<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="9"><q><l n="67">λεξάσθων παρὰ τάφρον ὀρυκτὴν τείχεος ἐκτός.</l><l n="68">κούροισιν μὲν ταῦτʼ ἐπιτέλλομαι· αὐτὰρ ἔπειτα</l><l n="69">Ἀτρεΐδη σὺ μὲν ἄρχε· σὺ γὰρ βασιλεύτατός ἐσσι.</l><l n="70">δαίνυ δαῖτα γέρουσιν· ἔοικέ τοι, οὔ τοι ἀεικές.</l><l n="71">πλεῖαί τοι οἴνου κλισίαι, τὸν νῆες Ἀχαιῶν</l><l n="72">ἠμάτιαι Θρῄκηθεν ἐπʼ εὐρέα πόντον ἄγουσι·</l><l n="73">πᾶσά τοί ἐσθʼ ὑποδεξίη, πολέεσσι δʼ ἀνάσσεις.</l><l n="74">πολλῶν δʼ ἀγρομένων τῷ πείσεαι ὅς κεν ἀρίστην</l><l n="75">βουλὴν βουλεύσῃ· μάλα δὲ χρεὼ πάντας Ἀχαιοὺς</l><l n="76">ἐσθλῆς καὶ πυκινῆς, ὅτι δήϊοι ἐγγύθι νηῶν</l><l n="77">καίουσιν πυρὰ πολλά· τίς ἂν τάδε γηθήσειε;</l><l n="78">νὺξ δʼ ἧδʼ ἠὲ διαρραίσει στρατὸν ἠὲ σαώσει.</l></q><l n="79"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο.</l><l n="80">ἐκ δὲ φυλακτῆρες σὺν τεύχεσιν ἐσσεύοντο</l><l n="81">ἀμφί τε Νεστορίδην Θρασυμήδεα ποιμένα λαῶν,</l><l n="82">ἠδʼ ἀμφʼ Ἀσκάλαφον καὶ Ἰάλμενον υἷας Ἄρηος</l><l n="83">ἀμφί τε Μηριόνην Ἀφαρῆά τε Δηΐπυρόν τε,</l><l n="84">ἠδʼ ἀμφὶ Κρείοντος υἱὸν Λυκομήδεα δῖον.</l><l n="85">ἕπτʼ ἔσαν ἡγεμόνες φυλάκων, ἑκατὸν δὲ ἑκάστῳ</l><l n="86">κοῦροι ἅμα στεῖχον δολίχʼ ἔγχεα χερσὶν ἔχοντες·</l><l n="87">κὰδ δὲ μέσον τάφρου καὶ τείχεος ἷζον ἰόντες·</l><l n="88">ἔνθα δὲ πῦρ κήαντο, τίθεντο δὲ δόρπα ἕκαστος.</l><milestone ed="p" n="89" unit="card"/><l n="89"><milestone ed="P" unit="para"/>Ἀτρεΐδης δὲ γέροντας ἀολλέας ἦγεν Ἀχαιῶν</l><l n="90">ἐς κλισίην, παρὰ δέ σφι τίθει μενοεικέα δαῖτα.</l><l n="91">οἳ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.</l><l n="92">αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,</l><l n="93">τοῖς ὁ γέρων πάμπρωτος ὑφαίνειν ἤρχετο μῆτιν</l><l n="94">Νέστωρ, οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλή·</l><l n="95">ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·</l><q><l n="96">Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον</l><l n="97">ἐν σοὶ μὲν λήξω, σέο δʼ ἄρξομαι, οὕνεκα πολλῶν</l><l n="98">λαῶν ἐσσι ἄναξ καί τοι Ζεὺς ἐγγυάλιξε</l><l n="99">σκῆπτρόν τʼ ἠδὲ θέμιστας, ἵνά σφισι βουλεύῃσθα.</l><l n="100">τώ σε χρὴ περὶ μὲν φάσθαι ἔπος ἠδʼ ἐπακοῦσαι,</l><l n="101">κρηῆναι δὲ καὶ ἄλλῳ, ὅτʼ ἄν τινα θυμὸς ἀνώγῃ</l><l n="102">εἰπεῖν εἰς ἀγαθόν· σέο δʼ ἕξεται ὅττί κεν ἄρχῃ.</l><l n="103">αὐτὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα.</l><l n="104">οὐ γάρ τις νόον ἄλλος ἀμείνονα τοῦδε νοήσει</l><l n="105">οἷον ἐγὼ νοέω ἠμὲν πάλαι ἠδʼ ἔτι καὶ νῦν</l><l n="106">ἐξ ἔτι τοῦ ὅτε διογενὲς Βρισηΐδα κούρην</l><l n="107">χωομένου Ἀχιλῆος ἔβης κλισίηθεν ἀπούρας</l><l n="108">οὔ τι καθʼ ἡμέτερόν γε νόον· μάλα γάρ τοι ἔγωγε</l><l n="109">πόλλʼ ἀπεμυθεόμην· σὺ δὲ σῷ μεγαλήτορι θυμῷ</l><l n="110">εἴξας ἄνδρα φέριστον, ὃν ἀθάνατοί περ ἔτισαν,</l><l n="111">ἠτίμησας, ἑλὼν γὰρ ἔχεις γέρας· ἀλλʼ ἔτι καὶ νῦν</l><l n="112">φραζώμεσθʼ ὥς κέν μιν ἀρεσσάμενοι πεπίθωμεν</l><l n="113">δώροισίν τʼ ἀγανοῖσιν ἔπεσσί τε μειλιχίοισι.</l></q><milestone ed="p" n="114" unit="card"/><l n="114"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·</l></div></div></body></text></TEI>