οἳ δʼ ὅτε δὴ κλισίῃσιν ἐν Ἀτρεΐδαο γένοντο. τοὺς μὲν ἄρα χρυσέοισι κυπέλλοις υἷες Ἀχαιῶν δειδέχατʼ ἄλλοθεν ἄλλος ἀνασταδόν, ἔκ τʼ ἐρέοντο· πρῶτος δʼ ἐξερέεινεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων· εἴπʼ ἄγε μʼ ὦ πολύαινʼ Ὀδυσεῦ μέγα κῦδος Ἀχαιῶν ἤ ῥʼ ἐθέλει νήεσσιν ἀλεξέμεναι δήϊον πῦρ, ἦ ἀπέειπε, χόλος δʼ ἔτʼ ἔχει μεγαλήτορα θυμόν; τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς· Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον κεῖνός γʼ οὐκ ἐθέλει σβέσσαι χόλον, ἀλλʼ ἔτι μᾶλλον πιμπλάνεται μένεος, σὲ δʼ ἀναίνεται ἠδὲ σὰ δῶρα. αὐτόν σε φράζεσθαι ἐν Ἀργείοισιν ἄνωγεν ὅππως κεν νῆάς τε σαῷς καὶ λαὸν Ἀχαιῶν· αὐτὸς δʼ ἠπείλησεν ἅμʼ ἠοῖ φαινομένηφι νῆας ἐϋσσέλμους ἅλαδʼ ἑλκέμεν ἀμφιελίσσας. καὶ δʼ ἂν τοῖς ἄλλοισιν ἔφη παραμυθήσασθαι οἴκαδʼ ἀποπλείειν, ἐπεὶ οὐκέτι δήετε τέκμωρ Ἰλίου αἰπεινῆς· μάλα γάρ ἑθεν εὐρύοπα Ζεὺς χεῖρα ἑὴν ὑπερέσχε, τεθαρσήκασι δὲ λαοί. ὣς ἔφατʼ· εἰσὶ καὶ οἵδε τάδʼ εἰπέμεν, οἵ μοι ἕποντο, Αἴας καὶ κήρυκε δύω πεπνυμένω ἄμφω. Φοῖνιξ δʼ αὖθʼ ὃ γέρων κατελέξατο, ὡς γὰρ ἀνώγει, ὄφρά οἱ ἐν νήεσσι φίλην ἐς πατρίδʼ ἕπηται αὔριον, ἢν ἐθέλῃσιν· ἀνάγκῃ δʼ οὔ τί μιν ἄξει. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ μῦθον ἀγασσάμενοι· μάλα γὰρ κρατερῶς ἀγόρευσε. δὴν δʼ ἄνεῳ ἦσαν τετιηότες υἷες Ἀχαιῶν· ὀψὲ δὲ δὴ μετέειπε βοὴν ἀγαθὸς Διομήδης· Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον μὴ ὄφελες λίσσεσθαι ἀμύμονα Πηλεΐωνα μυρία δῶρα διδούς· ὃ δʼ ἀγήνωρ ἐστὶ καὶ ἄλλως· νῦν αὖ μιν πολὺ μᾶλλον ἀγηνορίῃσιν ἐνῆκας. ἀλλʼ ἤτοι κεῖνον μὲν ἐάσομεν ἤ κεν ἴῃσιν ἦ κε μένῃ· τότε δʼ αὖτε μαχήσεται ὁππότε κέν μιν θυμὸς ἐνὶ στήθεσσιν ἀνώγῃ καὶ θεὸς ὄρσῃ. ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες· νῦν μὲν κοιμήσασθε τεταρπόμενοι φίλον ἦτορ σίτου καὶ οἴνοιο· τὸ γὰρ μένος ἐστὶ καὶ ἀλκή· αὐτὰρ ἐπεί κε φανῇ καλὴ ῥοδοδάκτυλος Ἠώς, καρπαλίμως πρὸ νεῶν ἐχέμεν λαόν τε καὶ ἵππους ὀτρύνων, καὶ δʼ αὐτὸς ἐνὶ πρώτοισι μάχεσθαι. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἐπῄνησαν βασιλῆες μῦθον ἀγασσάμενοι Διομήδεος ἱπποδάμοιο. καὶ τότε δὴ σπείσαντες ἔβαν κλισίην δὲ ἕκαστος, ἔνθα δὲ κοιμήσαντο καὶ ὕπνου δῶρον ἕλοντο. ἄλλοι μὲν παρὰ νηυσὶν ἀριστῆες Παναχαιῶν εὗδον παννύχιοι μαλακῷ δεδμημένοι ὕπνῳ· ἀλλʼ οὐκ Ἀτρεΐδην Ἀγαμέμνονα ποιμένα λαῶν ὕπνος ἔχε γλυκερὸς πολλὰ φρεσὶν ὁρμαίνοντα. ὡς δʼ ὅτʼ ἂν ἀστράπτῃ πόσις Ἥρης ἠϋκόμοιο τεύχων ἢ πολὺν ὄμβρον ἀθέσφατον ἠὲ χάλαζαν ἢ νιφετόν, ὅτε πέρ τε χιὼν ἐπάλυνεν ἀρούρας, ἠέ ποθι πτολέμοιο μέγα στόμα πευκεδανοῖο, ὣς πυκίνʼ ἐν στήθεσσιν ἀνεστενάχιζʼ Ἀγαμέμνων νειόθεν ἐκ κραδίης, τρομέοντο δέ οἱ φρένες ἐντός. ἤτοι ὅτʼ ἐς πεδίον τὸ Τρωϊκὸν ἀθρήσειε, θαύμαζεν πυρὰ πολλὰ τὰ καίετο Ἰλιόθι πρὸ αὐλῶν συρίγγων τʼ ἐνοπὴν ὅμαδόν τʼ ἀνθρώπων. αὐτὰρ ὅτʼ ἐς νῆάς τε ἴδοι καὶ λαὸν Ἀχαιῶν, πολλὰς ἐκ κεφαλῆς προθελύμνους ἕλκετο χαίτας ὑψόθʼ ἐόντι Διί, μέγα δʼ ἔστενε κυδάλιμον κῆρ. ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλὴ Νέστορʼ ἔπι πρῶτον Νηλήϊον ἐλθέμεν ἀνδρῶν, εἴ τινά οἱ σὺν μῆτιν ἀμύμονα τεκτήναιτο, ἥ τις ἀλεξίκακος πᾶσιν Δαναοῖσι γένοιτο. ὀρθωθεὶς δʼ ἔνδυνε περὶ στήθεσσι χιτῶνα, ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα, ἀμφὶ δʼ ἔπειτα δαφοινὸν ἑέσσατο δέρμα λέοντος αἴθωνος μεγάλοιο ποδηνεκές, εἵλετο δʼ ἔγχος. ὣς δʼ αὔτως Μενέλαον ἔχε τρόμος· οὐδὲ γὰρ αὐτῷ ὕπνος ἐπὶ βλεφάροισιν ἐφίζανε· μή τι πάθοιεν Ἀργεῖοι, τοὶ δὴ ἕθεν εἵνεκα πουλὺν ἐφʼ ὑγρὴν ἤλυθον ἐς Τροίην πόλεμον θρασὺν ὁρμαίνοντες. παρδαλέῃ μὲν πρῶτα μετάφρενον εὐρὺ κάλυψε ποικίλῃ, αὐτὰρ ἐπὶ στεφάνην κεφαλῆφιν ἀείρας θήκατο χαλκείην, δόρυ δʼ εἵλετο χειρὶ παχείῃ. βῆ δʼ ἴμεν ἀνστήσων ὃν ἀδελφεόν, ὃς μέγα πάντων Ἀργείων ἤνασσε, θεὸς δʼ ὣς τίετο δήμῳ. τὸν δʼ εὗρʼ ἀμφʼ ὤμοισι τιθήμενον ἔντεα καλὰ νηῒ πάρα πρύμνῃ· τῷ δʼ ἀσπάσιος γένετʼ ἐλθών. τὸν πρότερος προσέειπε βοὴν ἀγαθὸς Μενέλαος· τίφθʼ οὕτως ἠθεῖε κορύσσεαι; ἦ τινʼ ἑταίρων ὀτρυνέεις Τρώεσσιν ἐπίσκοπον; ἀλλὰ μάλʼ αἰνῶς δείδω μὴ οὔ τίς τοι ὑπόσχηται τόδε ἔργον ἄνδρας δυσμενέας σκοπιαζέμεν οἶος ἐπελθὼν νύκτα διʼ ἀμβροσίην· μάλα τις θρασυκάρδιος ἔσται. τὸν δʼ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων· χρεὼ βουλῆς ἐμὲ καὶ σὲ διοτρεφὲς ὦ Μενέλαε κερδαλέης, ἥ τίς κεν ἐρύσσεται ἠδὲ σαώσει Ἀργείους καὶ νῆας, ἐπεὶ Διὸς ἐτράπετο φρήν. Ἑκτορέοις ἄρα μᾶλλον ἐπὶ φρένα θῆχʼ ἱεροῖσιν· οὐ γάρ πω ἰδόμην, οὐδʼ ἔκλυον αὐδήσαντος ἄνδρʼ ἕνα τοσσάδε μέρμερʼ ἐπʼ ἤματι μητίσασθαι, ὅσσʼ Ἕκτωρ ἔρρεξε Διῒ φίλος υἷας Ἀχαιῶν αὔτως, οὔτε θεᾶς υἱὸς φίλος οὔτε θεοῖο. ἔργα δʼ ἔρεξʼ ὅσα φημὶ μελησέμεν Ἀργείοισι δηθά τε καὶ δολιχόν· τόσα γὰρ κακὰ μήσατʼ Ἀχαιούς. ἀλλʼ ἴθι νῦν Αἴαντα καὶ Ἰδομενῆα κάλεσσον ῥίμφα θέων παρὰ νῆας· ἐγὼ δʼ ἐπὶ Νέστορα δῖον εἶμι, καὶ ὀτρυνέω ἀνστήμεναι, αἴ κʼ ἐθέλῃσιν ἐλθεῖν ἐς φυλάκων ἱερὸν τέλος ἠδʼ ἐπιτεῖλαι. κείνῳ γάρ κε μάλιστα πιθοίατο· τοῖο γὰρ υἱὸς σημαίνει φυλάκεσσι καὶ Ἰδομενῆος ὀπάων Μηριόνης· τοῖσιν γὰρ ἐπετράπομέν γε μάλιστα. τὸν δʼ ἠμείβετʼ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος· πῶς γάρ μοι μύθῳ ἐπιτέλλεαι ἠδὲ κελεύεις; αὖθι μένω μετὰ τοῖσι δεδεγμένος εἰς ὅ κεν ἔλθῃς, ἦε θέω μετὰ σʼ αὖτις, ἐπὴν εὖ τοῖς ἐπιτείλω; τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων, αὖθι μένειν, μή πως ἀβροτάξομεν ἀλλήλοιιν ἐρχομένω· πολλαὶ γὰρ ἀνὰ στρατόν εἰσι κέλευθοι. φθέγγεο δʼ ᾗ κεν ἴῃσθα καὶ ἐγρήγορθαι ἄνωχθι πατρόθεν ἐκ γενεῆς ὀνομάζων ἄνδρα ἕκαστον πάντας κυδαίνων· μηδὲ μεγαλίζεο θυμῷ, ἀλλὰ καὶ αὐτοί περ πονεώμεθα· ὧδέ που ἄμμι Ζεὺς ἐπὶ γιγνομένοισιν ἵει κακότητα βαρεῖαν. ὣς εἰπὼν ἀπέπεμπεν ἀδελφεὸν εὖ ἐπιτείλας· αὐτὰρ ὃ βῆ ῥʼ ἰέναι μετὰ Νέστορα ποιμένα λαῶν· τὸν δʼ εὗρεν παρά τε κλισίῃ καὶ νηῒ μελαίνῃ εὐνῇ ἔνι μαλακῇ· παρὰ δʼ ἔντεα ποικίλʼ ἔκειτο ἀσπὶς καὶ δύο δοῦρε φαεινή τε τρυφάλεια. πὰρ δὲ ζωστὴρ κεῖτο παναίολος, ᾧ ῥʼ ὁ γεραιὸς ζώννυθʼ ὅτʼ ἐς πόλεμον φθισήνορα θωρήσσοιτο λαὸν ἄγων, ἐπεὶ οὐ μὲν ἐπέτρεπε γήραϊ λυγρῷ. ὀρθωθεὶς δʼ ἄρʼ ἐπʼ ἀγκῶνος κεφαλὴν ἐπαείρας Ἀτρεΐδην προσέειπε καὶ ἐξερεείνετο μύθῳ· τίς δʼ οὗτος κατὰ νῆας ἀνὰ στρατὸν ἔρχεαι οἶος νύκτα διʼ ὀρφναίην, ὅτε θʼ εὕδουσι βροτοὶ ἄλλοι, ἠέ τινʼ οὐρήων διζήμενος, ἤ τινʼ ἑταίρων; φθέγγεο, μηδʼ ἀκέων ἐπʼ ἔμʼ ἔρχεο· τίπτε δέ σε χρεώ; τὸν δʼ ἠμείβετʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων· ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν γνώσεαι Ἀτρεΐδην Ἀγαμέμνονα, τὸν περὶ πάντων Ζεὺς ἐνέηκε πόνοισι διαμπερὲς