηπελέων· ἐμὲ δʼ οὐδʼ ὧς θυμὸν ἀνίει</l><l n="25">ἀζηχὴς ὀδύνη Ἡρακλῆος θείοιο,</l><l n="26">τὸν σὺ ξὺν Βορέῃ ἀνέμῳ πεπιθοῦσα θυέλλας</l><l n="27">πέμψας ἐπʼ ἀτρύγετον πόντον κακὰ μητιόωσα,</l><l n="28">καί μιν ἔπειτα Κόων δʼ εὖ ναιομένην ἀπένεικας.</l><l n="29">τὸν μὲν ἐγὼν ἔνθεν ῥυσάμην καὶ ἀνήγαγον αὖτις</l><l n="30">Ἄργος ἐς ἱππόβοτον καὶ πολλά περ ἀθλήσαντα.</l><l n="31">τῶν σʼ αὖτις μνήσω ἵνʼ ἀπολλήξῃς ἀπατάων,</l><l n="32">ὄφρα ἴδῃ ἤν τοι χραίσμῃ φιλότης τε καὶ εὐνή,</l><l n="33">ἣν ἐμίγης ἐλθοῦσα θεῶν ἄπο καί μʼ ἀπάτησας.</l><milestone ed="p" n="34" unit="card"/></q><l n="34"><milestone ed="P" unit="para"/>ὣς φάτο, ῥίγησεν δὲ βοῶπις πότνια Ἥρη,</l><l n="35">καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="36">ἴστω νῦν τόδε Γαῖα καὶ Οὐρανὸς εὐρὺς ὕπερθε</l><l n="37">καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ, ὅς τε μέγιστος</l><l n="38">ὅρκος δεινότατός τε πέλει μακάρεσσι θεοῖσι,</l><l n="39">σή θʼ ἱερὴ κεφαλὴ καὶ νωΐτερον λέχος αὐτῶν</l><l n="40">κουρίδιον, τὸ μὲν οὐκ ἂν ἐγώ ποτε μὰψ ὀμόσαιμι·</l><l n="41">μὴ διʼ ἐμὴν ἰότητα Ποσειδάων ἐνοσίχθων</l><l n="42">πημαίνει Τρῶάς τε καὶ Ἕκτορα, τοῖσι δʼ ἀρήγει,</l><l n="43">ἀλλά που αὐτὸν θυμὸς ἐποτρύνει καὶ ἀνώγει,</l><l n="44">τειρομένους δʼ ἐπὶ νηυσὶν ἰδὼν ἐλέησεν Ἀχαιούς.</l><l n="45">αὐτάρ τοι καὶ κείνῳ ἐγὼ παραμυθησαίμην</l><l n="46">τῇ ἴμεν ᾗ κεν δὴ σὺ κελαινεφὲς ἡγεμονεύῃς.</l></q><l n="47"><milestone ed="P" unit="para"/>ὣς φάτο, μείδησεν δὲ πατὴρ ἀνδρῶν τε θεῶν τε,</l><l n="48">καί μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="49">εἰ μὲν δὴ σύ γʼ ἔπειτα βοῶπις πότνια Ἥρη</l><l n="50">ἶσον ἐμοὶ φρονέουσα μετʼ ἀθανάτοισι καθίζοις,</l><l n="51">τώ κε Ποσειδάων γε, καὶ εἰ μάλα βούλεται ἄλλῃ,</l><l n="52">αἶψα μεταστρέψειε νόον μετὰ σὸν καὶ ἐμὸν κῆρ.</l><l n="53">ἀλλʼ εἰ δή ῥʼ ἐτεόν γε καὶ ἀτρεκέως ἀγορεύεις,</l><l n="54">ἔρχεο νῦν μετὰ φῦλα θεῶν, καὶ δεῦρο κάλεσσον</l><l n="55">Ἶρίν τʼ ἐλθέμεναι καὶ Ἀπόλλωνα κλυτότοξον,</l><l n="56">ὄφρʼ ἣ μὲν μετὰ λαὸν Ἀχαιῶν χαλκοχιτώνων</l><l n="57">ἔλθῃ, καὶ εἴπῃσι Ποσειδάωνι ἄνακτι</l><l n="58">παυσάμενον πολέμοιο τὰ ἃ πρὸς δώμαθʼ ἱκέσθαι,</l><l n="59">Ἕκτορα δʼ ὀτρύνῃσι μάχην ἐς Φοῖβος Ἀπόλλων,</l><l n="60">αὖτις δʼ ἐμπνεύσῃσι μένος, λελάθῃ δʼ ὀδυνάων</l><l n="61">αἳ νῦν μιν τείρουσι κατὰ φρένας, αὐτὰρ Ἀχαιοὺς</l><l n="62">αὖτις ἀποστρέψῃσιν ἀνάλκιδα φύζαν ἐνόρσας,</l><l n="63">φεύγοντες δʼ ἐν νηυσὶ πολυκλήϊσι πέσωσι</l><l n="64">Πηλεΐδεω Ἀχιλῆος· ὃ δʼ ἀνστήσει ὃν ἑταῖρον</l><l n="65">Πάτροκλον· τὸν δὲ κτενεῖ ἔγχεϊ φαίδιμος Ἕκτωρ</l><l n="66">Ἰλίου προπάροιθε πολέας ὀλέσαντʼ αἰζηοὺς</l><l n="67">τοὺς ἄλλους, μετὰ δʼ υἱὸν ἐμὸν Σαρπηδόνα δῖον.</l><l n="68">τοῦ δὲ χολωσάμενος κτενεῖ Ἕκτορα δῖος Ἀχιλλεύς.</l><l n="69">ἐκ τοῦ δʼ ἄν τοι ἔπειτα παλίωξιν παρὰ νηῶν</l><l n="70">αἰὲν ἐγὼ τεύχοιμι διαμπερὲς εἰς ὅ κʼ Ἀχαιοὶ</l><l n="71">Ἴλιον αἰπὺ ἕλοιεν Ἀθηναίης διὰ βουλάς.</l><l n="72">τὸ πρὶν δʼ οὔτʼ ἄρʼ ἐγὼ παύω χόλον οὔτέ τινʼ ἄλλον</l><l n="73">ἀθανάτων Δαναοῖσιν ἀμυνέμεν ἐνθάδʼ ἐάσω</l><l n="74">πρίν γε τὸ Πηλεΐδαο τελευτηθῆναι ἐέλδωρ,</l><l n="75">ὥς οἱ ὑπέστην πρῶτον, ἐμῷ δʼ ἐπένευσα κάρητι,</l><l n="76">ἤματι τῷ ὅτʼ ἐμεῖο θεὰ Θέτις ἥψατο γούνων,</l><l n="77">λισσομένη τιμῆσαι Ἀχιλλῆα πτολίπορθον.</l><milestone ed="p" n="78" unit="card"/></q><l n="78"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ λευκώλενος Ἥρη,</l><l n="79">βῆ δʼ ἐξ Ἰδαίων ὀρέων ἐς μακρὸν Ὄλυμπον.</l><l n="80">ὡς δʼ ὅτʼ ἂν ἀΐξῃ νόος ἀνέρος, ὅς τʼ ἐπὶ πολλὴν</l><l n="81">γαῖαν ἐληλουθὼς φρεσὶ πευκαλίμῃσι νοήσῃ</l><l n="82"><q>ἔνθʼ εἴην ἢ ἔνθα,</q> μενοινήῃσί τε πολλά,</l><l n="83">ὣς κραιπνῶς μεμαυῖα διέπτατο πότνια Ἥρη·</l><l n="84">ἵκετο δʼ αἰπὺν Ὄλυμπον, ὁμηγερέεσσι δʼ ἐπῆλθεν</l><l n="85">ἀθανάτοισι θεοῖσι Διὸς δόμῳ· οἳ δὲ ἰδόντες</l><l n="86">πάντες ἀνήϊξαν καὶ δεικανόωντο δέπασσιν.</l><l n="87">ἣ δʼ ἄλλους μὲν ἔασε, Θέμιστι δὲ καλλιπαρῄῳ</l><l n="88">δέκτο δέπας· πρώτη γὰρ ἐναντίη ἦλθε θέουσα,</l><l n="89">καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="90">Ἥρη τίπτε βέβηκας; ἀτυζομένῃ δὲ ἔοικας·</l><l n="91">ἦ μάλα δή σʼ ἐφόβησε Κρόνου πάϊς, ὅς τοι ἀκοίτης.</l></q><l n="92"><milestone ed="P" unit="para"/>τὴν δʼ ἠμείβετʼ ἔπειτα θεὰ λευκώλενος Ἥρη·</l><q><l n="93">μή με θεὰ Θέμι ταῦτα διείρεο· οἶσθα καὶ αὐτὴ</l><l n="94">οἷος κείνου θυμὸς ὑπερφίαλος καὶ ἀπηνής.</l><l n="95">ἀλλὰ σύ γʼ ἄρχε θεοῖσι δόμοις ἔνι δαιτὸς ἐΐσης·</l><l n="96">ταῦτα δὲ καὶ μετὰ πᾶσιν ἀκούσεαι ἀθανάτοισιν</l><l n="97">οἷα Ζεὺς κακὰ ἔργα πιφαύσκεται· οὐδέ τί φημι</l><l n="98">πᾶσιν ὁμῶς θυμὸν κεχαρησέμεν, οὔτε βροτοῖσιν</l><l n="99">οὔτε θεοῖς, εἴ πέρ τις ἔτι νῦν δαίνυται εὔφρων.</l></q><l n="100"><milestone ed="P" unit="para"/>ἣ μὲν ἄρʼ ὣς εἰποῦσα καθέζετο πότνια Ἥρη,</l><l n="101">ὄχθησαν δʼ ἀνὰ δῶμα Διὸς θεοί· ἣ δʼ ἐγέλασσε</l><l n="102">χείλεσιν, οὐδὲ μέτωπον ἐπʼ ὀφρύσι κυανέῃσιν</l><l n="103">ἰάνθη· πᾶσιν δὲ νεμεσσηθεῖσα μετηύδα·</l><q><l n="104">νήπιοι οἳ Ζηνὶ μενεαίνομεν ἀφρονέοντες·</l><l n="105">ἦ ἔτι μιν μέμαμεν καταπαυσέμεν ἆσσον ἰόντες</l><l n="106">ἢ ἔπει ἠὲ βίῃ· ὃ δʼ ἀφήμενος οὐκ ἀλεγίζει</l><l n="107">οὐδʼ ὄθεται· φησὶν γὰρ ἐν ἀθανάτοισι θεοῖσι</l><l n="108">κάρτεΐ τε σθένεΐ τε διακριδὸν εἶναι ἄριστος.</l><l n="109">τὼ ἔχεθʼ ὅττί κεν ὔμμι κακὸν πέμπῃσιν ἑκάστῳ.</l><l n="110">ἤδη γὰρ νῦν ἔλπομʼ Ἄρηΐ γε πῆμα τετύχθαι·</l><l n="111">υἱὸς γάρ οἱ ὄλωλε μάχῃ ἔνι φίλτατος ἀνδρῶν</l><l n="112">Ἀσκάλαφος, τόν φησιν ὃν ἔμμεναι ὄβριμος Ἄρης.</l><milestone ed="p" n="113" unit="card"/></q><l n="113"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, αὐτὰρ Ἄρης θαλερὼ πεπλήγετο μηρὼ</l><l n="114">χερσὶ καταπρηνέσσʼ, ὀλοφυρόμενος δʼ ἔπος ηὔδα·</l><q><l n="115">μὴ νῦν μοι νεμεσήσετʼ Ὀλύμπια δώματʼ ἔχοντες</l><l n="116">τίσασθαι φόνον υἷος ἰόντʼ ἐπὶ νῆας Ἀχαιῶν,</l><l n="117">εἴ πέρ μοι καὶ μοῖρα Διὸς πληγέντι κεραυνῷ</l><l n="118">κεῖσθαι ὁμοῦ νεκύεσσι μεθʼ αἵματι καὶ κονίῃσιν.</l></q><l n="119"><milestone ed="P" unit="para"/>ὣς φάτο, καί ῥʼ ἵππους κέλετο Δεῖμόν τε Φόβον τε</l><l n="120">ζευγνύμεν, αὐτὸς δʼ ἔντεʼ ἐδύσετο παμφανόωντα.</l><l n="121">ἔνθά κʼ ἔτι μείζων τε καὶ ἀργαλεώτερος ἄλλος</l><l n="122">πὰρ Διὸς ἀθανάτοισι χόλος καὶ μῆνις ἐτύχθη,</l><l n="123">εἰ μὴ Ἀθήνη πᾶσι περιδείσασα θεοῖσιν</l><l n="124">ὦρτο διὲκ προθύρου, λίπε δὲ θρόνον ἔνθα θάασσε,</l><l n="125">τοῦ δʼ ἀπὸ μὲν κεφαλῆς κόρυθʼ εἵλετο καὶ σάκος ὤμων,</l><l n="126">ἔγχος δʼ ἔστησε στιβαρῆς ἀπὸ χειρὸς ἑλοῦσα</l><l n="127">χάλκεον· ἣ δʼ ἐπέεσσι καθάπτετο θοῦρον Ἄρηα·</l><q><l n="128">μαινόμενε φρένας ἠλὲ διέφθορας· ἦ νύ τοι αὔτως</l><l n="129">οὔατʼ ἀκουέμεν ἐστί, νόος δʼ ἀπόλωλε καὶ αἰδώς.</l><l n="130">οὐκ ἀΐεις ἅ τέ φησι θεὰ λευκώλενος Ἥρη</l><l n="131">ἣ δὴ νῦν πὰρ Ζηνὸς Ὀλυμπίου εἰλήλουθεν;</l><l n="132">ἦ ἐθέλεις αὐτὸς μὲν ἀναπλήσας κακὰ πολλὰ</l><l n="133">ἂψ ἴμεν Οὔλυμπον δὲ καὶ ἀχνύμενός περ ἀνάγκῃ,</l><l n="134">αὐτὰρ τοῖς ἄλλοισι κακὸν μέγα πᾶσι φυτεῦσαι;</l><l n="135">αὐτίκα γὰρ Τρῶας μὲν ὑπερθύμους καὶ Ἀχαιοὺς</l><l n="136">λείψει, ὃ δʼ ἡμέας εἶσι κυδοιμήσων ἐς Ὄλυμπον,</l><l n="137">μάρψει δʼ ἑξείης ὅς τʼ αἴτιος ὅς τε καὶ οὐκί.</l><l n="138">τώ σʼ αὖ νῦν κέλομαι μεθέμεν χόλον υἷος ἑῆος·</l><l n="139">ἤδη γάρ τις τοῦ γε βίην καὶ χεῖρας ἀμείνων</l><l n="140">ἢ πέφατʼ, ἢ καὶ ἔπειτα πεφήσεται· ἀργαλέον δὲ</l><l n="141">πάντων ἀνθρώπων ῥῦσθαι γενεήν τε τόκον τε.</l></q><l n="142"><milestone ed="P" unit="para"/>ὣς εἰποῦσʼ ἵδρυσε θρόνῳ ἔνι θοῦρον Ἄρηα.</l><l n="143">Ἥρη δʼ Ἀπόλλωνα καλέσσατο δώματος ἐκτὸς</l><l n="144">Ἶρίν θʼ, ἥ τε θεοῖσι μετάγγελος ἀθανάτοισι,</l><l n="145">καί σφεας φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="146">Ζεὺς σφὼ εἰς Ἴδην κέλετʼ ἐλθέμεν ὅττι τάχιστα·</l><l n="147">αὐτὰρ ἐπὴν ἔλθητε, Διός τʼ εἰς ὦπα ἴδησθε,</l><l n="148">ἕρδειν ὅττί κε κεῖνος ἐποτρύνῃ καὶ ἀνώγῃ.</l><milestone ed="p" n="149" unit="card"/></q><l n="149"><milestone ed="P" unit="para"/>ἣ μὲν ἄρʼ ὣς εἰποῦσα πάλιν κίε πότνια Ἥρη,</l><l n="150">ἕζετο δʼ εἰνὶ θρόνῳ· τὼ δʼ ἀΐξαντε πετέσθην.</l><l n="151">Ἴδην δʼ ἵκανον πολυπίδακα μητέρα θηρῶν,</l><l n="152">εὗρον δʼ εὐρύοπα Κρονίδην ἀνὰ Γαργάρῳ ἄκρῳ</l><l n="153">ἥμενον· ἀμφὶ δέ μιν θυόεν νέφος ἐστεφάνωτο.</l><l n="154">τὼ δὲ πάροιθʼ ἐλθόντε Διὸς νεφεληγερέταο</l><l n="155">στήτην· οὐδέ σφωϊν ἰδὼν ἐχολώσατο θυμῷ,</l><l n="156">ὅττί οἱ ὦκʼ ἐπέεσσι φίλης ἀλόχοιο πιθέσθην.</l><l n="157">Ἶριν δὲ προτέρην ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="158">βάσκʼ ἴθι Ἶρι ταχεῖα, Ποσειδάωνι ἄνακτι</l><l n="159">πάντα τάδʼ ἀγγεῖλαι, μὴ δὲ ψευδάγγελος εἶναι.</l><l n="160">παυσάμενόν μιν ἄνωχθι μάχης ἠδὲ πτολέμοιο</l><l n="161">ἔρχεσθαι μετὰ φῦλα θεῶν ἢ εἰς ἅλα δῖαν.</l><l n="162">εἰ δέ μοι οὐκ ἐπέεσσʼ ἐπιπείσεται, ἀλλʼ ἀλογήσει,</l><l n="163">φραζέσθω δὴ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν</l><l n="164">μή μʼ οὐδὲ κρατερός περ ἐὼν ἐπιόντα ταλάσσῃ</l><l n="165">μεῖναι, ἐπεί εὑ φημὶ βίῃ πολὺ φέρτερος εἶναι</l><l n="166">καὶ γενεῇ πρότερος· τοῦ δʼ οὐκ ὄθεται φίλον ἦτορ</l><l n="167">ἶσον ἐμοὶ φάσθαι, τόν τε στυγέουσι καὶ ἄλλοι.</l></q><l n="168"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε ποδήνεμος ὠκέα Ἶρις,</l><l n="169">βῆ δὲ κατʼ Ἰδαίων ὀρέων εἰς Ἴλιον ἱρήν.</l><l n="170">ὡς δʼ ὅτʼ ἂν ἐκ νεφέων πτῆται νιφὰς ἠὲ χάλαζα</l><l n="171">ψυχρὴ ὑπὸ ῥιπῆς αἰθρηγενέος Βορέαο,</l><l n="172">ὣς κραιπνῶς μεμαυῖα διέπτατο ὠκέα Ἶρις,</l><l n="173">ἀγχοῦ δʼ ἱσταμένη προσέφη κλυτὸν ἐννοσίγαιον·</l><q><l n="174">ἀγγελίην τινά τοι γαιήοχε κυανοχαῖτα</l><l n="175">ἦλθον δεῦρο φέρουσα παραὶ Διὸς αἰγιόχοιο.</l><l n="176">παυσάμενόν σʼ ἐκέλευσε μάχης ἠδὲ πτολέμοιο</l><l n="177">ἔρχεσθαι μετὰ φῦλα θεῶν ἢ εἰς ἅλα δῖαν.</l><l n="178">εἰ δέ οἱ οὐκ ἐπέεσσʼ ἐπιπείσεαι, ἀλλʼ ἀλογήσεις,</l><l n="179">ἠπείλει καὶ κεῖνος ἐναντίβιον πολεμίξων</l><l n="180">ἐνθάδʼ ἐλεύσεσθαι· σὲ δʼ ὑπεξαλέασθαι ἄνωγε</l><l n="181">χεῖρας, ἐπεὶ σέο φησὶ βίῃ πολὺ φέρτερος εἶναι</l><l n="182">καὶ γενεῇ πρότερος· σὸν δʼ οὐκ ὄθεται φίλον ἦτορ</l><l n="183">ἶσόν οἱ φάσθαι, τόν τε στυγέουσι καὶ ἄλλοι.</l></q><milestone ed="p" n="184" unit="card"/><l n="184"><milestone ed="P" unit="para"/>τὴν δὲ μέγʼ ὀχθήσας προσέφη κλυτὸς ἐννοσίγαιος·</l><q><l n="185">ὢ πόποι ἦ ῥʼ ἀγαθός περ ἐὼν ὑπέροπλον ἔειπεν</l><l n="186">εἴ μʼ ὁμότιμον ἐόντα βίῃ ἀέκοντα καθέξει.</l><l n="187">τρεῖς γάρ τʼ ἐκ Κρόνου εἰμὲν ἀδελφεοὶ οὓς τέκετο Ῥέα</l><l n="188">Ζεὺς καὶ ἐγώ, τρίτατος δʼ Ἀΐδης ἐνέροισιν ἀνάσσων.</l><l n="189">τριχθὰ δὲ πάντα δέδασται, ἕκαστος δʼ ἔμμορε τιμῆς·</l><l n="190">ἤτοι ἐγὼν ἔλαχον πολιὴν ἅλα ναιέμεν αἰεὶ</l><l n="191">παλλομένων, Ἀΐδης δʼ ἔλαχε ζόφον ἠερόεντα,</l><l n="192">Ζεὺς δʼ ἔλαχʼ οὐρανὸν εὐρὺν ἐν αἰθέρι καὶ νεφέλῃσι·</l><l n="193">γαῖα δʼ ἔτι ξυνὴ πάντων καὶ μακρὸς Ὄλυμπος.</l><l n="194">τώ ῥα καὶ οὔ τι Διὸς βέομαι φρεσίν, ἀλλὰ ἕκηλος</l><l n="195">καὶ κρατερός περ ἐὼν μενέτω τριτάτῃ ἐνὶ μοίρῃ.</l><l n="196">χερσὶ δὲ μή τί με πάγχυ κακὸν ὣς δειδισσέσθω·</l><l n="197">θυγατέρεσσιν γάρ τε καὶ υἱάσι βέλτερον εἴη</l><l n="198">ἐκπάγλοις ἐπέεσσιν ἐνισσέμεν οὓς τέκεν αὐτός,</l><l n="199">οἵ ἑθεν ὀτρύνοντος ἀκούσονται καὶ ἀνάγκῃ.</l></q><l n="200"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα ποδήνεμος ὠκέα Ἶρις·</l><q><l n="201">οὕτω γὰρ δή τοι γαιήοχε κυανοχαῖτα</l><l n="202">τόνδε φέρω Διὶ μῦθον ἀπηνέα τε κρατερόν τε,</l><l n="203">ἦ τι μεταστρέψεις; στρεπταὶ μέν τε φρένες ἐσθλῶν.</l><l n="204">οἶσθʼ ὡς πρεσβυτέροισιν Ἐρινύες αἰὲν ἕπονται.</l></q><l n="205"><milestone ed="P" unit="para"/>τὴν δʼ αὖτε προσέειπε Ποσειδάων ἐνοσίχθων·</l><q><l n="206">Ἶρι θεὰ μάλα τοῦτο ἔπος κατὰ μοῖραν ἔειπες·</l><l n="207">ἐσθλὸν καὶ τὸ τέτυκται ὅτʼ ἄγγελος αἴσιμα εἰδῇ.</l><l n="208">ἀλλὰ τόδʼ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει</l><l n="209">ὁππότʼ ἂν ἰσόμορον καὶ ὁμῇ πεπρωμένον αἴσῃ</l><l n="210">νεικείειν ἐθέλῃσι χολωτοῖσιν ἐπέεσσιν.</l><l n="211">ἀλλʼ ἤτοι νῦν μέν κε νεμεσσηθεὶς ὑποείξω·</l><l n="212">ἄλλο δέ τοι ἐρέω, καὶ ἀπειλήσω τό γε θυμῷ·</l><l n="213">αἴ κεν ἄνευ ἐμέθεν καὶ Ἀθηναίης ἀγελείης</l><l n="214">Ἥρης Ἑρμείω τε καὶ Ἡφαίστοιο ἄνακτος</l><l n="215">Ἰλίου αἰπεινῆς πεφιδήσεται, οὐδʼ ἐθελήσει</l><l n="216">ἐκπέρσαι, δοῦναι δὲ μέγα κράτος Ἀργείοισιν,</l><l n="217">ἴστω τοῦθʼ ὅτι νῶϊν ἀνήκεστος χόλος ἔσται.</l></q><l n="218"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν λίπε λαὸν Ἀχαιϊκὸν ἐννοσίγαιος,</l><l n="219">δῦνε δὲ πόντον ἰών, πόθεσαν δʼ ἥρωες Ἀχαιοί.</l><milestone ed="p" n="220" unit="card"/><l n="220"><milestone ed="P" unit="para"/>καὶ τότʼ Ἀπόλλωνα προσέφη νεφεληγερέτα Ζεύς·</l><q><l n="221">ἔρχεο νῦν φίλε Φοῖβε μεθʼ Ἕκτορα χαλκοκορυστήν·</l><l n="222">ἤδη μὲν γάρ τοι γαιήοχος ἐννοσίγαιος</l><l n="223">οἴχεται εἰς ἅλα δῖαν ἀλευάμενος χόλον αἰπὺν</l><l n="224">ἡμέτερον· μάλα γάρ κε μάχης ἐπύθοντο καὶ ἄλλοι,</l><l n="225">οἵ περ ἐνέρτεροί εἰσι θεοὶ Κρόνον ἀμφὶς ἐόντες.</l><l n="226">ἀλλὰ τόδʼ ἠμὲν ἐμοὶ πολὺ κέρδιον ἠδέ οἱ αὐτῷ</l><l n="227">ἔπλετο, ὅττι πάροιθε νεμεσσηθεὶς ὑπόειξε</l><l n="228">χεῖρας ἐμάς, ἐπεὶ οὔ κεν ἀνιδρωτί γʼ ἐτελέσθη.</l><l n="229">ἀλλὰ σύ γʼ ἐν χείρεσσι λάβʼ αἰγίδα θυσσανόεσσαν,</l><l n="230">τῇ μάλʼ ἐπισσείων φοβέειν ἥρωας Ἀχαιούς·</l><l n="231">σοὶ δʼ αὐτῷ μελέτω ἑκατηβόλε φαίδιμος Ἕκτωρ·</l><l n="232">τόφρα γὰρ οὖν οἱ ἔγειρε μένος μέγα, ὄφρʼ ἂν Ἀχαιοὶ</l><l n="233">φεύγοντες νῆάς τε καὶ Ἑλλήσποντον ἵκωνται.</l><l n="234">κεῖθεν δʼ αὐτὸς ἐγὼ φράσομαι ἔργον τε ἔπος τε,</l><l n="235">ὥς κε καὶ αὖτις Ἀχαιοὶ ἀναπνεύσωσι πόνοιο.</l></q><l n="236"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἄρα πατρὸς ἀνηκούστησεν Ἀπόλλων,</l><l n="237">βῆ δὲ κατʼ Ἰδαίων ὀρέων ἴρηκι ἐοικὼς</l><l n="238">ὠκέϊ φασσοφόνῳ, ὅς τʼ ὤκιστος πετεηνῶν.</l><l n="239">εὗρʼ υἱὸν Πριάμοιο δαΐφρονος Ἕκτορα δῖον</l><l n="240">ἥμενον, οὐδʼ ἔτι κεῖτο, νέον δʼ ἐσαγείρετο θυμόν,</l><l n="241">ἀμφὶ ἓ γιγνώσκων ἑτάρους· ἀτὰρ ἆσθμα καὶ ἱδρὼς</l><l n="242">παύετʼ, ἐπεί μιν ἔγειρε Διὸς νόος αἰγιόχοιο.</l><l n="243">ἀγχοῦ δʼ ἱστάμενος προσέφη ἑκάεργος Ἀπόλλων·</l><q><l n="244">Ἕκτορ υἱὲ Πριάμοιο, τί ἢ δὲ σὺ νόσφιν ἀπʼ ἄλλων</l><l n="245">ἧσʼ ὀλιγηπελέων; ἦ πού τί σε κῆδος ἱκάνει;</l></q><l n="246"><milestone ed="P" unit="para"/>τὸν δʼ ὀλιγοδρανέων προσέφη κορυθαίολος Ἕκτωρ·</l><q><l n="247">τίς δὲ σύ ἐσσι φέριστε θεῶν ὅς μʼ εἴρεαι ἄντην;</l><l n="248">οὐκ ἀΐεις ὅ με νηυσὶν ἔπι πρυμνῇσιν Ἀχαιῶν</l><l n="249">οὓς ἑτάρους ὀλέκοντα βοὴν ἀγαθὸς βάλεν Αἴας</l><l n="250">χερμαδίῳ πρὸς στῆθος, ἔπαυσε δὲ θούριδος ἀλκῆς;</l><l n="251">καὶ δὴ ἔγωγʼ ἐφάμην νέκυας καὶ δῶμʼ Ἀΐδαο</l><l n="252">ἤματι τῷδʼ ἵξεσθαι, ἐπεὶ φίλον ἄϊον ἦτορ.</l></q><milestone ed="p" n="253" unit="card"/><l n="253"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἑκάεργος Ἀπόλλων·</l><q><l n="254">θάρσει νῦν· τοῖόν τοι ἀοσσητῆρα Κρονίων</l><l n="255">ἐξ Ἴδης προέηκε παρεστάμεναι καὶ ἀμύνειν</l><l n="256">Φοῖβον Ἀπόλλωνα χρυσάορον, ὅς σε πάρος περ</l><l n="257">ῥύομʼ, ὁμῶς αὐτόν τε καὶ αἰπεινὸν πτολίεθρον.</l><l n="258">ἀλλʼ ἄγε νῦν ἱππεῦσιν ἐπότρυνον πολέεσσι</l><l n="259">νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν ὠκέας ἵππους·</l><l n="260">αὐτὰρ ἐγὼ προπάροιθε κιὼν ἵπποισι κέλευθον</l><l n="261">πᾶσαν λειανέω, τρέψω δʼ ἥρωας Ἀχαιούς.</l></q><l n="262"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ἔμπνευσε μένος μέγα ποιμένι λαῶν.</l><l n="263">ὡς δʼ ὅτε τις στατὸς ἵππος ἀκοστήσας ἐπὶ φάτνῃ</l><l n="264">δεσμὸν ἀπορρήξας θείῃ πεδίοιο κροαίνων</l><l n="265">εἰωθὼς λούεσθαι ἐϋρρεῖος ποταμοῖο</l><l n="266">κυδιόων· ὑψοῦ δὲ κάρη ἔχει, ἀμφὶ δὲ χαῖται</l><l n="267">ὤμοις ἀΐσσονται· ὃ δʼ ἀγλαΐηφι πεποιθὼς</l><l n="268">ῥίμφά ἑ γοῦνα φέρει μετά τʼ ἤθεα καὶ νομὸν ἵππων·</l><l n="269">ὣς Ἕκτωρ λαιψηρὰ πόδας καὶ γούνατʼ ἐνώμα</l><l n="270">ὀτρύνων ἱππῆας, ἐπεὶ θεοῦ ἔκλυεν αὐδήν.</l><l n="271">οἳ δʼ ὥς τʼ ἢ ἔλαφον κεραὸν ἢ ἄγριον αἶγα</l><l n="272">ἐσσεύαντο κύνες τε καὶ ἀνέρες ἀγροιῶται·</l><l n="273">τὸν μέν τʼ ἠλίβατος πέτρη καὶ δάσκιος ὕλη</l><l n="274">εἰρύσατʼ, οὐδʼ ἄρα τέ σφι κιχήμεναι αἴσιμον ἦεν·</l><l n="275">τῶν δέ θʼ ὑπὸ ἰαχῆς ἐφάνη λὶς ἠϋγένειος</l><l n="276">εἰς ὁδόν, αἶψα δὲ πάντας ἀπέτραπε καὶ μεμαῶτας·</l><l n="277">ὣς Δαναοὶ εἷος μὲν ὁμιλαδὸν αἰὲν ἕποντο</l><l n="278">νύσσοντες ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν·</l><l n="279">αὐτὰρ ἐπεὶ ἴδον Ἕκτορʼ ἐποιχόμενον στίχας ἀνδρῶν</l><milestone ed="p" n="281" unit="card"/><l n="280">τάρβησαν, πᾶσιν δὲ παραὶ ποσὶ κάππεσε θυμός.</l><l n="281"><milestone ed="P" unit="para"/>τοῖσι δʼ ἔπειτʼ ἀγόρευε Θόας Ἀνδραίμονος υἱός,</l><l n="282">Αἰτωλῶν ὄχʼ ἄριστος ἐπιστάμενος μὲν ἄκοντι</l><l n="283">ἐσθλὸς δʼ ἐν σταδίῃ· ἀγορῇ δέ ἑ παῦροι Ἀχαιῶν</l><l n="284">νίκων, ὁππότε κοῦροι ἐρίσσειαν περὶ μύθων·</l><l n="285">ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·</l><q><l n="286">ὢ πόποι ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν ὁρῶμαι,</l><l n="287">οἷον δʼ αὖτʼ ἐξαῦτις ἀνέστη κῆρας ἀλύξας</l><l n="288">Ἕκτωρ· ἦ θήν μιν μάλα ἔλπετο θυμὸς ἑκάστου</l><l n="289">χερσὶν ὑπʼ Αἴαντος θανέειν Τελαμωνιάδαο.</l><l n="290">ἀλλά τις αὖτε θεῶν ἐρρύσατο καὶ ἐσάωσεν</l><l n="291">Ἕκτορʼ, ὃ δὴ πολλῶν Δαναῶν ὑπὸ γούνατʼ ἔλυσεν,</l><l n="292">ὡς καὶ νῦν ἔσσεσθαι ὀΐομαι· οὐ γὰρ ἄτερ γε</l><l n="293">Ζηνὸς ἐριγδούπου πρόμος ἵσταται ὧδε μενοινῶν.</l><l n="294">ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼν εἴπω πειθώμεθα πάντες.</l><l n="295">πληθὺν μὲν ποτὶ νῆας ἀνώξομεν ἀπονέεσθαι·</l><l n="296">αὐτοὶ δʼ, ὅσσοι ἄριστοι ἐνὶ στρατῷ εὐχόμεθʼ εἶναι,</l><l n="297">στήομεν, εἴ κεν πρῶτον ἐρύξομεν ἀντιάσαντες</l><l n="298">δούρατʼ ἀνασχόμενοι· τὸν δʼ οἴω καὶ μεμαῶτα</l><l n="299">θυμῷ δείσεσθαι Δαναῶν καταδῦναι ὅμιλον.</l></q><l n="300"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο·</l><l n="301">οἳ μὲν ἄρʼ ἀμφʼ Αἴαντα καὶ Ἰδομενῆα ἄνακτα</l><l n="302">Τεῦκρον Μηριόνην τε Μέγην τʼ ἀτάλαντον Ἄρηϊ</l><l n="303">ὑσμίνην ἤρτυνον ἀριστῆας καλέσαντες</l><l n="304">Ἕκτορι καὶ Τρώεσσιν ἐναντίον· αὐτὰρ ὀπίσσω</l><l n="305">ἣ πληθὺς ἐπὶ νῆας Ἀχαιῶν ἀπονέοντο.</l><l n="306"><milestone ed="P" unit="para"/>Τρῶες δὲ προὔτυψαν ἀολλέες, ἦρχε δʼ ἄρʼ Ἕκτωρ</l><l n="307">μακρὰ βιβάς· πρόσθεν δὲ κίʼ αὐτοῦ Φοῖβος Ἀπόλλων</l><l n="308">εἱμένος ὤμοιιν νεφέλην, ἔχε δʼ αἰγίδα θοῦριν</l><l n="309">δεινὴν ἀμφιδάσειαν ἀριπρεπέʼ, ἣν ἄρα χαλκεὺς</l><l n="310">Ἥφαιστος Διὶ δῶκε φορήμεναι ἐς φόβον ἀνδρῶν·</l><l n="311">τὴν ἄρʼ ὅ γʼ ἐν χείρεσσιν ἔχων ἡγήσατο λαῶν.</l><milestone ed="p" n="312" unit="card"/><l n="312"><milestone ed="P" unit="para"/>Ἀργεῖοι δʼ ὑπέμειναν ἀολλέες, ὦρτο δʼ ἀϋτὴ</l><l n="313">ὀξεῖʼ ἀμφοτέρωθεν, ἀπὸ νευρῆφι δʼ ὀϊστοὶ</l><l n="314">θρῷσκον· πολλὰ δὲ δοῦρα θρασειάων ἀπὸ χειρῶν</l><l n="315">ἄλλα μὲν ἐν χροῒ πήγνυτʼ ἀρηϊθόων αἰζηῶν,</l><l n="316">πολλὰ δὲ καὶ μεσσηγὺ πάρος χρόα λευκὸν ἐπαυρεῖν</l><l n="317">ἐν γαίῃ ἵσταντο λιλαιόμενα χροὸς ἆσαι.