<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="9"><q><l n="626">τῇδέ γʼ ὁδῷ κρανέεσθαι· ἀπαγγεῖλαι δὲ τάχιστα</l><l n="627">χρὴ μῦθον Δαναοῖσι καὶ οὐκ ἀγαθόν περ ἐόντα</l><l n="628">οἵ που νῦν ἕαται ποτιδέγμενοι. αὐτάρ Ἀχιλλεὺς</l><l n="629">ἄγριον ἐν στήθεσσι θέτο μεγαλήτορα θυμὸν</l><l n="630">σχέτλιος, οὐδὲ μετατρέπεται φιλότητος ἑταίρων</l><l n="631">τῆς ᾗ μιν παρὰ νηυσὶν ἐτίομεν ἔξοχον ἄλλων</l><l n="632">νηλής· καὶ μέν τίς τε κασιγνήτοιο φονῆος</l><l n="633">ποινὴν ἢ οὗ παιδὸς ἐδέξατο τεθνηῶτος·</l><l n="634">καί ῥʼ ὃ μὲν ἐν δήμῳ μένει αὐτοῦ πόλλʼ ἀποτίσας,</l><l n="635">τοῦ δέ τʼ ἐρητύεται κραδίη καὶ θυμὸς ἀγήνωρ</l><l n="636">ποινὴν δεξαμένῳ· σοὶ δʼ ἄληκτόν τε κακόν τε</l><l n="637">θυμὸν ἐνὶ στήθεσσι θεοὶ θέσαν εἵνεκα κούρης</l><l n="638">οἴης· νῦν δέ τοι ἑπτὰ παρίσχομεν ἔξοχʼ ἀρίστας,</l><l n="639">ἄλλά τε πόλλʼ ἐπὶ τῇσι· σὺ δʼ ἵλαον ἔνθεο θυμόν,</l><l n="640">αἴδεσσαι δὲ μέλαθρον· ὑπωρόφιοι δέ τοί εἰμεν</l><l n="641">πληθύος ἐκ Δαναῶν, μέμαμεν δέ τοι ἔξοχον ἄλλων</l></q></div></div></body></text></TEI>