<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="9"><q><l n="647">μνήσομαι ὥς μʼ ἀσύφηλον ἐν Ἀργείοισιν ἔρεξεν</l><l n="648">Ἀτρεΐδης ὡς εἴ τινʼ ἀτίμητον μετανάστην.</l><l n="649">ἀλλʼ ὑμεῖς ἔρχεσθε καὶ ἀγγελίην ἀπόφασθε·</l><l n="650">οὐ γὰρ πρὶν πολέμοιο μεδήσομαι αἱματόεντος</l><l n="651">πρίν γʼ υἱὸν Πριάμοιο δαΐφρονος Ἕκτορα δῖον</l><l n="652">Μυρμιδόνων ἐπί τε κλισίας καὶ νῆας ἱκέσθαι</l><l n="653">κτείνοντʼ Ἀργείους, κατά τε σμῦξαι πυρὶ νῆας.</l><l n="654">ἀμφὶ δέ τοι τῇ ἐμῇ κλισίῃ καὶ νηῒ μελαίνῃ</l><l n="655">Ἕκτορα καὶ μεμαῶτα μάχης σχήσεσθαι ὀΐω.</l></q><l n="656"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δὲ ἕκαστος ἑλὼν δέπας ἀμφικύπελλον</l><l n="657">σπείσαντες παρὰ νῆας ἴσαν πάλιν· ἦρχε δʼ Ὀδυσσεύς.</l><l n="658">Πάτροκλος δʼ ἑτάροισιν ἰδὲ δμωῇσι κέλευσε</l><l n="659">Φοίνικι στορέσαι πυκινὸν λέχος ὅττι τάχιστα.</l><l n="660">αἳ δʼ ἐπιπειθόμεναι στόρεσαν λέχος ὡς ἐκέλευσε</l><l n="661">κώεά τε ῥῆγός τε λίνοιό τε λεπτὸν ἄωτον.</l><l n="662">ἔνθʼ ὃ γέρων κατέλεκτο καὶ ἠῶ δῖαν ἔμιμνεν.</l><l n="663">αὐτὰρ Ἀχιλλεὺς εὗδε μυχῷ κλισίης εὐπήκτου·</l><l n="664">τῷ δʼ ἄρα παρκατέλεκτο γυνή, τὴν Λεσβόθεν ἦγε,</l><l n="665">Φόρβαντος θυγάτηρ Διομήδη καλλιπάρῃος.</l><l n="666">Πάτροκλος δʼ ἑτέρωθεν ἐλέξατο· πὰρ δʼ ἄρα καὶ τῷ</l><l n="667">Ἶφις ἐΰζωνος, τήν οἱ πόρε δῖος Ἀχιλλεὺς</l><l n="668">Σκῦρον ἑλὼν αἰπεῖαν Ἐνυῆος πτολίεθρον.</l><milestone ed="p" n="669" unit="card"/><l n="669"><milestone ed="P" unit="para"/>οἳ δʼ ὅτε δὴ κλισίῃσιν ἐν Ἀτρεΐδαο γένοντο.</l><l n="670">τοὺς μὲν ἄρα χρυσέοισι κυπέλλοις υἷες Ἀχαιῶν</l><l n="671">δειδέχατʼ ἄλλοθεν ἄλλος ἀνασταδόν, ἔκ τʼ ἐρέοντο·</l><l n="672">πρῶτος δʼ ἐξερέεινεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·</l><q><l n="673">εἴπʼ ἄγε μʼ ὦ πολύαινʼ Ὀδυσεῦ μέγα κῦδος Ἀχαιῶν</l><l n="674">ἤ ῥʼ ἐθέλει νήεσσιν ἀλεξέμεναι δήϊον πῦρ,</l><l n="675">ἦ ἀπέειπε, χόλος δʼ ἔτʼ ἔχει μεγαλήτορα θυμόν;</l></q><l n="676"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·</l><q><l n="677">Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον</l><l n="678">κεῖνός γʼ οὐκ ἐθέλει σβέσσαι χόλον, ἀλλʼ ἔτι μᾶλλον</l><l n="679">πιμπλάνεται μένεος, σὲ δʼ ἀναίνεται ἠδὲ σὰ δῶρα.</l><l n="680">αὐτόν σε φράζεσθαι ἐν Ἀργείοισιν ἄνωγεν</l><l n="681">ὅππως κεν νῆάς τε σαῷς καὶ λαὸν Ἀχαιῶν·</l></q></div></div></body></text></TEI>