</l><l n="318">ὄφρα μὲν αἰγίδα χερσὶν ἔχʼ ἀτρέμα Φοῖβος Ἀπόλλων,</l><l n="319">τόφρα μάλʼ ἀμφοτέρων βέλεʼ ἥπτετο, πῖπτε δὲ λαός.</l><l n="320">αὐτὰρ ἐπεὶ κατʼ ἐνῶπα ἰδὼν Δαναῶν ταχυπώλων</l><l n="321">σεῖσʼ, ἐπὶ δʼ αὐτὸς ἄϋσε μάλα μέγα, τοῖσι δὲ θυμὸν</l><l n="322">ἐν στήθεσσιν ἔθελξε, λάθοντο δὲ θούριδος ἀλκῆς.</l><l n="323">οἳ δʼ ὥς τʼ ἠὲ βοῶν ἀγέλην ἢ πῶϋ μέγʼ οἰῶν</l><l n="324">θῆρε δύω κλονέωσι μελαίνης νυκτὸς ἀμολγῷ</l><l n="325">ἐλθόντʼ ἐξαπίνης σημάντορος οὐ παρεόντος,</l><l n="326">ὣς ἐφόβηθεν Ἀχαιοὶ ἀνάλκιδες· ἐν γὰρ Ἀπόλλων</l><l n="327">ἧκε φόβον, Τρωσὶν δὲ καὶ Ἕκτορι κῦδος ὄπαζεν.</l><l n="328"><milestone ed="P" unit="para"/>ἔνθα δʼ ἀνὴρ ἕλεν ἄνδρα κεδασθείσης ὑσμίνης.</l><l n="329">Ἕκτωρ μὲν Στιχίον τε καὶ Ἀρκεσίλαον ἔπεφνε,</l><l n="330">τὸν μὲν Βοιωτῶν ἡγήτορα χαλκοχιτώνων,</l><l n="331">τὸν δὲ Μενεσθῆος μεγαθύμου πιστὸν ἑταῖρον·</l><l n="332">Αἰνείας δὲ Μέδοντα καὶ Ἴασον ἐξενάριξεν.</l><l n="333">ἤτοι ὃ μὲν νόθος υἱὸς Ὀϊλῆος θείοιο</l><l n="334">ἔσκε Μέδων Αἴαντος ἀδελφεός· αὐτὰρ ἔναιεν</l><l n="335">ἐν Φυλάκῃ γαίης ἄπο πατρίδος ἄνδρα κατακτὰς</l><l n="336">γνωτὸν μητρυιῆς Ἐριώπιδος, ἣν ἔχʼ Ὀϊλεύς·</l><l n="337">Ἴασος αὖτʼ ἀρχὸς μὲν Ἀθηναίων ἐτέτυκτο,</l><l n="338">υἱὸς δὲ Σφήλοιο καλέσκετο Βουκολίδαο.</l><l n="339">Μηκιστῆ δʼ ἕλε Πουλυδάμας, Ἐχίον δὲ Πολίτης</l><l n="340">πρώτῃ ἐν ὑσμίνῃ, Κλονίον δʼ ἕλε δῖος Ἀγήνωρ.</l><l n="341">Δηΐοχον δὲ Πάρις βάλε νείατον ὦμον ὄπισθε</l><l n="342">φεύγοντʼ ἐν προμάχοισι, διὰ πρὸ δὲ χαλκὸν ἔλασσεν.</l><milestone ed="p" n="343" unit="card"/><l n="343"><milestone ed="P" unit="para"/>ὄφρʼ οἳ τοὺς ἐνάριζον ἀπʼ ἔντεα, τόφρα δʼ Ἀχαιοὶ</l><l n="344">τάφρῳ καὶ σκολόπεσσιν ἐνιπλήξαντες ὀρυκτῇ</l><l n="345">ἔνθα καὶ ἔνθα φέβοντο, δύοντο δὲ τεῖχος ἀνάγκῃ.</l><l n="346">Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας</l><q><l n="347">νηυσὶν ἐπισσεύεσθαι, ἐᾶν δʼ ἔναρα βροτόεντα·</l><l n="348">ὃν δʼ ἂν ἐγὼν ἀπάνευθε νεῶν ἑτέρωθι νοήσω,</l><l n="349">αὐτοῦ οἱ θάνατον μητίσομαι, οὐδέ νυ τόν γε</l><l n="350">γνωτοί τε γνωταί τε πυρὸς λελάχωσι θανόντα,</l><l n="351">ἀλλὰ κύνες ἐρύουσι πρὸ ἄστεος ἡμετέροιο.</l></q><l n="352"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν μάστιγι κατωμαδὸν ἤλασεν ἵππους</l><l n="353">κεκλόμενος Τρώεσσι κατὰ στίχας· οἳ δὲ σὺν αὐτῷ</l><l n="354">πάντες ὁμοκλήσαντες ἔχον ἐρυσάρματας ἵππους</l><l n="355">ἠχῇ θεσπεσίῃ· προπάροιθε δὲ Φοῖβος Ἀπόλλων</l><l n="356">ῥεῖʼ ὄχθας καπέτοιο βαθείης ποσσὶν ἐρείπων</l><l n="357">ἐς μέσσον κατέβαλλε, γεφύρωσεν δὲ κέλευθον</l><l n="358">μακρὴν ἠδʼ εὐρεῖαν, ὅσον τʼ ἐπὶ δουρὸς ἐρωὴ</l><l n="359">γίγνεται, ὁππότʼ ἀνὴρ σθένεος πειρώμενος ᾗσι.</l><l n="360">τῇ ῥʼ οἵ γε προχέοντο φαλαγγηδόν, πρὸ δʼ Ἀπόλλων</l><l n="361">αἰγίδʼ ἔχων ἐρίτιμον· ἔρειπε δὲ τεῖχος Ἀχαιῶν</l><l n="362">ῥεῖα μάλʼ, ὡς ὅτε τις ψάμαθον πάϊς ἄγχι θαλάσσης,</l><l n="363">ὅς τʼ ἐπεὶ οὖν ποιήσῃ ἀθύρματα νηπιέῃσιν</l><l n="364">ἂψ αὖτις συνέχευε ποσὶν καὶ χερσὶν ἀθύρων.</l><l n="365">ὥς ῥα σὺ ἤϊε Φοῖβε πολὺν κάματον καὶ ὀϊζὺν</l><l n="366">σύγχεας Ἀργείων, αὐτοῖσι δὲ φύζαν ἐνῶρσας.</l><l n="367"><milestone ed="P" unit="para"/>ὣς οἳ μὲν παρὰ νηυσὶν ἐρητύοντο μένοντες,</l><l n="368">ἀλλήλοισί τε κεκλόμενοι καὶ πᾶσι θεοῖσι</l><l n="369">χεῖρας ἀνίσχοντες μεγάλʼ εὐχετόωντο ἕκαστος·</l><l n="370">Νέστωρ αὖτε μάλιστα Γερήνιος οὖρος Ἀχαιῶν</l><l n="371">εὔχετο χεῖρʼ ὀρέγων εἰς οὐρανὸν ἀστερόεντα·</l><q><l n="372">Ζεῦ πάτερ εἴ ποτέ τίς τοι ἐν Ἄργεΐ περ πολυπύρῳ</l><l n="373">ἢ βοὸς ἢ οἰὸς κατὰ πίονα μηρία καίων</l><l n="374">εὔχετο νοστῆσαι, σὺ δʼ ὑπέσχεο καὶ κατένευσας,</l><l n="375">τῶν μνῆσαι καὶ ἄμυνον Ὀλύμπιε νηλεὲς ἦμαρ,</l><l n="376">μηδʼ οὕτω Τρώεσσιν ἔα δάμνασθαι Ἀχαιούς.</l></q><l n="377"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ εὐχόμενος, μέγα δʼ ἔκτυπε μητίετα Ζεύς,</l><l n="378">ἀράων ἀΐων Νηληϊάδαο γέροντος.</l><milestone ed="p" n="379" unit="card"/><l n="379"><milestone ed="P" unit="para"/>Τρῶες δʼ ὡς ἐπύθοντο Διὸς κτύπον αἰγιόχοιο,</l><l n="380">μᾶλλον ἐπʼ Ἀργείοισι θόρον, μνήσαντο δὲ χάρμης.</l><l n="381">οἳ δʼ ὥς τε μέγα κῦμα θαλάσσης εὐρυπόροιο</l><l n="382">νηὸς ὑπὲρ τοίχων καταβήσεται, ὁππότʼ ἐπείγῃ</l><l n="383">ἲς ἀνέμου· ἣ γάρ τε μάλιστά γε κύματʼ ὀφέλλει·</l><l n="384">ὣς Τρῶες μεγάλῃ ἰαχῇ κατὰ τεῖχος ἔβαινον,</l><l n="385">ἵππους δʼ εἰσελάσαντες ἐπὶ πρύμνῃσι μάχοντο</l><l n="386">ἔγχεσιν ἀμφιγύοις αὐτοσχεδόν, οἳ μὲν ἀφʼ ἵππων,</l><l n="387">οἳ δʼ ἀπὸ νηῶν ὕψι μελαινάων ἐπιβάντες</l><l n="388">μακροῖσι ξυστοῖσι, τά ῥά σφʼ ἐπὶ νηυσὶν ἔκειτο</l><l n="389">ναύμαχα κολλήεντα, κατὰ στόμα εἱμένα χαλκῷ.</l><l n="390"><milestone ed="P" unit="para"/>Πάτροκλος δʼ εἷος μὲν Ἀχαιοί τε Τρῶές τε</l><l n="391">τείχεος ἀμφεμάχοντο θοάων ἔκτοθι νηῶν,</l><l n="392">τόφρʼ ὅ γʼ ἐνὶ κλισίῃ ἀγαπήνορος Εὐρυπύλοιο</l><l n="393">ἧστό τε καὶ τὸν ἔτερπε λόγοις, ἐπὶ δʼ ἕλκεϊ λυγρῷ</l><l n="394">φάρμακʼ ἀκέσματʼ ἔπασσε μελαινάων ὀδυνάων.</l><l n="395">αὐτὰρ ἐπεὶ δὴ τεῖχος ἐπεσσυμένους ἐνόησε</l><l n="396">Τρῶας, ἀτὰρ Δαναῶν γένετο ἰαχή τε φόβος τε,</l><l n="397">ᾤμωξέν τʼ ἄρʼ ἔπειτα καὶ ὣ πεπλήγετο μηρὼ</l><l n="398">χερσὶ καταπρηνέσσʼ, ὀλοφυρόμενος δʼ ἔπος ηὔδα·</l><q><l n="399">Εὐρύπυλʼ οὐκ ἔτι τοι δύναμαι χατέοντί περʼ ἔμπης</l><l n="400">ἐνθάδε παρμενέμεν· δὴ γὰρ μέγα νεῖκος ὄρωρεν·</l><l n="401">ἀλλὰ σὲ μὲν θεράπων ποτιτερπέτω, αὐτὰρ ἔγωγε</l><l n="402">σπεύσομαι εἰς Ἀχιλῆα, ἵνʼ ὀτρύνω πολεμίζειν.</l><l n="403">τίς δʼ οἶδʼ εἴ κέν οἱ σὺν δαίμονι θυμὸν ὀρίνω</l><l n="404">παρειπών; ἀγαθὴ δὲ παραίφασίς ἐστιν ἑταίρου.</l><milestone ed="p" n="405" unit="card"/></q><l n="405"><milestone ed="P" unit="para"/>τὸν μὲν ἄρʼ ὣς εἰπόντα πόδες φέρον· αὐτὰρ Ἀχαιοὶ</l><l n="406">Τρῶας ἐπερχομένους μένον ἔμπεδον, οὐδʼ ἐδύναντο</l><l n="407">παυροτέρους περ ἐόντας ἀπώσασθαι παρὰ νηῶν·</l><l n="408">οὐδέ ποτε Τρῶες Δαναῶν ἐδύναντο φάλαγγας</l><l n="409">ῥηξάμενοι κλισίῃσι μιγήμεναι ἠδὲ νέεσσιν.</l><l n="410">ἀλλʼ ὥς τε στάθμη δόρυ νήϊον ἐξιθύνει</l><l n="411">τέκτονος ἐν παλάμῃσι δαήμονος, ὅς ῥά τε πάσης</l><l n="412">εὖ εἰδῇ σοφίης ὑποθημοσύνῃσιν Ἀθήνης,</l><l n="413">ὣς μὲν τῶν ἐπὶ ἶσα μάχη τέτατο πτόλεμός τε·</l><l n="414">ἄλλοι δʼ ἀμφʼ ἄλλῃσι μάχην ἐμάχοντο νέεσσιν,</l><l n="415">Ἕκτωρ δʼ ἄντʼ Αἴαντος ἐείσατο κυδαλίμοιο.</l><l n="416">τὼ δὲ μιῆς περὶ νηὸς ἔχον πόνον, οὐδὲ δύναντο</l><l n="417">οὔθʼ ὃ τὸν ἐξελάσαι καὶ ἐνιπρῆσαι πυρὶ νῆα</l><l n="418">οὔθʼ ὃ τὸν ἂψ ὤσασθαι, ἐπεί ῥʼ ἐπέλασσέ γε δαίμων.</l><l n="419">ἔνθʼ υἷα Κλυτίοιο Καλήτορα φαίδιμος Αἴας</l><l n="420">πῦρ ἐς νῆα φέροντα κατὰ στῆθος βάλε δουρί.</l><l n="421">δούπησεν δὲ πεσών, δαλὸς δέ οἱ ἔκπεσε χειρός.</l><l n="422">Ἕκτωρ δʼ ὡς ἐνόησεν ἀνεψιὸν ὀφθαλμοῖσιν</l><l n="423">ἐν κονίῃσι πεσόντα νεὸς προπάροιθε μελαίνης,</l><l n="424">Τρωσί τε καὶ Λυκίοισιν ἐκέκλετο μακρὸν ἀΰσας·</l><q><l n="425">Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ</l><l n="426">μὴ δή πω χάζεσθε μάχης ἐν στείνεϊ τῷδε,</l><l n="427">ἀλλʼ υἷα Κλυτίοιο σαώσατε, μή μιν Ἀχαιοὶ</l><l n="428">τεύχεα συλήσωσι νεῶν ἐν ἀγῶνι πεσόντα.</l></q><l n="429"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν Αἴαντος ἀκόντισε δουρὶ φαεινῷ.</l><l n="430">τοῦ μὲν ἅμαρθʼ, ὃ δʼ ἔπειτα Λυκόφρονα Μάστορος υἱὸν</l><l n="431">Αἴαντος θεράποντα Κυθήριον, ὅς ῥα παρʼ αὐτῷ</l><l n="432">ναῖʼ, ἐπεὶ ἄνδρα κατέκτα Κυθήροισι ζαθέοισι,</l><l n="433">τόν ῥʼ ἔβαλεν κεφαλὴν ὑπὲρ οὔατος ὀξέϊ χαλκῷ</l><l n="434">ἑσταότʼ ἄγχʼ Αἴαντος· ὃ δʼ ὕπτιος ἐν κονίῃσι</l><l n="435">νηὸς ἄπο πρυμνῆς χαμάδις πέσε, λύντο δὲ γυῖα.</l><l n="436">Αἴας δʼ ἐρρίγησε, κασίγνητον δὲ προσηύδα·</l><q><l n="437">Τεῦκρε πέπον δὴ νῶϊν ἀπέκτατο πιστὸς ἑταῖρος</l><l n="438">Μαστορίδης, ὃν νῶϊ Κυθηρόθεν ἔνδον ἐόντα</l><l n="439">ἶσα φίλοισι τοκεῦσιν ἐτίομεν ἐν μεγάροισι·</l><l n="440">τὸν δʼ Ἕκτωρ μεγάθυμος ἀπέκτανε. ποῦ νύ τοι ἰοὶ</l><l n="441">ὠκύμοροι καὶ τόξον ὅ τοι πόρε Φοῖβος Ἀπόλλων;</l><milestone ed="p" n="442" unit="card"/></q><l n="442"><milestone ed="P" unit="para"/>ὣς φάθʼ, ὃ δὲ ξυνέηκε, θέων δέ οἱ ἄγχι παρέστη,</l><l n="443">τόξον ἔχων ἐν χειρὶ παλίντονον ἠδὲ φαρέτρην</l><l n="444">ἰοδόκον· μάλα δʼ ὦκα βέλεα Τρώεσσιν ἐφίει.</l><l n="445">καί ῥʼ ἔβαλε Κλεῖτον Πεισήνορος ἀγλαὸν υἱὸν</l><l n="446">Πουλυδάμαντος ἑταῖρον ἀγαυοῦ Πανθοΐδαο</l><l n="447">ἡνία χερσὶν ἔχοντα· ὃ μὲν πεπόνητο καθʼ ἵππους·</l><l n="448">τῇ γὰρ ἔχʼ ᾗ ῥα πολὺ πλεῖσται κλονέοντο φάλαγγες</l><l n="449">Ἕκτορι καὶ Τρώεσσι χαριζόμενος· τάχα δʼ αὐτῷ</l><l n="450">ἦλθε κακόν, τό οἱ οὔ τις ἐρύκακεν ἱεμένων περ.</l><l n="451">αὐχένι γάρ οἱ ὄπισθε πολύστονος ἔμπεσεν ἰός·</l><l n="452">ἤριπε δʼ ἐξ ὀχέων, ὑπερώησαν δέ οἱ ἵπποι</l><l n="453">κείνʼ ὄχεα κροτέοντες. ἄναξ δʼ ἐνόησε τάχιστα</l><l n="454">Πουλυδάμας, καὶ πρῶτος ἐναντίος ἤλυθεν ἵππων.</l><l n="455">τοὺς μὲν ὅ γʼ Ἀστυνόῳ Προτιάονος υἱέϊ δῶκε,</l><l n="456">πολλὰ δʼ ἐπότρυνε σχεδὸν ἴσχειν εἰσορόωντα</l><l n="457">ἵππους· αὐτὸς δʼ αὖτις ἰὼν προμάχοισιν ἐμίχθη.</l><l n="458"><milestone ed="P" unit="para"/>Τεῦκρος δʼ ἄλλον ὀϊστὸν ἐφʼ Ἕκτορι χαλκοκορυστῇ</l><l n="459">αἴνυτο, καί κεν ἔπαυσε μάχης ἐπὶ νηυσὶν Ἀχαιῶν,</l><l n="460">εἴ μιν ἀριστεύοντα βαλὼν ἐξείλετο θυμόν.</l><l n="461">ἀλλʼ οὐ λῆθε Διὸς πυκινὸν νόον, ὅς ῥʼ ἐφύλασσεν</l><l n="462">Ἕκτορʼ, ἀτὰρ Τεῦκρον Τελαμώνιον εὖχος ἀπηύρα,</l><l n="463">ὅς οἱ ἐϋστρεφέα νευρὴν ἐν ἀμύμονι τόξῳ</l><l n="464">ῥῆξʼ ἐπὶ τῷ ἐρύοντι· παρεπλάγχθη δέ οἱ ἄλλῃ</l><l n="465">ἰὸς χαλκοβαρής, τόξον δέ οἱ ἔκπεσε χειρός.</l><l n="466">Τεῦκρος δʼ ἐρρίγησε, κασίγνητον δὲ προσηύδα·</l><q><l n="467">ὢ πόποι ἦ δὴ πάγχυ μάχης ἐπὶ μήδεα κείρει</l><l n="468">δαίμων ἡμετέρης, ὅ τέ μοι βιὸν ἔκβαλε χειρός,</l><l n="469">νευρὴν δʼ ἐξέρρηξε νεόστροφον, ἣν ἐνέδησα</l><l n="470">πρώϊον, ὄφρʼ ἀνέχοιτο θαμὰ θρῴσκοντας ὀϊστούς.</l></q><l n="471"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα μέγας Τελαμώνιος Αἴας·</l><q><l n="472">ὦ πέπον ἀλλὰ βιὸν μὲν ἔα καὶ ταρφέας ἰοὺς</l><l n="473">κεῖσθαι, ἐπεὶ συνέχευε θεὸς Δαναοῖσι μεγήρας·</l><l n="474">αὐτὰρ χερσὶν ἑλὼν δολιχὸν δόρυ καὶ σάκος ὤμῳ</l><l n="475">μάρναό τε Τρώεσσι καὶ ἄλλους ὄρνυθι λαούς.</l><l n="476">μὴ μὰν ἀσπουδί γε δαμασσάμενοί περ ἕλοιεν</l><l n="477">νῆας ἐϋσσέλμους, ἀλλὰ μνησώμεθα χάρμης.</l><milestone ed="p" n="478" unit="card"/></q><l n="478"><milestone ed="P" unit="para"/>ὣς φάθʼ, ὃ δὲ τόξον μὲν ἐνὶ κλισίῃσιν ἔθηκεν,</l><l n="479">αὐτὰρ ὅ γʼ ἀμφʼ ὤμοισι σάκος θέτο τετραθέλυμνον,</l><l n="480">κρατὶ δʼ ἐπʼ ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν</l><l n="481">ἵππουριν, δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν·</l><l n="482">εἵλετο δʼ ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ,</l><l n="483">βῆ δʼ ἰέναι, μάλα δʼ ὦκα θέων Αἴαντι παρέστη.</l><l n="484"><milestone ed="P" unit="para"/>Ἕκτωρ δʼ ὡς εἶδεν Τεύκρου βλαφθέντα βέλεμνα,</l><l n="485">Τρωσί τε καὶ Λυκίοισιν ἐκέκλετο μακρὸν ἀΰσας·</l><q><l n="486">Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ</l><l n="487">ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς</l><l n="488">νῆας ἀνὰ γλαφυράς· δὴ γὰρ ἴδον ὀφθαλμοῖσιν</l><l n="489">ἀνδρὸς ἀριστῆος Διόθεν βλαφθέντα βέλεμνα.</l><l n="490">ῥεῖα δʼ ἀρίγνωτος Διὸς ἀνδράσι γίγνεται ἀλκή,</l><l n="491">ἠμὲν ὁτέοισιν κῦδος ὑπέρτερον ἐγγυαλίξῃ,</l><l n="492">ἠδʼ ὅτινας μινύθῃ τε καὶ οὐκ ἐθέλῃσιν ἀμύνειν,</l><l n="493">ὡς νῦν Ἀργείων μινύθει μένος, ἄμμι δʼ ἀρήγει.</l><l n="494">ἀλλὰ μάχεσθʼ ἐπὶ νηυσὶν ἀολλέες· ὃς δέ κεν ὑμέων</l><l n="495">βλήμενος ἠὲ τυπεὶς θάνατον καὶ πότμον ἐπίσπῃ</l><l n="496">τεθνάτω· οὔ οἱ ἀεικὲς ἀμυνομένῳ περὶ πάτρης</l><l n="497">τεθνάμεν· ἀλλʼ ἄλοχός τε σόη καὶ παῖδες ὀπίσσω,</l><l n="498">καὶ οἶκος καὶ κλῆρος ἀκήρατος, εἴ κεν Ἀχαιοὶ</l><l n="499">οἴχωνται σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν.</l></q><l n="500"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.</l><l n="501">Αἴας δʼ αὖθʼ ἑτέρωθεν ἐκέκλετο οἷς ἑτάροισιν·</l><q><l n="502">αἰδὼς Ἀργεῖοι· νῦν ἄρκιον ἢ ἀπολέσθαι</l><l n="503">ἠὲ σαωθῆναι καὶ ἀπώσασθαι κακὰ νηῶν.</l><l n="504">ἦ ἔλπεσθʼ ἢν νῆας ἕλῃ κορυθαίολος Ἕκτωρ</l><l n="505">ἐμβαδὸν ἵξεσθαι ἣν πατρίδα γαῖαν ἕκαστος;</l><l n="506">ἦ οὐκ ὀτρύνοντος ἀκούετε λαὸν ἅπαντα</l><l n="507">Ἕκτορος, ὃς δὴ νῆας ἐνιπρῆσαι μενεαίνει;</l><l n="508">οὐ μὰν ἔς γε χορὸν κέλετʼ ἐλθέμεν, ἀλλὰ μάχεσθαι.</l><l n="509">ἡμῖν δʼ οὔ τις τοῦδε νόος καὶ μῆτις ἀμείνων</l><l n="510">ἢ αὐτοσχεδίῃ μῖξαι χεῖράς τε μένος τε.</l><l n="511">βέλτερον ἢ ἀπολέσθαι ἕνα χρόνον ἠὲ βιῶναι</l><l n="512">ἢ δηθὰ στρεύγεσθαι ἐν αἰνῇ δηϊοτῆτι</l><l n="513">ὧδʼ αὔτως παρὰ νηυσὶν ὑπʼ ἀνδράσι χειροτέροισιν.</l><milestone ed="p" n="514" unit="card"/></q><l n="514"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.</l><l n="515">ἔνθʼ Ἕκτωρ μὲν ἕλε Σχεδίον Περιμήδεος υἱὸν</l><l n="516">ἀρχὸν Φωκήων, Αἴας δʼ ἕλε Λαοδάμαντα</l><l n="517">ἡγεμόνα πρυλέων Ἀντήνορος ἀγλαὸν υἱόν·</l><l n="518">Πουλυδάμας δʼ Ὦτον Κυλλήνιον ἐξενάριξε</l><l n="519">Φυλεΐδεω ἕταρον, μεγαθύμων ἀρχὸν Ἐπειῶν.</l><l n="520">τῷ δὲ Μέγης ἐπόρουσεν ἰδών· ὃ δʼ ὕπαιθα λιάσθη</l><l n="521">Πουλυδάμας· καὶ τοῦ μὲν ἀπήμβροτεν· οὐ γὰρ Ἀπόλλων</l><l n="522">εἴα Πάνθου υἱὸν ἐνὶ προμάχοισι δαμῆναι·</l><l n="523">αὐτὰρ ὅ γε Κροίσμου στῆθος μέσον οὔτασε δουρί.</l><l n="524">δούπησεν δὲ πεσών· ὃ δʼ ἀπʼ ὤμων τεύχεʼ ἐσύλα.</l><l n="525">τόφρα δὲ τῷ ἐπόρουσε Δόλοψ αἰχμῆς ἐῢ εἰδὼς</l><l n="526">Λαμπετίδης, ὃν Λάμπος ἐγείνατο φέρτατον υἱὸν</l><l n="527">Λαομεδοντιάδης εὖ εἰδότα θούριδος ἀλκῆς,</l><l n="528">ὃς τότε Φυλεΐδαο μέσον σάκος οὔτασε δουρὶ</l><l n="529">ἐγγύθεν ὁρμηθείς· πυκινὸς δέ οἱ ἤρκεσε θώρηξ,</l><l n="530">τόν ῥʼ ἐφόρει γυάλοισιν ἀρηρότα· τόν ποτε Φυλεὺς</l><l n="531">ἤγαγεν ἐξ Ἐφύρης, ποταμοῦ ἄπο Σελλήεντος.</l><l n="532">ξεῖνος γάρ οἱ ἔδωκεν ἄναξ ἀνδρῶν Εὐφήτης</l><l n="533">ἐς πόλεμον φορέειν δηΐων ἀνδρῶν ἀλεωρήν·</l><l n="534">ὅς οἱ καὶ τότε παιδὸς ἀπὸ χροὸς ἤρκεσʼ ὄλεθρον.</l><l n="535">τοῦ δὲ Μέγης κόρυθος χαλκήρεος ἱπποδασείης</l><l n="536">κύμβαχον ἀκρότατον νύξʼ ἔγχεϊ ὀξυόεντι,</l><l n="537">ῥῆξε δʼ ἀφʼ ἵππειον λόφον αὐτοῦ· πᾶς δὲ χαμᾶζε</l><l n="538">κάππεσεν ἐν κονίῃσι νέον φοίνικι φαεινός.</l><l n="539">εἷος ὃ τῷ πολέμιζε μένων, ἔτι δʼ ἔλπετο νίκην,</l><l n="540">τόφρα δέ οἱ Μενέλαος ἀρήϊος ἦλθεν ἀμύντωρ,</l><l n="541">στῆ δʼ εὐρὰξ σὺν δουρὶ λαθών, βάλε δʼ ὦμον ὄπισθεν·</l><l n="542">αἰχμὴ δὲ στέρνοιο διέσσυτο μαιμώωσα</l><l n="543">πρόσσω ἱεμένη· ὃ δʼ ἄρα πρηνὴς ἐλιάσθη.</l><l n="544">τὼ μὲν ἐεισάσθην χαλκήρεα τεύχεʼ ἀπʼ ὤμων</l><l n="545">συλήσειν· Ἕκτωρ δὲ κασιγνήτοισι κέλευσε</l><l n="546">πᾶσι μάλα, πρῶτον δʼ Ἱκεταονίδην ἐνένιπεν</l><l n="547">ἴφθιμον Μελάνιππον. ὃ δʼ ὄφρα μὲν εἰλίποδας βοῦς</l><l n="548">βόσκʼ ἐν Περκώτῃ δηΐων ἀπὸ νόσφιν ἐόντων·</l><l n="549">αὐτὰρ ἐπεὶ Δαναῶν νέες ἤλυθον ἀμφιέλισσαι,</l><l n="550">ἂψ εἰς Ἴλιον ἦλθε, μετέπρεπε δὲ Τρώεσσι,</l><l n="551">ναῖε δὲ πὰρ Πριάμῳ, ὃ δέ μιν τίεν ἶσα τέκεσσι·</l><l n="552">τόν ῥʼ Ἕκτωρ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·</l><q><l n="553">οὕτω δὴ Μελάνιππε μεθήσομεν; οὐδέ νυ σοί περ</l><l n="554">ἐντρέπεται φίλον ἦτορ ἀνεψιοῦ κταμένοιο;</l><l n="555">οὐχ ὁράᾳς οἷον Δόλοπος περὶ τεύχεʼ ἕπουσιν;</l><l n="556">ἀλλʼ ἕπευ· οὐ γὰρ ἔτʼ ἔστιν ἀποσταδὸν Ἀργείοισι</l><l n="557">μάρνασθαι, πρίν γʼ ἠὲ κατακτάμεν ἠὲ κατʼ ἄκρης</l><l n="558">Ἴλιον αἰπεινὴν ἑλέειν κτάσθαι τε πολίτας.</l><milestone ed="p" n="559" unit="card"/></q><l n="559"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ὃ μὲν ἦρχʼ, ὃ δʼ ἅμʼ ἕσπετο ἰσόθεος φώς·</l><l n="560">Ἀργείους δʼ ὄτρυνε μέγας Τελαμώνιος Αἴας·</l><q><l n="561">ὦ φίλοι ἀνέρες ἔστε, καὶ αἰδῶ θέσθʼ ἐνὶ θυμῷ,</l><l n="562">ἀλλήλους τʼ αἰδεῖσθε κατὰ κρατερὰς ὑσμίνας.</l><l n="563">αἰδομένων δʼ ἀνδρῶν πλέονες σόοι ἠὲ πέφανται·</l><l n="564">φευγόντων δʼ οὔτʼ ἂρ κλέος ὄρνυται οὔτέ τις ἀλκή.</l></q><l n="565"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δὲ καὶ αὐτοὶ ἀλέξασθαι μενέαινον,</l><l n="566">ἐν θυμῷ δʼ ἐβάλοντο ἔπος, φράξαντο δὲ νῆας</l><l n="567">ἕρκεϊ χαλκείῳ· ἐπὶ δὲ Ζεὺς Τρῶας ἔγειρεν.</l><l n="568">Ἀντίλοχον δʼ ὄτρυνε βοὴν ἀγαθὸς Μενέλαος·</l><q><l n="569">Ἀντίλοχʼ οὔ τις σεῖο νεώτερος ἄλλος Ἀχαιῶν,</l><l n="570">οὔτε ποσὶν θάσσων οὔτʼ ἄλκιμος ὡς σὺ μάχεσθαι·</l><l n="571">εἴ τινά που Τρώων ἐξάλμενος ἄνδρα βάλοισθα.</l></q><l n="572"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ὃ μὲν αὖτις ἀπέσσυτο, τὸν δʼ ὀρόθυνεν·</l><l n="573">ἐκ δʼ ἔθορε προμάχων, καὶ ἀκόντισε δουρὶ φαεινῷ</l><l n="574">ἀμφὶ ἓ παπτήνας· ὑπὸ δὲ Τρῶες κεκάδοντο</l><l n="575">ἀνδρὸς ἀκοντίσσαντος· ὃ δʼ οὐχ ἅλιον βέλος ἧκεν,</l><l n="576">ἀλλʼ Ἱκετάονος υἱὸν ὑπέρθυμον Μελάνιππον</l><l n="577">νισόμενον πόλεμον δὲ βάλε στῆθος παρὰ μαζόν.</l><l n="578">δούπησεν δὲ πεσών, τὸν δὲ σκότος ὄσσε κάλυψεν.</l><l n="579">Ἀντίλοχος δʼ ἐπόρουσε κύων ὥς, ὅς τʼ ἐπὶ νεβρῷ</l><l n="580">βλημένῳ ἀΐξῃ, τόν τʼ ἐξ εὐνῆφι θορόντα</l><l n="581">θηρητὴρ ἐτύχησε βαλών, ὑπέλυσε δὲ γυῖα·</l><l n="582">ὣς ἐπὶ σοὶ Μελάνιππε θόρʼ Ἀντίλοχος μενεχάρμης</l><l n="583">τεύχεα συλήσων· ἀλλʼ οὐ λάθεν Ἕκτορα δῖον,</l><l n="584">ὅς ῥά οἱ ἀντίος ἦλθε θέων ἀνὰ δηϊοτῆτα.</l><l n="585">Ἀντίλοχος δʼ οὐ μεῖνε θοός περ ἐὼν πολεμιστής,</l><l n="586">ἀλλʼ ὅ γʼ ἄρʼ ἔτρεσε θηρὶ κακὸν ῥέξαντι ἐοικώς,</l><l n="587">ὅς τε κύνα κτείνας ἢ βουκόλον ἀμφὶ βόεσσι</l><l n="588">φεύγει πρίν περ ὅμιλον ἀολλισθήμεναι ἀνδρῶν·</l><l n="589">ὣς τρέσε Νεστορίδης, ἐπὶ δὲ Τρῶές τε καὶ Ἕκτωρ</l><l n="590">ἠχῇ θεσπεσίῃ βέλεα στονόεντα χέοντο·</l><l n="591">στῆ δὲ μεταστρεφθείς, ἐπεὶ ἵκετο ἔθνος ἑταίρων.</l><milestone ed="p" n="592" unit="card"/><l n="592"><milestone ed="P" unit="para"/>Τρῶες δὲ λείουσιν ἐοικότες ὠμοφάγοισι</l><l n="593">νηυσὶν ἐπεσσεύοντο, Διὸς δʼ ἐτέλειον ἐφετμάς,</l><l n="594">ὅ σφισιν αἰὲν ἔγειρε μένος μέγα, θέλγε δὲ θυμὸν</l><l n="595">Ἀργείων καὶ κῦδος ἀπαίνυτο, τοὺς δʼ ὀρόθυνεν.</l><l n="596">Ἕκτορι γάρ οἱ θυμὸς ἐβούλετο κῦδος ὀρέξαι</l><l n="597">Πριαμίδῃ, ἵνα νηυσὶ κορωνίσι θεσπιδαὲς πῦρ</l><l n="598">ἐμβάλοι ἀκάματον, Θέτιδος δʼ ἐξαίσιον ἀρὴν</l><l n="599">πᾶσαν ἐπικρήνειε· τὸ γὰρ μένε μητίετα Ζεὺς</l><l n="600">νηὸς καιομένης σέλας ὀφθαλμοῖσιν ἰδέσθαι.</l><l n="601">ἐκ γὰρ δὴ τοῦ μέλλε παλίωξιν παρὰ νηῶν</l><l n="602">θησέμεναι Τρώων, Δαναοῖσι δὲ κῦδος ὀρέξειν.</l><l n="603">τὰ φρονέων νήεσσιν ἔπι γλαφυρῇσιν ἔγειρεν</l><l n="604">Ἕκτορα Πριαμίδην μάλα περ μεμαῶτα καὶ αὐτόν.</l><l n="605">μαίνετο δʼ ὡς ὅτʼ Ἄρης ἐγχέσπαλος ἢ ὀλοὸν πῦρ</l><l n="606">οὔρεσι μαίνηται βαθέης ἐν τάρφεσιν ὕλης·</l><l n="607">ἀφλοισμὸς δὲ περὶ στόμα γίγνετο, τὼ δέ οἱ ὄσσε</l><l n="608">λαμπέσθην βλοσυρῇσιν ὑπʼ ὀφρύσιν, ἀμφὶ δὲ πήληξ</l><l n="609">σμερδαλέον κροτάφοισι τινάσσετο μαρναμένοιο</l><l n="610">Ἕκτορος· αὐτὸς γάρ οἱ ἀπʼ αἰθέρος ἦεν ἀμύντωρ</l><l n="611">Ζεύς, ὅς μιν πλεόνεσσι μετʼ ἀνδράσι μοῦνον ἐόντα</l><l n="612">τίμα καὶ κύδαινε. μινυνθάδιος γὰρ ἔμελλεν</l><l n="613">ἔσσεσθʼ· ἤδη γάρ οἱ ἐπόρνυε μόρσιμον ἦμαρ</l><l n="614">Παλλὰς Ἀθηναίη ὑπὸ Πηλεΐδαο βίηφιν.</l><l n="615">καί ῥʼ ἔθελεν ῥῆξαι στίχας ἀνδρῶν πειρητίζων,</l><l n="616">ᾗ δὴ πλεῖστον ὅμιλον ὅρα καὶ τεύχεʼ ἄριστα·</l><l n="617">ἀλλʼ οὐδʼ ὧς δύνατο ῥῆξαι μάλα περ μενεαίνων·</l><l n="618">ἴσχον γὰρ πυργηδὸν ἀρηρότες, ἠΰτε πέτρη</l><l n="619">ἠλίβατος μεγάλη πολιῆς ἁλὸς ἐγγὺς ἐοῦσα,</l><l n="620">ἥ τε μένει λιγέων ἀνέμων λαιψηρὰ κέλευθα</l><l n="621">κύματά τε τροφόεντα, τά τε προσερεύγεται αὐτήν·</l><l n="622">ὣς Δαναοὶ Τρῶας μένον ἔμπεδον οὐδὲ φέβοντο.</l><l n="623">αὐτὰρ ὃ λαμπόμενος πυρὶ πάντοθεν ἔνθορʼ ὁμίλῳ,</l><l n="624">ἐν δʼ ἔπεσʼ ὡς ὅτε κῦμα θοῇ ἐν νηῒ πέσῃσι</l><l n="625">λάβρον ὑπαὶ νεφέων ἀνεμοτρεφές· ἣ δέ τε πᾶσα</l><l n="626">ἄχνῃ ὑπεκρύφθη, ἀνέμοιο δὲ δεινὸς ἀήτη</l><l n="627">ἱστίῳ ἐμβρέμεται, τρομέουσι δέ τε φρένα ναῦται</l><l n="628">δειδιότες· τυτθὸν γὰρ ὑπʼ ἐκ θανάτοιο φέρονται·</l><l n="629">ὣς ἐδαΐζετο θυμὸς ἐνὶ στήθεσσιν Ἀχαιῶν.</l><l n="630">αὐτὰρ ὅ γʼ ὥς τε λέων ὀλοόφρων βουσὶν ἐπελθών,</l><l n="631">αἵ ῥά τʼ ἐν εἱαμενῇ ἕλεος μεγάλοιο νέμονται</l><l n="632">μυρίαι, ἐν δέ τε τῇσι νομεὺς οὔ πω σάφα εἰδὼς</l><l n="633">θηρὶ μαχέσσασθαι ἕλικος βοὸς ἀμφὶ φονῇσιν·</l><l n="634">ἤτοι ὃ μὲν πρώτῃσι καὶ ὑστατίῃσι βόεσσιν</l><l n="635">αἰὲν ὁμοστιχάει, ὃ δέ τʼ ἐν μέσσῃσιν ὀρούσας</l><l n="636">βοῦν ἔδει, αἳ δέ τε πᾶσαι ὑπέτρεσαν· ὣς τότʼ Ἀχαιοὶ</l><l n="637">θεσπεσίως ἐφόβηθεν ὑφʼ Ἕκτορι καὶ Διὶ πατρὶ</l><l n="638">πάντες, ὃ δʼ οἶον ἔπεφνε Μυκηναῖον Περιφήτην,</l><l n="639">Κοπρῆος φίλον υἱόν, ὃς Εὐρυσθῆος ἄνακτος</l><l n="640">ἀγγελίης οἴχνεσκε βίῃ Ἡρακληείῃ.</l><l n="641">τοῦ γένετʼ ἐκ πατρὸς πολὺ χείρονος υἱὸς ἀμείνων</l><l n="642">παντοίας ἀρετάς, ἠμὲν πόδας ἠδὲ μάχεσθαι,</l><l n="643">καὶ νόον ἐν πρώτοισι Μυκηναίων ἐτέτυκτο·</l><l n="644">ὅς ῥα τόθʼ Ἕκτορι κῦδος ὑπέρτερον ἐγγυάλιξε.</l><l n="645">στρεφθεὶς γὰρ μετόπισθεν ἐν ἀσπίδος ἄντυγι πάλτο,</l><l n="646">τὴν αὐτὸς φορέεσκε ποδηνεκέʼ ἕρκος ἀκόντων·</l><l n="647">τῇ ὅ γʼ ἐνὶ βλαφθεὶς πέσεν ὕπτιος, ἀμφὶ δὲ πήληξ</l><l n="648">σμερδαλέον κονάβησε περὶ κροτάφοισι πεσόντος.</l><l n="649">Ἕκτωρ δʼ ὀξὺ νόησε, θέων δέ οἱ ἄγχι παρέστη,</l><l n="650">στήθεϊ δʼ ἐν δόρυ πῆξε, φίλων δέ μιν ἐγγὺς ἑταίρων</l><l n="651">κτεῖνʼ· οἳ δʼ οὐκ ἐδύναντο καὶ ἀχνύμενοί περ ἑταίρου</l><l n="652">χραισμεῖν· αὐτοὶ γὰρ μάλα δείδισαν Ἕκτορα δῖον.</l><milestone ed="p" n="653" unit="card"/><l n="653"><milestone ed="P" unit="para"/>εἰσωποὶ δʼ ἐγένοντο νεῶν, περὶ δʼ ἔσχεθον ἄκραι</l><l n="654">νῆες ὅσαι πρῶται εἰρύατο· τοὶ δʼ ἐπέχυντο.</l><l n="655">Ἀργεῖοι δὲ νεῶν μὲν ἐχώρησαν καὶ ἀνάγκῃ</l><l n="656">τῶν πρωτέων, αὐτοῦ δὲ παρὰ κλισίῃσιν ἔμειναν</l><l n="657">ἁθρόοι, οὐδὲ κέδασθεν ἀνὰ στρατόν· ἴσχε γὰρ αἰδὼς</l><l n="658">καὶ δέος· ἀζηχὲς γὰρ ὁμόκλεον ἀλλήλοισι.</l><l n="659">Νέστωρ αὖτε μάλιστα Γερήνιος οὖρος Ἀχαιῶν</l><l n="660">λίσσεθʼ ὑπὲρ τοκέων γουνούμενος ἄνδρα ἕκαστον·</l><q><l n="661">ὦ φίλοι ἀνέρες ἔστε καὶ αἰδῶ θέσθʼ ἐνὶ θυμῷ</l><l n="662">ἄλλων ἀνθρώπων, ἐπὶ δὲ μνήσασθε ἕκαστος</l><l n="663">παίδων ἠδʼ ἀλόχων καὶ κτήσιος ἠδὲ τοκήων,</l><l n="664">ἠμὲν ὅτεῳ ζώουσι καὶ ᾧ κατατεθνήκασι·</l><l n="665">τῶν ὕπερ ἐνθάδʼ ἐγὼ γουνάζομαι οὐ παρεόντων</l><l n="666">ἑστάμεναι κρατερῶς, μὴ δὲ τρωπᾶσθε φόβον δέ.</l></q><l n="667"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.</l><l n="668">τοῖσι δʼ ἀπʼ ὀφθαλμῶν νέφος ἀχλύος ὦσεν Ἀθήνη</l><l n="669">θεσπέσιον· μάλα δέ σφι φόως γένετʼ ἀμφοτέρωθεν</l><l n="670">ἠμὲν πρὸς νηῶν καὶ ὁμοιΐου πολέμοιο.</l><l n="671">Ἕκτορα δὲ φράσσαντο βοὴν ἀγαθὸν καὶ ἑταίρους,</l><l n="672">ἠμὲν ὅσοι μετόπισθεν ἀφέστασαν οὐδὲ μάχοντο,</l><l n="673">ἠδʼ ὅσσοι παρὰ νηυσὶ μάχην ἐμάχοντο θοῇσιν.</l><l n="674"><milestone ed="P" unit="para"/>οὐδʼ ἄρʼ ἔτʼ Αἴαντι μεγαλήτορι ἥνδανε θυμῷ</l><l n="675">ἑστάμεν ἔνθά περ ἄλλοι ἀφέστασαν υἷες Ἀχαιῶν·</l><l n="676">ἀλλʼ ὅ γε νηῶν ἴκριʼ ἐπῴχετο μακρὰ βιβάσθων,</l><l n="677">νώμα δὲ ξυστὸν μέγα ναύμαχον ἐν παλάμῃσι</l><l n="678">κολλητὸν βλήτροισι δυωκαιεικοσίπηχυ.</l><l n="679">ὡς δʼ ὅτʼ ἀνὴρ ἵπποισι κελητίζειν ἐῢ εἰδώς,</l><l n="680">ὅς τʼ ἐπεὶ ἐκ πολέων πίσυρας συναείρεται ἵππους,</l><l n="681">σεύας ἐκ πεδίοιο μέγα προτὶ ἄστυ δίηται</l><l n="682">λαοφόρον καθʼ ὁδόν· πολέες τέ ἑ θηήσαντο</l><l n="683">ἀνέρες ἠδὲ γυναῖκες· ὃ δʼ ἔμπεδον ἀσφαλὲς αἰεὶ</l><l n="684">θρῴσκων ἄλλοτʼ ἐπʼ ἄλλον ἀμείβεται, οἳ δὲ πέτονται·</l><l n="685">ὣς Αἴας ἐπὶ πολλὰ θοάων ἴκρια νηῶν</l><l n="686">φοίτα μακρὰ βιβάς, φωνὴ δέ οἱ αἰθέρʼ ἵκανεν,</l><l n="687">αἰεὶ δὲ σμερδνὸν βοόων Δαναοῖσι κέλευε</l><l n="688">νηυσί τε καὶ κλισίῃσιν ἀμυνέμεν. οὐδὲ μὲν Ἕκτωρ</l><l n="689">μίμνεν ἐνὶ Τρώων ὁμάδῳ πύκα θωρηκτάων·</l><l n="690">ἀλλʼ ὥς τʼ ὀρνίθων πετεηνῶν αἰετὸς αἴθων</l><l n="691">ἔθνος ἐφορμᾶται ποταμὸν πάρα βοσκομενάων</l><l n="692">χηνῶν ἢ γεράνων ἢ κύκνων δουλιχοδείρων,</l><l n="693">ὣς Ἕκτωρ ἴθυσε νεὸς κυανοπρῴροιο</l><l n="694">ἀντίος ἀΐξας· τὸν δὲ Ζεὺς ὦσεν ὄπισθε</l><l n="695">χειρὶ μάλα μεγάλῃ, ὄτρυνε δὲ λαὸν ἅμʼ αὐτῷ.</l><milestone ed="p" n="696" unit="card"/><l n="696"><milestone ed="P" unit="para"/>αὖτις δὲ δριμεῖα μάχη παρὰ νηυσὶν ἐτύχθη·</l><l n="697">φαίης κʼ ἀκμῆτας καὶ ἀτειρέας ἀλλήλοισιν</l><l n="698">ἄντεσθʼ ἐν πολέμῳ, ὡς ἐσσυμένως ἐμάχοντο.</l><l n="699">τοῖσι δὲ μαρναμένοισιν ὅδʼ ἦν νόος· ἤτοι Ἀχαιοὶ</l><l n="700">οὐκ ἔφασαν φεύξεσθαι ὑπʼ ἐκ κακοῦ, ἀλλʼ ὀλέεσθαι,</l><l n="701">Τρωσὶν δʼ ἔλπετο θυμὸς ἐνὶ στήθεσσιν ἑκάστου</l><l n="702">νῆας ἐνιπρήσειν κτενέειν θʼ ἥρωας Ἀχαιούς.</l><l n="703">οἳ μὲν τὰ φρονέοντες ἐφέστασαν ἀλλήλοισιν·</l><l n="704">Ἕκτωρ δὲ πρυμνῆς νεὸς ἥψατο ποντοπόροιο</l><l n="705">καλῆς ὠκυάλου, ἣ Πρωτεσίλαον ἔνεικεν</l><l n="706">ἐς Τροίην, οὐδʼ αὖτις ἀπήγαγε πατρίδα γαῖαν.</l><l n="707">τοῦ περ δὴ περὶ νηὸς Ἀχαιοί τε Τρῶές τε</l><l n="708">δῄουν ἀλλήλους αὐτοσχεδόν· οὐδʼ ἄρα τοί γε</l><l n="709">τόξων ἀϊκὰς ἀμφὶς μένον οὐδʼ ἔτʼ ἀκόντων,</l><l n="710">ἀλλʼ οἵ γʼ ἐγγύθεν ἱστάμενοι ἕνα θυμὸν ἔχοντες</l><l n="711">ὀξέσι δὴ πελέκεσσι καὶ ἀξίνῃσι μάχοντο</l><l n="712">καὶ ξίφεσιν μεγάλοισι καὶ ἔγχεσιν ἀμφιγύοισι.</l><l n="713">πολλὰ δὲ φάσγανα καλὰ μελάνδετα κωπήεντα</l><l n="714">ἄλλα μὲν ἐκ χειρῶν χαμάδις πέσον, ἄλλα δʼ ἀπʼ ὤμων</l><l n="715">ἀνδρῶν μαρναμένων· ῥέε δʼ αἵματι γαῖα μέλαινα.</l><l n="716">Ἕκτωρ δὲ πρύμνηθεν ἐπεὶ λάβεν οὐχὶ μεθίει</l><l n="717">ἄφλαστον μετὰ χερσὶν ἔχων, Τρωσὶν δὲ κέλευεν·</l><q><l n="718">οἴσετε πῦρ, ἅμα δʼ αὐτοὶ ἀολλέες ὄρνυτʼ ἀϋτήν·</l><l n="719">νῦν ἡμῖν πάντων Ζεὺς ἄξιον ἦμαρ ἔδωκε</l><l n="720">νῆας ἑλεῖν, αἳ δεῦρο θεῶν ἀέκητι μολοῦσαι</l><l n="721">ἡμῖν πήματα πολλὰ θέσαν, κακότητι γερόντων,</l><l n="722">οἵ μʼ ἐθέλοντα μάχεσθαι ἐπὶ πρυμνῇσι νέεσσιν</l><l n="723">αὐτόν τʼ ἰσχανάασκον ἐρητύοντό τε λαόν·</l><l n="724">ἀλλʼ εἰ δή ῥα τότε βλάπτε φρένας εὐρύοπα Ζεὺς</l><l n="725">ἡμετέρας, νῦν αὐτὸς ἐποτρύνει καὶ ἀνώγει.</l></q><l n="726"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα μᾶλλον ἐπʼ Ἀργείοισιν ὄρουσαν.</l><l n="727">Αἴας δʼ οὐκέτʼ ἔμιμνε· βιάζετο γὰρ βελέεσσιν·</l><l n="728">ἀλλʼ ἀνεχάζετο τυτθόν, ὀϊόμενος θανέεσθαι</l><l n="729">θρῆνυν ἐφʼ ἑπταπόδην, λίπε δʼ ἴκρια νηὸς ἐΐσης.</l><l n="730">ἔνθʼ ἄρʼ ὅ γʼ ἑστήκει δεδοκημένος, ἔγχεϊ δʼ αἰεὶ</l><l n="731">Τρῶας ἄμυνε νεῶν, ὅς τις φέροι ἀκάματον πῦρ·</l><l n="732">αἰεὶ δὲ σμερδνὸν βοόων Δαναοῖσι κέλευε·</l><q><l n="733">ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος</l><l n="734">ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς.</l><l n="735">ἠέ τινάς φαμεν εἶναι ἀοσσητῆρας ὀπίσσω,</l><l n="736">ἦέ τι τεῖχος ἄρειον, ὅ κʼ ἀνδράσι λοιγὸν ἀμύναι;</l><l n="737">οὐ μέν τι σχεδόν ἐστι πόλις πύργοις ἀραρυῖα,</l><l n="738">ᾗ κʼ ἀπαμυναίμεσθʼ ἑτεραλκέα δῆμον ἔχοντες·</l><l n="739">ἀλλʼ ἐν γὰρ Τρώων πεδίῳ πύκα θωρηκτάων</l><l n="740">πόντῳ κεκλιμένοι ἑκὰς ἥμεθα πατρίδος αἴης·</l><l n="741">τὼ ἐν χερσὶ φόως, οὐ μειλιχίῃ πολέμοιο.</l></q><l n="742"><milestone ed="P" unit="para"/>ἦ, καὶ μαιμώων ἔφεπʼ ἔγχεϊ ὀξυόεντι.</l><l n="743">ὅς τις δὲ Τρώων κοίλῃς ἐπὶ νηυσὶ φέροιτο</l><l n="744">σὺν πυρὶ κηλείῳ, χάριν Ἕκτορος ὀτρύναντος,</l><l n="745">τὸν δʼ Αἴας οὔτασκε δεδεγμένος ἔγχεϊ μακρῷ·</l><l n="746">δώδεκα δὲ προπάροιθε νεῶν αὐτοσχεδὸν οὖτα.</l></div><div type="textpart" subtype="Book" n="16"><milestone ed="p" n="1" unit="card"/><l n="1"><milestone ed="P" unit="para"/>ὣς οἳ μὲν περὶ νηὸς ἐϋσσέλμοιο μάχοντο·</l><l n="2">Πάτροκλος δʼ Ἀχιλῆϊ παρίστατο ποιμένι λαῶν</l><l n="3">δάκρυα θερμὰ χέων ὥς τε κρήνη μελάνυδρος,</l><l n="4">ἥ τε κατʼ αἰγίλιπος πέτρης δνοφερὸν χέει ὕδωρ.</l><l n="5">τὸν δὲ ἰδὼν ᾤκτιρε ποδάρκης δῖος Ἀχιλλεύς,</l><l n="6">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="7">τίπτε δεδάκρυσαι Πατρόκλεες, ἠΰτε κούρη</l><l n="8">νηπίη, ἥ θʼ ἅμα μητρὶ θέουσʼ ἀνελέσθαι ἀνώγει</l><l n="9">εἱανοῦ ἁπτομένη, καί τʼ ἐσσυμένην κατερύκει,</l><l n="10">δακρυόεσσα δέ μιν ποτιδέρκεται, ὄφρʼ ἀνέληται·</l><l n="11">τῇ ἴκελος Πάτροκλε τέρεν κατὰ δάκρυον εἴβεις.</l><l n="12">ἠέ τι Μυρμιδόνεσσι πιφαύσκεαι, ἢ ἐμοὶ αὐτῷ,</l><l n="13">ἦέ τινʼ ἀγγελίην Φθίης ἐξέκλυες οἶος;</l><l n="14">ζώειν μὰν ἔτι φασὶ Μενοίτιον Ἄκτορος υἱόν,</l><l n="15">ζώει δʼ Αἰακίδης Πηλεὺς μετὰ Μυρμιδόνεσσι;</l><l n="16">τῶν κε μάλʼ ἀμφοτέρων ἀκαχοίμεθα τεθνηώτων.</l><l n="17">ἦε σύ γʼ Ἀργείων ὀλοφύρεαι, ὡς ὀλέκονται</l><l n="18">νηυσὶν ἔπι γλαφυρῇσιν ὑπερβασίης ἕνεκα σφῆς;</l><l n="19">ἐξαύδα, μὴ κεῦθε νόῳ, ἵνα εἴδομεν ἄμφω.</l></q><l n="20"><milestone ed="P" unit="para"/>τὸν δὲ βαρὺ στενάχων προσέφης Πατρόκλεες ἱππεῦ·</l><q><l n="21">ὦ Ἀχιλεῦ Πηλῆος υἱὲ μέγα φέρτατʼ Ἀχαιῶν</l><l n="22">μὴ νεμέσα· τοῖον γὰρ ἄχος βεβίηκεν Ἀχαιούς.</l><l n="23">οἳ μὲν γὰρ δὴ πάντες, ὅσοι πάρος ἦσαν ἄριστοι,</l><l n="24">ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε.</l><l n="25">βέβληται μὲν ὃ Τυδεΐδης κρατερὸς Διομήδης,</l><l n="26">οὔτασται δʼ Ὀδυσεὺς δουρικλυτὸς ἠδʼ Ἀγαμέμνων,</l><l n="27">βέβληται δὲ καὶ Εὐρύπυλος κατὰ μηρὸν ὀϊστῷ.</l><l n="28">τοὺς μέν τʼ ἰητροὶ πολυφάρμακοι ἀμφιπένονται</l><l n="29">ἕλκεʼ ἀκειόμενοι· σὺ δʼ ἀμήχανος ἔπλευ Ἀχιλλεῦ.</l><l n="30">μὴ ἐμέ γʼ οὖν οὗτός γε λάβοι χόλος, ὃν σὺ φυλάσσεις</l><l n="31">αἰναρέτη· τί σευ ἄλλος ὀνήσεται ὀψίγονός περ</l><l n="32">αἴ κε μὴ Ἀργείοισιν ἀεικέα λοιγὸν ἀμύνῃς;</l><l n="33">νηλεές, οὐκ ἄρα σοί γε πατὴρ ἦν ἱππότα Πηλεύς,</l><l n="34">οὐδὲ Θέτις μήτηρ· γλαυκὴ δέ σε τίκτε θάλασσα</l><l n="35">πέτραι τʼ ἠλίβατοι, ὅτι τοι νόος ἐστὶν ἀπηνής.</l><l n="36">εἰ δέ τινα φρεσὶ σῇσι θεοπροπίην ἀλεείνεις</l><l n="37">καί τινά τοι πὰρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ,</l><l n="38">ἀλλʼ ἐμέ περ πρόες ὦχʼ, ἃμα δʼ ἄλλον λαὸν ὄπασσον</l><l n="39">Μυρμιδόνων, ἤν πού τι φόως Δαναοῖσι γένωμαι.</l><l n="40">δὸς δέ μοι ὤμοιιν τὰ σὰ τεύχεα θωρηχθῆναι,</l><l n="41">αἴ κʼ ἐμὲ σοὶ ἴσκοντες ἀπόσχωνται πολέμοιο</l><l n="42">Τρῶες, ἀναπνεύσωσι δʼ Ἀρήϊοι υἷες Ἀχαιῶν</l><l n="43">τειρόμενοι· ὀλίγη δέ τʼ ἀνάπνευσις πολέμοιο.</l><l n="44">ῥεῖα δέ κʼ ἀκμῆτες κεκμηότας ἄνδρας ἀϋτῇ</l><l n="45">ὤσαιμεν προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων.</l><milestone ed="p" n="46" unit="card"/></q><l n="46"><milestone ed="P" unit="para"/>ὣς φάτο λισσόμενος μέγα νήπιος· ἦ γὰρ ἔμελλεν</l><l n="47">οἷ αὐτῷ θάνατόν τε κακὸν καὶ κῆρα λιτέσθαι.</l><l n="48">τὸν δὲ μέγʼ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·</l><q><l n="49">ὤ μοι διογενὲς Πατρόκλεες οἷον ἔειπες·</l><l n="50">οὔτε θεοπροπίης ἐμπάζομαι ἥν τινα οἶδα,</l><l n="51">οὔτέ τί μοι πὰρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ·</l><l n="52">ἀλλὰ τόδʼ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει,</l><l n="53">ὁππότε δὴ τὸν ὁμοῖον ἀνὴρ ἐθέλῃσιν ἀμέρσαι</l><l n="54">καὶ γέρας ἂψ ἀφελέσθαι, ὅ τε κράτεϊ προβεβήκῃ·</l><l n="55">αἰνὸν ἄχος τό μοί ἐστιν, ἐπεὶ πάθον ἄλγεα θυμῷ.</l><l n="56">κούρην ἣν ἄρα μοι γέρας ἔξελον υἷες Ἀχαιῶν,</l><l n="57">δουρὶ δʼ ἐμῷ κτεάτισσα πόλιν εὐτείχεα πέρσας,</l><l n="58">τὴν ἂψ ἐκ χειρῶν ἕλετο κρείων Ἀγαμέμνων</l><l n="59">Ἀτρεΐδης ὡς εἴ τινʼ ἀτίμητον μετανάστην.</l><l n="60">ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν· οὐδʼ ἄρα πως ἦν</l><l n="61">ἀσπερχὲς κεχολῶσθαι ἐνὶ φρεσίν· ἤτοι ἔφην γε</l><l n="62">οὐ πρὶν μηνιθμὸν καταπαυσέμεν, ἀλλʼ ὁπότʼ ἂν δὴ</l><l n="63">νῆας ἐμὰς ἀφίκηται ἀϋτή τε πτόλεμός τε.</l><l n="64">τύνη δʼ ὤμοιιν μὲν ἐμὰ κλυτὰ τεύχεα δῦθι,</l><l n="65">ἄρχε δὲ Μυρμιδόνεσσι φιλοπτολέμοισι μάχεσθαι,</l><l n="66">εἰ δὴ κυάνεον Τρώων νέφος ἀμφιβέβηκε</l><l n="67">νηυσὶν ἐπικρατέως, οἳ δὲ ῥηγμῖνι θαλάσσης</l><l n="68">κεκλίαται, χώρης ὀλίγην ἔτι μοῖραν ἔχοντες</l><l n="69">Ἀργεῖοι, Τρώων δὲ πόλις ἐπὶ πᾶσα βέβηκε</l><l n="70">θάρσυνος· οὐ γὰρ ἐμῆς κόρυθος λεύσσουσι μέτωπον</l><l n="71">ἐγγύθι λαμπομένης· τάχα κεν φεύγοντες ἐναύλους</l><l n="72">πλήσειαν νεκύων, εἴ μοι κρείων Ἀγαμέμνων</l><l n="73">ἤπια εἰδείη· νῦν δὲ στρατὸν ἀμφιμάχονται.</l><milestone ed="p" n="74" unit="card"/><l n="74">οὐ γὰρ Τυδεΐδεω Διομήδεος ἐν παλάμῃσι</l><l n="75">μαίνεται ἐγχείη Δαναῶν ἀπὸ λοιγὸν ἀμῦναι·</l><l n="76">οὐδέ πω Ἀτρεΐδεω ὀπὸς ἔκλυον αὐδήσαντος</l><l n="77">ἐχθρῆς ἐκ κεφαλῆς· ἀλλʼ Ἕκτορος ἀνδροφόνοιο</l><l n="78">Τρωσὶ κελεύοντος περιάγνυται, οἳ δʼ ἀλαλητῷ</l><l n="79">πᾶν πεδίον κατέχουσι μάχῃ νικῶντες Ἀχαιούς.</l><l n="80">ἀλλὰ καὶ ὧς Πάτροκλε νεῶν ἄπο λοιγὸν ἀμύνων</l><l n="81">ἔμπεσʼ ἐπικρατέως, μὴ δὴ πυρὸς αἰθομένοιο</l><l n="82">νῆας ἐνιπρήσωσι, φίλον δʼ ἀπὸ νόστον ἕλωνται.</l><l n="83">πείθεο δʼ ὥς τοι ἐγὼ μύθου τέλος ἐν φρεσὶ θείω,</l><l n="84">ὡς ἄν μοι τιμὴν μεγάλην καὶ κῦδος ἄρηαι</l><l n="85">πρὸς πάντων Δαναῶν, ἀτὰρ οἳ περικαλλέα κούρην</l><l n="86">ἂψ ἀπονάσσωσιν, ποτὶ δʼ ἀγλαὰ δῶρα πόρωσιν.</l><l n="87">ἐκ νηῶν ἐλάσας ἰέναι πάλιν· εἰ δέ κεν αὖ τοι</l><l n="88">δώῃ κῦδος ἀρέσθαι ἐρίγδουπος πόσις Ἥρης,</l><l n="89">μὴ σύ γʼ ἄνευθεν ἐμεῖο λιλαίεσθαι πολεμίζειν</l><l n="90">Τρωσὶ φιλοπτολέμοισιν· ἀτιμότερον δέ με θήσεις·</l><l n="91">μὴ δʼ ἐπαγαλλόμενος πολέμῳ καὶ δηϊοτῆτι</l><l n="92">Τρῶας ἐναιρόμενος προτὶ Ἴλιον ἡγεμονεύειν,</l><l n="93">μή τις ἀπʼ Οὐλύμποιο θεῶν αἰειγενετάων</l><l n="94">ἐμβήῃ· μάλα τούς γε φιλεῖ ἑκάεργος Ἀπόλλων·</l><l n="95">ἀλλὰ πάλιν τρωπᾶσθαι, ἐπὴν φάος ἐν νήεσσι</l><l n="96">θήῃς, τοὺς δʼ ἔτʼ ἐᾶν πεδίον κάτα δηριάασθαι.</l><l n="97">αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον</l><l n="98">μήτέ τις οὖν Τρώων θάνατον φύγοι ὅσσοι ἔασι,</l><l n="99">μήτέ τις Ἀργείων, νῶϊν δʼ ἐκδῦμεν ὄλεθρον,</l><l n="100">ὄφρʼ οἶοι Τροίης ἱερὰ κρήδεμνα λύωμεν.</l></q><l n="101"><milestone ed="P" unit="para"/>ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,</l><l n="102">Αἴας δʼ οὐκ ἔτʼ ἔμιμνε· βιάζετο γὰρ βελέεσσι·</l><l n="103">δάμνα μιν Ζηνός τε νόος καὶ Τρῶες ἀγαυοὶ</l><l n="104">βάλλοντες· δεινὴν δὲ περὶ κροτάφοισι φαεινὴ</l><l n="105">πήληξ βαλλομένη καναχὴν ἔχε, βάλλετο δʼ αἰεὶ</l><l n="106">κὰπ φάλαρʼ εὐποίηθʼ· ὃ δʼ ἀριστερὸν ὦμον ἔκαμνεν</l><l n="107">ἔμπεδον αἰὲν ἔχων σάκος αἰόλον· οὐδὲ δύναντο</l><l n="108">ἀμφʼ αὐτῷ πελεμίξαι ἐρείδοντες βελέεσσιν.</l><l n="109">αἰεὶ δʼ ἀργαλέῳ ἔχετʼ ἄσθματι, κὰδ δέ οἱ ἱδρὼς</l><l n="110">πάντοθεν ἐκ μελέων πολὺς ἔρρεεν, οὐδέ πῃ εἶχεν</l><l n="111">ἀμπνεῦσαι· πάντῃ δὲ κακὸν κακῷ ἐστήρικτο.</l><milestone ed="p" n="112" unit="card"/><l n="112"><milestone ed="P" unit="para"/>ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματʼ ἔχουσαι,</l><l n="113">ὅππως δὴ πρῶτον πῦρ ἔμπεσε νηυσὶν Ἀχαιῶν.</l><l n="114"><milestone ed="P" unit="para"/>Ἕκτωρ Αἴαντος δόρυ μείλινον ἄγχι παραστὰς</l><l n="115">πλῆξʼ ἄορι μεγάλῳ αἰχμῆς παρὰ καυλὸν ὄπισθεν,</l><l n="116">ἀντικρὺ δʼ ἀπάραξε· τὸ μὲν Τελαμώνιος Αἴας</l><l n="117">πῆλʼ αὔτως ἐν χειρὶ κόλον δόρυ, τῆλε δʼ ἀπʼ αὐτοῦ</l><l n="118">αἰχμὴ χαλκείη χαμάδις βόμβησε πεσοῦσα.</l><l n="119">γνῶ δʼ Αἴας κατὰ θυμὸν ἀμύμονα ῥίγησέν τε</l><l n="120">ἔργα θεῶν, ὅ ῥα πάγχυ μάχης ἐπὶ μήδεα κεῖρε</l><l n="121">Ζεὺς ὑψιβρεμέτης, Τρώεσσι δὲ βούλετο νίκην·</l><l n="122">χάζετο δʼ ἐκ βελέων. τοὶ δʼ ἔμβαλον ἀκάματον πῦρ</l><l n="123">νηῒ θοῇ· τῆς δʼ αἶψα κατʼ ἀσβέστη κέχυτο φλόξ.</l><l n="124">ὣς τὴν μὲν πρυμνὴν πῦρ ἄμφεπεν· αὐτὰρ Ἀχιλλεὺς</l><l n="125">μηρὼ πληξάμενος Πατροκλῆα προσέειπεν·</l><q><l n="126">ὄρσεο διογενὲς Πατρόκλεες ἱπποκέλευθε·</l><l n="127">λεύσσω δὴ παρὰ νηυσὶ πυρὸς δηΐοιο ἰωήν·</l><l n="128">μὴ δὴ νῆας ἕλωσι καὶ οὐκέτι φυκτὰ πέλωνται·</l><l n="129">δύσεο τεύχεα θᾶσσον, ἐγὼ δέ κε λαὸν ἀγείρω.</l></q><l n="130"><milestone ed="P" unit="para"/>ὣς φάτο, Πάτροκλος δὲ κορύσσετο νώροπι χαλκῷ.</l><l n="131">κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε</l><l n="132">καλάς, ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας·</l><l n="133">δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνε</l><l n="134">ποικίλον ἀστερόεντα ποδώκεος Αἰακίδαο.</l><l n="135">ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον</l><l n="136">χάλκεον, αὐτὰρ ἔπειτα σάκος μέγα τε στιβαρόν τε·</l><l n="137">κρατὶ δʼ ἐπʼ ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν</l><l n="138">ἵππουριν· δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν.</l><l n="139">εἵλετο δʼ ἄλκιμα δοῦρε, τά οἱ παλάμηφιν ἀρήρει.</l><l n="140">ἔγχος δʼ οὐχ ἕλετʼ οἶον ἀμύμονος Αἰακίδαο</l><l n="141">βριθὺ μέγα στιβαρόν· τὸ μὲν οὐ δύνατʼ ἄλλος Ἀχαιῶν</l><l n="142">πάλλειν, ἀλλά μιν οἶος ἐπίστατο πῆλαι Ἀχιλλεὺς</l><l n="143">Πηλιάδα μελίην, τὴν πατρὶ φίλῳ πόρε Χείρων</l><l n="144">Πηλίου ἐκ κορυφῆς, φόνον ἔμμεναι ἡρώεσσιν.</l><l n="145">ἵππους δʼ Αὐτομέδοντα θοῶς ζευγνῦμεν ἄνωγε,</l><l n="146">τὸν μετʼ Ἀχιλλῆα ῥηξήνορα τῖε μάλιστα,</l><l n="147">πιστότατος δέ οἱ ἔσκε μάχῃ ἔνι μεῖναι ὁμοκλήν.</l><l n="148">τῷ δὲ καὶ Αὐτομέδων ὕπαγε ζυγὸν ὠκέας ἵππους</l><l n="149">Ξάνθον καὶ Βαλίον, τὼ ἅμα πνοιῇσι πετέσθην,</l><l n="150">τοὺς ἔτεκε Ζεφύρῳ ἀνέμῳ Ἅρπυια Ποδάργη</l><l n="151">βοσκομένη λειμῶνι παρὰ ῥόον Ὠκεανοῖο.</l><l n="152">ἐν δὲ παρηορίῃσιν ἀμύμονα Πήδασον ἵει,</l><l n="153">τόν ῥά ποτʼ Ἠετίωνος ἑλὼν πόλιν ἤγαγʼ Ἀχιλλεύς,</l><l n="154">ὃς καὶ θνητὸς ἐὼν ἕπεθʼ ἵπποις ἀθανάτοισι.</l><milestone ed="p" n="155" unit="card"/><l n="155"><milestone ed="P" unit="para"/>Μυρμιδόνας δʼ ἄρʼ ἐποιχόμενος θώρηξεν Ἀχιλλεὺς</l><l n="156">πάντας ἀνὰ κλισίας σὺν τεύχεσιν· οἳ δὲ λύκοι ὣς</l><l n="157">ὠμοφάγοι, τοῖσίν τε περὶ φρεσὶν ἄσπετος ἀλκή,</l><l n="158">οἵ τʼ ἔλαφον κεραὸν μέγαν οὔρεσι δῃώσαντες</l><l n="159">δάπτουσιν· πᾶσιν δὲ παρήϊον αἵματι φοινόν·</l><l n="160">καί τʼ ἀγεληδὸν ἴασιν ἀπὸ κρήνης μελανύδρου</l><l n="161">λάψοντες γλώσσῃσιν ἀραιῇσιν μέλαν ὕδωρ</l><l n="162">ἄκρον ἐρευγόμενοι φόνον αἵματος· ἐν δέ τε θυμὸς</l><l n="163">στήθεσιν ἄτρομός ἐστι, περιστένεται δέ τε γαστήρ·</l><l n="164">τοῖοι Μυρμιδόνων ἡγήτορες ἠδὲ μέδοντες</l><l n="165">ἀμφʼ ἀγαθὸν θεράποντα ποδώκεος Αἰακίδαο</l><l n="166">ῥώοντʼ· ἐν δʼ ἄρα τοῖσιν ἀρήϊος ἵστατʼ Ἀχιλλεύς,</l><l n="167">ὀτρύνων ἵππους τε καὶ ἀνέρας ἀσπιδιώτας.