μνήσομαι ὥς μʼ ἀσύφηλον ἐν Ἀργείοισιν ἔρεξεν Ἀτρεΐδης ὡς εἴ τινʼ ἀτίμητον μετανάστην. ἀλλʼ ὑμεῖς ἔρχεσθε καὶ ἀγγελίην ἀπόφασθε· οὐ γὰρ πρὶν πολέμοιο μεδήσομαι αἱματόεντος πρίν γʼ υἱὸν Πριάμοιο δαΐφρονος Ἕκτορα δῖον Μυρμιδόνων ἐπί τε κλισίας καὶ νῆας ἱκέσθαι κτείνοντʼ Ἀργείους, κατά τε σμῦξαι πυρὶ νῆας. ἀμφὶ δέ τοι τῇ ἐμῇ κλισίῃ καὶ νηῒ μελαίνῃ Ἕκτορα καὶ μεμαῶτα μάχης σχήσεσθαι ὀΐω. ὣς ἔφαθʼ, οἳ δὲ ἕκαστος ἑλὼν δέπας ἀμφικύπελλον σπείσαντες παρὰ νῆας ἴσαν πάλιν· ἦρχε δʼ Ὀδυσσεύς. Πάτροκλος δʼ ἑτάροισιν ἰδὲ δμωῇσι κέλευσε Φοίνικι στορέσαι πυκινὸν λέχος ὅττι τάχιστα. αἳ δʼ ἐπιπειθόμεναι στόρεσαν λέχος ὡς ἐκέλευσε κώεά τε ῥῆγός τε λίνοιό τε λεπτὸν ἄωτον. ἔνθʼ ὃ γέρων κατέλεκτο καὶ ἠῶ δῖαν ἔμιμνεν. αὐτὰρ Ἀχιλλεὺς εὗδε μυχῷ κλισίης εὐπήκτου· τῷ δʼ ἄρα παρκατέλεκτο γυνή, τὴν Λεσβόθεν ἦγε, Φόρβαντος θυγάτηρ Διομήδη καλλιπάρῃος. Πάτροκλος δʼ ἑτέρωθεν ἐλέξατο· πὰρ δʼ ἄρα καὶ τῷ Ἶφις ἐΰζωνος, τήν οἱ πόρε δῖος Ἀχιλλεὺς Σκῦρον ἑλὼν αἰπεῖαν Ἐνυῆος πτολίεθρον. οἳ δʼ ὅτε δὴ κλισίῃσιν ἐν Ἀτρεΐδαο γένοντο. τοὺς μὲν ἄρα χρυσέοισι κυπέλλοις υἷες Ἀχαιῶν δειδέχατʼ ἄλλοθεν ἄλλος ἀνασταδόν, ἔκ τʼ ἐρέοντο· πρῶτος δʼ ἐξερέεινεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων· εἴπʼ ἄγε μʼ ὦ πολύαινʼ Ὀδυσεῦ μέγα κῦδος Ἀχαιῶν ἤ ῥʼ ἐθέλει νήεσσιν ἀλεξέμεναι δήϊον πῦρ, ἦ ἀπέειπε, χόλος δʼ ἔτʼ ἔχει μεγαλήτορα θυμόν; τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς· Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον κεῖνός γʼ οὐκ ἐθέλει σβέσσαι χόλον, ἀλλʼ ἔτι μᾶλλον πιμπλάνεται μένεος, σὲ δʼ ἀναίνεται ἠδὲ σὰ δῶρα. αὐτόν σε φράζεσθαι ἐν Ἀργείοισιν ἄνωγεν ὅππως κεν νῆάς τε σαῷς καὶ λαὸν Ἀχαιῶν·