<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="9"><q><l n="642">κήδιστοί τʼ ἔμεναι καὶ φίλτατοι ὅσσοι Ἀχαιοί.</l></q><l n="643"><milestone ed="P" unit="para"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·</l><q><l n="644">Αἶαν διογενὲς Τελαμώνιε κοίρανε λαῶν</l><l n="645">πάντά τί μοι κατὰ θυμὸν ἐείσαο μυθήσασθαι·</l><l n="646">ἀλλά μοι οἰδάνεται κραδίη χόλῳ ὁππότε κείνων</l><l n="647">μνήσομαι ὥς μʼ ἀσύφηλον ἐν Ἀργείοισιν ἔρεξεν</l><l n="648">Ἀτρεΐδης ὡς εἴ τινʼ ἀτίμητον μετανάστην.</l><l n="649">ἀλλʼ ὑμεῖς ἔρχεσθε καὶ ἀγγελίην ἀπόφασθε·</l><l n="650">οὐ γὰρ πρὶν πολέμοιο μεδήσομαι αἱματόεντος</l><l n="651">πρίν γʼ υἱὸν Πριάμοιο δαΐφρονος Ἕκτορα δῖον</l><l n="652">Μυρμιδόνων ἐπί τε κλισίας καὶ νῆας ἱκέσθαι</l><l n="653">κτείνοντʼ Ἀργείους, κατά τε σμῦξαι πυρὶ νῆας.</l><l n="654">ἀμφὶ δέ τοι τῇ ἐμῇ κλισίῃ καὶ νηῒ μελαίνῃ</l><l n="655">Ἕκτορα καὶ μεμαῶτα μάχης σχήσεσθαι ὀΐω.</l></q><l n="656"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δὲ ἕκαστος ἑλὼν δέπας ἀμφικύπελλον</l><l n="657">σπείσαντες παρὰ νῆας ἴσαν πάλιν· ἦρχε δʼ Ὀδυσσεύς.</l></div></div></body></text></TEI>