</l><l n="168"><milestone ed="P" unit="para"/>πεντήκοντʼ ἦσαν νῆες θοαί, ᾗσιν Ἀχιλλεὺς</l><l n="169">ἐς Τροίην ἡγεῖτο Διῒ φίλος· ἐν δὲ ἑκάστῃ</l><l n="170">πεντήκοντʼ ἔσαν ἄνδρες ἐπὶ κληῗσιν ἑταῖροι·</l><l n="171">πέντε δʼ ἄρʼ ἡγεμόνας ποιήσατο τοῖς ἐπεποίθει</l><l n="172">σημαίνειν· αὐτὸς δὲ μέγα κρατέων ἤνασσε.</l><l n="173">τῆς μὲν ἰῆς στιχὸς ἦρχε Μενέσθιος αἰολοθώρηξ</l><l n="174">υἱὸς Σπερχειοῖο διιπετέος ποταμοῖο·</l><l n="175">ὃν τέκε Πηλῆος θυγάτηρ καλὴ Πολυδώρη</l><l n="176">Σπερχειῷ ἀκάμαντι γυνὴ θεῷ εὐνηθεῖσα,</l><l n="177">αὐτὰρ ἐπίκλησιν Βώρῳ Περιήρεος υἷι,</l><l n="178">ὅς ῥʼ ἀναφανδὸν ὄπυιε πορὼν ἀπερείσια ἕδνα.</l><l n="179">τῆς δʼ ἑτέρης Εὔδωρος ἀρήϊος ἡγεμόνευε</l><l n="180">παρθένιος, τὸν ἔτικτε χορῷ καλὴ Πολυμήλη</l><l n="181">Φύλαντος θυγάτηρ· τῆς δὲ κρατὺς ἀργεϊφόντης</l><l n="182">ἠράσατʼ, ὀφθαλμοῖσιν ἰδὼν μετὰ μελπομένῃσιν</l><l n="183">ἐν χορῷ Ἀρτέμιδος χρυσηλακάτου κελαδεινῆς.</l><l n="184">αὐτίκα δʼ εἰς ὑπερῷʼ ἀναβὰς παρελέξατο λάθρῃ</l><l n="185">Ἑρμείας ἀκάκητα, πόρεν δέ οἱ ἀγλαὸν υἱὸν</l><l n="186">Εὔδωρον πέρι μὲν θείειν ταχὺν ἠδὲ μαχητήν.</l><l n="187">αὐτὰρ ἐπεὶ δὴ τόν γε μογοστόκος Εἰλείθυια</l><l n="188">ἐξάγαγε πρὸ φόως δὲ καὶ ἠελίου ἴδεν αὐγάς,</l><l n="189">τὴν μὲν Ἐχεκλῆος κρατερὸν μένος Ἀκτορίδαο</l><l n="190">ἠγάγετο πρὸς δώματʼ, ἐπεὶ πόρε μυρία ἕδνα,</l><l n="191">τὸν δʼ ὃ γέρων Φύλας εὖ ἔτρεφεν ἠδʼ ἀτίταλλεν</l><l n="192">ἀμφαγαπαζόμενος ὡς εἴ θʼ ἑὸν υἱὸν ἐόντα.</l><l n="193">τῆς δὲ τρίτης Πείσανδρος ἀρήϊος ἡγεμόνευε</l><l n="194">Μαιμαλίδης, ὃς πᾶσι μετέπρεπε Μυρμιδόνεσσιν</l><l n="195">ἔγχεϊ μάρνασθαι μετὰ Πηλεΐωνος ἑταῖρον.</l><l n="196">τῆς δὲ τετάρτης ἦρχε γέρων ἱππηλάτα Φοῖνιξ,</l><l n="197">πέμπτης δʼ Ἀλκιμέδων Λαέρκεος υἱὸς ἀμύμων.</l><l n="198">αὐτὰρ ἐπεὶ δὴ πάντας ἅμʼ ἡγεμόνεσσιν Ἀχιλλεὺς</l><l n="199">στῆσεν ἐῢ κρίνας, κρατερὸν δʼ ἐπὶ μῦθον ἔτελλε·</l><milestone ed="p" n="200" unit="card"/><q><l n="200">Μυρμιδόνες μή τίς μοι ἀπειλάων λελαθέσθω,</l><l n="201">ἃς ἐπὶ νηυσὶ θοῇσιν ἀπειλεῖτε Τρώεσσι</l><l n="202">πάνθʼ ὑπὸ μηνιθμόν, καί μʼ ᾐτιάασθε ἕκαστος·</l><l n="203">σχέτλιε Πηλέος υἱὲ χόλῳ ἄρα σʼ ἔτρεφε μήτηρ,</l><l n="204">νηλεές, ὃς παρὰ νηυσὶν ἔχεις ἀέκοντας ἑταίρους·</l><l n="205">οἴκαδέ περ σὺν νηυσὶ νεώμεθα ποντοπόροισιν</l><l n="206">αὖτις, ἐπεί ῥά τοι ὧδε κακὸς χόλος ἔμπεσε θυμῷ.</l><l n="207">ταῦτά μʼ ἀγειρόμενοι θάμʼ ἐβάζετε· νῦν δὲ πέφανται</l><l n="208">φυλόπιδος μέγα ἔργον, ἕης τὸ πρίν γʼ ἐράασθε.</l><l n="209">ἔνθά τις ἄλκιμον ἦτορ ἔχων Τρώεσσι μαχέσθω.</l></q><l n="210"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.</l><l n="211">μᾶλλον δὲ στίχες ἄρθεν, ἐπεὶ βασιλῆος ἄκουσαν.</l><l n="212">ὡς δʼ ὅτε τοῖχον ἀνὴρ ἀράρῃ πυκινοῖσι λίθοισι</l><l n="213">δώματος ὑψηλοῖο βίας ἀνέμων ἀλεείνων,</l><l n="214">ὣς ἄραρον κόρυθές τε καὶ ἀσπίδες ὀμφαλόεσσαι.</l><l n="215">ἀσπὶς ἄρʼ ἀσπίδʼ ἔρειδε, κόρυς κόρυν, ἀνέρα δʼ ἀνήρ·</l><l n="216">ψαῦον δʼ ἱππόκομοι κόρυθες λαμπροῖσι φάλοισι</l><l n="217">νευόντων, ὡς πυκνοὶ ἐφέστασαν ἀλλήλοισι.</l><l n="218">πάντων δὲ προπάροιθε δύʼ ἀνέρε θωρήσσοντο</l><l n="219">Πάτροκλός τε καὶ Αὐτομέδων ἕνα θυμὸν ἔχοντες</l><l n="220">πρόσθεν Μυρμιδόνων πολεμιζέμεν. αὐτὰρ Ἀχιλλεὺς</l><l n="221">βῆ ῥʼ ἴμεν ἐς κλισίην, χηλοῦ δʼ ἀπὸ πῶμʼ ἀνέῳγε</l><l n="222">καλῆς δαιδαλέης, τήν οἱ Θέτις ἀργυρόπεζα</l><l n="223">θῆκʼ ἐπὶ νηὸς ἄγεσθαι ἐῢ πλήσασα χιτώνων</l><l n="224">χλαινάων τʼ ἀνεμοσκεπέων οὔλων τε ταπήτων.</l><l n="225">ἔνθα δέ οἱ δέπας ἔσκε τετυγμένον, οὐδέ τις ἄλλος</l><l n="226">οὔτʼ ἀνδρῶν πίνεσκεν ἀπʼ αὐτοῦ αἴθοπα οἶνον,</l><l n="227">οὔτέ τεῳ σπένδεσκε θεῶν, ὅτε μὴ Διὶ πατρί.</l><l n="228">τό ῥα τότʼ ἐκ χηλοῖο λαβὼν ἐκάθηρε θεείῳ</l><l n="229">πρῶτον, ἔπειτα δʼ ἔνιψʼ ὕδατος καλῇσι ῥοῇσι,</l><l n="230">νίψατο δʼ αὐτὸς χεῖρας, ἀφύσσατο δʼ αἴθοπα οἶνον.</l><l n="231">εὔχετʼ ἔπειτα στὰς μέσῳ ἕρκεϊ, λεῖβε δὲ οἶνον</l><l n="232">οὐρανὸν εἰσανιδών· Δία δʼ οὐ λάθε τερπικέραυνον·</l><q><l n="233">Ζεῦ ἄνα Δωδωναῖε Πελασγικὲ τηλόθι ναίων</l><l n="234">Δωδώνης μεδέων δυσχειμέρου, ἀμφὶ δὲ Σελλοὶ</l><l n="235">σοὶ ναίουσʼ ὑποφῆται ἀνιπτόποδες χαμαιεῦναι,</l><l n="236">ἠμὲν δή ποτʼ ἐμὸν ἔπος ἔκλυες εὐξαμένοιο,</l><l n="237">τίμησας μὲν ἐμέ, μέγα δʼ ἴψαο λαὸν Ἀχαιῶν,</l><l n="238">ἠδʼ ἔτι καὶ νῦν μοι τόδʼ ἐπικρήηνον ἐέλδωρ·</l><l n="239">αὐτὸς μὲν γὰρ ἐγὼ μενέω νηῶν ἐν ἀγῶνι,</l><l n="240">ἀλλʼ ἕταρον πέμπω πολέσιν μετὰ Μυρμιδόνεσσι</l><l n="241">μάρνασθαι· τῷ κῦδος ἅμα πρόες εὐρύοπα Ζεῦ,</l><l n="242">θάρσυνον δέ οἱ ἦτορ ἐνὶ φρεσίν, ὄφρα καὶ Ἕκτωρ</l><l n="243">εἴσεται ἤ ῥα καὶ οἶος ἐπίστηται πολεμίζειν</l><l n="244">ἡμέτερος θεράπων, ἦ οἱ τότε χεῖρες ἄαπτοι</l><l n="245">μαίνονθʼ, ὁππότʼ ἐγώ περ ἴω μετὰ μῶλον Ἄρηος.</l><l n="246">αὐτὰρ ἐπεί κʼ ἀπὸ ναῦφι μάχην ἐνοπήν τε δίηται,</l><l n="247">ἀσκηθής μοι ἔπειτα θοὰς ἐπὶ νῆας ἵκοιτο</l><l n="248">τεύχεσί τε ξὺν πᾶσι καὶ ἀγχεμάχοις ἑτάροισιν.</l></q><milestone ed="p" n="249" unit="card"/><l n="249"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε μητίετα Ζεύς.</l><l n="250">τῷ δʼ ἕτερον μὲν ἔδωκε πατήρ, ἕτερον δʼ ἀνένευσε·</l><l n="251">νηῶν μέν οἱ ἀπώσασθαι πόλεμόν τε μάχην τε</l><l n="252">δῶκε, σόον δʼ ἀνένευσε μάχης ἐξαπονέεσθαι.</l><l n="253">ἤτοι ὃ μὲν σπείσας τε καὶ εὐξάμενος Διὶ πατρὶ</l><l n="254">ἂψ κλισίην εἰσῆλθε, δέπας δʼ ἀπέθηκʼ ἐνὶ χηλῷ,</l><l n="255">στῆ δὲ πάροιθʼ ἐλθὼν κλισίης, ἔτι δʼ ἤθελε θυμῷ</l><l n="256">εἰσιδέειν Τρώων καὶ Ἀχαιῶν φύλοπιν αἰνήν.</l><l n="257"><milestone ed="P" unit="para"/>οἳ δʼ ἅμα Πατρόκλῳ μεγαλήτορι θωρηχθέντες</l><l n="258">ἔστιχον, ὄφρʼ ἐν Τρωσὶ μέγα φρονέοντες ὄρουσαν.</l><l n="259">αὐτίκα δὲ σφήκεσσιν ἐοικότες ἐξεχέοντο</l><l n="260">εἰνοδίοις, οὓς παῖδες ἐριδμαίνωσιν ἔθοντες</l><l n="261">αἰεὶ κερτομέοντες ὁδῷ ἔπι οἰκίʼ ἔχοντας</l><l n="262">νηπίαχοι· ξυνὸν δὲ κακὸν πολέεσσι τιθεῖσι.</l><l n="263">τοὺς δʼ εἴ περ παρά τίς τε κιὼν ἄνθρωπος ὁδίτης</l><l n="264">κινήσῃ ἀέκων, οἳ δʼ ἄλκιμον ἦτορ ἔχοντες</l><l n="265">πρόσσω πᾶς πέτεται καὶ ἀμύνει οἷσι τέκεσσι.</l><l n="266">τῶν τότε Μυρμιδόνες κραδίην καὶ θυμὸν ἔχοντες</l><l n="267">ἐκ νηῶν ἐχέοντο· βοὴ δʼ ἄσβεστος ὀρώρει.</l><l n="268">Πάτροκλος δʼ ἑτάροισιν ἐκέκλετο μακρὸν ἀΰσας·</l><q><l n="269">Μυρμιδόνες ἕταροι Πηληϊάδεω Ἀχιλῆος</l><l n="270">ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς,</l><l n="271">ὡς ἂν Πηλεΐδην τιμήσομεν, ὃς μέγʼ ἄριστος</l><l n="272">Ἀργείων παρὰ νηυσὶ καὶ ἀγχέμαχοι θεράποντες,</l><l n="273">γνῷ δὲ καὶ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων</l><l n="274">ἣν ἄτην, ὅ τʼ ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισεν.</l></q><l n="275"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου,</l><l n="276">ἐν δʼ ἔπεσον Τρώεσσιν ἀολλέες· ἀμφὶ δὲ νῆες</l><l n="277">σμερδαλέον κονάβησαν ἀϋσάντων ὑπʼ Ἀχαιῶν.</l><l n="278"><milestone ed="P" unit="para"/>Τρῶες δʼ ὡς εἴδοντο Μενοιτίου ἄλκιμον υἱὸν</l><l n="279">αὐτὸν καὶ θεράποντα σὺν ἔντεσι μαρμαίροντας,</l><l n="280">πᾶσιν ὀρίνθη θυμός, ἐκίνηθεν δὲ φάλαγγες</l><l n="281">ἐλπόμενοι παρὰ ναῦφι ποδώκεα Πηλεΐωνα</l><l n="282">μηνιθμὸν μὲν ἀπορρῖψαι, φιλότητα δʼ ἑλέσθαι·</l><l n="283">πάπτηνεν δὲ ἕκαστος ὅπῃ φύγοι αἰπὺν ὄλεθρον.</l><milestone ed="p" n="284" unit="card"/><l n="284"><milestone ed="P" unit="para"/>Πάτροκλος δὲ πρῶτος ἀκόντισε δουρὶ φαεινῷ</l><l n="285">ἀντικρὺ κατὰ μέσσον, ὅθι πλεῖστοι κλονέοντο,</l><l n="286">νηῒ πάρα πρυμνῇ μεγαθύμου Πρωτεσιλάου,</l><l n="287">καὶ βάλε Πυραίχμην, ὃς Παίονας ἱπποκορυστὰς</l><l n="288">ἤγαγεν ἐξ Ἀμυδῶνος ἀπʼ Ἀξιοῦ εὐρὺ ῥέοντος·</l><l n="289">τὸν βάλε δεξιὸν ὦμον· ὃ δʼ ὕπτιος ἐν κονίῃσι</l><l n="290">κάππεσεν οἰμώξας, ἕταροι δέ μιν ἀμφεφόβηθεν</l><l n="291">Παίονες· ἐν γὰρ Πάτροκλος φόβον ἧκεν ἅπασιν</l><l n="292">ἡγεμόνα κτείνας, ὃς ἀριστεύεσκε μάχεσθαι.</l><l n="293">ἐκ νηῶν δʼ ἔλασεν, κατὰ δʼ ἔσβεσεν αἰθόμενον πῦρ.</l><l n="294">ἡμιδαὴς δʼ ἄρα νηῦς λίπετʼ αὐτόθι· τοὶ δὲ φόβηθεν</l><l n="295">Τρῶες θεσπεσίῳ ὁμάδῳ· Δαναοὶ δʼ ἐπέχυντο</l><l n="296">νῆας ἀνὰ γλαφυράς· ὅμαδος δʼ ἀλίαστος ἐτύχθη.</l><l n="297">ὡς δʼ ὅτʼ ἀφʼ ὑψηλῆς κορυφῆς ὄρεος μεγάλοιο</l><l n="298">κινήσῃ πυκινὴν νεφέλην στεροπηγερέτα Ζεύς,</l><l n="299">ἔκ τʼ ἔφανεν πᾶσαι σκοπιαὶ καὶ πρώονες ἄκροι</l><l n="300">καὶ νάπαι, οὐρανόθεν δʼ ἄρʼ ὑπερράγη ἄσπετος αἰθήρ,</l><l n="301">ὣς Δαναοὶ νηῶν μὲν ἀπωσάμενοι δήϊον πῦρ</l><l n="302">τυτθὸν ἀνέπνευσαν, πολέμου δʼ οὐ γίγνετʼ ἐρωή·</l><l n="303">οὐ γάρ πώ τι Τρῶες ἀρηϊφίλων ὑπʼ Ἀχαιῶν</l><l n="304">προτροπάδην φοβέοντο μελαινάων ἀπὸ νηῶν,</l><l n="305">ἀλλʼ ἔτʼ ἄρʼ ἀνθίσταντο, νεῶν δʼ ὑπόεικον ἀνάγκῃ.</l><milestone ed="p" n="306" unit="card"/><l n="306"><milestone ed="P" unit="para"/>ἔνθα δʼ ἀνὴρ ἕλεν ἄνδρα κεδασθείσης ὑσμίνης</l><l n="307">ἡγεμόνων. πρῶτος δὲ Μενοιτίου ἄλκιμος υἱὸς</l><l n="308">αὐτίκʼ ἄρα στρεφθέντος Ἀρηϊλύκου βάλε μηρὸν</l><l n="309">ἔγχεϊ ὀξυόεντι, διὰ πρὸ δὲ χαλκὸν ἔλασσε·</l><l n="310">ῥῆξεν δʼ ὀστέον ἔγχος, ὃ δὲ πρηνὴς ἐπὶ γαίῃ</l><l n="311">κάππεσʼ· ἀτὰρ Μενέλαος ἀρήϊος οὖτα Θόαντα</l><l n="312">στέρνον γυμνωθέντα παρʼ ἀσπίδα, λῦσε δὲ γυῖα.</l><l n="313">Φυλεΐδης δʼ Ἄμφικλον ἐφορμηθέντα δοκεύσας</l><l n="314">ἔφθη ὀρεξάμενος πρυμνὸν σκέλος, ἔνθα πάχιστος</l><l n="315">μυὼν ἀνθρώπου πέλεται· περὶ δʼ ἔγχεος αἰχμῇ</l><l n="316">νεῦρα διεσχίσθη· τὸν δὲ σκότος ὄσσε κάλυψε.</l><l n="317">Νεστορίδαι δʼ ὃ μὲν οὔτασʼ Ἀτύμνιον ὀξέϊ δουρὶ</l><l n="318">Ἀντίλοχος, λαπάρης δὲ διήλασε χάλκεον ἔγχος·</l><l n="319">ἤριπε δὲ προπάροιθε. Μάρις δʼ αὐτοσχεδὰ δουρὶ</l><l n="320">Ἀντιλόχῳ ἐπόρουσε κασιγνήτοιο χολωθεὶς</l><l n="321">στὰς πρόσθεν νέκυος· τοῦ δʼ ἀντίθεος Θρασυμήδης</l><l n="322">ἔφθη ὀρεξάμενος πρὶν οὐτάσαι, οὐδʼ ἀφάμαρτεν,</l><l n="323">ὦμον ἄφαρ· πρυμνὸν δὲ βραχίονα δουρὸς ἀκωκὴ</l><l n="324">δρύψʼ ἀπὸ μυώνων, ἀπὸ δʼ ὀστέον ἄχρις ἄραξε·</l><l n="325">δούπησεν δὲ πεσών, κατὰ δὲ σκότος ὄσσε κάλυψεν.</l><l n="326">ὣς τὼ μὲν δοιοῖσι κασιγνήτοισι δαμέντε</l><l n="327">βήτην εἰς Ἔρεβος Σαρπηδόνος ἐσθλοὶ ἑταῖροι</l><l n="328">υἷες ἀκοντισταὶ Ἀμισωδάρου, ὅς ῥα Χίμαιραν</l><l n="329">θρέψεν ἀμαιμακέτην πολέσιν κακὸν ἀνθρώποισιν.</l><l n="330">Αἴας δὲ Κλεόβουλον Ὀϊλιάδης ἐπορούσας</l><l n="331">ζωὸν ἕλε βλαφθέντα κατὰ κλόνον· ἀλλά οἱ αὖθι</l><l n="332">λῦσε μένος πλήξας ξίφει αὐχένα κωπήεντι.</l><l n="333">πᾶν δʼ ὑπεθερμάνθη ξίφος αἵματι· τὸν δὲ κατʼ ὄσσε</l><l n="334">ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή.</l><l n="335">Πηνέλεως δὲ Λύκων τε συνέδραμον· ἔγχεσι μὲν γὰρ</l><l n="336">ἤμβροτον ἀλλήλων, μέλεον δʼ ἠκόντισαν ἄμφω·</l><l n="337">τὼ δʼ αὖτις ξιφέεσσι συνέδραμον. ἔνθα Λύκων μὲν</l><l n="338">ἱπποκόμου κόρυθος φάλον ἤλασεν, ἀμφὶ δὲ καυλὸν</l><l n="339">φάσγανον ἐρραίσθη· ὃ δʼ ὑπʼ οὔατος αὐχένα θεῖνε</l><l n="340">Πηνέλεως, πᾶν δʼ εἴσω ἔδυ ξίφος, ἔσχεθε δʼ οἶον</l><l n="341">δέρμα, παρηέρθη δὲ κάρη, ὑπέλυντο δὲ γυῖα.</l><l n="342">Μηριόνης δʼ Ἀκάμαντα κιχεὶς ποσὶ καρπαλίμοισι</l><l n="343">νύξʼ ἵππων ἐπιβησόμενον κατὰ δεξιὸν ὦμον·</l><l n="344">ἤριπε δʼ ἐξ ὀχέων, κατὰ δʼ ὀφθαλμῶν κέχυτʼ ἀχλύς.</l><l n="345">Ἰδομενεὺς δʼ Ἐρύμαντα κατὰ στόμα νηλέϊ χαλκῷ</l><l n="346">νύξε· τὸ δʼ ἀντικρὺ δόρυ χάλκεον ἐξεπέρησε</l><l n="347">νέρθεν ὑπʼ ἐγκεφάλοιο, κέασσε δʼ ἄρʼ ὀστέα λευκά·</l><l n="348">ἐκ δʼ ἐτίναχθεν ὀδόντες, ἐνέπλησθεν δέ οἱ ἄμφω</l><l n="349">αἵματος ὀφθαλμοί· τὸ δʼ ἀνὰ στόμα καὶ κατὰ ῥῖνας</l><l n="350">πρῆσε χανών· θανάτου δὲ μέλαν νέφος ἀμφεκάλυψεν.</l><milestone ed="p" n="351" unit="card"/><l n="351"><milestone ed="P" unit="para"/>οὗτοι ἄρʼ ἡγεμόνες Δαναῶν ἕλον ἄνδρα ἕκαστος.</l><l n="352">ὡς δὲ λύκοι ἄρνεσσιν ἐπέχραον ἢ ἐρίφοισι</l><l n="353">σίνται ὑπʼ ἐκ μήλων αἱρεύμενοι, αἵ τʼ ἐν ὄρεσσι</l><l n="354">ποιμένος ἀφραδίῃσι διέτμαγεν· οἳ δὲ ἰδόντες</l><l n="355">αἶψα διαρπάζουσιν ἀνάλκιδα θυμὸν ἐχούσας·</l><l n="356">ὣς Δαναοὶ Τρώεσσιν ἐπέχραον· οἳ δὲ φόβοιο</l><l n="357">δυσκελάδου μνήσαντο, λάθοντο δὲ θούριδος ἀλκῆς.</l><l n="358"><milestone ed="P" unit="para"/>Αἴας δʼ ὃ μέγας αἰὲν ἐφʼ Ἕκτορι χαλκοκορυστῇ</l><l n="359">ἵετʼ ἀκοντίσσαι· ὃ δὲ ἰδρείῃ πολέμοιο</l><l n="360">ἀσπίδι ταυρείῃ κεκαλυμμένος εὐρέας ὤμους</l><l n="361">σκέπτετʼ ὀϊστῶν τε ῥοῖζον καὶ δοῦπον ἀκόντων.</l><l n="362">ἦ μὲν δὴ γίγνωσκε μάχης ἑτεραλκέα νίκην·</l><l n="363">ἀλλὰ καὶ ὧς ἀνέμιμνε, σάω δʼ ἐρίηρας ἑταίρους.</l><l n="364"><milestone ed="P" unit="para"/>ὡς δʼ ὅτʼ ἀπʼ Οὐλύμπου νέφος ἔρχεται οὐρανὸν εἴσω</l><l n="365">αἰθέρος ἐκ δίης, ὅτε τε Ζεὺς λαίλαπα τείνῃ,</l><l n="366">ὣς τῶν ἐκ νηῶν γένετο ἰαχή τε φόβος τε,</l><l n="367">οὐδὲ κατὰ μοῖραν πέραον πάλιν. Ἕκτορα δʼ ἵπποι</l><l n="368">ἔκφερον ὠκύποδες σὺν τεύχεσι, λεῖπε δὲ λαὸν</l><l n="369">Τρωϊκόν, οὓς ἀέκοντας ὀρυκτὴ τάφρος ἔρυκε.</l><l n="370">πολλοὶ δʼ ἐν τάφρῳ ἐρυσάρματες ὠκέες ἵπποι</l><l n="371">ἄξαντʼ ἐν πρώτῳ ῥυμῷ λίπον ἅρματʼ ἀνάκτων,</l><l n="372">Πάτροκλος δʼ ἕπετο σφεδανὸν Δαναοῖσι κελεύων</l><l n="373">Τρωσὶ κακὰ φρονέων· οἳ δὲ ἰαχῇ τε φόβῳ τε</l><l n="374">πάσας πλῆσαν ὁδούς, ἐπεὶ ἂρ τμάγεν· ὕψι δʼ ἀέλλη</l><l n="375">σκίδναθʼ ὑπὸ νεφέων, τανύοντο δὲ μώνυχες ἵπποι</l><l n="376">ἄψορρον προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων.</l><l n="377">Πάτροκλος δʼ ᾗ πλεῖστον ὀρινόμενον ἴδε λαόν,</l><l n="378">τῇ ῥʼ ἔχʼ ὁμοκλήσας· ὑπὸ δʼ ἄξοσι φῶτες ἔπιπτον</l><l n="379">πρηνέες ἐξ ὀχέων, δίφροι δʼ ἀνακυμβαλίαζον.</l><l n="380">ἀντικρὺ δʼ ἄρα τάφρον ὑπέρθορον ὠκέες ἵπποι</l><l n="381">ἄμβροτοι, οὓς Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα,</l><l n="382">πρόσσω ἱέμενοι, ἐπὶ δʼ Ἕκτορι κέκλετο θυμός·</l><l n="383">ἵετο γὰρ βαλέειν· τὸν δʼ ἔκφερον ὠκέες ἵπποι.</l><l n="384">ὡς δʼ ὑπὸ λαίλαπι πᾶσα κελαινὴ βέβριθε χθὼν</l><l n="385">ἤματʼ ὀπωρινῷ, ὅτε λαβρότατον χέει ὕδωρ</l><l n="386">Ζεύς, ὅτε δή ῥʼ ἄνδρεσσι κοτεσσάμενος χαλεπήνῃ,</l><l n="387">οἳ βίῃ εἰν ἀγορῇ σκολιὰς κρίνωσι θέμιστας,</l><l n="388">ἐκ δὲ δίκην ἐλάσωσι θεῶν ὄπιν οὐκ ἀλέγοντες·</l><l n="389">τῶν δέ τε πάντες μὲν ποταμοὶ πλήθουσι ῥέοντες,</l><l n="390">πολλὰς δὲ κλιτῦς τότʼ ἀποτμήγουσι χαράδραι,</l><l n="391">ἐς δʼ ἅλα πορφυρέην μεγάλα στενάχουσι ῥέουσαι</l><l n="392">ἐξ ὀρέων ἐπικάρ, μινύθει δέ τε ἔργʼ ἀνθρώπων·</l><l n="393">ὣς ἵπποι Τρῳαὶ μεγάλα στενάχοντο θέουσαι.</l><milestone ed="p" n="394" unit="card"/><l n="394"><milestone ed="P" unit="para"/>Πάτροκλος δʼ ἐπεὶ οὖν πρώτας ἐπέκερσε φάλαγγας,</l><l n="395">ἂψ ἐπὶ νῆας ἔεργε παλιμπετές, οὐδὲ πόληος</l><l n="396">εἴα ἱεμένους ἐπιβαινέμεν, ἀλλὰ μεσηγὺ</l><l n="397">νηῶν καὶ ποταμοῦ καὶ τείχεος ὑψηλοῖο</l><l n="398">κτεῖνε μεταΐσσων, πολέων δʼ ἀπετίνυτο ποινήν.</l><l n="399">ἔνθʼ ἤτοι Πρόνοον πρῶτον βάλε δουρὶ φαεινῷ</l><l n="400">στέρνον γυμνωθέντα παρʼ ἀσπίδα, λῦσε δὲ γυῖα·</l><l n="401">δούπησεν δὲ πεσών· ὃ δὲ Θέστορα Ἤνοπος υἱὸν</l><l n="402">δεύτερον ὁρμηθείς· ὃ μὲν εὐξέστῳ ἐνὶ δίφρῳ</l><l n="403">ἧστο ἀλείς· ἐκ γὰρ πλήγη φρένας, ἐκ δʼ ἄρα χειρῶν</l><l n="404">ἡνία ἠΐχθησαν· ὃ δʼ ἔγχεϊ νύξε παραστὰς</l><l n="405">γναθμὸν δεξιτερόν, διὰ δʼ αὐτοῦ πεῖρεν ὀδόντων,</l><l n="406">ἕλκε δὲ δουρὸς ἑλὼν ὑπὲρ ἄντυγος, ὡς ὅτε τις φὼς</l><l n="407">πέτρῃ ἔπι προβλῆτι καθήμενος ἱερὸν ἰχθὺν</l><l n="408">ἐκ πόντοιο θύραζε λίνῳ καὶ ἤνοπι χαλκῷ·</l><l n="409">ὣς ἕλκʼ ἐκ δίφροιο κεχηνότα δουρὶ φαεινῷ,</l><l n="410">κὰδ δʼ ἄρʼ ἐπὶ στόμʼ ἔωσε· πεσόντα δέ μιν λίπε θυμός.</l><l n="411">αὐτὰρ ἔπειτʼ Ἐρύλαον ἐπεσσύμενον βάλε πέτρῳ</l><l n="412">μέσσην κὰκ κεφαλήν· ἣ δʼ ἄνδιχα πᾶσα κεάσθη</l><l n="413">ἐν κόρυθι βριαρῇ· ὃ δʼ ἄρα πρηνὴς ἐπὶ γαίῃ</l><l n="414">κάππεσεν, ἀμφὶ δέ μιν θάνατος χύτο θυμοραϊστής.</l><l n="415">αὐτὰρ ἔπειτʼ Ἐρύμαντα καὶ Ἀμφοτερὸν καὶ Ἐπάλτην</l><l n="416">Τληπόλεμόν τε Δαμαστορίδην Ἐχίον τε Πύριν τε</l><l n="417">Ἰφέα τʼ Εὔιππόν τε καὶ Ἀργεάδην Πολύμηλον</l><l n="418">πάντας ἐπασσυτέρους πέλασε χθονὶ πουλυβοτείρῃ.</l><l n="419"><milestone ed="P" unit="para"/>Σαρπηδὼν δʼ ὡς οὖν ἴδʼ ἀμιτροχίτωνας ἑταίρους</l><l n="420">χέρσʼ ὕπο Πατρόκλοιο Μενοιτιάδαο δαμέντας,</l><l n="421">κέκλετʼ ἄρʼ ἀντιθέοισι καθαπτόμενος Λυκίοισιν·</l><q><l n="422">αἰδὼς ὦ Λύκιοι· πόσε φεύγετε; νῦν θοοὶ ἔστε.</l><l n="423">ἀντήσω γὰρ ἐγὼ τοῦδʼ ἀνέρος, ὄφρα δαείω</l><l n="424">ὅς τις ὅδε κρατέει καὶ δὴ κακὰ πολλὰ ἔοργε</l><l n="425">Τρῶας, ἐπεὶ πολλῶν τε καὶ ἐσθλῶν γούνατʼ ἔλυσεν.</l></q><l n="426"><milestone ed="P" unit="para"/>ἦ ῥα, καὶ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε.</l><l n="427">Πάτροκλος δʼ ἑτέρωθεν ἐπεὶ ἴδεν ἔκθορε δίφρου.</l><l n="428">οἳ δʼ ὥς τʼ αἰγυπιοὶ γαμψώνυχες ἀγκυλοχεῖλαι</l><l n="429">πέτρῃ ἐφʼ ὑψηλῇ μεγάλα κλάζοντε μάχωνται,</l><l n="430">ὣς οἳ κεκλήγοντες ἐπʼ ἀλλήλοισιν ὄρουσαν.</l><l n="431">τοὺς δὲ ἰδὼν ἐλέησε Κρόνου πάϊς ἀγκυλομήτεω,</l><l n="432">Ἥρην δὲ προσέειπε κασιγνήτην ἄλοχόν τε·</l><q><l n="433">ὤ μοι ἐγών, ὅ τέ μοι Σαρπηδόνα φίλτατον ἀνδρῶν</l><l n="434">μοῖρʼ ὑπὸ Πατρόκλοιο Μενοιτιάδαο δαμῆναι.</l><l n="435">διχθὰ δέ μοι κραδίη μέμονε φρεσὶν ὁρμαίνοντι,</l><l n="436">ἤ μιν ζωὸν ἐόντα μάχης ἄπο δακρυοέσσης</l><l n="437">θείω ἀναρπάξας Λυκίης ἐν πίονι δήμῳ,</l><l n="438">ἦ ἤδη ὑπὸ χερσὶ Μενοιτιάδαο δαμάσσω.</l><milestone ed="p" n="439" unit="card"/></q><l n="439"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα βοῶπις πότνια Ἥρη·</l><q><l n="440">αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες.</l><l n="441">ἄνδρα θνητὸν ἐόντα πάλαι πεπρωμένον αἴσῃ</l><l n="442">ἂψ ἐθέλεις θανάτοιο δυσηχέος ἐξαναλῦσαι;</l><l n="443">ἔρδʼ· ἀτὰρ οὔ τοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι.</l><l n="444">ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·</l><l n="445">αἴ κε ζὼν πέμψῃς Σαρπηδόνα ὃν δὲ δόμον δέ,</l><l n="446">φράζεο μή τις ἔπειτα θεῶν ἐθέλῃσι καὶ ἄλλος</l><l n="447">πέμπειν ὃν φίλον υἱὸν ἀπὸ κρατερῆς ὑσμίνης·</l><l n="448">πολλοὶ γὰρ περὶ ἄστυ μέγα Πριάμοιο μάχονται</l><l n="449">υἱέες ἀθανάτων, τοῖσιν κότον αἰνὸν ἐνήσεις.</l><l n="450">ἀλλʼ εἴ τοι φίλος ἐστί, τεὸν δʼ ὀλοφύρεται ἦτορ,</l><l n="451">ἤτοι μέν μιν ἔασον ἐνὶ κρατερῇ ὑσμίνῃ</l><l n="452">χέρσʼ ὕπο Πατρόκλοιο Μενοιτιάδαο δαμῆναι·</l><l n="453">αὐτὰρ ἐπὴν δὴ τόν γε λίπῃ ψυχή τε καὶ αἰών,</l><l n="454">πέμπειν μιν θάνατόν τε φέρειν καὶ νήδυμον ὕπνον</l><l n="455">εἰς ὅ κε δὴ Λυκίης εὐρείης δῆμον ἵκωνται,</l><l n="456">ἔνθά ἑ ταρχύσουσι κασίγνητοί τε ἔται τε</l><l n="457">τύμβῳ τε στήλῃ τε· τὸ γὰρ γέρας ἐστὶ θανόντων.</l></q><l n="458"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε πατὴρ ἀνδρῶν τε θεῶν τε·</l><l n="459">αἱματοέσσας δὲ ψιάδας κατέχευεν ἔραζε</l><l n="460">παῖδα φίλον τιμῶν, τόν οἱ Πάτροκλος ἔμελλε</l><l n="461">φθίσειν ἐν Τροίῃ ἐριβώλακι τηλόθι πάτρης.</l><l n="462"><milestone ed="P" unit="para"/>οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,</l><l n="463">ἔνθʼ ἤτοι Πάτροκλος ἀγακλειτὸν Θρασύμηλον,</l><l n="464">ὅς ῥʼ ἠῢς θεράπων Σαρπηδόνος ἦεν ἄνακτος,</l><l n="465">τὸν βάλε νείαιραν κατὰ γαστέρα, λῦσε δὲ γυῖα.</l><l n="466">Σαρπηδὼν δʼ αὐτοῦ μὲν ἀπήμβροτε δουρὶ φαεινῷ</l><l n="467">δεύτερον ὁρμηθείς, ὃ δὲ Πήδασον οὔτασεν ἵππον</l><l n="468">ἔγχεϊ δεξιὸν ὦμον· ὃ δʼ ἔβραχε θυμὸν ἀΐσθων,</l><l n="469">κὰδ δʼ ἔπεσʼ ἐν κονίῃσι μακών, ἀπὸ δʼ ἔπτατο θυμός.