εἰς ὅ κʼ ἀϋτμὴ ἐν στήθεσσι μένῃ καί μοι φίλα γούνατʼ ὀρώρῃ. πλάζομαι ὧδʼ ἐπεὶ οὔ μοι ἐπʼ ὄμμασι νήδυμος ὕπνος ἱζάνει, ἀλλὰ μέλει πόλεμος καὶ κήδεʼ Ἀχαιῶν. αἰνῶς γὰρ Δαναῶν περιδείδια, οὐδέ μοι ἦτορ ἔμπεδον, ἀλλʼ ἀλαλύκτημαι, κραδίη δέ μοι ἔξω στηθέων ἐκθρῴσκει, τρομέει δʼ ὑπὸ φαίδιμα γυῖα. ἀλλʼ εἴ τι δραίνεις, ἐπεὶ οὐδὲ σέ γʼ ὕπνος ἱκάνει, δεῦρʼ ἐς τοὺς φύλακας καταβήομεν, ὄφρα ἴδωμεν μὴ τοὶ μὲν καμάτῳ ἀδηκότες ἠδὲ καὶ ὕπνῳ κοιμήσωνται, ἀτὰρ φυλακῆς ἐπὶ πάγχυ λάθωνται. δυσμενέες δʼ ἄνδρες σχεδὸν εἵαται· οὐδέ τι ἴδμεν μή πως καὶ διὰ νύκτα μενοινήσωσι μάχεσθαι. τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ· Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον οὔ θην Ἕκτορι πάντα νοήματα μητίετα Ζεὺς ἐκτελέει, ὅσα πού νυν ἐέλπεται· ἀλλά μιν οἴω κήδεσι μοχθήσειν καὶ πλείοσιν, εἴ κεν Ἀχιλλεὺς ἐκ χόλου ἀργαλέοιο μεταστρέψῃ φίλον ἦτορ. σοὶ δὲ μάλʼ ἕψομʼ ἐγώ· ποτὶ δʼ αὖ καὶ ἐγείρομεν ἄλλους ἠμὲν Τυδεΐδην δουρὶ κλυτὸν ἠδʼ Ὀδυσῆα ἠδʼ Αἴαντα ταχὺν καὶ Φυλέος ἄλκιμον υἱόν. ἀλλʼ εἴ τις καὶ τούσδε μετοιχόμενος καλέσειεν ἀντίθεόν τʼ Αἴαντα καὶ Ἰδομενῆα ἄνακτα· τῶν γὰρ νῆες ἔασιν ἑκαστάτω, οὐδὲ μάλʼ ἐγγύς. ἀλλὰ φίλον περ ἐόντα καὶ αἰδοῖον Μενέλαον νεικέσω, εἴ πέρ μοι νεμεσήσεαι, οὐδʼ ἐπικεύσω ὡς εὕδει, σοὶ δʼ οἴῳ ἐπέτρεψεν πονέεσθαι. νῦν ὄφελεν κατὰ πάντας ἀριστῆας πονέεσθαι λισσόμενος· χρειὼ γὰρ ἱκάνεται οὐκέτʼ ἀνεκτός. τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων· ὦ γέρον ἄλλοτε μέν σε καὶ αἰτιάασθαι ἄνωγα· πολλάκι γὰρ μεθιεῖ τε καὶ οὐκ ἐθέλει πονέεσθαι οὔτʼ ὄκνῳ εἴκων οὔτʼ ἀφραδίῃσι νόοιο, ἀλλʼ ἐμέ τʼ εἰσορόων καὶ ἐμὴν ποτιδέγμενος ὁρμήν. νῦν δʼ ἐμέο πρότερος μάλʼ ἐπέγρετο καί μοι ἐπέστη· τὸν μὲν ἐγὼ προέηκα καλήμεναι οὓς σὺ μεταλλᾷς. ἀλλʼ ἴομεν· κείνους δὲ κιχησόμεθα πρὸ πυλάων ἐν φυλάκεσσʼ, ἵνα γάρ σφιν ἐπέφραδον ἠγερέθεσθαι. τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ· οὕτως οὔ τίς οἱ νεμεσήσεται οὐδʼ ἀπιθήσει Ἀργείων, ὅτε κέν τινʼ ἐποτρύνῃ καὶ ἀνώγῃ. ὣς εἰπὼν ἔνδυνε περὶ στήθεσσι χιτῶνα, ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα, ἀμφὶ δʼ ἄρα χλαῖναν περονήσατο φοινικόεσσαν