<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="9"><q><l n="682">αὐτὸς δʼ ἠπείλησεν ἅμʼ ἠοῖ φαινομένηφι</l><l n="683">νῆας ἐϋσσέλμους ἅλαδʼ ἑλκέμεν ἀμφιελίσσας.</l><l n="684">καὶ δʼ ἂν τοῖς ἄλλοισιν ἔφη παραμυθήσασθαι</l><l n="685">οἴκαδʼ ἀποπλείειν, ἐπεὶ οὐκέτι δήετε τέκμωρ</l><l n="686">Ἰλίου αἰπεινῆς· μάλα γάρ ἑθεν εὐρύοπα Ζεὺς</l><l n="687">χεῖρα ἑὴν ὑπερέσχε, τεθαρσήκασι δὲ λαοί.</l><l n="688">ὣς ἔφατʼ· εἰσὶ καὶ οἵδε τάδʼ εἰπέμεν, οἵ μοι ἕποντο,</l><l n="689">Αἴας καὶ κήρυκε δύω πεπνυμένω ἄμφω.</l><l n="690">Φοῖνιξ δʼ αὖθʼ ὃ γέρων κατελέξατο, ὡς γὰρ ἀνώγει,</l><l n="691">ὄφρά οἱ ἐν νήεσσι φίλην ἐς πατρίδʼ ἕπηται</l><l n="692">αὔριον, ἢν ἐθέλῃσιν· ἀνάγκῃ δʼ οὔ τί μιν ἄξει.</l></q><l n="693"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ</l><l n="694">μῦθον ἀγασσάμενοι· μάλα γὰρ κρατερῶς ἀγόρευσε.</l><l n="695">δὴν δʼ ἄνεῳ ἦσαν τετιηότες υἷες Ἀχαιῶν·</l><l n="696">ὀψὲ δὲ δὴ μετέειπε βοὴν ἀγαθὸς Διομήδης·</l><q><l n="697">Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον</l><l n="698">μὴ ὄφελες λίσσεσθαι ἀμύμονα Πηλεΐωνα</l><l n="699">μυρία δῶρα διδούς· ὃ δʼ ἀγήνωρ ἐστὶ καὶ ἄλλως·</l><l n="700">νῦν αὖ μιν πολὺ μᾶλλον ἀγηνορίῃσιν ἐνῆκας.</l><l n="701">ἀλλʼ ἤτοι κεῖνον μὲν ἐάσομεν ἤ κεν ἴῃσιν</l><l n="702">ἦ κε μένῃ· τότε δʼ αὖτε μαχήσεται ὁππότε κέν μιν</l><l n="703">θυμὸς ἐνὶ στήθεσσιν ἀνώγῃ καὶ θεὸς ὄρσῃ.</l><l n="704">ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες·</l><l n="705">νῦν μὲν κοιμήσασθε τεταρπόμενοι φίλον ἦτορ</l><l n="706">σίτου καὶ οἴνοιο· τὸ γὰρ μένος ἐστὶ καὶ ἀλκή·</l><l n="707">αὐτὰρ ἐπεί κε φανῇ καλὴ ῥοδοδάκτυλος Ἠώς,</l><l n="708">καρπαλίμως πρὸ νεῶν ἐχέμεν λαόν τε καὶ ἵππους</l><l n="709">ὀτρύνων, καὶ δʼ αὐτὸς ἐνὶ πρώτοισι μάχεσθαι.</l></q><l n="710"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἐπῄνησαν βασιλῆες</l><l n="711">μῦθον ἀγασσάμενοι Διομήδεος ἱπποδάμοιο.</l><l n="712">καὶ τότε δὴ σπείσαντες ἔβαν κλισίην δὲ ἕκαστος,</l><l n="713">ἔνθα δὲ κοιμήσαντο καὶ ὕπνου δῶρον ἕλοντο.</l></div><div type="textpart" subtype="Book" n="10"><milestone ed="p" n="1" unit="card"/><l n="1"><milestone ed="P" unit="para"/>ἄλλοι μὲν παρὰ νηυσὶν ἀριστῆες Παναχαιῶν</l><l n="2">εὗδον παννύχιοι μαλακῷ δεδμημένοι ὕπνῳ·</l><l n="3">ἀλλʼ οὐκ Ἀτρεΐδην Ἀγαμέμνονα ποιμένα λαῶν</l></div></div></body></text></TEI>