</l><l n="470">τὼ δὲ διαστήτην, κρίκε δὲ ζυγόν, ἡνία δέ σφι</l><l n="471">σύγχυτʼ, ἐπεὶ δὴ κεῖτο παρήορος ἐν κονίῃσι.</l><l n="472">τοῖο μὲν Αὐτομέδων δουρικλυτὸς εὕρετο τέκμωρ·</l><l n="473">σπασσάμενος τανύηκες ἄορ παχέος παρὰ μηροῦ</l><l n="474">ἀΐξας ἀπέκοψε παρήορον οὐδʼ ἐμάτησε·</l><l n="475">τὼ δʼ ἰθυνθήτην, ἐν δὲ ῥυτῆρσι τάνυσθεν·</l><l n="476">τὼ δʼ αὖτις συνίτην ἔριδος πέρι θυμοβόροιο.</l><milestone ed="p" n="477" unit="card"/><l n="477"><milestone ed="P" unit="para"/>ἔνθʼ αὖ Σαρπηδὼν μὲν ἀπήμβροτε δουρὶ φαεινῷ,</l><l n="478">Πατρόκλου δʼ ὑπὲρ ὦμον ἀριστερὸν ἤλυθʼ ἀκωκὴ</l><l n="479">ἔγχεος, οὐδʼ ἔβαλʼ αὐτόν· ὃ δʼ ὕστερος ὄρνυτο χαλκῷ</l><l n="480">Πάτροκλος· τοῦ δʼ οὐχ ἅλιον βέλος ἔκφυγε χειρός,</l><l n="481">ἀλλʼ ἔβαλʼ ἔνθʼ ἄρα τε φρένες ἔρχαται ἀμφʼ ἁδινὸν κῆρ.</l><l n="482">ἤριπε δʼ ὡς ὅτε τις δρῦς ἤριπεν ἢ ἀχερωῒς</l><l n="483">ἠὲ πίτυς βλωθρή, τήν τʼ οὔρεσι τέκτονες ἄνδρες</l><l n="484">ἐξέταμον πελέκεσσι νεήκεσι νήϊον εἶναι·</l><l n="485">ὣς ὃ πρόσθʼ ἵππων καὶ δίφρου κεῖτο τανυσθεὶς</l><l n="486">βεβρυχὼς κόνιος δεδραγμένος αἱματοέσσης.</l><l n="487">ἠΰτε ταῦρον ἔπεφνε λέων ἀγέληφι μετελθὼν</l><l n="488">αἴθωνα μεγάθυμον ἐν εἰλιπόδεσσι βόεσσι,</l><l n="489">ὤλετό τε στενάχων ὑπὸ γαμφηλῇσι λέοντος,</l><l n="490">ὣς ὑπὸ Πατρόκλῳ Λυκίων ἀγὸς ἀσπιστάων</l><l n="491">κτεινόμενος μενέαινε, φίλον δʼ ὀνόμηνεν ἑταῖρον·</l><q><l n="492">Γλαῦκε πέπον πολεμιστὰ μετʼ ἀνδράσι νῦν σε μάλα χρὴ</l><l n="493">αἰχμητήν τʼ ἔμεναι καὶ θαρσαλέον πολεμιστήν·</l><l n="494">νῦν τοι ἐελδέσθω πόλεμος κακός, εἰ θοός ἐσσι.</l><l n="495">πρῶτα μὲν ὄτρυνον Λυκίων ἡγήτορας ἄνδρας</l><l n="496">πάντῃ ἐποιχόμενος Σαρπηδόνος ἀμφιμάχεσθαι·</l><l n="497">αὐτὰρ ἔπειτα καὶ αὐτὸς ἐμεῦ πέρι μάρναο χαλκῷ.</l><l n="498">σοὶ γὰρ ἐγὼ καὶ ἔπειτα κατηφείη καὶ ὄνειδος</l><l n="499">ἔσσομαι ἤματα πάντα διαμπερές, εἴ κέ μʼ Ἀχαιοὶ</l><l n="500">τεύχεα συλήσωσι νεῶν ἐν ἀγῶνι πεσόντα.</l><l n="501">ἀλλʼ ἔχεο κρατερῶς, ὄτρυνε δὲ λαὸν ἅπαντα.</l></q><l n="502"><milestone ed="P" unit="para"/>ὣς ἄρα μιν εἰπόντα τέλος θανάτοιο κάλυψεν</l><l n="503">ὀφθαλμοὺς ῥῖνάς θʼ· ὃ δὲ λὰξ ἐν στήθεσι βαίνων</l><l n="504">ἐκ χροὸς ἕλκε δόρυ, προτὶ δὲ φρένες αὐτῷ ἕποντο·</l><l n="505">τοῖο δʼ ἅμα ψυχήν τε καὶ ἔγχεος ἐξέρυσʼ αἰχμήν.</l><l n="506">Μυρμιδόνες δʼ αὐτοῦ σχέθον ἵππους φυσιόωντας</l><l n="507">ἱεμένους φοβέεσθαι, ἐπεὶ λίπον ἅρματʼ ἀνάκτων.</l><milestone ed="p" n="508" unit="card"/><l n="508"><milestone ed="P" unit="para"/>Γλαύκῳ δʼ αἰνὸν ἄχος γένετο φθογγῆς ἀΐοντι·</l><l n="509">ὠρίνθη δέ οἱ ἦτορ ὅ τʼ οὐ δύνατο προσαμῦναι.</l><l n="510">χειρὶ δʼ ἑλὼν ἐπίεζε βραχίονα· τεῖρε γὰρ αὐτὸν</l><l n="511">ἕλκος, ὃ δή μιν Τεῦκρος ἐπεσσύμενον βάλεν ἰῷ</l><l n="512">τείχεος ὑψηλοῖο, ἀρὴν ἑτάροισιν ἀμύνων.</l><l n="513">εὐχόμενος δʼ ἄρα εἶπεν ἑκηβόλῳ Ἀπόλλωνι·</l><q><l n="514">κλῦθι ἄναξ ὅς που Λυκίης ἐν πίονι δήμῳ</l><l n="515">εἲς ἢ ἐνὶ Τροίῃ· δύνασαι δὲ σὺ πάντοσʼ ἀκούειν</l><l n="516">ἀνέρι κηδομένῳ, ὡς νῦν ἐμὲ κῆδος ἱκάνει.</l><l n="517">ἕλκος μὲν γὰρ ἔχω τόδε καρτερόν, ἀμφὶ δέ μοι χεὶρ</l><l n="518">ὀξείῃς ὀδύνῃσιν ἐλήλαται, οὐδέ μοι αἷμα</l><l n="519">τερσῆναι δύναται, βαρύθει δέ μοι ὦμος ὑπʼ αὐτοῦ·</l><l n="520">ἔγχος δʼ οὐ δύναμαι σχεῖν ἔμπεδον, οὐδὲ μάχεσθαι</l><l n="521">ἐλθὼν δυσμενέεσσιν. ἀνὴρ δʼ ὤριστος ὄλωλε</l><l n="522">Σαρπηδὼν Διὸς υἱός· ὃ δʼ οὐ οὗ παιδὸς ἀμύνει.</l><l n="523">ἀλλὰ σύ πέρ μοι ἄναξ τόδε καρτερὸν ἕλκος ἄκεσσαι,</l><l n="524">κοίμησον δʼ ὀδύνας, δὸς δὲ κράτος, ὄφρʼ ἑτάροισι</l><l n="525">κεκλόμενος Λυκίοισιν ἐποτρύνω πολεμίζειν,</l><l n="526">αὐτός τʼ ἀμφὶ νέκυι κατατεθνηῶτι μάχωμαι.</l></q><l n="527"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε Φοῖβος Ἀπόλλων.</l><l n="528">αὐτίκα παῦσʼ ὀδύνας ἀπὸ δʼ ἕλκεος ἀργαλέοιο</l><l n="529">αἷμα μέλαν τέρσηνε, μένος δέ οἱ ἔμβαλε θυμῷ.</l><l n="530">Γλαῦκος δʼ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ γήθησέν τε</l><l n="531">ὅττί οἱ ὦκʼ ἤκουσε μέγας θεὸς εὐξαμένοιο.</l><l n="532">πρῶτα μὲν ὄτρυνεν Λυκίων ἡγήτορας ἄνδρας</l><l n="533">πάντῃ ἐποιχόμενος Σαρπηδόνος ἀμφιμάχεσθαι·</l><l n="534">αὐτὰρ ἔπειτα μετὰ Τρῶας κίε μακρὰ βιβάσθων</l><l n="535">Πουλυδάμαντʼ ἔπι Πανθοΐδην καὶ Ἀγήνορα δῖον,</l><l n="536">βῆ δὲ μετʼ Αἰνείαν τε καὶ Ἕκτορα χαλκοκορυστήν,</l><l n="537">ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="538">Ἕκτορ νῦν δὴ πάγχυ λελασμένος εἰς ἐπικούρων,</l><l n="539">οἳ σέθεν εἵνεκα τῆλε φίλων καὶ πατρίδος αἴης</l><l n="540">θυμὸν ἀποφθινύθουσι· σὺ δʼ οὐκ ἐθέλεις ἐπαμύνειν.</l><l n="541">κεῖται Σαρπηδὼν Λυκίων ἀγὸς ἀσπιστάων,</l><l n="542">ὃς Λυκίην εἴρυτο δίκῃσί τε καὶ σθένεϊ ᾧ·</l><l n="543">τὸν δʼ ὑπὸ Πατρόκλῳ δάμασʼ ἔγχεϊ χάλκεος Ἄρης.</l><l n="544">ἀλλὰ φίλοι πάρστητε, νεμεσσήθητε δὲ θυμῷ,</l><l n="545">μὴ ἀπὸ τεύχεʼ ἕλωνται, ἀεικίσσωσι δὲ νεκρὸν</l><l n="546">Μυρμιδόνες, Δαναῶν κεχολωμένοι ὅσσοι ὄλοντο,</l><l n="547">τοὺς ἐπὶ νηυσὶ θοῇσιν ἐπέφνομεν ἐγχείῃσιν.</l><milestone ed="p" n="548" unit="card"/></q><l n="548"><milestone ed="P" unit="para"/>ὣς ἔφατο, Τρῶας δὲ κατὰ κρῆθεν λάβε πένθος</l><l n="549">ἄσχετον, οὐκ ἐπιεικτόν, ἐπεί σφισιν ἕρμα πόληος</l><l n="550">ἔσκε καὶ ἀλλοδαπός περ ἐών· πολέες γὰρ ἅμʼ αὐτῷ</l><l n="551">λαοὶ ἕποντʼ, ἐν δʼ αὐτὸς ἀριστεύεσκε μάχεσθαι·</l><l n="552">βὰν δʼ ἰθὺς Δαναῶν λελιημένοι· ἦρχε δʼ ἄρά σφιν</l><l n="553">Ἕκτωρ χωόμενος Σαρπηδόνος. αὐτὰρ Ἀχαιοὺς</l><l n="554">ὦρσε Μενοιτιάδεω Πατροκλῆος λάσιον κῆρ·</l><l n="555">Αἴαντε πρώτω προσέφη μεμαῶτε καὶ αὐτώ·</l><q><l n="556">Αἴαντε νῦν σφῶϊν ἀμύνεσθαι φίλον ἔστω,</l><l n="557">οἷοί περ πάρος ἦτε μετʼ ἀνδράσιν ἢ καὶ ἀρείους.</l><l n="558">κεῖται ἀνὴρ ὃς πρῶτος ἐσήλατο τεῖχος Ἀχαιῶν</l><l n="559">Σαρπηδών· ἀλλʼ εἴ μιν ἀεικισσαίμεθʼ ἑλόντες,</l><l n="560">τεύχεά τʼ ὤμοιιν ἀφελοίμεθα, καί τινʼ ἑταίρων</l><l n="561">αὐτοῦ ἀμυνομένων δαμασαίμεθα νηλέϊ χαλκῷ.</l></q><l n="562"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δὲ καὶ αὐτοὶ ἀλέξασθαι μενέαινον.</l><l n="563">οἳ δʼ ἐπεὶ ἀμφοτέρωθεν ἐκαρτύναντο φάλαγγας</l><l n="564">Τρῶες καὶ Λύκιοι καὶ Μυρμιδόνες καὶ Ἀχαιοί,</l><l n="565">σύμβαλον ἀμφὶ νέκυι κατατεθνηῶτι μάχεσθαι</l><l n="566">δεινὸν ἀΰσαντες· μέγα δʼ ἔβραχε τεύχεα φωτῶν.</l><l n="567">Ζεὺς δʼ ἐπὶ νύκτʼ ὀλοὴν τάνυσε κρατερῇ ὑσμίνῃ,</l><l n="568">ὄφρα φίλῳ περὶ παιδὶ μάχης ὀλοὸς πόνος εἴη.</l><milestone ed="p" n="569" unit="card"/><l n="569"><milestone ed="P" unit="para"/>ὦσαν δὲ πρότεροι Τρῶες ἑλίκωπας Ἀχαιούς·</l><l n="570">βλῆτο γὰρ οὔ τι κάκιστος ἀνὴρ μετὰ Μυρμιδόνεσσιν</l><l n="571">υἱὸς Ἀγακλῆος μεγαθύμου δῖος Ἐπειγεύς,</l><l n="572">ὅς ῥʼ ἐν Βουδείῳ εὖ ναιομένῳ ἤνασσε</l><l n="573">τὸ πρίν· ἀτὰρ τότε γʼ ἐσθλὸν ἀνεψιὸν ἐξεναρίξας</l><l n="574">ἐς Πηλῆʼ ἱκέτευσε καὶ ἐς Θέτιν ἀργυρόπεζαν·</l><l n="575">οἳ δʼ ἅμʼ Ἀχιλλῆϊ ῥηξήνορι πέμπον ἕπεσθαι</l><l n="576">Ἴλιον εἰς εὔπωλον, ἵνα Τρώεσσι μάχοιτο.</l><l n="577">τόν ῥα τόθʼ ἁπτόμενον νέκυος βάλε φαίδιμος Ἕκτωρ</l><l n="578">χερμαδίῳ κεφαλήν· ἣ δʼ ἄνδιχα πᾶσα κεάσθη</l><l n="579">ἐν κόρυθι βριαρῇ· ὃ δʼ ἄρα πρηνὴς ἐπὶ νεκρῷ</l><l n="580">κάππεσεν, ἀμφὶ δέ μιν θάνατος χύτο θυμοραϊστής.</l><l n="581">Πατρόκλῳ δʼ ἄρʼ ἄχος γένετο φθιμένου ἑτάροιο,</l><l n="582">ἴθυσεν δὲ διὰ προμάχων ἴρηκι ἐοικὼς</l><l n="583">ὠκέϊ, ὅς τʼ ἐφόβησε κολοιούς τε ψῆράς τε·</l><l n="584">ὣς ἰθὺς Λυκίων Πατρόκλεες ἱπποκέλευθε</l><l n="585">ἔσσυο καὶ Τρώων, κεχόλωσο δὲ κῆρ ἑτάροιο.</l><l n="586">καί ῥʼ ἔβαλε Σθενέλαον Ἰθαιμένεος φίλον υἱὸν</l><l n="587">αὐχένα χερμαδίῳ, ῥῆξεν δʼ ἀπὸ τοῖο τένοντας.</l><l n="588">χώρησαν δʼ ὑπό τε πρόμαχοι καὶ φαίδιμος Ἕκτωρ.</l><l n="589">ὅσση δʼ αἰγανέης ῥιπὴ ταναοῖο τέτυκται,</l><l n="590">ἥν ῥά τʼ ἀνὴρ ἀφέῃ πειρώμενος ἢ ἐν ἀέθλῳ</l><l n="591">ἠὲ καὶ ἐν πολέμῳ δηΐων ὕπο θυμοραϊστέων,</l><l n="592">τόσσον ἐχώρησαν Τρῶες, ὤσαντο δʼ Ἀχαιοί.</l><l n="593">Γλαῦκος δὲ πρῶτος Λυκίων ἀγὸς ἀσπιστάων</l><l n="594">ἐτράπετʼ, ἔκτεινεν δὲ Βαθυκλῆα μεγάθυμον</l><l n="595">Χάλκωνος φίλον υἱόν, ὃς Ἑλλάδι οἰκία ναίων</l><l n="596">ὄλβῳ τε πλούτῳ τε μετέπρεπε Μυρμιδόνεσσι.</l><l n="597">τὸν μὲν ἄρα Γλαῦκος στῆθος μέσον οὔτασε δουρὶ</l><l n="598">στρεφθεὶς ἐξαπίνης, ὅτε μιν κατέμαρπτε διώκων·</l><l n="599">δούπησεν δὲ πεσών· πυκινὸν δʼ ἄχος ἔλλαβʼ Ἀχαιούς,</l><l n="600">ὡς ἔπεσʼ ἐσθλὸς ἀνήρ· μέγα δὲ Τρῶες κεχάροντο,</l><l n="601">στὰν δʼ ἀμφʼ αὐτὸν ἰόντες ἀολλέες· οὐδʼ ἄρʼ Ἀχαιοὶ</l><l n="602">ἀλκῆς ἐξελάθοντο, μένος δʼ ἰθὺς φέρον αὐτῶν.</l><l n="603">ἔνθʼ αὖ Μηριόνης Τρώων ἕλεν ἄνδρα κορυστὴν</l><l n="604">Λαόγονον θρασὺν υἱὸν Ὀνήτορος, ὃς Διὸς ἱρεὺς</l><l n="605">Ἰδαίου ἐτέτυκτο, θεὸς δʼ ὣς τίετο δήμῳ.</l><l n="606">τὸν βάλʼ ὑπὸ γναθμοῖο καὶ οὔατος· ὦκα δὲ θυμὸς</l><l n="607">ᾤχετʼ ἀπὸ μελέων, στυγερὸς δʼ ἄρα μιν σκότος εἷλεν.</l><l n="608">Αἰνείας δʼ ἐπὶ Μηριόνῃ δόρυ χάλκεον ἧκεν·</l><l n="609">ἔλπετο γὰρ τεύξεσθαι ὑπασπίδια προβιβῶντος.</l><l n="610">ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος·</l><l n="611">πρόσσω γὰρ κατέκυψε, τὸ δʼ ἐξόπιθεν δόρυ μακρὸν</l><l n="612">οὔδει ἐνισκίμφθη, ἐπὶ δʼ οὐρίαχος πελεμίχθη</l><l n="613">ἔγχεος· ἔνθα δʼ ἔπειτʼ ἀφίει μένος ὄβριμος Ἄρης.</l><l n="614">αἰχμὴ δʼ Αἰνείαο κραδαινομένη κατὰ γαίης</l><l n="615">ᾤχετʼ, ἐπεί ῥʼ ἅλιον στιβαρῆς ἀπὸ χειρὸς ὄρουσεν.</l><l n="616">Αἰνείας δʼ ἄρα θυμὸν ἐχώσατο φώνησέν τε·</l><q><l n="617">Μηριόνη τάχα κέν σε καὶ ὀρχηστήν περ ἐόντα</l><l n="618">ἔγχος ἐμὸν κατέπαυσε διαμπερές, εἴ σʼ ἔβαλόν περ.</l></q><milestone ed="p" n="619" unit="card"/><l n="619"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖ Μηριόνης δουρικλυτὸς ἀντίον ηὔδα·</l><q><l n="620">Αἰνεία χαλεπόν σε καὶ ἴφθιμόν περ ἐόντα</l><l n="621">πάντων ἀνθρώπων σβέσσαι μένος, ὅς κέ σευ ἄντα</l><l n="622">ἔλθῃ ἀμυνόμενος· θνητὸς δέ νυ καὶ σὺ τέτυξαι.</l><l n="623">εἰ καὶ ἐγώ σε βάλοιμι τυχὼν μέσον ὀξέϊ χαλκῷ,</l><l n="624">αἶψά κε καὶ κρατερός περ ἐὼν καὶ χερσὶ πεποιθὼς</l><l n="625">εὖχος ἐμοὶ δοίης, ψυχὴν δʼ Ἄϊδι κλυτοπώλῳ.</l></q><l n="626"><milestone ed="P" unit="para"/>ὣς φάτο, τὸν δʼ ἐνένιπε Μενοιτίου ἄλκιμος υἱός·</l><q><l n="627">Μηριόνη τί σὺ ταῦτα καὶ ἐσθλὸς ἐὼν ἀγορεύεις;</l><l n="628">ὦ πέπον οὔ τοι Τρῶες ὀνειδείοις ἐπέεσσι</l><l n="629">νεκροῦ χωρήσουσι· πάρος τινὰ γαῖα καθέξει.</l><l n="630">ἐν γὰρ χερσὶ τέλος πολέμου, ἐπέων δʼ ἐνὶ βουλῇ·</l><l n="631">τὼ οὔ τι χρὴ μῦθον ὀφέλλειν, ἀλλὰ μάχεσθαι.</l></q><l n="632"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ὃ μὲν ἦρχʼ, ὃ δʼ ἅμʼ ἕσπετο ἰσόθεος φώς.</l><l n="633">τῶν δʼ ὥς τε δρυτόμων ἀνδρῶν ὀρυμαγδὸς ὀρώρει</l><l n="634">οὔρεος ἐν βήσσῃς, ἕκαθεν δέ τε γίγνετʼ ἀκουή,</l><l n="635">ὣς τῶν ὄρνυτο δοῦπος ἀπὸ χθονὸς εὐρυοδείης</l><l n="636">χαλκοῦ τε ῥινοῦ τε βοῶν τʼ εὐποιητάων,</l><l n="637">νυσσομένων ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν.</l><l n="638">οὐδʼ ἂν ἔτι φράδμων περ ἀνὴρ Σαρπηδόνα δῖον</l><l n="639">ἔγνω, ἐπεὶ βελέεσσι καὶ αἵματι καὶ κονίῃσιν</l><l n="640">ἐκ κεφαλῆς εἴλυτο διαμπερὲς ἐς πόδας ἄκρους.</l><l n="641">οἳ δʼ αἰεὶ περὶ νεκρὸν ὁμίλεον, ὡς ὅτε μυῖαι</l><l n="642">σταθμῷ ἔνι βρομέωσι περιγλαγέας κατὰ πέλλας</l><l n="643">ὥρῃ ἐν εἰαρινῇ, ὅτε τε γλάγος ἄγγεα δεύει·</l><l n="644">ὣς ἄρα τοὶ περὶ νεκρὸν ὁμίλεον, οὐδέ ποτε Ζεὺς</l><l n="645">τρέψεν ἀπὸ κρατερῆς ὑσμίνης ὄσσε φαεινώ,</l><l n="646">ἀλλὰ κατʼ αὐτοὺς αἰὲν ὅρα καὶ φράζετο θυμῷ,</l><l n="647">πολλὰ μάλʼ ἀμφὶ φόνῳ Πατρόκλου μερμηρίζων,</l><l n="648">ἢ ἤδη καὶ κεῖνον ἐνὶ κρατερῇ ὑσμίνῃ</l><l n="649">αὐτοῦ ἐπʼ ἀντιθέῳ Σαρπηδόνι φαίδιμος Ἕκτωρ</l><l n="650">χαλκῷ δῃώσῃ, ἀπό τʼ ὤμων τεύχεʼ ἕληται,</l><l n="651">ἦ ἔτι καὶ πλεόνεσσιν ὀφέλλειεν πόνον αἰπύν.</l><l n="652">ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι</l><l n="653">ὄφρʼ ἠῢς θεράπων Πηληϊάδεω Ἀχιλῆος</l><l n="654">ἐξαῦτις Τρῶάς τε καὶ Ἕκτορα χαλκοκορυστὴν</l><l n="655">ὤσαιτο προτὶ ἄστυ, πολέων δʼ ἀπὸ θυμὸν ἕλοιτο.</l><l n="656">Ἕκτορι δὲ πρωτίστῳ ἀνάλκιδα θυμὸν ἐνῆκεν·</l><l n="657">ἐς δίφρον δʼ ἀναβὰς φύγαδʼ ἔτραπε, κέκλετο δʼ ἄλλους</l><l n="658">Τρῶας φευγέμεναι· γνῶ γὰρ Διὸς ἱρὰ τάλαντα.</l><milestone ed="p" n="659" unit="card"/><l n="659">ἔνθʼ οὐδʼ ἴφθιμοι Λύκιοι μένον, ἀλλὰ φόβηθεν</l><l n="660">πάντες, ἐπεὶ βασιλῆα ἴδον βεβλαμμένον ἦτορ</l><l n="661">κείμενον ἐν νεκύων ἀγύρει· πολέες γὰρ ἐπʼ αὐτῷ</l><l n="662">κάππεσον, εὖτʼ ἔριδα κρατερὴν ἐτάνυσσε Κρονίων.</l><l n="663">οἳ δʼ ἄρʼ ἀπʼ ὤμοιιν Σαρπηδόνος ἔντεʼ ἕλοντο</l><l n="664">χάλκεα μαρμαίροντα, τὰ μὲν κοίλας ἐπὶ νῆας</l><l n="665">δῶκε φέρειν ἑτάροισι Μενοιτίου ἄλκιμος υἱός.</l><l n="666">καὶ τότʼ Ἀπόλλωνα προσέφη νεφεληγερέτα Ζεύς·</l><q><l n="667">εἰ δʼ ἄγε νῦν φίλε Φοῖβε, κελαινεφὲς αἷμα κάθηρον</l><l n="668">ἐλθὼν ἐκ βελέων Σαρπηδόνα, καί μιν ἔπειτα</l><l n="669">πολλὸν ἀπὸ πρὸ φέρων λοῦσον ποταμοῖο ῥοῇσι</l><l n="670">χρῖσόν τʼ ἀμβροσίῃ, περὶ δʼ ἄμβροτα εἵματα ἕσσον·</l><l n="671">πέμπε δέ μιν πομποῖσιν ἅμα κραιπνοῖσι φέρεσθαι</l><l n="672">ὕπνῳ καὶ θανάτῳ διδυμάοσιν, οἵ ῥά μιν ὦκα</l><l n="673">θήσουσʼ ἐν Λυκίης εὐρείης πίονι δήμῳ,</l><l n="674">ἔνθά ἑ ταρχύσουσι κασίγνητοί τε ἔται τε</l><l n="675">τύμβῳ τε στήλῃ τε· τὸ γὰρ γέρας ἐστὶ θανόντων.</l></q><l n="676"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἄρα πατρὸς ἀνηκούστησεν Ἀπόλλων.</l><l n="677">βῆ δὲ κατʼ Ἰδαίων ὀρέων ἐς φύλοπιν αἰνήν,</l><l n="678">αὐτίκα δʼ ἐκ βελέων Σαρπηδόνα δῖον ἀείρας</l><l n="679">πολλὸν ἀπὸ πρὸ φέρων λοῦσεν ποταμοῖο ῥοῇσι</l><l n="680">χρῖσέν τʼ ἀμβροσίῃ, περὶ δʼ ἄμβροτα εἵματα ἕσσε·</l><l n="681">πέμπε δέ μιν πομποῖσιν ἅμα κραιπνοῖσι φέρεσθαι,</l><l n="682">ὕπνῳ καὶ θανάτῳ διδυμάοσιν, οἵ ῥά μιν ὦκα</l><l n="683">κάτθεσαν ἐν Λυκίης εὐρείης πίονι δήμῳ.</l><l n="684"><milestone ed="P" unit="para"/>Πάτροκλος δʼ ἵπποισι καὶ Αὐτομέδοντι κελεύσας</l><l n="685">Τρῶας καὶ Λυκίους μετεκίαθε, καὶ μέγʼ ἀάσθη</l><l n="686">νήπιος· εἰ δὲ ἔπος Πηληϊάδαο φύλαξεν</l><l n="687">ἦ τʼ ἂν ὑπέκφυγε κῆρα κακὴν μέλανος θανάτοιο.</l><l n="688">ἀλλʼ αἰεί τε Διὸς κρείσσων νόος ἠέ περ ἀνδρῶν·</l><l n="689">ὅς τε καὶ ἄλκιμον ἄνδρα φοβεῖ καὶ ἀφείλετο νίκην</l><l n="690">ῥηϊδίως, ὅτε δʼ αὐτὸς ἐποτρύνῃσι μάχεσθαι·</l><l n="691">ὅς οἱ καὶ τότε θυμὸν ἐνὶ στήθεσσιν ἀνῆκεν.</l><l n="692"><milestone ed="P" unit="para"/>ἔνθα τίνα πρῶτον τίνα δʼ ὕστατον ἐξενάριξας</l><l n="693">Πατρόκλεις, ὅτε δή σε θεοὶ θάνατον δὲ κάλεσσαν;</l><l n="694">Ἄδρηστον μὲν πρῶτα καὶ Αὐτόνοον καὶ Ἔχεκλον</l><l n="695">καὶ Πέριμον Μεγάδην καὶ Ἐπίστορα καὶ Μελάνιππον,</l><l n="696">αὐτὰρ ἔπειτʼ Ἔλασον καὶ Μούλιον ἠδὲ Πυλάρτην·</l><l n="697">τοὺς ἕλεν· οἳ δʼ ἄλλοι φύγαδε μνώοντο ἕκαστος.</l><milestone ed="p" n="698" unit="card"/><l n="698"><milestone ed="P" unit="para"/>ἔνθά κεν ὑψίπυλον Τροίην ἕλον υἷες Ἀχαιῶν</l><l n="699">Πατρόκλου ὑπὸ χερσί, περὶ πρὸ γὰρ ἔγχεϊ θῦεν,</l><l n="700">εἰ μὴ Ἀπόλλων Φοῖβος ἐϋδμήτου ἐπὶ πύργου</l><l n="701">ἔστη τῷ ὀλοὰ φρονέων, Τρώεσσι δʼ ἀρήγων.</l><l n="702">τρὶς μὲν ἐπʼ ἀγκῶνος βῆ τείχεος ὑψηλοῖο</l><l n="703">Πάτροκλος, τρὶς δʼ αὐτὸν ἀπεστυφέλιξεν Ἀπόλλων</l><l n="704">χείρεσσʼ ἀθανάτῃσι φαεινὴν ἀσπίδα νύσσων.</l><l n="705">ἀλλʼ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος,</l><l n="706">δεινὰ δʼ ὁμοκλήσας ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="707">χάζεο διογενὲς Πατρόκλεες· οὔ νύ τοι αἶσα</l><l n="708">σῷ ὑπὸ δουρὶ πόλιν πέρθαι Τρώων ἀγερώχων,</l><l n="709">οὐδʼ ὑπʼ Ἀχιλλῆος, ὅς περ σέο πολλὸν ἀμείνων.</l></q><l n="710"><milestone ed="P" unit="para"/>ὣς φάτο, Πάτροκλος δʼ ἀνεχάζετο πολλὸν ὀπίσσω</l><l n="711">μῆνιν ἀλευάμενος ἑκατηβόλου Ἀπόλλωνος.</l><l n="712"><milestone ed="P" unit="para"/>Ἕκτωρ δʼ ἐν Σκαιῇσι πύλῃς ἔχε μώνυχας ἵππους·</l><l n="713">δίζε γὰρ ἠὲ μάχοιτο κατὰ κλόνον αὖτις ἐλάσσας,</l><l n="714">ἦ λαοὺς ἐς τεῖχος ὁμοκλήσειεν ἀλῆναι.</l><l n="715">ταῦτʼ ἄρα οἱ φρονέοντι παρίστατο Φοῖβος Ἀπόλλων</l><l n="716">ἀνέρι εἰσάμενος αἰζηῷ τε κρατερῷ τε</l><l n="717">Ἀσίῳ, ὃς μήτρως ἦν Ἕκτορος ἱπποδάμοιο</l><l n="718">αὐτοκασίγνητος Ἑκάβης, υἱὸς δὲ Δύμαντος,</l><l n="719">ὃς Φρυγίῃ ναίεσκε ῥοῇς ἔπι Σαγγαρίοιο·</l><l n="720">τῷ μιν ἐεισάμενος προσέφη Διὸς υἱὸς Ἀπόλλων·</l><q><l n="721">Ἕκτορ τίπτε μάχης ἀποπαύεαι; οὐδέ τί σε χρή.</l><l n="722">αἴθʼ ὅσον ἥσσων εἰμί, τόσον σέο φέρτερος εἴην·</l><l n="723">τώ κε τάχα στυγερῶς πολέμου ἀπερωήσειας.</l><l n="724">ἀλλʼ ἄγε Πατρόκλῳ ἔφεπε κρατερώνυχας ἵππους,</l><l n="725">αἴ κέν πώς μιν ἕλῃς, δώῃ δέ τοι εὖχος Ἀπόλλων.</l><milestone ed="p" n="726" unit="card"/></q><l n="726"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ὃ μὲν αὖτις ἔβη θεὸς ἂμ πόνον ἀνδρῶν,</l><l n="727">Κεβριόνῃ δʼ ἐκέλευσε δαΐφρονι φαίδιμος Ἕκτωρ</l><l n="728">ἵππους ἐς πόλεμον πεπληγέμεν. αὐτὰρ Ἀπόλλων</l><l n="729">δύσεθʼ ὅμιλον ἰών, ἐν δὲ κλόνον Ἀργείοισιν</l><l n="730">ἧκε κακόν, Τρωσὶν δὲ καὶ Ἕκτορι κῦδος ὄπαζεν.</l><l n="731">Ἕκτωρ δʼ ἄλλους μὲν Δαναοὺς ἔα οὐδʼ ἐνάριζεν·</l><l n="732">αὐτὰρ ὃ Πατρόκλῳ ἔφεπε κρατερώνυχας ἵππους.</l><l n="733">Πάτροκλος δʼ ἑτέρωθεν ἀφʼ ἵππων ἆλτο χαμᾶζε</l><l n="734">σκαιῇ ἔγχος ἔχων· ἑτέρηφι δὲ λάζετο πέτρον</l><l n="735">μάρμαρον ὀκριόεντα τόν οἱ περὶ χεὶρ ἐκάλυψεν,</l><l n="736">ἧκε δʼ ἐρεισάμενος, οὐδὲ δὴν χάζετο φωτός,</l><l n="737">οὐδʼ ἁλίωσε βέλος, βάλε δʼ Ἕκτορος ἡνιοχῆα</l><l n="738">Κεβριόνην νόθον υἱὸν ἀγακλῆος Πριάμοιο</l><l n="739">ἵππων ἡνίʼ ἔχοντα μετώπιον ὀξέϊ λᾶϊ.</l><l n="740">ἀμφοτέρας δʼ ὀφρῦς σύνελεν λίθος, οὐδέ οἱ ἔσχεν</l><l n="741">ὀστέον, ὀφθαλμοὶ δὲ χαμαὶ πέσον ἐν κονίῃσιν</l><l n="742">αὐτοῦ πρόσθε ποδῶν· ὃ δʼ ἄρʼ ἀρνευτῆρι ἐοικὼς</l><l n="743">κάππεσʼ ἀπʼ εὐεργέος δίφρου, λίπε δʼ ὀστέα θυμός.</l><l n="744">τὸν δʼ ἐπικερτομέων προσέφης Πατρόκλεες ἱππεῦ·</l><q><l n="745">ὢ πόποι ἦ μάλʼ ἐλαφρὸς ἀνήρ, ὡς ῥεῖα κυβιστᾷ.</l><l n="746">εἰ δή που καὶ πόντῳ ἐν ἰχθυόεντι γένοιτο,</l><l n="747">πολλοὺς ἂν κορέσειεν ἀνὴρ ὅδε τήθεα διφῶν</l><l n="748">νηὸς ἀποθρῴσκων, εἰ καὶ δυσπέμφελος εἴη,</l><l n="749">ὡς νῦν ἐν πεδίῳ ἐξ ἵππων ῥεῖα κυβιστᾷ.</l><l n="750">ἦ ῥα καὶ ἐν Τρώεσσι κυβιστητῆρες ἔασιν.</l><milestone ed="p" n="750" unit="card"/></q><l n="751"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ἐπὶ Κεβριόνῃ ἥρωϊ βεβήκει</l><l n="752">οἶμα λέοντος ἔχων, ὅς τε σταθμοὺς κεραΐζων</l><l n="753">ἔβλητο πρὸς στῆθος, ἑή τέ μιν ὤλεσεν ἀλκή·</l><l n="754">ὣς ἐπὶ Κεβριόνῃ Πατρόκλεες ἆλσο μεμαώς.</l><l n="755">Ἕκτωρ δʼ αὖθʼ ἑτέρωθεν ἀφʼ ἵππων ἆλτο χαμᾶζε.</l><l n="756">τὼ περὶ Κεβριόναο λέονθʼ ὣς δηρινθήτην,</l><l n="757">ὥ τʼ ὄρεος κορυφῇσι περὶ κταμένης ἐλάφοιο</l><l n="758">ἄμφω πεινάοντε μέγα φρονέοντε μάχεσθον·</l><l n="759">ὣς περὶ Κεβριόναο δύω μήστωρες ἀϋτῆς</l><l n="760">Πάτροκλός τε Μενοιτιάδης καὶ φαίδιμος Ἕκτωρ</l><l n="761">ἵεντʼ ἀλλήλων ταμέειν χρόα νηλέϊ χαλκῷ.</l><l n="762">Ἕκτωρ μὲν κεφαλῆφιν ἐπεὶ λάβεν οὐχὶ μεθίει·</l><l n="763">Πάτροκλος δʼ ἑτέρωθεν ἔχεν ποδός· οἳ δὲ δὴ ἄλλοι</l><l n="764">Τρῶες καὶ Δαναοὶ σύναγον κρατερὴν ὑσμίνην.</l><l n="765"><milestone ed="P" unit="para"/>ὡς δʼ Εὖρός τε Νότος τʼ ἐριδαίνετον ἀλλήλοιιν</l><l n="766">οὔρεος ἐν βήσσῃς βαθέην πελεμιζέμεν ὕλην</l><l n="767">φηγόν τε μελίην τε τανύφλοιόν τε κράνειαν,</l><l n="768">αἵ τε πρὸς ἀλλήλας ἔβαλον τανυήκεας ὄζους</l><l n="769">ἠχῇ θεσπεσίῃ, πάταγος δέ τε ἀγνυμενάων,</l><l n="770">ὣς Τρῶες καὶ Ἀχαιοὶ ἐπʼ ἀλλήλοισι θορόντες</l><l n="771">δῄουν, οὐδʼ ἕτεροι μνώοντʼ ὀλοοῖο φόβοιο.</l><l n="772">πολλὰ δὲ Κεβριόνην ἀμφʼ ὀξέα δοῦρα πεπήγει</l><l n="773">ἰοί τε πτερόεντες ἀπὸ νευρῆφι θορόντες,</l><l n="774">πολλὰ δὲ χερμάδια μεγάλʼ ἀσπίδας ἐστυφέλιξαν</l><l n="775">μαρναμένων ἀμφʼ αὐτόν· ὃ δʼ ἐν στροφάλιγγι κονίης</l><l n="776">κεῖτο μέγας μεγαλωστί, λελασμένος ἱπποσυνάων.</l><milestone ed="p" n="777" unit="card"/><l n="777"><milestone ed="P" unit="para"/>ὄφρα μὲν Ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκει,</l><l n="778">τόφρα μάλʼ ἀμφοτέρων βέλεʼ ἥπτετο, πῖπτε δὲ λαός·</l><l n="779">ἦμος δʼ Ἠέλιος μετενίσετο βουλυτὸν δέ,</l><l n="780">καὶ τότε δή ῥʼ ὑπὲρ αἶσαν Ἀχαιοὶ φέρτεροι ἦσαν.</l><l n="781">ἐκ μὲν Κεβριόνην βελέων ἥρωα ἔρυσσαν</l><l n="782">Τρώων ἐξ ἐνοπῆς, καὶ ἀπʼ ὤμων τεύχεʼ ἕλοντο,</l><l n="783">Πάτροκλος δὲ Τρωσὶ κακὰ φρονέων ἐνόρουσε.</l><l n="784">τρὶς μὲν ἔπειτʼ ἐπόρουσε θοῷ ἀτάλαντος Ἄρηϊ</l><l n="785">σμερδαλέα ἰάχων, τρὶς δʼ ἐννέα φῶτας ἔπεφνεν.</l><l n="786">ἀλλʼ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος,</l><l n="787">ἔνθʼ ἄρα τοι Πάτροκλε φάνη βιότοιο τελευτή·</l><l n="788">ἤντετο γάρ τοι Φοῖβος ἐνὶ κρατερῇ ὑσμίνῃ</l><l n="789">δεινός· ὃ μὲν τὸν ἰόντα κατὰ κλόνον οὐκ ἐνόησεν,</l><l n="790">ἠέρι γὰρ πολλῇ κεκαλυμμένος ἀντεβόλησε·</l><l n="791">στῆ δʼ ὄπιθεν, πλῆξεν δὲ μετάφρενον εὐρέε τʼ ὤμω</l><l n="792">χειρὶ καταπρηνεῖ, στρεφεδίνηθεν δέ οἱ ὄσσε.</l><l n="793">τοῦ δʼ ἀπὸ μὲν κρατὸς κυνέην βάλε Φοῖβος Ἀπόλλων·</l><l n="794">ἣ δὲ κυλινδομένη καναχὴν ἔχε ποσσὶν ὑφʼ ἵππων</l><l n="795">αὐλῶπις τρυφάλεια, μιάνθησαν δὲ ἔθειραι</l><l n="796">αἵματι καὶ κονίῃσι· πάρος γε μὲν οὐ θέμις ἦεν</l><l n="797">ἱππόκομον πήληκα μιαίνεσθαι κονίῃσιν,</l><l n="798">ἀλλʼ ἀνδρὸς θείοιο κάρη χαρίεν τε μέτωπον</l><l n="799">ῥύετʼ Ἀχιλλῆος· τότε δὲ Ζεὺς Ἕκτορι δῶκεν</l><l n="800">ᾗ κεφαλῇ φορέειν, σχεδόθεν δέ οἱ ἦεν ὄλεθρος.</l><l n="801">πᾶν δέ οἱ ἐν χείρεσσιν ἄγη δολιχόσκιον ἔγχος</l><l n="802">βριθὺ μέγα στιβαρὸν κεκορυθμένον· αὐτὰρ ἀπʼ ὤμων</l><l n="803">ἀσπὶς σὺν τελαμῶνι χαμαὶ πέσε τερμιόεσσα.</l><l n="804">λῦσε δέ οἱ θώρηκα ἄναξ Διὸς υἱὸς Ἀπόλλων.</l><l n="805">τὸν δʼ ἄτη φρένας εἷλε, λύθεν δʼ ὑπὸ φαίδιμα γυῖα,</l><l n="806">στῆ δὲ ταφών· ὄπιθεν δὲ μετάφρενον ὀξέϊ δουρὶ</l><l n="807">ὤμων μεσσηγὺς σχεδόθεν βάλε Δάρδανος ἀνὴρ</l><l n="808">Πανθοΐδης Εὔφορβος, ὃς ἡλικίην ἐκέκαστο</l><l n="809">ἔγχεΐ θʼ ἱπποσύνῃ τε πόδεσσί τε καρπαλίμοισι·</l><l n="810">καὶ γὰρ δὴ τότε φῶτας ἐείκοσι βῆσεν ἀφʼ ἵππων</l><l n="811">πρῶτʼ ἐλθὼν σὺν ὄχεσφι διδασκόμενος πολέμοιο·</l><l n="812">ὅς τοι πρῶτος ἐφῆκε βέλος Πατρόκλεες ἱππεῦ</l><l n="813">οὐδὲ δάμασσʼ· ὃ μὲν αὖτις ἀνέδραμε, μίκτο δʼ ὁμίλῳ,</l><l n="814">ἐκ χροὸς ἁρπάξας δόρυ μείλινον, οὐδʼ ὑπέμεινε</l><l n="815">Πάτροκλον γυμνόν περ ἐόντʼ ἐν δηϊοτῆτι.</l><l n="816">Πάτροκλος δὲ θεοῦ πληγῇ καὶ δουρὶ δαμασθεὶς</l><l n="817">ἂψ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων.</l><milestone ed="p" n="818" unit="card"/><l n="818"><milestone ed="P" unit="para"/>Ἕκτωρ δʼ ὡς εἶδεν Πατροκλῆα μεγάθυμον</l><l n="819">ἂψ ἀναχαζόμενον βεβλημένον ὀξέϊ χαλκῷ,</l><l n="820">ἀγχίμολόν ῥά οἱ ἦλθε κατὰ στίχας, οὖτα δὲ δουρὶ</l><l n="821">νείατον ἐς κενεῶνα, διὰ πρὸ δὲ χαλκὸν ἔλασσε·</l><l n="822">δούπησεν δὲ πεσών, μέγα δʼ ἤκαχε λαὸν Ἀχαιῶν·</l><l n="823">ὡς δʼ ὅτε σῦν ἀκάμαντα λέων ἐβιήσατο χάρμῃ,</l><l n="824">ὥ τʼ ὄρεος κορυφῇσι μέγα φρονέοντε μάχεσθον</l><l n="825">πίδακος ἀμφʼ ὀλίγης· ἐθέλουσι δὲ πιέμεν ἄμφω·</l><l n="826">πολλὰ δέ τʼ ἀσθμαίνοντα λέων ἐδάμασσε βίηφιν·</l><l n="827">ὣς πολέας πεφνόντα Μενοιτίου ἄλκιμον υἱὸν</l><l n="828">Ἕκτωρ Πριαμίδης σχεδὸν ἔγχεϊ θυμὸν ἀπηύρα,</l><l n="829">καί οἱ ἐπευχόμενος ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="830">Πάτροκλʼ ἦ που ἔφησθα πόλιν κεραϊξέμεν ἁμήν,</l><l n="831">Τρωϊάδας δὲ γυναῖκας ἐλεύθερον ἦμαρ ἀπούρας</l><l n="832">ἄξειν ἐν νήεσσι φίλην ἐς πατρίδα γαῖαν</l><l n="833">νήπιε· τάων δὲ πρόσθʼ Ἕκτορος ὠκέες ἵπποι</l><l n="834">ποσσὶν ὀρωρέχαται πολεμίζειν· ἔγχεϊ δʼ αὐτὸς</l><l n="835">Τρωσὶ φιλοπτολέμοισι μεταπρέπω, ὅ σφιν ἀμύνω</l><l n="836">ἦμαρ ἀναγκαῖον· σὲ δέ τʼ ἐνθάδε γῦπες ἔδονται.</l><l n="837">ἆ δείλʼ, οὐδέ τοι ἐσθλὸς ἐὼν χραίσμησεν Ἀχιλλεύς,</l><l n="838">ὅς πού τοι μάλα πολλὰ μένων ἐπετέλλετʼ ἰόντι·</l><q><l n="839">μή μοι πρὶν ἰέναι Πατρόκλεες ἱπποκέλευθε</l><l n="840">νῆας ἔπι γλαφυρὰς πρὶν Ἕκτορος ἀνδροφόνοιο</l><l n="841">αἱματόεντα χιτῶνα περὶ στήθεσσι δαΐξαι.</l></q><l n="842">ὥς πού σε προσέφη, σοὶ δὲ φρένας ἄφρονι πεῖθε.</l></q><l n="843"><milestone ed="P" unit="para"/>τὸν δʼ ὀλιγοδρανέων προσέφης Πατρόκλεες ἱππεῦ·</l><q><l n="844">ἤδη νῦν Ἕκτορ μεγάλʼ εὔχεο· σοὶ γὰρ ἔδωκε</l><l n="845">νίκην Ζεὺς Κρονίδης καὶ Ἀπόλλων, οἵ με δάμασσαν</l><l n="846">ῥηιδίως· αὐτοὶ γὰρ ἀπʼ ὤμων τεύχεʼ ἕλοντο.</l><l n="847">τοιοῦτοι δʼ εἴ πέρ μοι ἐείκοσιν ἀντεβόλησαν,</l><l n="848">πάντές κʼ αὐτόθʼ ὄλοντο ἐμῷ ὑπὸ δουρὶ δαμέντες.</l><l n="849">ἀλλά με μοῖρʼ ὀλοὴ καὶ Λητοῦς ἔκτανεν υἱός,</l><l n="850">ἀνδρῶν δʼ Εὔφορβος· σὺ δέ με τρίτος ἐξεναρίζεις.</l><l n="851">ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·</l><l n="852">οὔ θην οὐδʼ αὐτὸς δηρὸν βέῃ, ἀλλά τοι ἤδη</l><l n="853">ἄγχι παρέστηκεν θάνατος καὶ μοῖρα κραταιὴ</l><l n="854">χερσὶ δαμέντʼ Ἀχιλῆος ἀμύμονος Αἰακίδαο.</l></q><l n="855"><milestone ed="P" unit="para"/>ὣς ἄρα μιν εἰπόντα τέλος θανάτοιο κάλυψε·</l><l n="856">ψυχὴ δʼ ἐκ ῥεθέων πταμένη Ἄϊδος δὲ βεβήκει</l><l n="857">ὃν πότμον γοόωσα λιποῦσʼ ἀνδροτῆτα καὶ ἥβην.</l><l n="858">τὸν καὶ τεθνηῶτα προσηύδα φαίδιμος Ἕκτωρ·</l><q><l n="859">Πατρόκλεις τί νύ μοι μαντεύεαι αἰπὺν ὄλεθρον;</l><l n="860">τίς δʼ οἶδʼ εἴ κʼ Ἀχιλεὺς Θέτιδος πάϊς ἠϋκόμοιο</l><l n="861">φθήῃ ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσαι;</l></q><l n="862"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσας δόρυ χάλκεον ἐξ ὠτειλῆς</l><l n="863">εἴρυσε λὰξ προσβάς, τὸν δʼ ὕπτιον ὦσʼ ἀπὸ δουρός.</l><l n="864">αὐτίκα δὲ ξὺν δουρὶ μετʼ Αὐτομέδοντα βεβήκει</l><l n="865">ἀντίθεον θεράποντα ποδώκεος Αἰακίδαο·</l><l n="866">ἵετο γὰρ βαλέειν· τὸν δʼ ἔκφερον ὠκέες ἵπποι</l><l n="867">ἄμβροτοι, οὓς Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα.</l></div><div type="textpart" subtype="Book" n="17"><milestone ed="p" n="1" unit="card"/><l n="1"><milestone ed="P" unit="para"/>οὐδʼ ἔλαθʼ Ἀτρέος υἱὸν ἀρηΐφιλον Μενέλαον</l><l n="2">Πάτροκλος Τρώεσσι δαμεὶς ἐν δηϊοτῆτι.</l><l n="3">βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ,</l><l n="4">ἀμφὶ δʼ ἄρʼ αὐτῷ βαῖνʼ ὥς τις περὶ πόρτακι μήτηρ</l><l n="5">πρωτοτόκος κινυρὴ οὐ πρὶν εἰδυῖα τόκοιο·</l><l n="6">ὣς περὶ Πατρόκλῳ βαῖνε ξανθὸς Μενέλαος.</l><l n="7">πρόσθε δέ οἱ δόρυ τʼ ἔσχε καὶ ἀσπίδα πάντοσʼ ἐΐσην,</l><l n="8">τὸν κτάμεναι μεμαὼς ὅς τις τοῦ γʼ ἀντίος ἔλθοι.</l><l n="9">οὐδʼ ἄρα Πάνθου υἱὸς ἐϋμμελίης ἀμέλησε</l><l n="10">Πατρόκλοιο πεσόντος ἀμύμονος· ἄγχι δʼ ἄρʼ αὐτοῦ</l><l n="11">ἔστη, καὶ προσέειπεν ἀρηΐφιλον Μενέλαον·</l><q><l n="12">Ἀτρεΐδη Μενέλαε διοτρεφὲς ὄρχαμε λαῶν</l><l n="13">χάζεο, λεῖπε δὲ νεκρόν, ἔα δʼ ἔναρα βροτόεντα·</l><l n="14">οὐ γάρ τις πρότερος Τρώων κλειτῶν τʼ ἐπικούρων</l><l n="15">Πάτροκλον βάλε δουρὶ κατὰ κρατερὴν ὑσμίνην·</l><l n="16">τώ με ἔα κλέος ἐσθλὸν ἐνὶ Τρώεσσιν ἀρέσθαι,</l><l n="17">μή σε βάλω, ἀπὸ δὲ μελιηδέα θυμὸν ἕλωμαι.</l></q><l n="18"><milestone ed="P" unit="para"/>τὸν δὲ μέγʼ ὀχθήσας προσέφη ξανθὸς Μενέλαος·</l><q><l n="19">Ζεῦ πάτερ οὐ μὲν καλὸν ὑπέρβιον εὐχετάασθαι.</l><l n="20">οὔτʼ οὖν παρδάλιος τόσσον μένος οὔτε λέοντος</l><l n="21">οὔτε συὸς κάπρου ὀλοόφρονος, οὗ τε μέγιστος</l><l n="22">θυμὸς ἐνὶ στήθεσσι περὶ σθένεϊ βλεμεαίνει,</l><l n="23">ὅσσον Πάνθου υἷες ἐϋμμελίαι φρονέουσιν.</l><l n="24">οὐδὲ μὲν οὐδὲ βίη Ὑπερήνορος ἱπποδάμοιο</l><l n="25">ἧς ἥβης ἀπόνηθʼ, ὅτε μʼ ὤνατο καί μʼ ὑπέμεινε</l><l n="26">καί μʼ ἔφατʼ ἐν Δαναοῖσιν ἐλέγχιστον πολεμιστὴν</l><l n="27">ἔμμεναι· οὐδέ ἕ φημι πόδεσσί γε οἷσι κιόντα</l><l n="28">εὐφρῆναι ἄλοχόν τε φίλην κεδνούς τε τοκῆας.</l><l n="29">ὥς θην καὶ σὸν ἐγὼ λύσω μένος εἴ κέ μευ ἄντα</l><l n="30">στήῃς· ἀλλά σʼ ἔγωγʼ ἀναχωρήσαντα κελεύω</l><l n="31">ἐς πληθὺν ἰέναι, μηδʼ ἀντίος ἵστασʼ ἐμεῖο</l><l n="32">πρίν τι κακὸν παθέειν· ῥεχθὲν δέ τε νήπιος ἔγνω.</l></q><l n="33"><milestone ed="P" unit="para"/>ὣς φάτο, τὸν δʼ οὐ πεῖθεν· ἀμειβόμενος δὲ προσηύδα·</l><q><l n="34">νῦν μὲν δὴ Μενέλαε διοτρεφὲς ἦ μάλα τείσεις</l><l n="35">γνωτὸν ἐμὸν τὸν ἔπεφνες, ἐπευχόμενος δʼ ἀγορεύεις,</l><l n="36">χήρωσας δὲ γυναῖκα μυχῷ θαλάμοιο νέοιο,</l><l n="37">ἀρητὸν δὲ τοκεῦσι γόον καὶ πένθος ἔθηκας.</l><l n="38">ἦ κέ σφιν δειλοῖσι γόου κατάπαυμα γενοίμην</l><l n="39">εἴ κεν ἐγὼ κεφαλήν τε τεὴν καὶ τεύχεʼ ἐνείκας</l><l n="40">Πάνθῳ ἐν χείρεσσι βάλω καὶ Φρόντιδι δίῃ.</l><l n="41">ἀλλʼ οὐ μὰν ἔτι δηρὸν ἀπείρητος πόνος ἔσται</l><l n="42">οὐδʼ ἔτʼ ἀδήριτος ἤτʼ ἀλκῆς ἤτε φόβοιο.</l><milestone ed="p" n="44" unit="card"/></q><l n="43"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν οὔτησε κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην·</l><l n="44">οὐδʼ ἔρρηξεν χαλκός, ἀνεγνάμφθη δέ οἱ αἰχμὴ</l><l n="45">ἀσπίδʼ ἐνὶ κρατερῇ· ὃ δὲ δεύτερος ὄρνυτο χαλκῷ</l><l n="46">Ἀτρεΐδης Μενέλαος ἐπευξάμενος Διὶ πατρί·</l><l n="47">ἂψ δʼ ἀναχαζομένοιο κατὰ στομάχοιο θέμεθλα</l><l n="48">νύξʼ, ἐπὶ δʼ αὐτὸς ἔρεισε βαρείῃ χειρὶ πιθήσας·</l><l n="49">ἀντικρὺ δʼ ἁπαλοῖο διʼ αὐχένος ἤλυθʼ ἀκωκή,</l><l n="50">δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.</l><l n="51">αἵματί οἱ δεύοντο κόμαι Χαρίτεσσιν ὁμοῖαι</l><l n="52">πλοχμοί θʼ, οἳ χρυσῷ τε καὶ ἀργύρῳ ἐσφήκωντο.</l><l n="53">οἷον δὲ τρέφει ἔρνος ἀνὴρ ἐριθηλὲς ἐλαίης</l><l n="54">χώρῳ ἐν οἰοπόλῳ, ὅθʼ ἅλις ἀναβέβροχεν ὕδωρ,</l><l n="55">καλὸν τηλεθάον· τὸ δέ τε πνοιαὶ δονέουσι</l><l n="56">παντοίων ἀνέμων, καί τε βρύει ἄνθεϊ λευκῷ·</l><l n="57">ἐλθὼν δʼ ἐξαπίνης ἄνεμος σὺν λαίλαπι πολλῇ</l><l n="58">βόθρου τʼ ἐξέστρεψε καὶ ἐξετάνυσσʼ ἐπὶ γαίῃ·</l><l n="59">τοῖον Πάνθου υἱὸν ἐϋμμελίην Εὔφορβον</l><l n="60">Ἀτρεΐδης Μενέλαος ἐπεὶ κτάνε τεύχεʼ ἐσύλα.</l><l n="61"><milestone ed="P" unit="para"/>ὡς δʼ ὅτε τίς τε λέων ὀρεσίτροφος ἀλκὶ πεποιθὼς</l><l n="62">βοσκομένης ἀγέλης βοῦν ἁρπάσῃ ἥ τις ἀρίστη·</l><l n="63">τῆς δʼ ἐξ αὐχένʼ ἔαξε λαβὼν κρατεροῖσιν ὀδοῦσι</l><l n="64">πρῶτον, ἔπειτα δέ θʼ αἷμα καὶ ἔγκατα πάντα λαφύσσει</l><l n="65">δῃῶν· ἀμφὶ δὲ τόν γε κύνες τʼ ἄνδρές τε νομῆες</l><l n="66">πολλὰ μάλʼ ἰύζουσιν ἀπόπροθεν οὐδʼ ἐθέλουσιν</l><l n="67">ἀντίον ἐλθέμεναι· μάλα γὰρ χλωρὸν δέος αἱρεῖ·</l><l n="68">ὣς τῶν οὔ τινι θυμὸς ἐνὶ στήθεσσιν ἐτόλμα</l><l n="69">ἀντίον ἐλθέμεναι Μενελάου κυδαλίμοιο.</l><l n="70">ἔνθά κε ῥεῖα φέροι κλυτὰ τεύχεα Πανθοΐδαο</l><l n="71">Ἀτρεΐδης, εἰ μή οἱ ἀγάσσατο Φοῖβος Ἀπόλλων,</l><l n="72">ὅς ῥά οἱ Ἕκτορʼ ἐπῶρσε θοῷ ἀτάλαντον Ἄρηϊ</l><l n="73">ἀνέρι εἰσάμενος Κικόνων ἡγήτορι Μέντῃ·</l><l n="74">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="75">Ἕκτορ νῦν σὺ μὲν ὧδε θέεις ἀκίχητα διώκων</l><l n="76">ἵππους Αἰακίδαο δαΐφρονος· οἳ δʼ ἀλεγεινοὶ</l><l n="77">ἀνδράσι γε θνητοῖσι δαμήμεναι ἠδʼ ὀχέεσθαι</l><l n="78">ἄλλῳ γʼ ἢ Ἀχιλῆϊ, τὸν ἀθανάτη τέκε μήτηρ.</l><l n="79">τόφρα δέ τοι Μενέλαος ἀρήϊος Ἀτρέος υἱὸς</l><l n="80">Πατρόκλῳ περιβὰς Τρώων τὸν ἄριστον ἔπεφνε</l><l n="81">Πανθοΐδην Εὔφορβον, ἔπαυσε δὲ θούριδος ἀλκῆς.</l><milestone ed="p" n="82" unit="card"/></q><l n="82"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ὃ μὲν αὖτις ἔβη θεὸς ἂμ πόνον ἀνδρῶν,</l><l n="83">Ἕκτορα δʼ αἰνὸν ἄχος πύκασε φρένας ἀμφὶ μελαίνας·</l><l n="84">πάπτηνεν δʼ ἄρʼ ἔπειτα κατὰ στίχας, αὐτίκα δʼ ἔγνω</l><l n="85">τὸν μὲν ἀπαινύμενον κλυτὰ τεύχεα, τὸν δʼ ἐπὶ γαίῃ</l><l n="86">κείμενον· ἔρρει δʼ αἷμα κατʼ οὐταμένην ὠτειλήν.</l><l n="87">βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ</l><l n="88">ὀξέα κεκλήγων φλογὶ εἴκελος Ἡφαίστοιο</l><l n="89">ἀσβέστῳ· οὐδʼ υἱὸν λάθεν Ἀτρέος ὀξὺ βοήσας·</l><l n="90">ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·</l><q><l n="91">ὤ μοι ἐγὼν εἰ μέν κε λίπω κάτα τεύχεα καλὰ</l><l n="92">Πάτροκλόν θʼ, ὃς κεῖται ἐμῆς ἕνεκʼ ἐνθάδε τιμῆς,</l><l n="93">μή τίς μοι Δαναῶν νεμεσήσεται ὅς κεν ἴδηται.</l><l n="94">εἰ δέ κεν Ἕκτορι μοῦνος ἐὼν καὶ Τρωσὶ μάχωμαι</l><l n="95">αἰδεσθείς, μή πώς με περιστήωσʼ ἕνα πολλοί·</l><l n="96">Τρῶας δʼ ἐνθάδε πάντας ἄγει κορυθαίολος Ἕκτωρ.</l><l n="97">ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός;</l><l n="98">ὁππότʼ ἀνὴρ ἐθέλῃ πρὸς δαίμονα φωτὶ μάχεσθαι</l><l n="99">ὅν κε θεὸς τιμᾷ, τάχα οἱ μέγα πῆμα κυλίσθη.</l><l n="100">τώ μʼ οὔ τις Δαναῶν νεμεσήσεται ὅς κεν ἴδηται</l><l n="101">Ἕκτορι χωρήσαντʼ, ἐπεὶ ἐκ θεόφιν πολεμίζει.</l><l n="102">εἰ δέ που Αἴαντός γε βοὴν ἀγαθοῖο πυθοίμην,</l><l n="103">ἄμφω κʼ αὖτις ἰόντες ἐπιμνησαίμεθα χάρμης</l><l n="104">καὶ πρὸς δαίμονά περ, εἴ πως ἐρυσαίμεθα νεκρὸν</l><l n="105">Πηλεΐδῃ Ἀχιλῆϊ· κακῶν δέ κε φέρτατον εἴη.</l></q><milestone ed="p" n="106" unit="card"/><l n="106"><milestone ed="P" unit="para"/>εἷος ὁ ταῦθʼ ὅρμαινε κατὰ φρένα καὶ κατὰ θυμὸν</l><l n="107">τόφρα δʼ ἐπὶ Τρώων στίχες ἤλυθον· ἦρχε δʼ ἄρʼ Ἕκτωρ.</l><l n="108">αὐτὰρ ὅ γʼ ἐξοπίσω ἀνεχάζετο, λεῖπε δὲ νεκρὸν</l><l n="109">ἐντροπαλιζόμενος ὥς τε λὶς ἠϋγένειος,</l><l n="110">ὅν ῥα κύνες τε καὶ ἄνδρες ἀπὸ σταθμοῖο δίωνται</l><l n="111">ἔγχεσι καὶ φωνῇ· τοῦ δʼ ἐν φρεσὶν ἄλκιμον ἦτορ</l><l n="112">παχνοῦται, ἀέκων δέ τʼ ἔβη ἀπὸ μεσσαύλοιο·</l><l n="113">ὣς ἀπὸ Πατρόκλοιο κίε ξανθὸς Μενέλαος.</l><l n="114">στῆ δὲ μεταστρεφθεὶς ἐπεὶ ἵκετο ἔθνος ἑταίρων</l><l n="115">παπταίνων Αἴαντα μέγαν Τελαμώνιον υἱόν.</l><l n="116">τὸν δὲ μάλʼ αἶψʼ ἐνόησε μάχης ἐπʼ ἀριστερὰ πάσης</l><l n="117">θαρσύνονθʼ ἑτάρους καὶ ἐποτρύνοντα μάχεσθαι·</l><l n="118">θεσπέσιον γάρ σφιν φόβον ἔμβαλε Φοῖβος Ἀπόλλων·</l><l n="119">βῆ δὲ θέειν, εἶθαρ δὲ παριστάμενος ἔπος ηὔδα.</l><q><l n="120">Αἶαν δεῦρο πέπον, περὶ Πατρόκλοιο θανόντος</l><l n="121">σπεύσομεν, αἴ κε νέκυν περ Ἀχιλλῆϊ προφέρωμεν</l><l n="122">γυμνόν· ἀτὰρ τά γε τεύχεʼ ἔχει κορυθαίολος Ἕκτωρ.</l></q><l n="123"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, Αἴαντι δὲ δαΐφρονι θυμὸν ὄρινε·</l><l n="124">βῆ δὲ διὰ προμάχων, ἅμα δὲ ξανθὸς Μενέλαος.</l><l n="125">Ἕκτωρ μὲν Πάτροκλον ἐπεὶ κλυτὰ τεύχεʼ ἀπηύρα,</l><l n="126">ἕλχʼ ἵνʼ ἀπʼ ὤμοιιν κεφαλὴν τάμοι ὀξέϊ χαλκῷ,</l><l n="127">τὸν δὲ νέκυν Τρῳῇσιν ἐρυσσάμενος κυσὶ δοίη.</l><l n="128">Αἴας δʼ ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον·</l><l n="129">Ἕκτωρ δʼ ἂψ ἐς ὅμιλον ἰὼν ἀνεχάζεθʼ ἑταίρων,</l><l n="130">ἐς δίφρον δʼ ἀνόρουσε· δίδου δʼ ὅ γε τεύχεα καλὰ</l><l n="131">Τρωσὶ φέρειν προτὶ ἄστυ, μέγα κλέος ἔμμεναι αὐτῷ.</l><l n="132">Αἴας δʼ ἀμφὶ Μενοιτιάδῃ σάκος εὐρὺ καλύψας</l><l n="133">ἑστήκει ὥς τίς τε λέων περὶ οἷσι τέκεσσιν,</l><l n="134">ᾧ ῥά τε νήπιʼ ἄγοντι συναντήσωνται ἐν ὕλῃ</l><l n="135">ἄνδρες ἐπακτῆρες· ὃ δέ τε σθένεϊ βλεμεαίνει,</l><l n="136">πᾶν δέ τʼ ἐπισκύνιον κάτω ἕλκεται ὄσσε καλύπτων·</l><l n="137">ὣς Αἴας περὶ Πατρόκλῳ ἥρωϊ βεβήκει.</l><l n="138">Ἀτρεΐδης δʼ ἑτέρωθεν ἀρηΐφιλος Μενέλαος</l><l n="139">ἑστήκει, μέγα πένθος ἐνὶ στήθεσσιν ἀέξων.</l><milestone ed="p" n="140" unit="card"/><l n="140"><milestone ed="P" unit="para"/>Γλαῦκος δʼ Ἱππολόχοιο πάϊς Λυκίων ἀγὸς ἀνδρῶν</l><l n="141">Ἕκτορʼ ὑπόδρα ἰδὼν χαλεπῷ ἠνίπαπε μύθῳ·</l><q><l n="142">Ἕκτορ εἶδος ἄριστε μάχης ἄρα πολλὸν ἐδεύεο.</l><l n="143">ἦ σʼ αὔτως κλέος ἐσθλὸν ἔχει φύξηλιν ἐόντα.</l><l n="144">φράζεο νῦν ὅππως κε πόλιν καὶ ἄστυ σαώσῃς</l><l n="145">οἶος σὺν λαοῖς τοὶ Ἰλίῳ ἐγγεγάασιν·</l><l n="146">οὐ γάρ τις Λυκίων γε μαχησόμενος Δαναοῖσιν</l><l n="147">εἶσι περὶ πτόλιος, ἐπεὶ οὐκ ἄρα τις χάρις ἦεν</l><l n="148">μάρνασθαι δηΐοισιν ἐπʼ ἀνδράσι νωλεμὲς αἰεί.</l><l n="149">πῶς κε σὺ χείρονα φῶτα σαώσειας μεθʼ ὅμιλον</l><l n="150">σχέτλιʼ, ἐπεὶ Σαρπηδόνʼ ἅμα ξεῖνον καὶ ἑταῖρον</l><l n="151">κάλλιπες Ἀργείοισιν ἕλωρ καὶ κύρμα γενέσθαι,</l><l n="152">ὅς τοι πόλλʼ ὄφελος γένετο πτόλεΐ τε καὶ αὐτῷ</l><l n="153">ζωὸς ἐών· νῦν δʼ οὔ οἱ ἀλαλκέμεναι κύνας ἔτλης.</l><l n="154">τὼ νῦν εἴ τις ἐμοὶ Λυκίων ἐπιπείσεται ἀνδρῶν</l><l n="155">οἴκαδʼ ἴμεν, Τροίῃ δὲ πεφήσεται αἰπὺς ὄλεθρος.</l><l n="156">εἰ γὰρ νῦν Τρώεσσι μένος πολυθαρσὲς ἐνείη</l><l n="157">ἄτρομον, οἷόν τʼ ἄνδρας ἐσέρχεται οἳ περὶ πάτρης</l><l n="158">ἀνδράσι δυσμενέεσσι πόνον καὶ δῆριν ἔθεντο,</l><l n="159">αἶψά κε Πάτροκλον ἐρυσαίμεθα Ἴλιον εἴσω.</l><l n="160">εἰ δʼ οὗτος προτὶ ἄστυ μέγα Πριάμοιο ἄνακτος</l><l n="161">ἔλθοι τεθνηὼς καί μιν ἐρυσαίμεθα χάρμης,</l><l n="162">αἶψά κεν Ἀργεῖοι Σαρπηδόνος ἔντεα καλὰ</l><l n="163">λύσειαν, καί κʼ αὐτὸν ἀγοίμεθα Ἴλιον εἴσω·</l><l n="164">τοίου γὰρ θεράπων πέφατʼ ἀνέρος, ὃς μέγʼ ἄριστος</l><l n="165">Ἀργείων παρὰ νηυσὶ καὶ ἀγχέμαχοι θεράποντες.</l><l n="166">ἀλλὰ σύ γʼ Αἴαντος μεγαλήτορος οὐκ ἐτάλασσας</l><l n="167">στήμεναι ἄντα κατʼ ὄσσε ἰδὼν δηΐων ἐν ἀϋτῇ,</l><l n="168">οὐδʼ ἰθὺς μαχέσασθαι, ἐπεὶ σέο φέρτερός ἐστι.</l></q><l n="169"><milestone ed="P" unit="para"/>τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κορυθαίολος Ἕκτωρ·</l><q><l n="170">Γλαῦκε τί ἢ δὲ σὺ τοῖος ἐὼν ὑπέροπλον ἔειπες;</l><l n="171">ὢ πόποι ἦ τʼ ἐφάμην σὲ περὶ φρένας ἔμμεναι ἄλλων</l><l n="172">τῶν ὅσσοι Λυκίην ἐριβώλακα ναιετάουσι·</l><l n="173">νῦν δέ σευ ὠνοσάμην πάγχυ φρένας οἷον ἔειπες,</l><l n="174">ὅς τέ με φῂς Αἴαντα πελώριον οὐχ ὑπομεῖναι.</l><l n="175">οὔ τοι ἐγὼν ἔρριγα μάχην οὐδὲ κτύπον ἵππων·</l><l n="176">ἀλλʼ αἰεί τε Διὸς κρείσσων νόος αἰγιόχοιο,</l><l n="177">ὅς τε καὶ ἄλκιμον ἄνδρα φοβεῖ καὶ ἀφείλετο νίκην</l><l n="178">ῥηϊδίως, ὁτὲ δʼ αὐτὸς ἐποτρύνει μαχέσασθαι.</l><l n="179">ἀλλʼ ἄγε δεῦρο πέπον, παρʼ ἔμʼ ἵστασο καὶ ἴδε ἔργον,</l><l n="180">ἠὲ πανημέριος κακὸς ἔσσομαι, ὡς ἀγορεύεις,</l><l n="181">ἦ τινα καὶ Δαναῶν ἀλκῆς μάλα περ μεμαῶτα</l><l n="182">σχήσω ἀμυνέμεναι περὶ Πατρόκλοιο θανόντος.</l></q><l n="183"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας·</l><q><l n="184">Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταί,</l><milestone ed="p" n="185" unit="card"/><l n="185">ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς,</l><l n="186">ὄφρʼ ἂν ἐγὼν Ἀχιλῆος ἀμύμονος ἔντεα δύω</l><l n="187">καλά, τὰ Πατρόκλοιο βίην ἐνάριξα κατακτάς.</l></q><l n="188"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσας ἀπέβη κορυθαίολος Ἕκτωρ</l><l n="189">δηΐου ἐκ πολέμοιο· θέων δʼ ἐκίχανεν ἑταίρους</l><l n="190">ὦκα μάλʼ οὔ πω τῆλε ποσὶ κραιπνοῖσι μετασπών,</l><l n="191">οἳ προτὶ ἄστυ φέρον κλυτὰ τεύχεα Πηλεΐωνος.</l><l n="192">στὰς δʼ ἀπάνευθε μάχης πολυδακρύου ἔντεʼ ἄμειβεν·</l><l n="193">ἤτοι ὃ μὲν τὰ ἃ δῶκε φέρειν προτὶ Ἴλιον ἱρὴν</l><l n="194">Τρωσὶ φιλοπτολέμοισιν, ὃ δʼ ἄμβροτα τεύχεα δῦνε</l><l n="195">Πηλεΐδεω Ἀχιλῆος ἅ οἱ θεοὶ Οὐρανίωνες</l><l n="196">πατρὶ φίλῳ ἔπορον· ὃ δʼ ἄρα ᾧ παιδὶ ὄπασσε</l><l n="197">γηράς· ἀλλʼ οὐχ υἱὸς ἐν ἔντεσι πατρὸς ἐγήρα.</l><l n="198"><milestone ed="P" unit="para"/>τὸν δʼ ὡς οὖν ἀπάνευθεν ἴδεν νεφεληγερέτα Ζεὺς</l><l n="199">τεύχεσι Πηλεΐδαο κορυσσόμενον θείοιο,</l><l n="200">κινήσας ῥα κάρη προτὶ ὃν μυθήσατο θυμόν·</l><q><l n="201">ἆ δείλʼ οὐδέ τί τοι θάνατος καταθύμιός ἐστιν</l><l n="202">ὃς δή τοι σχεδὸν εἶσι· σὺ δʼ ἄμβροτα τεύχεα δύνεις</l><l n="203">ἀνδρὸς ἀριστῆος, τόν τε τρομέουσι καὶ ἄλλοι·</l><l n="204">τοῦ δὴ ἑταῖρον ἔπεφνες ἐνηέα τε κρατερόν τε,</l><l n="205">τεύχεα δʼ οὐ κατὰ κόσμον ἀπὸ κρατός τε καὶ ὤμων</l><l n="206">εἵλευ· ἀτάρ τοι νῦν γε μέγα κράτος ἐγγυαλίξω,</l><l n="207">τῶν ποινὴν ὅ τοι οὔ τι μάχης ἐκνοστήσαντι</l><l n="208">δέξεται Ἀνδρομάχη κλυτὰ τεύχεα Πηλεΐωνος.</l></q><milestone ed="p" n="209" unit="card"/><l n="209"><milestone ed="P" unit="para"/>ἦ καὶ κυανέῃσιν ἐπʼ ὀφρύσι νεῦσε Κρονίων.</l><l n="210">Ἕκτορι δʼ ἥρμοσε τεύχεʼ ἐπὶ χροΐ, δῦ δέ μιν Ἄρης</l><l n="211">δεινὸς ἐνυάλιος, πλῆσθεν δʼ ἄρα οἱ μέλεʼ ἐντὸς</l><l n="212">ἀλκῆς καὶ σθένεος· μετὰ δὲ κλειτοὺς ἐπικούρους</l><l n="213">βῆ ῥα μέγα ἰάχων· ἰνδάλλετο δέ σφισι πᾶσι</l><l n="214">τεύχεσι λαμπόμενος μεγαθύμου Πηλεΐωνος.</l><l n="215">ὄτρυνεν δὲ ἕκαστον ἐποιχόμενος ἐπέεσσι</l><l n="216">Μέσθλην τε Γλαῦκόν τε Μέδοντά τε Θερσίλοχόν τε</l><l n="217">Ἀστεροπαῖόν τε Δεισήνορά θʼ Ἱππόθοόν τε</l><l n="218">Φόρκυν τε Χρομίον τε καὶ Ἔννομον οἰωνιστήν·</l><l n="219">τοὺς ὅ γʼ ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="220">κέκλυτε μυρία φῦλα περικτιόνων ἐπικούρων·</l><l n="221">οὐ γὰρ ἐγὼ πληθὺν διζήμενος οὐδὲ χατίζων</l><l n="222">ἐνθάδʼ ἀφʼ ὑμετέρων πολίων ἤγειρα ἕκαστον,</l><l n="223">ἀλλʼ ἵνα μοι Τρώων ἀλόχους καὶ νήπια τέκνα</l><l n="224">προφρονέως ῥύοισθε φιλοπτολέμων ὑπʼ Ἀχαιῶν.</l><l n="225">τὰ φρονέων δώροισι κατατρύχω καὶ ἐδωδῇ</l><l n="226">λαούς, ὑμέτερον δὲ ἑκάστου θυμὸν ἀέξω.</l><l n="227">τώ τις νῦν ἰθὺς τετραμμένος ἢ ἀπολέσθω</l><l n="228">ἠὲ σαωθήτω· ἣ γὰρ πολέμου ὀαριστύς.</l><l n="229">ὃς δέ κε Πάτροκλον καὶ τεθνηῶτά περ ἔμπης</l><l n="230">Τρῶας ἐς ἱπποδάμους ἐρύσῃ, εἴξῃ δέ οἱ Αἴας,</l><l n="231">ἥμισυ τῷ ἐνάρων ἀποδάσσομαι, ἥμισυ δʼ αὐτὸς</l><l n="232">ἕξω ἐγώ· τὸ δέ οἱ κλέος ἔσσεται ὅσσον ἐμοί περ.</l></q><l n="233"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἰθὺς Δαναῶν βρίσαντες ἔβησαν</l><l n="234">δούρατʼ ἀνασχόμενοι· μάλα δέ σφισιν ἔλπετο θυμὸς</l><l n="235">νεκρὸν ὑπʼ Αἴαντος ἐρύειν Τελαμωνιάδαο</l><l n="236">νήπιοι· ἦ τε πολέσσιν ἐπʼ αὐτῷ θυμὸν ἀπηύρα.</l><l n="237">καὶ τότʼ ἄρʼ Αἴας εἶπε βοὴν ἀγαθὸν Μενέλαον·</l><q><l n="238">ὦ πέπον ὦ Μενέλαε διοτρεφὲς οὐκέτι νῶϊ</l><l n="239">ἔλπομαι αὐτώ περ νοστησέμεν ἐκ πολέμοιο.</l><l n="240">οὔ τι τόσον νέκυος περιδείδια Πατρόκλοιο,</l><l n="241">ὅς κε τάχα Τρώων κορέει κύνας ἠδʼ οἰωνούς,</l><l n="242">ὅσσον ἐμῇ κεφαλῇ περιδείδια μή τι πάθῃσι,</l><l n="243">καὶ σῇ, ἐπεὶ πολέμοιο νέφος περὶ πάντα καλύπτει</l><l n="244">Ἕκτωρ, ἡμῖν δʼ αὖτʼ ἀναφαίνεται αἰπὺς ὄλεθρος.</l><l n="245">ἀλλʼ ἄγʼ ἀριστῆας Δαναῶν κάλει, ἤν τις ἀκούσῃ.</l><milestone ed="p" n="246" unit="card"/></q><l n="246"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε βοὴν ἀγαθὸς Μενέλαος,</l><l n="247">ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς·</l><q><l n="248">ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες</l><l n="249">οἵ τε παρʼ Ἀτρεΐδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ</l><l n="250">δήμια πίνουσιν καὶ σημαίνουσιν ἕκαστος</l><l n="251">λαοῖς· ἐκ δὲ Διὸς τιμὴ καὶ κῦδος ὀπηδεῖ.</l><l n="252">ἀργαλέον δέ μοί ἐστι διασκοπιᾶσθαι ἕκαστον</l><l n="253">ἡγεμόνων· τόσση γὰρ ἔρις πολέμοιο δέδηεν·</l><l n="254">ἀλλά τις αὐτὸς ἴτω, νεμεσιζέσθω δʼ ἐνὶ θυμῷ</l><l n="255">Πάτροκλον Τρῳῇσι κυσὶν μέλπηθρα γενέσθαι.</l></q><l n="256"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, ὀξὺ δʼ ἄκουσεν Ὀϊλῆος ταχὺς Αἴας·</l><l n="257">πρῶτος δʼ ἀντίος ἦλθε θέων ἀνὰ δηϊοτῆτα,</l><l n="258">τὸν δὲ μετʼ Ἰδομενεὺς καὶ ὀπάων Ἰδομενῆος</l><l n="259">Μηριόνης ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ.</l><l n="260">τῶν δʼ ἄλλων τίς κεν ᾗσι φρεσὶν οὐνόματʼ εἴποι,</l><l n="261">ὅσσοι δὴ μετόπισθε μάχην ἤγειραν Ἀχαιῶν;</l><l n="262"><milestone ed="P" unit="para"/>Τρῶες δὲ προὔτυψαν ἀολλέες· ἦρχε δʼ ἄρʼ Ἕκτωρ.</l><l n="263">ὡς δʼ ὅτʼ ἐπὶ προχοῇσι διιπετέος ποταμοῖο</l><l n="264">βέβρυχεν μέγα κῦμα ποτὶ ῥόον, ἀμφὶ δέ τʼ ἄκραι</l><l n="265">ἠϊόνες βοόωσιν ἐρευγομένης ἁλὸς ἔξω,</l><l n="266">τόσσῃ ἄρα Τρῶες ἰαχῇ ἴσαν. αὐτὰρ Ἀχαιοὶ</l><l n="267">ἕστασαν ἀμφὶ Μενοιτιάδῃ ἕνα θυμὸν ἔχοντες</l><l n="268">φραχθέντες σάκεσιν χαλκήρεσιν· ἀμφὶ δʼ ἄρά σφι</l><l n="269">λαμπρῇσιν κορύθεσσι Κρονίων ἠέρα πολλὴν</l><l n="270">χεῦʼ, ἐπεὶ οὐδὲ Μενοιτιάδην ἔχθαιρε πάρος γε,</l><l n="271">ὄφρα ζωὸς ἐὼν θεράπων ἦν Αἰακίδαο·</l><l n="272">μίσησεν δʼ ἄρα μιν δηΐων κυσὶ κύρμα γενέσθαι</l><l n="273">Τρῳῇσιν· τὼ καί οἱ ἀμυνέμεν ὦρσεν ἑταίρους.</l><milestone ed="p" n="274" unit="card"/><l n="274"><milestone ed="P" unit="para"/>ὦσαν δὲ πρότεροι Τρῶες ἑλίκωπας Ἀχαιούς·</l><l n="275">νεκρὸν δὲ προλιπόντες ὑπέτρεσαν, οὐδέ τινʼ αὐτῶν</l><l n="276">Τρῶες ὑπέρθυμοι ἕλον ἔγχεσιν ἱέμενοί περ,</l><l n="277">ἀλλὰ νέκυν ἐρύοντο· μίνυνθα δὲ καὶ τοῦ Ἀχαιοὶ</l><l n="278">μέλλον ἀπέσσεσθαι· μάλα γάρ σφεας ὦκʼ ἐλέλιξεν</l><l n="279">Αἴας, ὃς περὶ μὲν εἶδος, περὶ δʼ ἔργα τέτυκτο</l><l n="280">τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐωνα.</l><l n="281">ἴθυσεν δὲ διὰ προμάχων συῒ εἴκελος ἀλκὴν</l><l n="282">καπρίῳ, ὅς τʼ ἐν ὄρεσσι κύνας θαλερούς τʼ αἰζηοὺς</l><l n="283">ῥηϊδίως ἐκέδασσεν, ἑλιξάμενος διὰ βήσσας·</l><l n="284">ὣς υἱὸς Τελαμῶνος ἀγαυοῦ φαίδιμος Αἴας</l><l n="285">ῥεῖα μετεισάμενος Τρώων ἐκέδασσε φάλαγγας</l><l n="286">οἳ περὶ Πατρόκλῳ βέβασαν, φρόνεον δὲ μάλιστα</l><l n="287">ἄστυ πότι σφέτερον ἐρύειν καὶ κῦδος ἀρέσθαι.</l><l n="288"><milestone ed="P" unit="para"/>ἤτοι τὸν Λήθοιο Πελασγοῦ φαίδιμος υἱὸς</l><l n="289">Ἱππόθοος ποδὸς ἕλκε κατὰ κρατερὴν ὑσμίνην</l><l n="290">δησάμενος τελαμῶνι παρὰ σφυρὸν ἀμφὶ τένοντας</l><l n="291">Ἕκτορι καὶ Τρώεσσι χαριζόμενος· τάχα δʼ αὐτῷ</l><l n="292">ἦλθε κακόν, τό οἱ οὔ τις ἐρύκακεν ἱεμένων περ.</l><l n="293">τὸν δʼ υἱὸς Τελαμῶνος ἐπαΐξας διʼ ὁμίλου</l><l n="294">πλῆξʼ αὐτοσχεδίην κυνέης διὰ χαλκοπαρῄου·</l><l n="295">ἤρικε δʼ ἱπποδάσεια κόρυς περὶ δουρὸς ἀκωκῇ</l><l n="296">πληγεῖσʼ ἔγχεΐ τε μεγάλῳ καὶ χειρὶ παχείῃ,</l><l n="297">ἐγκέφαλος δὲ παρʼ αὐλὸν ἀνέδραμεν ἐξ ὠτειλῆς</l><l n="298">αἱματόεις· τοῦ δʼ αὖθι λύθη μένος, ἐκ δʼ ἄρα χειρῶν</l><l n="299">Πατρόκλοιο πόδα μεγαλήτορος ἧκε χαμᾶζε</l><l n="300">κεῖσθαι· ὃ δʼ ἄγχʼ αὐτοῖο πέσε πρηνὴς ἐπὶ νεκρῷ</l><l n="301">τῆλʼ ἀπὸ Λαρίσης ἐριβώλακος, οὐδὲ τοκεῦσι</l><l n="302">θρέπτρα φίλοις ἀπέδωκε, μινυνθάδιος δέ οἱ αἰὼν</l><l n="303">ἔπλεθʼ ὑπʼ Αἴαντος μεγαθύμου δουρὶ δαμέντι.</l><l n="304"><milestone ed="P" unit="para"/>Ἕκτωρ δʼ αὖτʼ Αἴαντος ἀκόντισε δουρὶ φαεινῷ·</l><l n="305">ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος</l><l n="306">τυτθόν· ὃ δὲ Σχεδίον μεγαθύμου Ἰφίτου υἱὸν</l><l n="307">Φωκήων ὄχʼ ἄριστον, ὃς ἐν κλειτῷ Πανοπῆϊ</l><l n="308">οἰκία ναιετάασκε πολέσσʼ ἄνδρεσσιν ἀνάσσων,</l><l n="309">τὸν βάλʼ ὑπὸ κληῗδα μέσην· διὰ δʼ ἀμπερὲς ἄκρη</l><l n="310">αἰχμὴ χαλκείη παρὰ νείατον ὦμον ἀνέσχε·</l><l n="311">δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.</l><l n="312"><milestone ed="P" unit="para"/>Αἴας δʼ αὖ Φόρκυνα δαΐφρονα Φαίνοπος υἱὸν</l><l n="313">Ἱπποθόῳ περιβάντα μέσην κατὰ γαστέρα τύψε·</l><l n="314">ῥῆξε δὲ θώρηκος γύαλον, διὰ δʼ ἔντερα χαλκὸς</l><l n="315">ἤφυσʼ· ὃ δʼ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ.</l><l n="316">χώρησαν δʼ ὑπό τε πρόμαχοι καὶ φαίδιμος Ἕκτωρ·</l><l n="317">Ἀργεῖοι δὲ μέγα ἴαχον, ἐρύσαντο δὲ νεκροὺς</l><l n="318">Φόρκυν θʼ Ἱππόθοόν τε, λύοντο δὲ τεύχεʼ ἀπʼ ὤμων.</l><milestone ed="p" n="319" unit="card"/><l n="319"><milestone ed="P" unit="para"/>ἔνθά κεν αὖτε Τρῶες ἀρηϊφίλων ὑπʼ Ἀχαιῶν</l><l n="320">Ἴλιον εἰσανέβησαν ἀναλκείῃσι δαμέντες,</l><l n="321">Ἀργεῖοι δέ κε κῦδος ἕλον καὶ ὑπὲρ Διὸς αἶσαν</l><l n="322">κάρτεϊ καὶ σθένεϊ σφετέρῳ· ἀλλʼ αὐτὸς Ἀπόλλων</l><l n="323">Αἰνείαν ὄτρυνε δέμας Περίφαντι ἐοικὼς</l><l n="324">κήρυκι Ἠπυτίδῃ, ὅς οἱ παρὰ πατρὶ γέροντι</l><l n="325">κηρύσσων γήρασκε φίλα φρεσὶ μήδεα εἰδώς·</l><l n="326">τῷ μιν ἐεισάμενος προσέφη Διὸς υἱὸς Ἀπόλλων·</l><q><l n="327">Αἰνεία πῶς ἂν καὶ ὑπὲρ θεὸν εἰρύσσαισθε</l><l n="328">Ἴλιον αἰπεινήν; ὡς δὴ ἴδον ἀνέρας ἄλλους</l><l n="329">κάρτεΐ τε σθένεΐ τε πεποιθότας ἠνορέῃ τε</l><l n="330">πλήθεΐ τε σφετέρῳ καὶ ὑπερδέα δῆμον ἔχοντας·</l><l n="331">ἡμῖν δὲ Ζεὺς μὲν πολὺ βούλεται ἢ Δαναοῖσι</l><l n="332">νίκην· ἀλλʼ αὐτοὶ τρεῖτʼ ἄσπετον οὐδὲ μάχεσθε.</l></q><l n="333"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, Αἰνείας δʼ ἑκατηβόλον Ἀπόλλωνα</l><l n="334">ἔγνω ἐς ἄντα ἰδών, μέγα δʼ Ἕκτορα εἶπε βοήσας·</l><q><l n="335">Ἕκτόρ τʼ ἠδʼ ἄλλοι Τρώων ἀγοὶ ἠδʼ ἐπικούρων</l><l n="336">αἰδὼς μὲν νῦν ἥδε γʼ ἀρηϊφίλων ὑπʼ Ἀχαιῶν</l><l n="337">Ἴλιον εἰσαναβῆναι ἀναλκείῃσι δαμέντας.</l><l n="338">ἀλλʼ ἔτι γάρ τίς φησι θεῶν ἐμοὶ ἄγχι παραστὰς</l><l n="339">Ζῆνʼ ὕπατον μήστωρα μάχης ἐπιτάρροθον εἶναι·</l><l n="340">τώ ῥʼ ἰθὺς Δαναῶν ἴομεν, μηδʼ οἵ γε ἕκηλοι</l><l n="341">Πάτροκλον νηυσὶν πελασαίατο τεθνηῶτα.</l></q><l n="342"><milestone ed="P" unit="para"/>ὣς φάτο, καί ῥα πολὺ προμάχων ἐξάλμενος ἔστη·</l><l n="343">οἳ δʼ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν.</l><l n="344">ἔνθʼ αὖτʼ Αἰνείας Λειώκριτον οὔτασε δουρὶ</l><l n="345">υἱὸν Ἀρίσβαντος Λυκομήδεος ἐσθλὸν ἑταῖρον.</l><l n="346">τὸν δὲ πεσόντʼ ἐλέησεν ἀρηΐφιλος Λυκομήδης,</l><l n="347">στῆ δὲ μάλʼ ἐγγὺς ἰών, καὶ ἀκόντισε δουρὶ φαεινῷ,</l><l n="348">καὶ βάλεν Ἱππασίδην Ἀπισάονα ποιμένα λαῶν</l><l n="349">ἧπαρ ὑπὸ πραπίδων, εἶθαρ δʼ ὑπὸ γούνατʼ ἔλυσεν,</l><l n="350">ὅς ῥʼ ἐκ Παιονίης ἐριβώλακος εἰληλούθει,</l><l n="351">καὶ δὲ μετʼ Ἀστεροπαῖον ἀριστεύεσκε μάχεσθαι.</l><l n="352"><milestone ed="P" unit="para"/>τὸν δὲ πεσόντʼ ἐλέησεν ἀρήϊος Ἀστεροπαῖος,</l><l n="353">ἴθυσεν δὲ καὶ ὃ πρόφρων Δαναοῖσι μάχεσθαι·</l><l n="354">ἀλλʼ οὔ πως ἔτι εἶχε· σάκεσσι γὰρ ἔρχατο πάντῃ</l><l n="355">ἑσταότες περὶ Πατρόκλῳ, πρὸ δὲ δούρατʼ ἔχοντο.</l><l n="356">Αἴας γὰρ μάλα πάντας ἐπῴχετο πολλὰ κελεύων·</l><l n="357">οὔτέ τινʼ ἐξοπίσω νεκροῦ χάζεσθαι ἀνώγει</l><l n="358">οὔτέ τινα προμάχεσθαι Ἀχαιῶν ἔξοχον ἄλλων,</l><l n="359">ἀλλὰ μάλʼ ἀμφʼ αὐτῷ βεβάμεν, σχεδόθεν δὲ μάχεσθαι.</l><l n="360">ὣς Αἴας ἐπέτελλε πελώριος, αἵματι δὲ χθὼν</l><l n="361">δεύετο πορφυρέῳ, τοὶ δʼ ἀγχιστῖνοι ἔπιπτον</l><l n="362">νεκροὶ ὁμοῦ Τρώων καὶ ὑπερμενέων ἐπικούρων</l><l n="363">καὶ Δαναῶν· οὐδʼ οἳ γὰρ ἀναιμωτί γε μάχοντο,</l><l n="364">παυρότεροι δὲ πολὺ φθίνυθον· μέμνηντο γὰρ αἰεὶ</l><l n="365">ἀλλήλοις ἀνʼ ὅμιλον ἀλεξέμεναι φόνον αἰπύν.</l><milestone ed="p" n="366" unit="card"/><l n="366"><milestone ed="P" unit="para"/>ὣς οἳ μὲν μάρναντο δέμας πυρός, οὐδέ κε φαίης</l><l n="367">οὔτέ ποτʼ ἠέλιον σῶν ἔμμεναι οὔτε σελήνην·</l><l n="368">ἠέρι γὰρ κατέχοντο μάχης ἐπί θʼ ὅσσον ἄριστοι</l><l n="369">ἕστασαν ἀμφὶ Μενοιτιάδῃ κατατεθνηῶτι.</l><l n="370">οἳ δʼ ἄλλοι Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοὶ</l><l n="371">εὔκηλοι πολέμιζον ὑπʼ αἰθέρι, πέπτατο δʼ αὐγὴ</l><l n="372">ἠελίου ὀξεῖα, νέφος δʼ οὐ φαίνετο πάσης</l><l n="373">γαίης οὐδʼ ὀρέων· μεταπαυόμενοι δὲ μάχοντο</l><l n="374">ἀλλήλων ἀλεείνοντες βέλεα στονόεντα</l><l n="375">πολλὸν ἀφεσταότες. τοὶ δʼ ἐν μέσῳ ἄλγεʼ ἔπασχον</l><l n="376">ἠέρι καὶ πολέμῳ, τείροντο δὲ νηλέϊ χαλκῷ</l><l n="377">ὅσσοι ἄριστοι ἔσαν· δύο δʼ οὔ πω φῶτε πεπύσθην</l><l n="378">ἀνέρε κυδαλίμω Θρασυμήδης Ἀντίλοχός τε</l><l n="379">Πατρόκλοιο θανόντος ἀμύμονος, ἀλλʼ ἔτʼ ἔφαντο</l><l n="380">ζωὸν ἐνὶ πρώτῳ ὁμάδῳ Τρώεσσι μάχεσθαι.</l><l n="381">τὼ δʼ ἐπιοσσομένω θάνατον καὶ φύζαν ἑταίρων</l><l n="382">νόσφιν ἐμαρνάσθην, ἐπεὶ ὣς ἐπετέλλετο Νέστωρ</l><l n="383">ὀτρύνων πόλεμον δὲ μελαινάων ἀπὸ νηῶν.</l><l n="384"><milestone ed="P" unit="para"/>τοῖς δὲ πανημερίοις ἔριδος μέγα νεῖκος ὀρώρει</l><l n="385">ἀργαλέης· καμάτῳ δὲ καὶ ἱδρῷ νωλεμὲς αἰεὶ</l><l n="386">γούνατά τε κνῆμαί τε πόδες θʼ ὑπένερθεν ἑκάστου</l><l n="387">χεῖρές τʼ ὀφθαλμοί τε παλάσσετο μαρναμένοιιν</l><l n="388">ἀμφʼ ἀγαθὸν θεράποντα ποδώκεος Αἰακίδαο.</l><l n="389">ὡς δʼ ὅτʼ ἀνὴρ ταύροιο βοὸς μεγάλοιο βοείην</l><l n="390">λαοῖσιν δώῃ τανύειν μεθύουσαν ἀλοιφῇ·</l><l n="391">δεξάμενοι δʼ ἄρα τοί γε διαστάντες τανύουσι</l><l n="392">κυκλόσʼ, ἄφαρ δέ τε ἰκμὰς ἔβη, δύνει δέ τʼ ἀλοιφὴ</l><l n="393">πολλῶν ἑλκόντων, τάνυται δέ τε πᾶσα διὰ πρό·</l><l n="394">ὣς οἵ γʼ ἔνθα καὶ ἔνθα νέκυν ὀλίγῃ ἐνὶ χώρῃ</l><l n="395">εἵλκεον ἀμφότεροι· μάλα δέ σφισιν ἔλπετο θυμὸς</l><l n="396">Τρωσὶν μὲν ἐρύειν προτὶ Ἴλιον, αὐτὰρ Ἀχαιοῖς</l><l n="397">νῆας ἔπι γλαφυράς· περὶ δʼ αὐτοῦ μῶλος ὀρώρει</l><l n="398">ἄγριος· οὐδέ κʼ Ἄρης λαοσσόος οὐδέ κʼ Ἀθήνη</l><l n="399">τόν γε ἰδοῦσʼ ὀνόσαιτʼ, οὐδʼ εἰ μάλα μιν χόλος ἵκοι·</l><milestone ed="p" n="400" unit="card"/><l n="400">τοῖον Ζεὺς ἐπὶ Πατρόκλῳ ἀνδρῶν τε καὶ ἵππων</l><l n="401">ἤματι τῷ ἐτάνυσσε κακὸν πόνον· οὐδʼ ἄρα πώ τι</l><l n="402">ᾔδεε Πάτροκλον τεθνηότα δῖος Ἀχιλλεύς·</l><l n="403">πολλὸν γὰρ ῥʼ ἀπάνευθε νεῶν μάρναντο θοάων</l><l n="404">τείχει ὕπο Τρώων· τό μιν οὔ ποτε ἔλπετο θυμῷ</l><l n="405">τεθνάμεν, ἀλλὰ ζωὸν ἐνιχριμφθέντα πύλῃσιν</l><l n="406">ἂψ ἀπονοστήσειν, ἐπεὶ οὐδὲ τὸ ἔλπετο πάμπαν</l><l n="407">ἐκπέρσειν πτολίεθρον ἄνευ ἕθεν, οὐδὲ σὺν αὐτῷ·</l><l n="408">πολλάκι γὰρ τό γε μητρὸς ἐπεύθετο νόσφιν ἀκούων,</l><l n="409">ἥ οἱ ἀπαγγέλλεσκε Διὸς μεγάλοιο νόημα.</l><l n="410">δὴ τότε γʼ οὔ οἱ ἔειπε κακὸν τόσον ὅσσον ἐτύχθη</l><l n="411">μήτηρ, ὅττί ῥά οἱ πολὺ φίλτατος ὤλεθʼ ἑταῖρος.</l><l n="412"><milestone ed="P" unit="para"/>οἳ δʼ αἰεὶ περὶ νεκρὸν ἀκαχμένα δούρατʼ ἔχοντες</l><l n="413">νωλεμὲς ἐγχρίμπτοντο καὶ ἀλλήλους ἐνάριζον·</l><l n="414">ὧδε δέ τις εἴπεσκεν Ἀχαιῶν χαλκοχιτώνων·</l><q><l n="415">ὦ φίλοι οὐ μὰν ἧμιν ἐϋκλεὲς ἀπονέεσθαι</l><l n="416">νῆας ἔπι γλαφυράς, ἀλλʼ αὐτοῦ γαῖα μέλαινα</l><l n="417">πᾶσι χάνοι· τό κεν ἧμιν ἄφαρ πολὺ κέρδιον εἴη</l><l n="418">εἰ τοῦτον Τρώεσσι μεθήσομεν ἱπποδάμοισιν</l><l n="419">ἄστυ πότι σφέτερον ἐρύσαι καὶ κῦδος ἀρέσθαι.</l></q><l n="420"><milestone ed="P" unit="para"/>ὣς δέ τις αὖ Τρώων μεγαθύμων αὐδήσασκεν·</l><q><l n="421">ὦ φίλοι, εἰ καὶ μοῖρα παρʼ ἀνέρι τῷδε δαμῆναι</l><l n="422">πάντας ὁμῶς, μή πώ τις ἐρωείτω πολέμοιο.</l><milestone ed="p" n="423" unit="card"/></q><l n="423"><milestone ed="P" unit="para"/>ὣς ἄρα τις εἴπεσκε, μένος δʼ ὄρσασκεν ἑκάστου.</l><l n="424">ὣς οἳ μὲν μάρναντο, σιδήρειος δʼ ὀρυμαγδὸς</l><l n="425">χάλκεον οὐρανὸν ἷκε διʼ αἰθέρος ἀτρυγέτοιο·</l><l n="426">ἵπποι δʼ Αἰακίδαο μάχης ἀπάνευθεν ἐόντες</l><l n="427">κλαῖον, ἐπεὶ δὴ πρῶτα πυθέσθην ἡνιόχοιο</l><l n="428">ἐν κονίῃσι πεσόντος ὑφʼ Ἕκτορος ἀνδροφόνοιο.</l><l n="429">ἦ μὰν Αὐτομέδων Διώρεος ἄλκιμος υἱὸς</l><l n="430">πολλὰ μὲν ἂρ μάστιγι θοῇ ἐπεμαίετο θείνων,</l><l n="431">πολλὰ δὲ μειλιχίοισι προσηύδα, πολλὰ δʼ ἀρειῇ·</l><l n="432">τὼ δʼ οὔτʼ ἂψ ἐπὶ νῆας ἐπὶ πλατὺν Ἑλλήσποντον</l><l n="433">ἠθελέτην ἰέναι οὔτʼ ἐς πόλεμον μετʼ Ἀχαιούς,</l><l n="434">ἀλλʼ ὥς τε στήλη μένει ἔμπεδον, ἥ τʼ ἐπὶ τύμβῳ</l><l n="435">ἀνέρος ἑστήκῃ τεθνηότος ἠὲ γυναικός,</l><l n="436">ὣς μένον ἀσφαλέως περικαλλέα δίφρον ἔχοντες</l><l n="437">οὔδει ἐνισκίμψαντε καρήατα· δάκρυα δέ σφι</l><l n="438">θερμὰ κατὰ βλεφάρων χαμάδις ῥέε μυρομένοισιν</l><l n="439">ἡνιόχοιο πόθῳ· θαλερὴ δʼ ἐμιαίνετο χαίτη</l><l n="440">ζεύγλης ἐξεριποῦσα παρὰ ζυγὸν ἀμφοτέρωθεν.</l><l n="441"><milestone ed="P" unit="para"/>μυρομένω δʼ ἄρα τώ γε ἰδὼν ἐλέησε Κρονίων,</l><l n="442">κινήσας δὲ κάρη προτὶ ὃν μυθήσατο θυμόν·</l><q><l n="443"><milestone ed="P" unit="para"/>ἆ δειλώ, τί σφῶϊ δόμεν Πηλῆϊ ἄνακτι</l><l n="444">θνητῷ, ὑμεῖς δʼ ἐστὸν ἀγήρω τʼ ἀθανάτω τε;</l><l n="445">ἦ ἵνα δυστήνοισι μετʼ ἀνδράσιν ἄλγεʼ ἔχητον;</l><l n="446">οὐ μὲν γάρ τί πού ἐστιν ὀϊζυρώτερον ἀνδρὸς</l><l n="447">πάντων, ὅσσά τε γαῖαν ἔπι πνείει τε καὶ ἕρπει.</l><l n="448">ἀλλʼ οὐ μὰν ὑμῖν γε καὶ ἅρμασι δαιδαλέοισιν</l><l n="449">Ἕκτωρ Πριαμίδης ἐποχήσεται· οὐ γὰρ ἐάσω.</l><l n="450">ἦ οὐχ ἅλις ὡς καὶ τεύχεʼ ἔχει καὶ ἐπεύχεται αὔτως;</l><l n="451">σφῶϊν δʼ ἐν γούνεσσι βαλῶ μένος ἠδʼ ἐνὶ θυμῷ,</l><l n="452">ὄφρα καὶ Αὐτομέδοντα σαώσετον ἐκ πολέμοιο</l><l n="453">νῆας ἔπι γλαφυράς· ἔτι γάρ σφισι κῦδος ὀρέξω</l><l n="454">κτείνειν, εἰς ὅ κε νῆας ἐϋσσέλμους ἀφίκωνται</l><l n="455">δύῃ τʼ ἠέλιος καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθῃ·</l><milestone ed="p" n="456" unit="card"/></q><l n="456"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ἵπποισιν ἐνέπνευσεν μένος ἠΰ.</l><l n="457">τὼ δʼ ἀπὸ χαιτάων κονίην οὖδας δὲ βαλόντε</l><l n="458">ῥίμφα φέρον θοὸν ἅρμα μετὰ Τρῶας καὶ Ἀχαιούς.</l><l n="459">τοῖσι δʼ ἐπʼ Αὐτομέδων μάχετʼ ἀχνύμενός περ ἑταίρου</l><l n="460">ἵπποις ἀΐσσων ὥς τʼ αἰγυπιὸς μετὰ χῆνας·</l><l n="461">ῥέα μὲν γὰρ φεύγεσκεν ὑπʼ ἐκ Τρώων ὀρυμαγδοῦ,</l><l n="462">ῥεῖα δʼ ἐπαΐξασκε πολὺν καθʼ ὅμιλον ὀπάζων.</l><l n="463">ἀλλʼ οὐχ ᾕρει φῶτας ὅτε σεύαιτο διώκειν·</l><l n="464">οὐ γάρ πως ἦν οἶον ἐόνθʼ ἱερῷ ἐνὶ δίφρῳ</l><l n="465">ἔγχει ἐφορμᾶσθαι καὶ ἐπίσχειν ὠκέας ἵππους.</l><l n="466">ὀψὲ δὲ δή μιν ἑταῖρος ἀνὴρ ἴδεν ὀφθαλμοῖσιν</l><l n="467">Ἀλκιμέδων υἱὸς Λαέρκεος Αἱμονίδαο·</l><l n="468">στῆ δʼ ὄπιθεν δίφροιο καὶ Αὐτομέδοντα προσηύδα·</l><q><l n="469">Αὐτόμεδον, τίς τοί νυ θεῶν νηκερδέα βουλὴν</l><l n="470">ἐν στήθεσσιν ἔθηκε, καὶ ἐξέλετο φρένας ἐσθλάς;</l><l n="471">οἷον πρὸς Τρῶας μάχεαι πρώτῳ ἐν ὁμίλῳ</l><l n="472">μοῦνος· ἀτάρ τοι ἑταῖρος ἀπέκτατο, τεύχεα δʼ Ἕκτωρ</l><l n="473">αὐτὸς ἔχων ὤμοισιν ἀγάλλεται Αἰακίδαο.</l></q><l n="474"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτʼ Αὐτομέδων προσέφη Διώρεος υἱός·</l><q><l n="475">Ἀλκίμεδον τίς γάρ τοι Ἀχαιῶν ἄλλος ὁμοῖος</l><l n="476">ἵππων ἀθανάτων ἐχέμεν δμῆσίν τε μένος τε,</l><l n="477">εἰ μὴ Πάτροκλος θεόφιν μήστωρ ἀτάλαντος</l><l n="478">ζωὸς ἐών; νῦν αὖ θάνατος καὶ μοῖρα κιχάνει.</l><l n="479">ἀλλὰ σὺ μὲν μάστιγα καὶ ἡνία σιγαλόεντα</l><l n="480">δέξαι, ἐγὼ δʼ ἵππων ἀποβήσομαι, ὄφρα μάχωμαι.</l></q><l n="481"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, Ἀλκιμέδων δὲ βοηθόον ἅρμʼ ἐπορούσας</l><l n="482">καρπαλίμως μάστιγα καὶ ἡνία λάζετο χερσίν,</l><l n="483">Αὐτομέδων δʼ ἀπόρουσε· νόησε δὲ φαίδιμος Ἕκτωρ,</l><l n="484">αὐτίκα δʼ Αἰνείαν προσεφώνεεν ἐγγὺς ἐόντα·</l><q><l n="485">Αἰνεία Τρώων βουληφόρε χαλκοχιτώνων</l><l n="486">ἵππω τώδʼ ἐνόησα ποδώκεος Αἰακίδαο</l><l n="487">ἐς πόλεμον προφανέντε σὺν ἡνιόχοισι κακοῖσι·</l><l n="488">τώ κεν ἐελποίμην αἱρησέμεν, εἰ σύ γε θυμῷ</l><l n="489">σῷ ἐθέλεις, ἐπεὶ οὐκ ἂν ἐφορμηθέντε γε νῶϊ</l><l n="490">τλαῖεν ἐναντίβιον στάντες μαχέσασθαι Ἄρηϊ.</l><milestone ed="p" n="491" unit="card"/></q><l n="491"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἀπίθησεν ἐῢς πάϊς Ἀγχίσαο.</l><l n="492">τὼ δʼ ἰθὺς βήτην βοέῃς εἰλυμένω ὤμους</l><l n="493">αὔῃσι στερεῇσι· πολὺς δʼ ἐπελήλατο χαλκός.</l><l n="494">τοῖσι δʼ ἅμα Χρομίος τε καὶ Ἄρητος θεοειδὴς</l><l n="495">ἤϊσαν ἀμφότεροι· μάλα δέ σφισιν ἔλπετο θυμὸς</l><l n="496">αὐτώ τε κτενέειν ἐλάαν τʼ ἐριαύχενας ἵππους</l><l n="497">νήπιοι, οὐδʼ ἄρʼ ἔμελλον ἀναιμωτί γε νέεσθαι</l><l n="498">αὖτις ἀπʼ Αὐτομέδοντος. ὃ δʼ εὐξάμενος Διὶ πατρὶ</l><l n="499">ἀλκῆς καὶ σθένεος πλῆτο φρένας ἀμφὶ μελαίνας·</l><l n="500">αὐτίκα δʼ Ἀλκιμέδοντα προσηύδα πιστὸν ἑταῖρον·</l><q><l n="501">Ἀλκίμεδον μὴ δή μοι ἀπόπροθεν ἰσχέμεν ἵππους,</l><l n="502">ἀλλὰ μάλʼ ἐμπνείοντε μεταφρένῳ· οὐ γὰρ ἔγωγε</l><l n="503">Ἕκτορα Πριαμίδην μένεος σχήσεσθαι ὀΐω,</l><l n="504">πρίν γʼ ἐπʼ Ἀχιλλῆος καλλίτριχε βήμεναι ἵππω</l><l n="505">νῶϊ κατακτείναντα, φοβῆσαί τε στίχας ἀνδρῶν</l><l n="506">Ἀργείων, ἤ κʼ αὐτὸς ἐνὶ πρώτοισιν ἁλοίη.</l></q><l n="507"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν Αἴαντε καλέσσατο καὶ Μενέλαον·</l><q><l n="508">Αἴαντʼ Ἀργείων ἡγήτορε καὶ Μενέλαε</l><l n="509">ἤτοι μὲν τὸν νεκρὸν ἐπιτράπεθʼ οἵ περ ἄριστοι</l><l n="510">ἀμφʼ αὐτῷ βεβάμεν καὶ ἀμύνεσθαι στίχας ἀνδρῶν,</l><l n="511">νῶϊν δὲ ζωοῖσιν ἀμύνετε νηλεὲς ἦμαρ·</l><l n="512">τῇδε γὰρ ἔβρισαν πόλεμον κάτα δακρυόεντα</l><l n="513">Ἕκτωρ Αἰνείας θʼ, οἳ Τρώων εἰσὶν ἄριστοι.</l><l n="514">ἀλλʼ ἤτοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται·</l><l n="515">ἥσω γὰρ καὶ ἐγώ, τὰ δέ κεν Διὶ πάντα μελήσει.</l></q><milestone ed="p" n="516" unit="card"/><l n="516"><milestone ed="P" unit="para"/>ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος,</l><l n="517">καὶ βάλεν Ἀρήτοιο κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην·</l><l n="518">ἣ δʼ οὐκ ἔγχος ἔρυτο, διὰ πρὸ δὲ εἴσατο χαλκός,</l><l n="519">νειαίρῃ δʼ ἐν γαστρὶ διὰ ζωστῆρος ἔλασσεν.</l><l n="520">ὡς δʼ ὅτʼ ἂν ὀξὺν ἔχων πέλεκυν αἰζήϊος ἀνὴρ</l><l n="521">κόψας ἐξόπιθεν κεράων βοὸς ἀγραύλοιο</l><l n="522">ἶνα τάμῃ διὰ πᾶσαν, ὃ δὲ προθορὼν ἐρίπῃσιν,</l><l n="523">ὣς ἄρʼ ὅ γε προθορὼν πέσεν ὕπτιος· ἐν δέ οἱ ἔγχος</l><l n="524">νηδυίοισι μάλʼ ὀξὺ κραδαινόμενον λύε γυῖα.</l><l n="525">Ἕκτωρ δʼ Αὐτομέδοντος ἀκόντισε δουρὶ φαεινῷ·</l><l n="526">ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος·</l><l n="527">πρόσσω γὰρ κατέκυψε, τὸ δʼ ἐξόπιθεν δόρυ μακρὸν</l><l n="528">οὔδει ἐνισκίμφθη, ἐπὶ δʼ οὐρίαχος πελεμίχθη</l><l n="529">ἔγχεος· ἔνθα δʼ ἔπειτʼ ἀφίει μένος ὄβριμος Ἄρης.</l><l n="530">καί νύ κε δὴ ξιφέεσσʼ αὐτοσχεδὸν ὁρμηθήτην</l><l n="531">εἰ μή σφωʼ Αἴαντε διέκριναν μεμαῶτε,</l><l n="532">οἵ ῥʼ ἦλθον καθʼ ὅμιλον ἑταίρου κικλήσκοντος·</l><l n="533">τοὺς ὑποταρβήσαντες ἐχώρησαν πάλιν αὖτις</l><l n="534">Ἕκτωρ Αἰνείας τʼ ἠδὲ Χρομίος θεοειδής,</l><l n="535">Ἄρητον δὲ κατʼ αὖθι λίπον δεδαϊγμένον ἦτορ</l><l n="536">κείμενον· Αὐτομέδων δὲ θοῷ ἀτάλαντος Ἄρηϊ</l><l n="537">τεύχεά τʼ ἐξενάριξε καὶ εὐχόμενος ἔπος ηὔδα·</l><q><l n="538">ἦ δὴ μὰν ὀλίγον γε Μενοιτιάδαο θανόντος</l><l n="539">κῆρ ἄχεος μεθέηκα χερείονά περ καταπέφνων.</l></q><l n="540"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ἐς δίφρον ἑλὼν ἔναρα βροτόεντα</l><l n="541">θῆκʼ, ἂν δʼ αὐτὸς ἔβαινε πόδας καὶ χεῖρας ὕπερθεν</l><l n="542">αἱματόεις ὥς τίς τε λέων κατὰ ταῦρον ἐδηδώς.</l><milestone ed="p" n="543" unit="card"/><l n="543"><milestone ed="P" unit="para"/>ἂψ δʼ ἐπὶ Πατρόκλῳ τέτατο κρατερὴ ὑσμίνη</l><l n="544">ἀργαλέη πολύδακρυς, ἔγειρε δὲ νεῖκος Ἀθήνη</l><l n="545">οὐρανόθεν καταβᾶσα· προῆκε γὰρ εὐρύοπα Ζεὺς</l><l n="546">ὀρνύμεναι Δαναούς· δὴ γὰρ νόος ἐτράπετʼ αὐτοῦ.</l><l n="547">ἠΰτε πορφυρέην ἶριν θνητοῖσι τανύσσῃ</l><l n="548">Ζεὺς ἐξ οὐρανόθεν τέρας ἔμμεναι ἢ πολέμοιο</l><l n="549">ἢ καὶ χειμῶνος δυσθαλπέος, ὅς ῥά τε ἔργων</l><l n="550">ἀνθρώπους ἀνέπαυσεν ἐπὶ χθονί, μῆλα δὲ κήδει,</l><l n="551">ὣς ἣ πορφυρέῃ νεφέλῃ πυκάσασα ἓ αὐτὴν</l><l n="552">δύσετʼ Ἀχαιῶν ἔθνος, ἔγειρε δὲ φῶτα ἕκαστον.</l><l n="553">πρῶτον δʼ Ἀτρέος υἱὸν ἐποτρύνουσα προσηύδα</l><l n="554">ἴφθιμον Μενέλαον· ὃ γάρ ῥά οἱ ἐγγύθεν ἦεν·</l><l n="555">εἰσαμένη Φοίνικι δέμας καὶ ἀτειρέα φωνήν·</l><q><l n="556">σοὶ μὲν δὴ Μενέλαε κατηφείη καὶ ὄνειδος</l><l n="557">ἔσσεται εἴ κʼ Ἀχιλῆος ἀγαυοῦ πιστὸν ἑταῖρον</l><l n="558">τείχει ὕπο Τρώων ταχέες κύνες ἑλκήσουσιν.</l><l n="559">ἀλλʼ ἔχεο κρατερῶς, ὄτρυνε δὲ λαὸν ἅπαντα.</l></q><l n="560"><milestone ed="P" unit="para"/>τὴν δʼ αὖτε προσέειπε βοὴν ἀγαθὸς Μενέλαος·</l><q><l n="561">Φοῖνιξ ἄττα γεραιὲ παλαιγενές, εἰ γὰρ Ἀθήνη</l><l n="562">δοίη κάρτος ἐμοί, βελέων δʼ ἀπερύκοι ἐρωήν·</l><l n="563">τώ κεν ἔγωγʼ ἐθέλοιμι παρεστάμεναι καὶ ἀμύνειν</l><l n="564">Πατρόκλῳ· μάλα γάρ με θανὼν ἐσεμάσσατο θυμόν.</l><l n="565">ἀλλʼ Ἕκτωρ πυρὸς αἰνὸν ἔχει μένος, οὐδʼ ἀπολήγει</l><l n="566">χαλκῷ δηϊόων· τῷ γὰρ Ζεὺς κῦδος ὀπάζει.</l><milestone ed="p" n="567" unit="card"/></q><l n="567"><milestone ed="P" unit="para"/>ὣς φάτο, γήθησεν δὲ θεὰ γλαυκῶπις Ἀθήνη,</l><l n="568">ὅττί ῥά οἱ πάμπρωτα θεῶν ἠρήσατο πάντων.</l><l n="569">ἐν δὲ βίην ὤμοισι καὶ ἐν γούνεσσιν ἔθηκε,</l><l n="570">καί οἱ μυίης θάρσος ἐνὶ στήθεσσιν ἐνῆκεν,</l><l n="571">ἥ τε καὶ ἐργομένη μάλα περ χροὸς ἀνδρομέοιο</l><l n="572">ἰσχανάᾳ δακέειν, λαρόν τέ οἱ αἷμʼ ἀνθρώπου·</l><l n="573">τοίου μιν θάρσευς πλῆσε φρένας ἀμφὶ μελαίνας,</l><l n="574">βῆ δʼ ἐπὶ Πατρόκλῳ, καὶ ἀκόντισε δουρὶ φαεινῷ.</l><l n="575">ἔσκε δʼ ἐνὶ Τρώεσσι Ποδῆς υἱὸς Ἠετίωνος</l><l n="576">ἀφνειός τʼ ἀγαθός τε· μάλιστα δέ μιν τίεν Ἕκτωρ</l><l n="577">δήμου, ἐπεί οἱ ἑταῖρος ἔην φίλος εἰλαπιναστής·</l><l n="578">τόν ῥα κατὰ ζωστῆρα βάλε ξανθὸς Μενέλαος</l><l n="579">ἀΐξαντα φόβον δέ, διὰ πρὸ δὲ χαλκὸν ἔλασσε·</l><l n="580">δούπησεν δὲ πεσών· ἀτὰρ Ἀτρεΐδης Μενέλαος</l><l n="581">νεκρὸν ὑπʼ ἐκ Τρώων ἔρυσεν μετὰ ἔθνος ἑταίρων.</l><l n="582"><milestone ed="P" unit="para"/>Ἕκτορα δʼ ἐγγύθεν ἱστάμενος ὄτρυνεν Ἀπόλλων</l><l n="583">Φαίνοπι Ἀσιάδῃ ἐναλίγκιος, ὅς οἱ ἁπάντων</l><l n="584">ξείνων φίλτατος ἔσκεν Ἀβυδόθι οἰκία ναίων·</l><l n="585">τῷ μιν ἐεισάμενος προσέφη ἑκάεργος Ἀπόλλων·</l><q><l n="586">Ἕκτορ τίς κέ σʼ ἔτʼ ἄλλος Ἀχαιῶν ταρβήσειεν;</l><l n="587">οἷον δὴ Μενέλαον ὑπέτρεσας, ὃς τὸ πάρος γε</l><l n="588">μαλθακὸς αἰχμητής· νῦν δʼ οἴχεται οἶος ἀείρας</l><l n="589">νεκρὸν ὑπʼ ἐκ Τρώων, σὸν δʼ ἔκτανε πιστὸν ἑταῖρον</l><l n="590">ἐσθλὸν ἐνὶ προμάχοισι Ποδῆν υἱὸν Ἠετίωνος.</l></q><l n="591"><milestone ed="P" unit="para"/>ὣς φάτο, τὸν δʼ ἄχεος νεφέλη ἐκάλυψε μέλαινα,</l><l n="592">βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ.</l><l n="593">καὶ τότʼ ἄρα Κρονίδης ἕλετʼ αἰγίδα θυσσανόεσσαν</l><l n="594">μαρμαρέην, Ἴδην δὲ κατὰ νεφέεσσι κάλυψεν,</l><l n="595">ἀστράψας δὲ μάλα μεγάλʼ ἔκτυπε, τὴν δὲ τίναξε,</l><l n="596">νίκην δὲ Τρώεσσι δίδου, ἐφόβησε δʼ Ἀχαιούς.</l><milestone ed="p" n="597" unit="card"/><l n="597"><milestone ed="P" unit="para"/>πρῶτος Πηνέλεως Βοιώτιος ἦρχε φόβοιο.</l><l n="598">βλῆτο γὰρ ὦμον δουρὶ πρόσω τετραμμένος αἰεὶ</l><l n="599">ἄκρον ἐπιλίγδην· γράψεν δέ οἱ ὀστέον ἄχρις</l><l n="600">αἰχμὴ Πουλυδάμαντος· ὃ γάρ ῥʼ ἔβαλε σχεδὸν ἐλθών.</l><l n="601">Λήϊτον αὖθʼ Ἕκτωρ σχεδὸν οὔτασε χεῖρʼ ἐπὶ καρπῷ</l><l n="602">υἱὸν Ἀλεκτρυόνος μεγαθύμου, παῦσε δὲ χάρμης·</l><l n="603">τρέσσε δὲ παπτήνας, ἐπεὶ οὐκέτι ἔλπετο θυμῷ</l><l n="604">ἔγχος ἔχων ἐν χειρὶ μαχήσεσθαι Τρώεσσιν.</l><l n="605">Ἕκτορα δʼ Ἰδομενεὺς μετὰ Λήϊτον ὁρμηθέντα</l><l n="606">βεβλήκει θώρηκα κατὰ στῆθος παρὰ μαζόν·</l><l n="607">ἐν καυλῷ δʼ ἐάγη δολιχὸν δόρυ, τοὶ δὲ βόησαν</l><l n="608">Τρῶες· ὃ δʼ Ἰδομενῆος ἀκόντισε Δευκαλίδαο</l><l n="609">δίφρῳ ἐφεσταότος· τοῦ μέν ῥʼ ἀπὸ τυτθὸν ἅμαρτεν·</l><l n="610">αὐτὰρ ὃ Μηριόναο ὀπάονά θʼ ἡνίοχόν τε</l><l n="611">Κοίρανον, ὅς ῥʼ ἐκ Λύκτου ἐϋκτιμένης ἕπετʼ αὐτῷ·</l><l n="612">πεζὸς γὰρ τὰ πρῶτα λιπὼν νέας ἀμφιελίσσας</l><l n="613">ἤλυθε, καί κε Τρωσὶ μέγα κράτος ἐγγυάλιξεν,</l><l n="614">εἰ μὴ Κοίρανος ὦκα ποδώκεας ἤλασεν ἵππους·</l><l n="615">καὶ τῷ μὲν φάος ἦλθεν, ἄμυνε δὲ νηλεὲς ἦμαρ,</l><l n="616">αὐτὸς δʼ ὤλεσε θυμὸν ὑφʼ Ἕκτορος ἀνδροφόνοιο·</l><l n="617">τὸν βάλʼ ὑπὸ γναθμοῖο καὶ οὔατος, ἐκ δʼ ἄρʼ ὀδόντας</l><l n="618">ὦσε δόρυ πρυμνόν, διὰ δὲ γλῶσσαν τάμε μέσσην.</l><l n="619">ἤριπε δʼ ἐξ ὀχέων, κατὰ δʼ ἡνία χεῦεν ἔραζε.</l><l n="620">καὶ τά γε Μηριόνης ἔλαβεν χείρεσσι φίλῃσι</l><l n="621">κύψας ἐκ πεδίοιο, καὶ Ἰδομενῆα προσηύδα·</l><q><l n="622">μάστιε νῦν εἷός κε θοὰς ἐπὶ νῆας ἵκηαι·</l><l n="623">γιγνώσκεις δὲ καὶ αὐτὸς ὅ τʼ οὐκέτι κάρτος Ἀχαιῶν.</l></q><l n="624"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, Ἰδομενεὺς δʼ ἵμασεν καλλίτριχας ἵππους</l><l n="625">νῆας ἔπι γλαφυράς· δὴ γὰρ δέος ἔμπεσε θυμῷ.</l><milestone ed="p" n="626" unit="card"/><l n="626"><milestone ed="P" unit="para"/>οὐδʼ ἔλαθʼ Αἴαντα μεγαλήτορα καὶ Μενέλαον</l><l n="627">Ζεύς, ὅτε δὴ Τρώεσσι δίδου ἑτεραλκέα νίκην.</l><l n="628">τοῖσι δὲ μύθων ἦρχε μέγας Τελαμώνιος Αἴας·</l><q><l n="629">ὢ πόποι ἤδη μέν κε καὶ ὃς μάλα νήπιός ἐστι</l><l n="630">γνοίη ὅτι Τρώεσσι πατὴρ Ζεὺς αὐτὸς ἀρήγει.</l><l n="631">τῶν μὲν γὰρ πάντων βέλεʼ ἅπτεται ὅς τις ἀφήῃ</l><l n="632">ἢ κακὸς ἢ ἀγαθός· Ζεὺς δʼ ἔμπης πάντʼ ἰθύνει·</l><l n="633">ἡμῖν δʼ αὔτως πᾶσιν ἐτώσια πίπτει ἔραζε.</l><l n="634">ἀλλʼ ἄγετʼ αὐτοί περ φραζώμεθα μῆτιν ἀρίστην,</l><l n="635">ἠμὲν ὅπως τὸν νεκρὸν ἐρύσσομεν, ἠδὲ καὶ αὐτοὶ</l><l n="636">χάρμα φίλοις ἑτάροισι γενώμεθα νοστήσαντες,</l><l n="637">οἵ που δεῦρʼ ὁρόωντες ἀκηχέδατʼ, οὐδʼ ἔτι φασὶν</l><l n="638">Ἕκτορος ἀνδροφόνοιο μένος καὶ χεῖρας ἀάπτους</l><l n="639">σχήσεσθʼ, ἀλλʼ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι.</l><l n="640">εἴη δʼ ὅς τις ἑταῖρος ἀπαγγείλειε τάχιστα</l><l n="641">Πηλεΐδῃ, ἐπεὶ οὔ μιν ὀΐομαι οὐδὲ πεπύσθαι</l><l n="642">λυγρῆς ἀγγελίης, ὅτι οἱ φίλος ὤλεθʼ ἑταῖρος.</l><l n="643">ἀλλʼ οὔ πῃ δύναμαι ἰδέειν τοιοῦτον Ἀχαιῶν·</l><l n="644">ἠέρι γὰρ κατέχονται ὁμῶς αὐτοί τε καὶ ἵπποι.</l><l n="645">Ζεῦ πάτερ ἀλλὰ σὺ ῥῦσαι ὑπʼ ἠέρος υἷας Ἀχαιῶν,</l><l n="646">ποίησον δʼ αἴθρην, δὸς δʼ ὀφθαλμοῖσιν ἰδέσθαι·</l><l n="647">ἐν δὲ φάει καὶ ὄλεσσον, ἐπεί νύ τοι εὔαδεν οὕτως.</l></q><l n="648"><milestone ed="P" unit="para"/>ὣς φάτο, τὸν δὲ πατὴρ ὀλοφύρατο δάκρυ χέοντα·</l><l n="649">αὐτίκα δʼ ἠέρα μὲν σκέδασεν καὶ ἀπῶσεν ὀμίχλην,</l><l n="650">ἠέλιος δʼ ἐπέλαμψε, μάχη δʼ ἐπὶ πᾶσα φαάνθη·</l><l n="651">καὶ τότʼ ἄρʼ Αἴας εἶπε βοὴν ἀγαθὸν Μενέλαον·</l><q><l n="652">σκέπτεο νῦν Μενέλαε διοτρεφὲς αἴ κεν ἴδηαι</l><l n="653">ζωὸν ἔτʼ Ἀντίλοχον μεγαθύμου Νέστορος υἱόν,</l><l n="654">ὄτρυνον δʼ Ἀχιλῆϊ δαΐφρονι θᾶσσον ἰόντα</l><l n="655">εἰπεῖν ὅττι ῥά οἱ πολὺ φίλτατος ὤλεθʼ ἑταῖρος.</l><milestone ed="p" n="656" unit="card"/></q><l n="656"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε βοὴν ἀγαθὸς Μενέλαος,</l><l n="657">βῆ δʼ ἰέναι ὥς τίς τε λέων ἀπὸ μεσσαύλοιο,</l><l n="658">ὅς τʼ ἐπεὶ ἄρ κε κάμῃσι κύνας τʼ ἄνδρας τʼ ἐρεθίζων,</l><l n="659">οἵ τέ μιν οὐκ εἰῶσι βοῶν ἐκ πῖαρ ἑλέσθαι</l><l n="660">πάννυχοι ἐγρήσσοντες· ὃ δὲ κρειῶν ἐρατίζων</l><l n="661">ἰθύει, ἀλλʼ οὔ τι πρήσσει· θαμέες γὰρ ἄκοντες</l><l n="662">ἀντίον ἀΐσσουσι θρασειάων ἀπὸ χειρῶν,</l><l n="663">καιόμεναί τε δεταί, τάς τε τρεῖ ἐσσύμενός περ·</l><l n="664">ἠῶθεν δʼ ἀπονόσφιν ἔβη τετιηότι θυμῷ·</l><l n="665">ὣς ἀπὸ Πατρόκλοιο βοὴν ἀγαθὸς Μενέλαος</l><l n="666">ἤϊε πόλλʼ ἀέκων· περὶ γὰρ δίε μή μιν Ἀχαιοὶ</l><l n="667">ἀργαλέου πρὸ φόβοιο ἕλωρ δηΐοισι λίποιεν.</l><l n="668">πολλὰ δὲ Μηριόνῃ τε καὶ Αἰάντεσσʼ ἐπέτελλεν·</l><q><l n="669">Αἴαντʼ Ἀργείων ἡγήτορε Μηριόνη τε</l><l n="670">νῦν τις ἐνηείης Πατροκλῆος δειλοῖο</l><l n="671">μνησάσθω· πᾶσιν γὰρ ἐπίστατο μείλιχος εἶναι</l><l n="672">ζωὸς ἐών· νῦν αὖ θάνατος καὶ μοῖρα κιχάνει.</l></q><l n="673"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσας ἀπέβη ξανθὸς Μενέλαος,</l><l n="674">πάντοσε παπταίνων ὥς τʼ αἰετός, ὅν ῥά τέ φασιν</l><l n="675">ὀξύτατον δέρκεσθαι ὑπουρανίων πετεηνῶν,</l><l n="676">ὅν τε καὶ ὑψόθʼ ἐόντα πόδας ταχὺς οὐκ ἔλαθε πτὼξ</l><l n="677">θάμνῳ ὑπʼ ἀμφικόμῳ κατακείμενος, ἀλλά τʼ ἐπʼ αὐτῷ</l><l n="678">ἔσσυτο, καί τέ μιν ὦκα λαβὼν ἐξείλετο θυμόν.</l><l n="679">ὣς τότε σοὶ Μενέλαε διοτρεφὲς ὄσσε φαεινὼ</l><l n="680">πάντοσε δινείσθην πολέων κατὰ ἔθνος ἑταίρων,</l><l n="681">εἴ που Νέστορος υἱὸν ἔτι ζώοντα ἴδοιτο.</l><l n="682">τὸν δὲ μάλʼ αἶψʼ ἐνόησε μάχης ἐπʼ ἀριστερὰ πάσης</l><l n="683">θαρσύνονθʼ ἑτάρους καὶ ἐποτρύνοντα μάχεσθαι,</l><l n="684">ἀγχοῦ δʼ ἱστάμενος προσέφη ξανθὸς Μενέλαος·</l><q><l n="685">Ἀντίλοχʼ εἰ δʼ ἄγε δεῦρο διοτρεφὲς ὄφρα πύθηαι</l><l n="686">λυγρῆς ἀγγελίης, ἣ μὴ ὤφελλε γενέσθαι.</l><l n="687">ἤδη μὲν σὲ καὶ αὐτὸν ὀΐομαι εἰσορόωντα</l><l n="688">γιγνώσκειν ὅτι πῆμα θεὸς Δαναοῖσι κυλίνδει,</l><l n="689">νίκη δὲ Τρώων· πέφαται δʼ ὤριστος Ἀχαιῶν</l><l n="690">Πάτροκλος, μεγάλη δὲ ποθὴ Δαναοῖσι τέτυκται.</l><l n="691">ἀλλὰ σύ γʼ αἶψʼ Ἀχιλῆϊ θέων ἐπὶ νῆας Ἀχαιῶν</l><l n="692">εἰπεῖν, αἴ κε τάχιστα νέκυν ἐπὶ νῆα σαώσῃ</l><l n="693">γυμνόν· ἀτὰρ τά γε τεύχεʼ ἔχει κορυθαίολος Ἕκτωρ.</l><milestone ed="p" n="694" unit="card"/></q><l n="694"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, Ἀντίλοχος δὲ κατέστυγε μῦθον ἀκούσας·</l><l n="695">δὴν δέ μιν ἀμφασίη ἐπέων λάβε, τὼ δέ οἱ ὄσσε</l><l n="696">δακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή.</l><l n="697">ἀλλʼ οὐδʼ ὧς Μενελάου ἐφημοσύνης ἀμέλησε,</l><l n="698">βῆ δὲ θέειν, τὰ δὲ τεύχεʼ ἀμύμονι δῶκεν ἑταίρῳ</l><l n="699">Λαοδόκῳ, ὅς οἱ σχεδὸν ἔστρεφε μώνυχας ἵππους.</l><l n="700"><milestone ed="P" unit="para"/>τὸν μὲν δάκρυ χέοντα πόδες φέρον ἐκ πολέμοιο</l><l n="701">Πηλεΐδῃ Ἀχιλῆϊ κακὸν ἔπος ἀγγελέοντα.</l><l n="702">οὐδʼ ἄρα σοὶ Μενέλαε διοτρεφὲς ἤθελε θυμὸς</l><l n="703">τειρομένοις ἑτάροισιν ἀμυνέμεν, ἔνθεν ἀπῆλθεν</l><l n="704">Ἀντίλοχος, μεγάλη δὲ ποθὴ Πυλίοισιν ἐτύχθη·</l><l n="705">ἀλλʼ ὅ γε τοῖσιν μὲν Θρασυμήδεα δῖον ἀνῆκεν,</l><l n="706">αὐτὸς δʼ αὖτʼ ἐπὶ Πατρόκλῳ ἥρωϊ βεβήκει,</l><l n="707">στῆ δὲ παρʼ Αἰάντεσσι θέων, εἶθαρ δὲ προσηύδα·</l><q><l n="708">κεῖνον μὲν δὴ νηυσὶν ἐπιπροέηκα θοῇσιν</l><l n="709">ἐλθεῖν εἰς Ἀχιλῆα πόδας ταχύν· οὐδέ μιν οἴω</l><l n="710">νῦν ἰέναι μάλα περ κεχολωμένον Ἕκτορι δίῳ·</l><l n="711">οὐ γάρ πως ἂν γυμνὸς ἐὼν Τρώεσσι μάχοιτο.</l><l n="712">ἡμεῖς δʼ αὐτοί περ φραζώμεθα μῆτιν ἀρίστην,</l><l n="713">ἠμὲν ὅπως τὸν νεκρὸν ἐρύσσομεν, ἠδὲ καὶ αὐτοὶ</l><l n="714">Τρώων ἐξ ἐνοπῆς θάνατον καὶ κῆρα φύγωμεν.</l></q><l n="715"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα μέγας Τελαμώνιος Αἴας·</l><q><l n="716">πάντα κατʼ αἶσαν ἔειπες ἀγακλεὲς ὦ Μενέλαε·</l><l n="717">ἀλλὰ σὺ μὲν καὶ Μηριόνης ὑποδύντε μάλʼ ὦκα</l><l n="718">νεκρὸν ἀείραντες φέρετʼ ἐκ πόνου· αὐτὰρ ὄπισθε</l><l n="719">νῶϊ μαχησόμεθα Τρωσίν τε καὶ Ἕκτορι δίῳ</l><l n="720">ἶσον θυμὸν ἔχοντες ὁμώνυμοι, οἳ τὸ πάρος περ</l><l n="721">μίμνομεν ὀξὺν Ἄρηα παρʼ ἀλλήλοισι μένοντες.</l></q><l n="722"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα νεκρὸν ἀπὸ χθονὸς ἀγκάζοντο</l><l n="723">ὕψι μάλα μεγάλως· ἐπὶ δʼ ἴαχε λαὸς ὄπισθε</l><l n="724">Τρωϊκός, ὡς εἴδοντο νέκυν αἴροντας Ἀχαιούς.</l><l n="725">ἴθυσαν δὲ κύνεσσιν ἐοικότες, οἵ τʼ ἐπὶ κάπρῳ</l><l n="726">βλημένῳ ἀΐξωσι πρὸ κούρων θηρητήρων·</l><l n="727">ἕως μὲν γάρ τε θέουσι διαρραῖσαι μεμαῶτες,</l><l n="728">ἀλλʼ ὅτε δή ῥʼ ἐν τοῖσιν ἑλίξεται ἀλκὶ πεποιθώς,</l><l n="729">ἄψ τʼ ἀνεχώρησαν διά τʼ ἔτρεσαν ἄλλυδις ἄλλος.</l><l n="730">ὣς Τρῶες εἷος μὲν ὁμιλαδὸν αἰὲν ἕποντο</l><l n="731">νύσσοντες ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν·</l><l n="732">ἀλλʼ ὅτε δή ῥʼ Αἴαντε μεταστρεφθέντε κατʼ αὐτοὺς</l><l n="733">σταίησαν, τῶν δὲ τράπετο χρώς, οὐδέ τις ἔτλη</l><l n="734">πρόσσω ἀΐξας περὶ νεκροῦ δηριάασθαι.</l><milestone ed="p" n="735" unit="card"/><l n="735"><milestone ed="P" unit="para"/>ὣς οἵ γʼ ἐμμεμαῶτε νέκυν φέρον ἐκ πολέμοιο</l><l n="736">νῆας ἔπι γλαφυράς· ἐπὶ δὲ πτόλεμος τέτατό σφιν</l><l n="737">ἄγριος ἠΰτε πῦρ, τό τʼ ἐπεσσύμενον πόλιν ἀνδρῶν</l><l n="738">ὄρμενον ἐξαίφνης φλεγέθει, μινύθουσι δὲ οἶκοι</l><l n="739">ἐν σέλαϊ μεγάλῳ· τὸ δʼ ἐπιβρέμει ἲς ἀνέμοιο.</l><l n="740">ὣς μὲν τοῖς ἵππων τε καὶ ἀνδρῶν αἰχμητάων</l><l n="741">ἀζηχὴς ὀρυμαγδὸς ἐπήϊεν ἐρχομένοισιν·</l><l n="742">οἳ δʼ ὥς θʼ ἡμίονοι κρατερὸν μένος ἀμφιβαλόντες</l><l n="743">ἕλκωσʼ ἐξ ὄρεος κατὰ παιπαλόεσσαν ἀταρπὸν</l><l n="744">ἢ δοκὸν ἠὲ δόρυ μέγα νήϊον· ἐν δέ τε θυμὸς</l><l n="745">τείρεθʼ ὁμοῦ καμάτῳ τε καὶ ἱδρῷ σπευδόντεσσιν·</l><l n="746">ὣς οἵ γʼ ἐμμεμαῶτε νέκυν φέρον. αὐτὰρ ὄπισθεν</l><l n="747">Αἴαντʼ ἰσχανέτην, ὥς τε πρὼν ἰσχάνει ὕδωρ</l><l n="748">ὑλήεις πεδίοιο διαπρύσιον τετυχηκώς,</l><l n="749">ὅς τε καὶ ἰφθίμων ποταμῶν ἀλεγεινὰ ῥέεθρα</l><l n="750">ἴσχει, ἄφαρ δέ τε πᾶσι ῥόον πεδίον δὲ τίθησι</l><l n="751">πλάζων· οὐδέ τί μιν σθένεϊ ῥηγνῦσι ῥέοντες·</l><l n="752">ὣς αἰεὶ Αἴαντε μάχην ἀνέεργον ὀπίσσω</l><l n="753">Τρώων· οἳ δʼ ἅμʼ ἕποντο, δύω δʼ ἐν τοῖσι μάλιστα</l><l n="754">Αἰνείας τʼ Ἀγχισιάδης καὶ φαίδιμος Ἕκτωρ.</l><l n="755">τῶν δʼ ὥς τε ψαρῶν νέφος ἔρχεται ἠὲ κολοιῶν</l><l n="756">οὖλον κεκλήγοντες, ὅτε προΐδωσιν ἰόντα</l><l n="757">κίρκον, ὅ τε σμικρῇσι φόνον φέρει ὀρνίθεσσιν,</l><l n="758">ὣς ἄρʼ ὑπʼ Αἰνείᾳ τε καὶ Ἕκτορι κοῦροι Ἀχαιῶν</l><l n="759">οὖλον κεκλήγοντες ἴσαν, λήθοντο δὲ χάρμης.</l><l n="760">πολλὰ δὲ τεύχεα καλὰ πέσον περί τʼ ἀμφί τε τάφρον</l><l n="761">φευγόντων Δαναῶν· πολέμου δʼ οὐ γίγνετʼ ἐρωή.</l></div><div type="textpart" subtype="Book" n="18"><milestone ed="p" n="1" unit="card"/><l n="1">ὣς οἳ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο,</l><l n="2">Ἀντίλοχος δʼ Ἀχιλῆϊ πόδας ταχὺς ἄγγελος ἦλθε.</l><l n="3">τὸν δʼ εὗρε προπάροιθε νεῶν ὀρθοκραιράων</l><l n="4">τὰ φρονέοντʼ ἀνὰ θυμὸν ἃ δὴ τετελεσμένα ἦεν·</l><l n="5">ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·</l><q><l n="6">ὤ μοι ἐγώ, τί τʼ ἄρʼ αὖτε κάρη κομόωντες Ἀχαιοὶ</l><l n="7">νηυσὶν ἔπι κλονέονται ἀτυζόμενοι πεδίοιο;</l><l n="8">μὴ δή μοι τελέσωσι θεοὶ κακὰ κήδεα θυμῷ,</l><l n="9">ὥς ποτέ μοι μήτηρ διεπέφραδε καί μοι ἔειπε</l><l n="10">Μυρμιδόνων τὸν ἄριστον ἔτι ζώοντος ἐμεῖο</l><l n="11">χερσὶν ὕπο Τρώων λείψειν φάος ἠελίοιο.</l><l n="12">ἦ μάλα δὴ τέθνηκε Μενοιτίου ἄλκιμος υἱὸς</l><l n="13">σχέτλιος· ἦ τʼ ἐκέλευον ἀπωσάμενον δήϊον πῦρ</l><l n="14">ἂψ ἐπὶ νῆας ἴμεν, μηδʼ Ἕκτορι ἶφι μάχεσθαι.</l></q><l n="15"><milestone ed="P" unit="para"/>εἷος ὃ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,</l><l n="16">τόφρά οἱ ἐγγύθεν ἦλθεν ἀγαυοῦ Νέστορος υἱὸς</l><l n="17">δάκρυα θερμὰ χέων, φάτο δʼ ἀγγελίην ἀλεγεινήν·</l><q><l n="18">ὤ μοι Πηλέος υἱὲ δαΐφρονος ἦ μάλα λυγρῆς</l><l n="19">πεύσεαι ἀγγελίης, ἣ μὴ ὤφελλε γενέσθαι.</l><l n="20">κεῖται Πάτροκλος, νέκυος δὲ δὴ ἀμφιμάχονται</l></q></div></div></body></text></TEI>